Τα καθ' Ηρώ και Λέανδρον


Μουσαίος

Τα καθ' Ηρώ και Λέανδρον



Εἰπέ, θεά, κρυφίων ἐπιμάρτυρα λύχνον Ἐρώτων
καὶ νύχιον πλωτῆρα θαλασσοπόρων ὑμεναίων
καὶ γάμον ἀχλυόεντα, τὸν οὐκ ἴδεν ἄφθιτος Ἠώς,
καὶ Σηστὸν καὶ Ἄβυδον, ὅπῃ γάμον ἔννυχον Ἡροῦς

5

νηχόμενόν τε Λέανδρον ὁμοῦ καὶ λύχνον ἀκούω,
λύχνον ἀπαγγέλλοντα διακτορίην Ἀφροδίτης,
Ἡροῦς νυκτιγάμοιο γαμοστόλον ἀγγελιώτην,
λύχνον, Ἔρωτος ἄγαλμα• τὸν ὤφελεν αἰθέριος Ζεὺς
ἐννύχιον μετ' ἄεθλον ἄγειν ἐς ὁμήγυριν ἄστρων

10

καί μιν ἐπικλῆσαι νυμφοστόλον ἄστρον Ἐρώτων,
ὅττι πέλεν συνέριθος ἐρωμανέων ὀδυνάων,
ἀγγελίην δ' ἐφύλαξεν ἀκοιμήτων ὑμεναίων,
πρὶν χαλεπαῖς πνοιῇσιν ἀήμεναι ἐχθρὸν ἀήτην.
ἀλλ' ἄγε μοι μέλποντι μίαν συνάειδε τελευτὴν

15

λύχνου σβεννυμένοιο καὶ ὀλλυμένοιο Λεάνδρου.
Σηστὸς ἔην καὶ Ἄβυδος ἐναντίον ἐγγύθι πόντου.
γείτονές εἰσι πόληες. Ἔρως δ' ἑὰ τόξα τιταίνων
ἀμφοτέραις πολίεσσιν ἕνα ξύνωσεν ὀιστόν
ἠίθεον φλέξας καὶ παρθένον. οὔνομα δ' αὐτῶν

20

ἱμερόεις τε Λέανδρος ἔην καὶ παρθένος Ἡρώ.
ἡ μὲν Σηστὸν ἔναιεν, ὁ δὲ πτολίεθρον ἀβύδου,
ἀμφοτέρων πολίων περικαλλέες ἀστέρες ἄμφω,
εἴκελοι ἀλλήλοισι. σὺ δ', εἴ ποτε κεῖθι περήσεις,
δίζεό μοί τινα πύργον, ὅπῃ ποτὲ Σηστιὰς Ἡρὼ

25

ἵστατο λύχνον ἔχουσα καὶ ἡγεμόνευε Λεάνδρῳ•
δίζεο δ' ἀρχαίης ἁλιηχέα πορθμὸν Ἀβύδου
εἰσέτι που κλαίοντα μόρον καὶ ἔρωτα Λεάνδρου.
Ἀλλὰ πόθεν Λείανδρος Ἀβυδόθι δώματα ναίων
Ἡροῦς εἰς πόθον ἦλθε, πόθῳ δ' ἐνέδησε καὶ αὐτήν;

30

Ἡρὼ μὲν χαρίεσσα διοτρεφὲς αἷμα λαχοῦσα
Κύπριδος ἦν ἱέρεια• γάμων δ' ἀδίδακτος ἐοῦσα
πύργον ἀπὸ προγόνων παρὰ γείτονι ναῖε θαλάσσῃ,
ἄλλη Κύπρις ἄνασσα. σαοφροσύνῃ δὲ καὶ αἰδοῖ
οὐδέποτ' ἀγρομένῃσι συνωμίλησε γυναιξὶν

35

οὐδὲ χορὸν χαρίεντα μετήλυθεν ἥλικος ἥβης
μῶμον ἀλευομένη ζηλήμονα θηλυτεράων,
– καὶ γὰρ ἐπ' ἀγλαΐῃ ζηλήμονές εἰσι γυναῖκες –
ἀλλ' αἰεὶ Κυθέρειαν ἱλασκομένη Ἀφροδίτην
πολλάκι καὶ τὸν Ἔρωτα παρηγορέεσκε θυηλαῖς

40

μητρὶ σὺν οὐρανίῃ φλογερὴν τρομέουσα φαρέτρην.
ἀλλ' οὐδ' ὧς ἀλέεινε πυριπνείοντας ὀιστούς.
Δὴ γὰρ Κυπριδίη πανδήμιος ἦλθεν ἑορτή,
τὴν ἀνὰ Σηστὸν ἄγουσιν Ἀδώνιδι καὶ Κυθερείῃ.
πασσυδίῃ δ' ἔσπευδον ἐς ἱερὸν ἦμαρ ἱκέσθαι,

45

ὅσσοι ναιετάασκον ἁλιστεφέων σφυρὰ νήσων,
οἱ μὲν ἀφ' Αἱμονίης, οἱ δ' εἰναλίης ἀπὸ Κύπρου•
οὐδὲ γυνή τις ἔμιμνεν ἀνὰ πτολίεθρα Κυθήρων,
οὐ Λιβάνου θυόεντος ἐνὶ πτερύγεσσι χορεύων,
οὐδὲ περικτιόνων τις ἐλείπετο τῆμος ἑορτῆς,

50

οὐ Φρυγίης ναέτης, οὐ γείτονος ἀστὸς Ἀβύδου,
οὐδέ τις ἠιθέων φιλοπάρθενος. ἦ γὰρ ἐκεῖνοι
αἰὲν ὁμαρτήσαντες, ὅπῃ φάτις ἐστὶν ἑορτῆς,
οὐ τόσον ἀθανάτοισιν ἄγειν σπεύδουσι θυηλάς,
ὅσσον ἀγειρομένων διὰ κάλλεα παρθενικάων.

55

Ἡ δὲ θεῆς ἀνὰ νηὸν ἐπῴχετο παρθένος Ἡρὼ
μαρμαρυγὴν χαρίεσσαν ἀπαστράπτουσα προσώπου
οἷά τε λευκοπάρῃος ἐπαντέλλουσα Σελήνη.
ἄκρα δὲ χιονέης φοινίσσετο κύκλα παρειῆς
ὡς ῥόδον ἐκ καλύκων διδυμόχροον. ἦ τάχα φαίης

60

Ἡροῦς ἐν μελέεσσι ῥόδων λειμῶνα φανῆναι•
χροιὴ γὰρ μελέων ἐρυθαίνετο, νισσομένης δὲ
καὶ ῥόδα λευκοχίτωνος ὑπὸ σφυρὰ λάμπετο κούρης.
πολλαὶ δ' ἐκ μελέων χάριτες ῥέον. οἱ δὲ παλαιοὶ
τρεῖς Χάριτας ψεύσαντο πεφυκέναι• εἷς δέ τις Ἡροῦς

65

ὀφθαλμὸς γελόων ἑκατὸν Χαρίτεσσι τεθήλει.
ἀτρεκέως ἱέρειαν ἐπάξιον εὕρατο Κύπρις.
Ὣς ἡ μὲν περὶ πολλὸν ἀριστεύουσα γυναικῶν,
Κύπριδος ἀρήτειρα, νέη διεφαίνετο Κύπρις.
δύσατο δ' ἠιθέων ἁπαλὰς φρένας οὐδέ τις αὐτῶν

70

ἦεν, ὃς οὐ μενέαινεν ἔχειν ὁμοδέμνιον Ἡρώ.
ἡ δ' ἄρα, καλλιθέμεθλον ὅπῃ κατὰ νηὸν ἀλᾶτο,
ἑσπόμενον νόον εἶχε καὶ ὄμματα καὶ φρένας ἀνδρῶν.
καί τις ἐν ἠιθέοισιν ἐθαύμασε καὶ φάτο μῦθον•
«καὶ Σπάρτης ἐπέβην, Λακεδαίμονος ἔδρακον ἄστρον,

75

ἧχι μόθον καὶ ἄεθλον ἀκούομεν ἀγλαϊάων•
τοίην δ' οὔ ποτ' ὄπωπα νέην ἰδανήν θ' ἁπαλήν τε.
ἦ τάχα Κύπρις ἔχει Χαρίτων μίαν ὁπλοτεράων.
παπταίνων ἐμόγησα, κόρον δ' οὐχ εὗρον ὀπωπῆς.
αὐτίκα τεθναίην λεχέων ἐπιβήμενος Ἡροῦς.

80

οὐκ ἂν ἐγὼ κατ' Ὄλυμπον ἐφιμείρω θεὸς εἶναι
ἡμετέρην παράκοιτιν ἔχων ἐνὶ δώμασιν Ἡρώ.
εἰ δέ μοι οὐκ ἐπέοικε τεὴν ἱέρειαν ἀφάσσειν,
τοίην μοι, Κυθέρεια, νέην παράκοιτιν ὀπάσσαις.»
τοῖα μὲν ἠιθέων τις ἐφώνεεν. ἄλλοτε δ' ἄλλος

85

ἕλκος ὑποκλέπτων ἐπεμήνατο κάλλεϊ κούρης.
Αἰνοπαθὲς Λείανδρε, σὺ δ', ὡς ἴδες εὐκλέα κούρην,
οὐκ ἔθελες κρυφίοισι κατατρύχειν φρένα κέντροις,
ἀλλὰ πυριβλήτοισι δαμεὶς ἀδόκητον ὀιστοῖς
οὐκ ἔθελες ζώειν περικαλλέος ἄμμορος Ἡροῦς.

90

σὺν βλεφάρων δ' ἀκτῖσιν ἀέξετο πυρσὸς Ἐρώτων
καὶ κραδίη πάφλαζεν ἀνικήτου πυρὸς ὁρμῇ.
κάλλος γὰρ περίπυστον ἀμωμήτοιο γυναικὸς
ὀξύτερον μερόπεσσι πέλει πτερόεντος ὀιστοῦ.
ὀφθαλμὸς δ' ὁδός ἐστιν• ἀπ' ὀφθαλμοῖο βολάων

95

κάλλος ὀλισθαίνει καὶ ἐπὶ φρένας ἀνδρὸς ὁδεύει.
εἷλε δέ μιν τότε θάμβος, ἀναιδείη, τρόμος, αἰδώς.
ἔτρεμε μὲν κραδίην, αἰδὼς δέ μιν εἶχεν ἁλῶναι
θάμβεε δ' εἶδος ἄριστον, ἔρως δ' ἀπενόσφισεν αἰδῶ.
θαρσαλέως δ' ὑπ' ἔρωτος ἀναιδείην ἀγαπάζων

100

ἠρέμα ποσσὶν ἔβαινε καὶ ἀντίος ἵστατο κούρης.
λοξὰ δ' ὀπιπεύων δολερὰς ἐλέλιζεν ὀπωπὰς
νεύμασιν ἀφθόγγοισι παραπλάζων φρένα κούρης.
αὐτὴ δ', ὡς συνέηκε πόθον δολόεντα Λεάνδρου,
χαῖρεν ἐπ' ἀγλαΐῃσιν• ἐν ἡσυχίῃ δὲ καὶ αὐτὴ

105

πολλάκις ἱμερόεσσαν ἑὴν ἐπέκυψεν ὀπωπὴν
νεύμασι λαθριδίοισιν ἐπαγγέλλουσα Λεάνδρῳ
καὶ πάλιν ἀντέκλινεν. ὁ δ' ἔνδοθι θυμὸν ἰάνθη,
ὅττι πόθον συνέηκε καὶ οὐκ ἀπεσείσατο κούρη.
Ὄφρα μὲν οὖν Λείανδρος ἐδίζετο λάθριον ὥρην,

110

φέγγος ἀναστείλασα κατήιεν εἰς δύσιν Ἠώς,
ἐκ περάτης δ' ἀνέτελλε βαθύσκιος Ἕσπερος ἀστήρ.
αὐτὰρ ὁ θαρσαλέως μετεκίαθεν ἐγγύθι κούρης,
ὡς ἴδε κυανόπεπλον ἐπιθρῴσκουσαν ὀμίχλην.
ἠρέμα δὲ θλίβων ῥοδοειδέα δάκτυλα κούρης

115

βυσσόθεν ἐστενάχιζεν ἀθέσφατον. ἡ δὲ σιωπῇ
οἷά τε χωομένη ῥοδέην ἐξέσπασε χεῖρα.
ὡς δ' ἐρατῆς ἐνόησε χαλίφρονα νεύματα κούρης,
θαρσαλέῃ παλάμῃ πολυδαίδαλον εἷλκε χιτῶνα
ἔσχατα τιμήεντος ἄγων ἐπὶ κεύθεα νηοῦ.

120

ὀκναλέοις δὲ πόδεσσιν ἐφέσπετο παρθένος Ἡρώ,
οἷά περ οὐκ ἐθέλουσα, τόσην δ' ἀνενείκατο φωνὴν
θηλυτέροις ἐπέεσσιν ἀπειλείουσα Λεάνδρῳ•
«Ξεῖνε, τί μαργαίνεις; τί με, δύσμορε, παρθένον ἕλκεις;
ἄλλην δεῦρο κέλευθον, ἐμὸν δ' ἀπόλειπε χιτῶνα.

125

μῆνιν ἐμῶν ἀλέεινε πολυκτεάνων γενετήρων.
Κύπριδος οὐκ ἐπέοικε θεῆς ἱέρειαν ἀφάσσειν,
παρθενικῆς ἐπὶ λέκτρον ἀμήχανόν ἐστιν ἱκέσθαι.»
τοῖα μὲν ἠπείλησεν ἐοικότα παρθενικῇσιν.
Θηλείης δὲ Λέανδρος ὅτ' ἔκλυεν οἶστρον ἀπειλῆς,

130

ἔγνω πειθομένων σημήια παρθενικάων•
καὶ γὰρ ὅτ' ἠιθέοισιν ἀπειλείουσι γυναῖκες,
Κυπριδίων ὀάρων αὐτάγγελοί εἰσιν ἀπειλαί.
παρθενικῆς δ' εὔοδμον ἐύχροον αὐχένα κύσσας
τοῖον μῦθον ἔειπε πόθου βεβολημένος οἴστρῳ•

135

«Κύπρι φίλη μετὰ Κύπριν, Ἀθηναίη μετ' Ἀθήνην,
οὐ γὰρ ἐπιχθονίῃσιν ἴσην καλέω σε γυναιξίν,
ἀλλά σε θυγατέρεσσι Διὸς Κρονίωνος ἐίσκω,
ὄλβιος, ὅς σε φύτευσε, καὶ ὀλβίη, ἣ τέκε μήτηρ,
γαστήρ, ἥ σε λόχευσε, μακαρτάτη. ἀλλὰ λιτάων

140

ἡμετέρων ἐπάκουε, πόθου δ' οἴκτειρον ἀνάγκην.
Κύπριδος ὡς ἱέρεια μετέρχεο Κύπριδος ἔργα•
δεῦρ' ἴθι μυστιπόλευε γαμήλια θεσμὰ θεαίνης.
παρθένον οὐκ ἐπέοικεν ὑποδρήσσειν Κυθερείῃ,
παρθενικαῖς οὐ Κύπρις ἰαίνεται. ἢν δ' ἐθελήσῃς

145

θεσμὰ θεῆς ἐρόεντα καὶ ὄργια κεδνὰ δαῆναι,
ἔστι γάμος καὶ λέκτρα. σὺ δ', εἰ φιλέεις Ἀφροδίτην,
θελξινόων ἀγάπαζε μελίφρονα θεσμὸν Ἐρώτων.
σὸν δ' ἱκέτην με κόμιζε καί, ἢν ἐθέλῃς, παρακοίτην,
τόν σοι ἔρως ἤγρευσεν ἑοῖς βελέεσσι κιχήσας,

150

ὡς θρασὺν Ἡρακλῆα θοὸς χρυσόρραπις Ἑρμῆς
θητεύειν ἐκόμισσεν Ἰαρδανίῃ ποτὲ νύμφῃ.
σοὶ δέ με Κύπρις ἔπεμψε καὶ οὐ σοφὸς ἤγαγεν Ἑρμῆς.
παρθένος οὔ σε λέληθεν ἀπ' Ἀρκαδίης Ἀταλάντη,
ἥ ποτε Μειλανίωνος ἐρασσαμένου φύγεν εὐνὴν

155

παρθενίης ἀλέγουσα• χολωομένης δ' Ἀφροδίτης,
τὸν πάρος οὐκ ἐπόθησεν, ἐνὶ κραδίῃ θέτο πάσῃ.
πείθεο καὶ σύ, φίλη, μὴ Κύπριδι μῆνιν ἐγείρῃς.»
ὣς εἰπὼν παρέπεισεν ἀναινομένης φρένα κούρης
θυμὸν ἐρωτοτόκοισι παραπλάγξας ἐνὶ μύθοις.

160

Παρθενικὴ δ' ἄφθογγος ἐπὶ χθόνα πῆξεν ὀπωπὴν
αἰδοῖ ἐρευθιόωσαν ὑποκλέπτουσα παρειὴν
καὶ χθονὸς ἔξεεν ἄκρον ὑπ' ἴχνεσιν, αἰδομένη δὲ
πολλάκις ἀμφ' ὤμοισιν ἑὸν συνέεργε χιτῶνα.
πειθοῦς γὰρ τάδε πάντα προάγγελα• παρθενικῆς δὲ

165

πειθομένης ποτὶ λέκτρον ὑπόσχεσίς ἐστι σιωπή.
ἤδη δὲ γλυκύπικρον ἐδέξατο κέντρον Ἐρώτων.
θέρμετο δὲ κραδίην γλυκερῷ πυρὶ παρθένος Ἡρώ,
κάλλεϊ δ' ἱμερόεντος ἀνεπτοίητο Λεάνδρου.
ὄφρα μὲν οὖν ποτὶ γαῖαν ἔχεν νεύουσαν ὀπωπήν,

170

τόφρα δὲ καὶ Λείανδρος ἐρωμανέεσσι προσώποις
οὐ κάμεν εἰσορόων ἁπαλόχροον αὐχένα κούρης.
ὀψὲ δὲ Λειάνδρῳ γλυκερὴν ἀνενείκατο φωνὴν
αἰδοῦς ὑγρὸν ἔρευθος ἀποστάζουσα προσώπου•
«Ξεῖνε, τεοῖς ἐπέεσσι ταχ' ἂν καὶ πέτρον ὀρίναις.

175

τίς σε πολυπλανέων ἐπέων ἐδίδαξε κελεύθους;
ὤμοι, τίς σε κόμισσεν ἐμὴν εἰς πατρίδα γαῖαν•
ταῦτα δὲ πάντα μάτην ἐφθέγξαο. πῶς γὰρ ἀλήτης,
ξεῖνος ἐὼν καὶ ἄπιστος, ἐμοὶ φιλότητι μιγείης;
ἀμφαδὸν οὐ δυνάμεσθα γάμοις ὁσίοισι πελάσσαι•

180

οὐ γὰρ ἐμοῖς τοκέεσσιν ἐπεύαδεν. ἢν δ' ἐθελήσῃς
ὡς ξεῖνος πολύφοιτος ἐμὴν εἰς πατρίδα μίμνειν,
οὐ δύνασαι σκοτόεσσαν ὑποκλέπτειν Ἀφροδίτην.
γλῶσσα γὰρ ἀνθρώπων φιλοκέρτομος• ἐν δὲ σιωπῇ
ἔργον ὅ περ τελέει τις, ἐνὶ τριόδοισιν ἀκούει.

185

εἰπὲ δέ, μὴ κρύψῃς, τέον οὔνομα καὶ σέο πάτρην.
οὐ γὰρ ἐμόν σε λέληθεν, ἔχω δ' ὄνομα κλυτὸν Ἡρώ.
πύργος δ' ἀμφιβόητος ἐμὸς δόμος οὐρανομήκης,
ᾧ ἔνι ναιετάουσα σὺν ἀμφιπόλῳ τινὶ μούνη
Σηστιάδος πρὸ πόληος ὑπὲρ βαθυκύμονας ὄχθας

190

γείτονα πόντον ἔχω στυγεραῖς βουλῇσι τοκήων.
οὐδέ μοι ἐγγὺς ἔασιν ὁμήλικες οὐδὲ χορεῖαι
ἠιθέων παρέασιν. ἀεὶ δ' ἀνὰ νύκτα καὶ ἠῶ
ἐξ ἁλὸς ἠνεμόφωνος ἐπιβρέμει οὔασιν ἠχή.»
Ὣς φαμένη ῥοδέην ὑπὸ φάρεϊ κρύπτε παρειὴν

195

ἔμπαλιν αἰδομένη, σφετέροις δ' ἐπεμέμφετο μύθοις.
Λείανδρος δὲ πόθου βεβολημένος ὀξέι κέντρῳ
φράζετο, πῶς κεν ἔρωτος ἀεθλεύσειεν ἀγῶνα.
ἄνδρα γὰρ αἰολόμητις Ἔρως βελέεσσι δαμάζει
καὶ πάλιν ἀνέρος ἕλκος ἀκέσσεται. οἷσι δ' ἀνάσσει,

200

αὐτὸς ὁ πανδαμάτωρ βουληφόρος ἐστὶ βροτοῖσιν.
αὐτὸς καὶ ποθέοντι τότε χραίσμησε Λεάνδρῳ.
ὀψὲ δ' ἀλαστήσας πολυμήχανον ἔννεπε μῦθον•
«Παρθένε, σὸν δι' ἔρωτα καὶ ἄγριον οἶδμα περήσω,
εἰ πυρὶ παφλάζοιτο καὶ ἄπλοον ἔσσεται ὕδωρ.

205

οὐ τρομέω βαρὺ χεῖμα τεὴν μετανεύμενος εὐνήν,
οὐ βρόμον ἠχήεντα περιπτώσσοιμι θαλάσσης.
ἀλλ' αἰεὶ κατὰ νύκτα φορεύμενος ὑγρὸς ἀκοίτης
νήξομαι Ἑλλήσποντον ἀγάρροον. οὐχ ἕκαθεν γὰρ
ἀντία σεῖο πόληος ἔχω πτολίεθρον Ἀβύδου.

210

μοῦνον ἐμοὶ ἕνα λύχνον ἀπ' ἠλιβάτου σέο πύργου
ἐκ περάτης ἀνάφαινε κατὰ κνέφας, ὄφρα νοήσας
ἔσσομαι ὁλκὰς Ἔρωτος ἔχων σέθεν ἀστέρα λύχνον.
καί μιν ὀπιπεύων, οὐκ ὀψὲ δύοντα Βοώτην,
οὐ θρασὺν Ὠρίωνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης,

215

Κύπριδος ἀντιπόροιο ποτὶ γλυκὺν ὅρμον ἱκοίμην.
ἀλλά, φίλη, πεφύλαξο βαρυπνείοντας ἀήτας,
μή μιν ἀποσβέσσωσι–καὶ αὐτίκα θυμὸν ὀλέσσω–
λύχνον ἐμοῦ βιότοιο φαεσφόρον ἡγεμονῆα.
εἰ ἐτεὸν δ' ἐθέλεις ἐμὸν οὔνομα καὶ σὺ δαῆναι,

220

οὔνομά μοι Λείανδρος, ἐυστεφάνου πόσις Ἡροῦς.»
Ὣς οἱ μὲν κρυφίοισι γάμοις συνέθεντο μιγῆναι
καὶ νυχίην φιλότητα καὶ ἀγγελίην ὑμεναίων
λύχνου μαρτυρίῃσιν ἐπιστώσαντο φυλάσσειν,
ἡ μὲν φῶς τανύειν, ὁ δὲ κύματα μακρὰ περῆσαι.

225

παννυχίδας δ' ὁρίσαντες ἀκοιμήτων ὑμεναίων
ἀλλήλων ἀέκοντες ἐνοσφίσθησαν ἀνάγκῃ.
ἡ μὲν ἔβη ποτὶ πύργον, ὁ δ', ὀρφναίην ἀνὰ νύκτα
μή τι παραπλάζοιτο, λαβὼν σημήια πύργου
πλῶε βαθυκρήπιδος ἐπ' εὐρέα δῆμον Ἀβύδου.

230

παννυχίων δ' ὀράων κρυφίους ποθέοντες ἀέθλους
πολλάκις ἠρήσαντο μολεῖν θαλαμηπόλον ὄρφνην.
Ἤδη κυανόπεπλος ἀνέδραμε νυκτὸς ὀμίχλη
ἀνδράσιν ὕπνον ἄγουσα καὶ οὐ ποθέοντι Λεάνδρῳ.
ἀλλὰ πολυφλοίσβοιο παρ' ἠιόνεσσι θαλάσσης

235

ἀγγελίην ἀνέμιμνε φαεινομένων ὑμεναίων
μαρτυρίην λύχνοιο πολυκλαύτοιο δοκεύων,
εὐνῆς δὲ κρυφίης τηλεσκόπον ἀγγελιώτην.
ὡς δ' ἴδε κυανέης λιποφεγγέα νυκτὸς ὀμίχλην
Ἡρώ, λύχνον ἔφαινεν. ἀναπτομένοιο δὲ λύχνου

240

θυμὸν Ἔρως ἔφλεξεν ἐπειγομένοιο Λεάνδρου.
λύχνῳ καιομένῳ συνεκαίετο. πὰρ δὲ θαλάσσῃ
μαινομένων ῥοθίων πολυηχέα βόμβον ἀκούων
ἔτρεμε μὲν τὸ πρῶτον, ἔπειτα δὲ θάρσος ἀείρας
τοίοις οἱ προσέλεκτο παρηγορέων φρένα μύθοις•

245

«Δεινὸς Ἔρως καὶ πόντος ἀμείλιχος• ἀλλὰ θαλάσσης
ἔστιν ὕδωρ, τὸ δ' Ἔρωτος ἐμὲ φλέγει ἐνδόμυχον πῦρ.
ἅζεο πῦρ, κραδίη, μὴ δείδιθι νήχυτον ὕδωρ.
δεῦρό μοι εἰς φιλότητα. τί δὴ ῥοθίων ἀλεγίζεις;
ἀγνώσσεις, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης;

250

καὶ κρατέει πόντοιο καὶ ἡμετέρων ὀδυνάων.»
Ὣς εἰπὼν μελέων ἐρατῶν ἀπεδύσατο πέπλα
ἀμφοτέραις παλάμῃσιν, ἑῷ δ' ἔσφιγξε καρήνῳ,
ἠιόνος δ' ἐξῶρτο, δέμας δ' ἔρριψε θαλάσσῃ.
λαμπομένου δ' ἔσπευδεν ἀεὶ κατεναντία λύχνου

255

αὐτὸς ἐὼν ἐρέτης, αὐτόστολος, αὐτόματος νηῦς.
Ἡρὼ δ' ἠλιβάτοιο φαεσφόρος ὑψόθι πύργου,
λεπταλέαις αὔρῃσιν ὅθεν πνεύσειεν ἀήτης,
φάρεϊ πολλάκι λύχνον ἐπέσκεπεν, εἰσόκε Σηστοῦ
πολλὰ καμὼν Λείανδρος ἔβη ποτὶ ναύλοχον ἀκτήν.

260

καί μιν ἑὸν ποτὶ πύργον ἀνήγαγεν. ἐκ δὲ θυράων
νυμφίον ἀσθμαίνοντα περιπτύξασα σιωπῇ
ἀφροκόμους ῥαθάμιγγας ἔτι στάζοντα θαλάσσης
ἤγαγε νυμφοκόμοιο μυχοὺς ἔπι παρθενεῶνος
καὶ χρόα πάντα κάθηρε. δέμας δ' ἔχρισεν ἐλαίῳ

265

εὐόδμῳ ῥοδέῳ καὶ ἁλίπνοον ἔσβεσεν ὀδμήν.
εἰσέτι δ' ἀσθμαίνοντα βαθυστρώτοις ἐνὶ λέκτροις
νυμφίον ἀμφιχυθεῖσα φιλήτορας ἴαχε μύθους•
«Νυμφίε, πολλὰ μόγησας, ἃ μὴ πάθε νυμφίος ἄλλος,
νυμφίε, πολλὰ μόγησας• ἅλις νύ τοι ἁλμυρὸν ὕδωρ

270

ὀδμή τ' ἰχθυόεσσα βαρυγδούποιο θαλάσσης.
δεῦρο τεοὺς ἱδρῶτας ἐμοῖς ἐνικάτθεο κόλποις.»
Ὣς ἡ μὲν παρέπεισεν. ὁ δ' αὐτίκα λύσατο μίτρην
καὶ θεσμῶν ἐπέβησαν ἀριστονόου Κυθερείης.
ἦν γάμος, ἀλλ' ἀχόρευτος• ἔην λέχος, ἀλλ' ἄτερ ὕμνων.

275

οὐ ζυγίην Ἥρην τις ἐπευφήμησεν ἀείδων,
οὐ δαΐδων ἤστραπτε σέλας θαλαμηπόλον εὐνὴν
οὐδὲ πολυσκάρθμῳ τις ἐπεσκίρτησε χορείῃ,
οὐχ ὑμέναιον ἄειδε πατὴρ καὶ πότνια μήτηρ.
ἀλλὰ λέχος στορέσασα τελεσσιγάμοισιν ἐν ὥραις

280

σιγὴ παστὸν ἔπηξεν, ἐνυμφοκόμησε δ' ὀμίχλη
καὶ γάμος ἦν ἀπάνευθεν ἀειδομένων ὑμεναίων.
νὺξ μὲν ἔην κείνοισι γαμοστόλος οὐδέ ποτ' ἠὼς
νυμφίον εἶδε Λέανδρον ἀριγνώτοις ἐνὶ λέκτροις.
νήχετο δ' ἀντιπόροιο πάλιν ποτὶ δῆμον Ἀβύδου

285

ἐννυχίων ἀκόρητος ἔτι πνείων ὑμεναίων.
Ἡρὼ δ' ἑλκεσίπεπλος ἑοὺς λήθουσα τοκῆας
παρθένος ἠματίη, νυχίη γυνή. ἀμφότεροι δὲ
πολλάκις ἠρήσαντο κατελθέμεν εἰς δύσιν ἠῶ.
ὣς οἱ μὲν φιλότητος ὑποκλέπτοντες ἀνάγκην

290

κρυπταδίῃ τέρποντο μετ' ἀλλήλων Κυθερείῃ.
Ἀλλ' ὀλίγον ζώεσκον ἐπὶ χρόνον οὐδ' ἐπὶ δηρὸν
ἀγρύπνων ἀπόναντο πολυπλάγκτων ὑμεναίων.
ἀλλ' ὅτε παχνήεντος ἐπήλυθε χείματος ὥρη
φρικαλέας δονέουσα πολυστροφάλιγγας ἀέλλας,

295

βένθεα δ' ἀστήρικτα καὶ ὑγρὰ θέμεθλα θαλάσσης
χειμέριοι πνείοντες ἀεὶ στυφέλιζον ἀῆται
λαίλαπι μαστίζοντες ὅλην ἅλα• τυπτομένην δὲ
ἤδη νῆα μέλαιναν ἐφείλκυσε διψάδι χέρσῳ
χειμερίην καὶ ἄπιστον ἀλυσκάζων ἅλα ναύτης.

300

ἀλλ' οὐ χειμερίης σε φόβος κατέρυκε θαλάσσης,
κατερόθυμε Λέανδρε. διακτορίη δέ σε πύργου
ἠθάδα σημαίνουσα φαεσφορίην ὑμεναίων
μαινομένης ὤτρυνεν ἀφειδήσαντα θαλάσσης
νηλειὴς καὶ ἄπιστος. ὄφελλε δὲ δύσμορος Ἡρὼ

305

χείματος ἱσταμένοιο μένειν ἀπάνευθε Λεάνδρου
μηκέτ' ἀναπτομένη μινυώριον ἀστέρα λέκτρων.
ἀλλὰ πόθος καὶ μοῖρα βιήσατο. θελγομένη δὲ
Μοιράων ἀνέφαινε καὶ οὐκέτι δαλὸν Ἐρώτων.
Νὺξ ἦν, εὖτε μάλιστα βαρυπνείοντες ἀῆται

310

χειμερίαις πνοιῇσιν ἀκοντίζοντες ἰωὰς
ἀθρόον ἐμπίπτουσιν ἐπὶ ῥηγμῖνι θαλάσσης.
καὶ τότε δὴ Λείανδρος ἐθήμονος ἐλπίδι νύμφης
δυσκελάδων πεφόρητο θαλασσαίων ἐπὶ νώτων.
ἤδη κύματι κῦμα κυλίνδετο, σύγχυτο δ' ὕδωρ,

315

αἰθέρι μίσγετο πόντος, ἀνέγρετο πάντοθεν ἠχὴ
μαρναμένων ἀνέμων. Ζεφύρῳ δ' ἀντέπνεεν εὖρος
καὶ νότος εἰς βορέην μεγάλας ἐφέηκεν ἀπειλάς•
καὶ κτύπος ἦν ἀλίαστος ἐρισμαράγοιο θαλάσσης.
αἰνοπαθὴς δὲ Λέανδρος ἀκηλήτοις ἐνὶ δίναις

320

πολλάκι μὲν λιτάνευε θαλασσαίην Ἀφροδίτην,
πολλάκι δ' αὐτὸν ἄνακτα Ποσειδάωνα θαλάσσης,
Ἀτθίδος οὐ βορέην ἀμνήμονα κάλλιπε νύμφης.
ἀλλά οἱ οὔ τις ἄρηγεν, Ἔρως δ' οὐκ ἤρκεσε Μοίρας.
πάντοθι δ' ἀγρομένοιο δυσάντεϊ κύματος ὁλκῷ

325

τυπτόμενος πεφόρητο. ποδῶν δὲ οἱ ὤκλασεν ὁρμὴ
καὶ σθένος ἦν ἀνόνητον ἀκοιμήτων παλαμάων.
πολλὴ δ' αὐτόματος χύσις ὕδατος ἔρρεε λαιμῷ
καὶ ποτὸν ἀχρήιστον ἀμαιμακέτου πίεν ἅλμης.
καὶ δὴ λύχνον ἄπιστον ἀπέσβεσε πικρὸς ἀήτης

330

καὶ ψυχὴν καὶ ἔρωτα πολυτλήτοιο Λεάνδρου.

333

Ἡ δ' ἔτι δηθύνοντος ἐπαγρύπνοισιν ὀπωπαῖς
ἵστατο κυμαίνουσα πολυκλαύτοισι μερίμναις.

335

ἤλυθε δ' ἠριγένεια καὶ οὐκ ἴδε νυμφίον Ἡρώ.
πάντοθι δ' ὄμμα τίταινεν ἐς εὐρέα νῶτα θαλάσσης,
εἴ που ἐσαθρήσειεν ἀλωόμενον παρακοίτην
λύχνου σβεννυμένοιο. παρὰ κρηπῖδα δὲ πύργου
δρυπτόμενον σπιλάδεσσιν ὅτ' ἔδρακε νεκρὸν ἀκοίτην,

340

δαιδαλέον ῥήξασα περὶ στήθεσσι χιτῶνα
ῥοιζηδὸν προκάρηνος ἀπ' ἠλιβάτου πέσε πύργου.
κὰδ δ' Ἡρὼ τέθνηκε σὺν ὀλλυμένῳ παρακοίτῃ.
ἀλλήλων δ' ἀπόναντο καὶ ἐν πυμάτῳ περ ὀλέθρῳ.