Σύνοψις Ιστοριών
Συγγραφέας:


[pro.t] ΣΥΝΟΨΙΣ ΙΣΤΟΡΙΩΝ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΑΝΑΙΡΕΣΕΩΣ ΝΙΚΗ- ΦΟΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΑΠΟ ΓΕΝΙΚΩΝ ΚΑΙ ΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΚΟΥΡΟΠΑΛΑΤΟΥ ΚΑΙ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ ΒΙΓΛΑΣ ΤΟΥ ΣΚΥΛΙΤΖΗ.


[pro.1] Τὴν ἐπιτομὴν τῆς ἱστορίας ἄριστα μετὰ τοὺς παλαιοὺς ἐπραγμα- τεύσαντο πρῶτον μὲν ὁ μοναχὸς Γεώργιος καὶ σύγκελλος χρηματίσας Ταρασίου τοῦ ἁγιωτάτου πατριάρχου, μετ' ἐκεῖνον δὲ ὁ ὁμολογητὴς Θεοφάνης καὶ τοῦ Ἀγροῦ ἡγούμενος, ἐπιστατικώτερον τὰς ἱστορικὰς ἐπιδραμόντες βίβλους καὶ συνοψίσαντες λόγῳ μὲν ἀφελεῖ καὶ ἀπεριέργῳ, μονονουχὶ δὲ τῆς οὐσίας αὐτῆς ἐφαπτομένῳ τῶν πεπραγμένων. ἀλλ' ὁ μέν, ὁ Γεώργιος, ἀπὸ καταβολῆς ἀρξάμενος κόσμου ἐς τοὺς τυράν- νους κατέληξε, Μαξιμιανόν φημι καὶ τὸν τούτου υἱὸν Μαξιμῖνον. ὁ δέ, ὁ Θεοφάνης, τὸ ἐκείνου τέλος οἰκείαν ἀρχὴν ποιησάμενος καὶ τὴν ἐπίλοι- πον συντεμὼν χρονογραφίαν καὶ ἐς τὴν τελευτὴν τοῦ βασιλέως Νικη- φόρου τοῦ ἀπὸ γενικῶν καταντήσας ἔστη τοῦ δρόμου. μετὰ δὲ τοῦτον οὐδεὶς ἄλλος ἐπέδωκεν ἑαυτὸν τῷ τοιούτῳ σπουδάσματι. ἐπεχείρησαν μὲν γάρ τινες, οἷον ὁ Σικελιώτης διδάσκαλος, καὶ ὁ καθ' ἡμᾶς ὕπατος τῶν φιλοσόφων καὶ ὑπέρτιμος ὁ Ψελλός, καὶ πρὸς τούτοις ἕτεροι. ἀλλὰ παρέργως ἁψάμενοι τοῦ ἔργου τῆς τε ἀκριβείας ἀποπεπτώκασι, τὰ πλεῖστα τῶν καιριωτέρων παρέντες, καὶ ἀνόνητοι τοῖς μετ' αὐτοὺς γεγόνασιν, ἀπαρίθμησιν μόνην ποιησάμενοι τῶν βασιλέων καὶ διδά- ξαντες, τίς μετὰ τίνα τῶν σκήπτρων γέγονεν ἐγκρατής, καὶ πλεῖον οὐδέν. εἰ γὰρ καί τινων δοκοῦσιν ἐπιμνησθῆναι πράξεων, ἀλλὰ καὶ ταύτας οὐκ ἐστοχασμένως συγγραψάμενοι ἔβλαψαν τοὺς ἐντυγχάνοντας, οὐκ ὠφέλησαν. ὁ γὰρ Δαφνοπάτης Θεόδωρος, Νικήτας ὁ Παφλαγών, Ἰωσὴφ Γενέσιος, καὶ Μανουὴλ οἱ Βυζάντιοι, Νικηφόρος διάκονος ὁ Φρύξ, ὁ Ἀσιανὸς Λέων, Θεόδωρος ὁ τῆς Σίδης γενόμενος πρόεδρος, καὶ ὁ τούτου ἀνεψιὸς καὶ ὁμώνυμος ὁ τῆς ἐν Σεβαστείᾳ καθηγησάμενος ἐκκλησίας, καὶ ἐπὶ τούτῳ Δημήτριος ὁ τῆς Κυζίκου, καὶ ὁ μοναχὸς Ἰωάννης ὁ Λυδὸς οἰκείαν ἕκαστος ὑπόθεσιν προστησάμενοι, ὁ μὲν ἔπαι- νον φέρε εἰπεῖν βασιλέως, ὁ δὲ ψόγον πατριάρχου, ἅτερος δὲ φίλου ἐγκώμιον καὶ ἐν ἱστορίας σχήματι τὸν ἑαυτοῦ ἕκαστος ἀποπληροῦντες σκοπὸν πόρρω τῆς τῶν εἰρημένων θεοφόρων ἀνδρῶν ἀποπεπτώκασι διανοίας. ἀποτάδην γὰρ τὰ κατὰ τοὺς αὐτῶν χρόνους συνενεχθέντα, καὶ μικρὸν ἄνωθεν, ἱστορικῶς συγγραψάμενοι, καὶ ὁ μὲν συμπαθῶς, ὁ δ' ἀντιπαθῶς, ὁ δὲ καὶ κατὰ χάριν, ἄλλος δὲ καὶ ὡς προσετέτακτο, τὴν ἑαυτοῦ συνθεὶς ἱστορίαν καὶ πρὸς ἀλλήλους ἐν τῇ τῶν αὐτῶν ἀφη- γήσει διαφερόμενοι ἰλίγγου καὶ ταραχῆς τοὺς ἀκροατὰς ἐμπεπλήκασιν. ἡμεῖς δὲ τῷ πόνῳ τῶν εἰρημένων ἀνδρῶν ἐκείνων ἀρεσθέντες καὶ λυσιτε- λήσειν οὐ μικρὰ τὴν σύνοψιν τοῖς φιλιστοροῦσιν ἐλπίσαντες καὶ μάλιστα τοῖς τὸ ῥᾷστον τοῦ ἐπιπονωτέρου προτιθεμένοις, συντομωτάτην διδοῦ- σαν κατάληψιν τῶν ἐν διαφόροις συμβεβηκότων καιροῖς καὶ τοῦ βάρους τῶν ὑπομνημάτων ἐλευθεροῦσαν, τὰς τῶν ἄνωθεν λεχθέντων συγγρα- φέων ἐπ' ἀκριβὲς ἱστορίας ἀναλεξάμενοι καὶ τὰ ἐμπαθῶς ἢ καὶ πρὸς χάριν λεχθέντα ἀποδιοπομπήσαντες καὶ τὰς διαφορὰς καὶ διαφωνίας παρέντες, ἀποξέσαντες δὲ καὶ ὅσα ἐγγὺς ἐρχόμενα εὕρομεν τοῦ μυθώ- δους, τὰ δὲ εἰκότα καὶ ὁπόσα μὴ τοῦ πιθανοῦ ἀπέπιπτε συλλεξάμενοι, προσθέντες δὲ καὶ ὁπόσα ἀγράφως ἐκ παλαιῶν ἀνδρῶν ἐδιδάχθημεν, καὶ ὑφ' ἓν ἐπιδρομάδην συνθέμενοι τοῖς μεταγενεστέροις καταλελοίπαμεν τροφὴν ἁπαλὴν καὶ τοῦτο δὴ τὸ τοῦ λόγου ἀληλεσμένην, ἵν' οἱ μὲν τὰς τῶν ῥηθέντων ἱστορικῶν βίβλους ἐπελθόντες ὑπομνήματα ἔχοιεν συνέκ- δημον φέροντες καὶ ἐπιόντες τουτὶ τὸ βιβλίον-οἶδε γὰρ ἡ ἀνάγνωσις ἀνάμνησιν ἐμποιεῖν, ἡ δ' ἀνάμνησις τρέφειν καὶ μεγαλύνειν τὴν μνήμην, ὥσπερ τοὐναντίον ἡ ἀμέλεια καὶ ῥαστώνη ἐπιφέρειν ἀμνηστίαν, ᾗτινι πάντως ἕπεται λήθη ἀμαυροῦσα καὶ συγχέουσα τὴν μνήμην τῶν πεπραγ- μένων-οἱ δὲ μήπω ἐντετυχηκότες ταῖς ἱστορίαις ὁδηγὸν ἔχοιεν τήνδε τὴν ἐπιτομὴν καὶ ἀναζητοῦντες τὰ πλατικῶς γεγραμμένα ἐντελεστέραν τῶν πεπραγμένων λαμβάνοιεν εἴδησιν. ἀλλ' ἀρκτέον ἐντεῦθεν.

[Mich1.t] ΜΙΧΑΗΛ Ο ΚΟΥΡΟΠΑΛΑΤΗΣ Ο ΡΑΓΓΑΒΕ

[Mich1.1] Νικηφόρου τοῦ βασιλέως ἐν Βουλγαρίᾳ ἀναιρεθέντος, Σταυρακίου τε τοῦ υἱοῦ αὐτοῦ καιρίαν πληγέντος κἀν τῇ βασιλίδι ἀνασωθέντος καὶ μετὰ δύο μῆνας πρὸς τῇ βασιλείᾳ ἀποθεμένου καὶ τὴν ζωήν, ὁ κουρο- παλάτης Μιχαὴλ ὁ τοῦ βασιλέως γαμβρός, ᾧ Ῥαγγαβὲ ἦν ἡ προση- γορία, ἐγκρατὴς τῶν Ῥωμαϊκῶν διὰ τοῦ δήμου καὶ τῆς συγκλήτου ἀναδείκνυται σκήπτρων, ἀπωθούμενος μὲν τὴν ἀρχὴν καὶ μὴ ἱκανὸς εἶναι λέγων ὄγκον τοσούτων πραγμάτων προσαναζώσασθαι, τῷ πατρικίῳ δὲ Λέοντι τῷ ἐξ Ἀρμενίων, ἀνδρὶ θυμοειδεῖ δοκοῦντι καὶ δραστηρίῳ καὶ τοῦ στρατεύματος τῶν Ἀνατολικῶν ἄρχοντι τηνικαῦτα, παρεχώρει τῆς ἐξουσίας, κἂν ἐκεῖνος διδομένην λαβεῖν οὐκ ἠθέλησεν, ἀνάξιον ἑαυτὸν ἀποκαλῶν τοῦ βασιλικοῦ θρόνου, προὐτρέπετο δὲ μᾶλ- λον τὸν Μιχαὴλ ὡς αὐτῷ πρέπον ἀναδέξασθαι τὸ κράτος, καὶ αὐτὸς ὑπισχνεῖτο οἰκέτης ἔσεσθαι διὰ βίου καὶ λειτουργὸς πιστότατός τε καὶ δραστικώτατος καὶ ὅρκοις φρικωδεστάτοις ἐνεπέδου τὰς ὑποσχέσεις.

[Mich1.2] Οὕτω δὲ τοῦ Μιχαὴλ καὶ παρὰ τὸν οἰκεῖον σκοπὸν τὰς ἡνίας ἀναδεξαμένου τῆς βασιλείας, Κρούμου τε τοῦ Βουλγάρων ἄρχοντος ταῖς ἔμπροσθεν εὐτυχίαις ἐπαρθέντος καὶ τῶν Βουλγάρων φρονηματι- σθέντων ταῖς νίκαις τὰ τῆς δύσεως ἐπυρπολοῦντο καὶ ἐληΐζοντο. ἔδοξεν οὖν τῷ βασιλεῖ Μιχαὴλ ἐκστρατεῦσαι κατ' αὐτῶν καὶ καθ' ὅσον οἷόν τε ἐπισχεῖν καὶ ἀναχαιτίσαι τὰς Βουλγαρικὰς προνομάς. ταχύ τε οὖν διατάγματα ἐπέμποντο πανταχοῦ καὶ ταχὺ τὰ στρατεύματα συνη- θροίζοντο. καὶ ὁ Κροῦμος δὲ τὴν τοῦ βασιλέως πυθόμενος κίνησιν τὸν ἑαυτοῦ λαὸν ἐκ τῆς προνομῆς ἀνακαλεσάμενος καὶ ὑφ' ἓν συναθροίσας στρατόπεδόν τε καρτερὸν μάλα ἐπήξατο καὶ ἐπιόντα προσέμενε τὸν βασιλέα. ὡς δὲ καὶ οὗτος ἀφίκετο καὶ παρεστρατοπέδευσε τῷ Κρούμῳ ἀγχοῦ που τῆς Ἀδριανουπόλεως αὐλιζομένῳ, ἀκροβολισμοὶ μὲν ἐγί- νοντο συνεχεῖς καὶ ὅσον ἐν ἑκηβολίαις μάχαι καὶ ἐν πάσαις αὐταῖς ἐπι- κρατέστερα τὰ Ῥωμαίων ἐφαίνοντο, ὡς καὶ φυσηθέντας διὰ τοῦτο τοὺς στρατιώτας ὁρμᾶν καὶ σφαδᾴζειν πρὸς ἀγχέμαχον καὶ καθολικὴν συμ- πλοκήν. ἐπέχοντος δὲ τοῦ βασιλέως καὶ διατρίβοντος, εἴτε διὰ δειλίαν, ὥσπερ ἐλέγετο, εἴτε καὶ καιρὸν ζητοῦντος τὸν ἐπιτήδειον, εἰς ἀναισχυν- τίαν τὸ πλῆθος ἐτράπη καὶ κατεβόων εἰς πρόσωπον τοῦ βασιλέως, καὶ εἰ μὴ ἐξάξοι, ἠπείλουν αὐτοί τε διαρρῆξαι τὸν χάρακα καὶ συρράξαι τοῖς ἐναντίοις. τούτοις κατακλασθεὶς τοῖς λόγοις ὁ βασιλεὺς ἀνοίγνυσί τε τὰς πύλας τοῦ στρατοπέδου καὶ πρὸς παράταξιν ἵσταται. τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Κροῦμος εἰργάσατο καὶ τὸν ἑαυτοῦ συντάξας λαὸν ἀντίρροπος ἔστη τῷ βασιλεῖ. πολλὰ δ' οὗτός τε κἀκεῖνος τὸν ἑαυτοῦ ἕκαστος παρακαλέσαντες στρατὸν καὶ λόγους ἐπαγωγοὺς καὶ παραινέ- σεις εἰπόντες παρακαλέσαι δυναμένας πρὸς ἀλκήν, τέλος τὸ πολε- μικὸν ταῖς σάλπιγξι σημηνάμενοι ἀλλήλοις προσέρραξαν· εὐρώστως δὲ τῶν Ῥωμαίων ὑποστάντων τοὺς πολεμίους ἡρωϊκῶς τε καὶ ἀνδρικῶς ἀγωνιζομένων ἐδαπανᾶτο τὰ τῶν Βουλγάρων καὶ κἂν εἰς παντελῆ ἀπεῖδεν ὑπαγωγήν (ἤδη γὰρ καὶ αὐτὸς ὁ Κροῦμος ἀπέκαμεν ἁπαντα-

[Mich1.2.30] χοῦ ἐξιππαζόμενος καὶ τὰ πονοῦντα τῶν στρατευμάτων ἀναλαμβάνων), εἰ μὴ Λέων ὁ τῶν Ἀνατολικῶν στρατηγὸς τῆς βασιλείας ἐρῶν καὶ τὰ ὑπ' αὐτὸν διαφθείρας τάγματα σὺν αὐτοῖς τὴν τάξιν ἀπολιπὼν ᾤχετο φεύγων αἰτίας χωρίς. τοῦτο δὲ καὶ ὁ λοιπὸς στρατὸς κατιδὼν ἐξεπλάγη καὶ τὸν τόνον τῆς ἀνδρείας ἐχαύνωσε. καὶ οἱ Βούλγαροι ὅσον οὐδέπω φεύγειν ἐπίδοξοι ὄντες ἀναθαρρήσαντες ἐπῆλθον μετ' ἀλαλαγμοῦ τοῖς Ῥωμαίοις καὶ παλίντροπον τὴν νίκην εἰργάσαντο. τῷ συμβάντι γὰρ οἱ Ῥωμαῖοι καταβληθέντες τὰς ψυχὰς τὴν τῶν Βουλγάρων οὐκ ἐδέξαντο προσβολήν, ἀλλ' εὐθὺς πρὸς φυγὴν ἐτράπησαν. ἀπώλοντο μὲν οὖν καὶ τῶν στρατιωτῶν πολλοί, πίπτουσι δὲ καὶ τῶν στρατηγῶν οὐκ ὀλίγοι. ὁ δὲ βασιλεὺς μόλις μετά τινος μέρους ἀθραύστου εἰς Ἀδριανού- πολιν ἀνασῴζεται ἐκεῖθέν τε τὴν βασιλίδα καταλαμβάνει τὸν εἰρημένον Λέοντα μετὰ τῶν ἀμφ' αὐτὸν ἐν Θρᾴκῃ καταλιπών, ὥστε προσμένειν καὶ τὰς λεηλασίας τῶν Βουλγάρων καὶ τὰς ἐκδρομὰς ἀνακόπτειν. ὁ δὲ καθ' ἑαυτὸν ἄρτι γενόμενος, ἣν ὤδινεν ἐν τῷ κρυπτῷ εἰς φῶς ἐξάγει ἀποστασίαν. κοινωσάμενος γὰρ τοῖς αὐτοῦ θιασώταις καὶ καιρὸν ἐπι- τήδειον εἶναι φήσας εἰς τὸ πληρῶσαι τὸ σπουδαζόμενον καὶ δι' αὐτῶν λόγους ὑποσπείρας ἅπαντι τῷ στρατῷ, ὡς τῇ ἀφελείᾳ τοῦ βασιλέως καὶ τῇ πρὸς τὰς στρατηγικὰς μελέτας ἀνασκησίᾳ τά τε Ῥωμαϊκὰ ἠφα- νίσθη πλήθη καὶ ἡ παλαιὰ δόξα καὶ εὔκλεια ᾤχετο τῶν Ῥωμαίων, καὶ οὕτω διαφθείρας τοὺς στρατιώτας, ἄρτι σποράδας ἐκ τῆς τροπῆς ἐπανερχομένους πεζοὺς καὶ γυμνοὺς καὶ μιγνυμένους τῷ σὺν αὐτῷ στρατεύματι, πείθει πρὸς ἀνταρσίαν ἰδεῖν. ἐκ μιᾶς γὰρ ὁρμῆς τὴν σκηνὴν τούτου περιστοιχίσαντες λόγους μὲν ἀπρεπεῖς καὶ ἀναισχύν- τους ἀπερρίπτουν εἰς βασιλέα, δειλὸν αὐτὸν ἀποκαλοῦντες καὶ ἄνανδρον καὶ ἐξ ἀφελείας τά τε Ῥωμαϊκὰ ἀπολλύντα στρατεύματα καὶ τὸ κλέος καὶ τὴν δόξαν ἀχρειοῦντα τῆς βασιλείας, αὐτόν τε ἀναφανδὸν εὐφήμουν καὶ βασιλέα Ῥωμαίων ἐκήρυττον. θρυπτομένου δὲ τούτου καὶ τὴν ἀρχὴν ἀποσειομένου Μιχαὴλ ὁ ἐξ Ἀμωρίου ὁ τραυλός, τάγματός τινος καὶ αὐτὸς Ῥωμαϊκοῦ ἐξηγούμενος, τὸ ξίφος σπασάμενος, τοῦτο δὲ καὶ ἄλλοις τοῖς τοῦ ἔργου μετόχοις ποιεῖν ἐπιτρέψας, ἀναιρήσειν ἠπείλει, εἰ μὴ ἑκουσίως προσδέξοιτο τὴν ἀρχήν. καὶ οὗτος μὲν οὕτως διάδημά τε περιτίθεται καὶ βασιλεὺς Ῥωμαίων ἀναγορεύεται.

[Mich1.3] Πρὶν ἢ δὲ ταῦτα γενέσθαι, ἐκ τῆς τροπῆς ἐπανήκοντι τῷ βασιλεῖ Μιχαὴλ καὶ γενομένῳ τῆς βασιλίδος ἄγχιστα Ἰωάννης ὁ Ἐξαβούλιος συναντήσας αὐτῷ τό τε ἀτύχημα εὐγενῶς φέρειν καὶ μεγαλοψύχως παρῄνει καὶ ἐπυνθάνετο, τίνα εἴη καταλιπὼν τοῦ στρατεύματος ἐξη- γούμενον. ὁ δὲ Λέοντα εἶπε τὸν στρατηγὸν τῶν Ἀνατολικῶν, ἄνδρα τε ἀγχινούστατον καὶ εὔνουν τῇ βασιλείᾳ. ὅπερ ἀκούσας ὁ Ἐξαβούλιος ‘φαίνῃ μοι, ὦ βασιλεῦ’, ἔφη, ‘πολὺ διαμαρτάνων τῆς τοῦ ἀνδρὸς δια- νοίας.’ καὶ ὁ μὲν εἶπε ταῦτα, οὔπω δὲ ὁ βασιλεὺς ἔφθη τοῖς βασιλείοις ἐπιβῆναι, καὶ ἡ τοῦ Λέοντος ἀνάρρησις κατηγγέλλετο. διαταραχθέντος δὲ τοῦ αὐτοκράτορος πρὸς τὴν ἀκοὴν καὶ σκοπουμένου τὸ ποιητέον τινὲς μὲν παρῄνουν πᾶσι τρόποις ἔχεσθαι τῆς ἀρχῆς καὶ τῷ τυράννῳ ὡς ἀνυστὸν ἀντικαθίστασθαι. οὗτος δὲ εἰρηνικός τις ἄνθρωπος ὢν καὶ πράγμασιν ἑαυτὸν ἐπιρρῖψαι μὴ θέλων ἄδηλον ἔχουσιν ἀποτέλεσμα τοῖς μὲν οὕτω λέγουσιν ἐπετίμα, μὴ ἐρεθίζειν αὐτὸν πρὸς ἐμφυλίους χωρῆσαι μιαιφονίας, τῶν τινα δὲ οἰκειοτάτων ἐξέπεμψε πρὸς τὸν Λέοντα τὰ τῆς βασιλείας ἐπαγόμενον σύμβολα, τὸ διάδημα, τὴν ἁλουργίδα καὶ τὰ κοκκοβαφῆ πέδιλα, αὐτὸς μὲν ὑπισχνούμενος παραχωρῆσαι τούτῳ τοῦ θρόνου καὶ βέλτιον εἶναι κρίνων καὶ αὐτὴν προήκασθαι τὴν ζωήν, ἢ χεομένην ἰδεῖν ῥανίδα μικρὰν αἵματος Χριστιανικοῦ, αὐτὸν δὲ πᾶσαν ἀπο- θέμενον πτοίαν καὶ δισταγμὸν ἐλθεῖν καὶ παραλήψεσθαι τὰ βασίλεια. Προκοπία δὲ ἡ βασιλὶς ἀντιπράττουσα τοῖς δρωμένοις καὶ καλὸν ἐντά- φιον τὴν βασιλείαν λέγουσα εἶναι, ἐπεὶ μὴ ἔπειθεν, ἔσχατον ἐπειποῦσα λόγον, ὅτι δεινὸν καὶ πέρα δεινοῦ, εἴπερ ἡ τοῦ τυράννου σύζυγος περιβάλοιτο τὸν βασιλικὸν μοδίολον, ἐπισκώψασα καὶ πρὸς τὸ ταύτης ὄνομα, Βάρκαν αὐτὴν ὀνομάσασα, ἐσκέπτετο, πῶς ἂν διάθοιτο τὰ κατ' αὐτήν. καὶ οἱ μὲν περὶ τὸν βασιλέα ἐν τούτοις ἦσαν, ὁ δὲ τύραννος διὰ τῆς Χρυσῆς πόρτης εὐφημούμενος ὑπό τε τοῦ στρατοῦ καὶ τοῦ δήμου καὶ τῆς συγκλήτου ἦλθεν εἰς τὸν ἐν τοῖς Στουδίοις τοῦ προδρόμου ναόν, κἀκεῖθεν δορυφορούμενος κατέλαβε τὰ βασίλεια. μέλλων δὲ ἐπιβατήριον εὐχὴν ἐν τῷ χρυσοτρικλίνῳ ἀποδοῦναι τῷ θεῷ, ἐκδυσάμενος ἣν ἔτυχε φορῶν ἐσθῆτα, παρέσχετο τῷ τῶν ἱπποκόμων πρωτεύοντι Μιχαήλ. τούτου δὲ αὐτὴν ἐξ αὐτῆς ἀμφιασαμένου οἰωνὸς ἔδοξε τὸ γεγονὸς τοῖς θεασαμένοις, ὡς μετὰ Λέοντα τῆς βασιλείας αὐτὸς ἐπιβήσεται. ἑτέραν δὲ μεταλαβόντος ἐσθῆτα τοῦ βασιλέως καὶ ἀπιόντος εἰς τὸν ἐν τοῖς παλατίοις νεὼν ὄπισθεν ὁ Μιχαὴλ ἑπόμενος καὶ ἀπροσέκτως βαίνων καὶ προπετῶς τὸ ἄκρον τῆς βασιλικῆς ἐσθῆτος ἐπάτησε. τοῦτο κακὸν οἰωνὸν ὁ Λέων ἡγήσατο καὶ νεωτερισμὸν ἔσεσθαι ἐξ αὐτοῦ καθυπώ- πτευσεν. εἰσελθόντος δ' ὅμως τοῦ τυράννου εἰς τὰ βασίλεια καὶ τὴν ἀπραγ- μόνως διδομένην αὐτῷ βασιλείαν μετὰ πραγμάτων καὶ ταραχῆς οὐ μικρᾶς κατεσχηκότος Μιχαὴλ ὁ βασιλεὺς καὶ ἡ σύνευνος Προκοπία σὺν τοῖς σφετέροις παισὶν εἰς τὸν τῆς θεοτόκου ναόν, ὃς Φάρος κατονομά- ζεται, προσφυγόντες ἱκέται γίνονται. οὓς ἐκεῖθεν ἀποσπάσας ὁ τύραν- νος ἀπ' ἀλλήλων διέστησε, καὶ Μιχαὴλ μὲν ὑπερόριον ἐν τῷ κατὰ τὴν νῆσον Πρώτην μοναστηρίῳ ἐποιήσατο, ἐν ᾧ τὴν κοσμικὴν ἀποθέμενος τρίχα τὸν λοιπὸν τῆς ζωῆς διήνυσε χρόνον, Θεοφύλακτον δὲ τὸν πρε- σβύτερον τῶν τούτου υἱῶν ἐκτεμὼν συνάμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ἐξορίᾳ παρέπεμψε.

[Mich1.4] Καὶ ταῦτα μὲν ἐπράττετο τῇδε, ἄξιον δὲ καὶ τῆς τοῦ μοναχοῦ τοῦ κατὰ τὸ Φιλομίλιον ἀσκουμένου ἐπιμνησθῆναι προρρήσεως. ἀνήρ τις τῶν ἄγαν διαφανῶν Βαρδάνιος τοὔνομα, Τοῦρκος τὴν προσηγορίαν, ἐν τοῖς πρώτοις τῆς συγκλήτου τελῶν, πατρικιότητι τετιμημένος καὶ δομέστικος τυγχάνων τῶν σχολῶν τῆς ἀνατολῆς, ἀεὶ τυραννίδι μελετῶν ἐπιθέσθαι καὶ τῆς βασιλείας, εἰ δύναιτο, γενέσθαι ἐγκρατὴς καὶ ἐναν- τίοις διὰ παντὸς βαλλόμενος λογισμοῖς καὶ φλεγόμενος μὲν ὑπὸ τοῦ τῆς βασιλείας ἔρωτος, δεδιὼς δὲ καὶ φρίσσων πρὸς τὸ τοῦ συμπεράσματος ἄδηλον, ἐπείπερ ἐπύθετο κατὰ τὸ Φιλομίλιον ἔγκλειστόν τινα εἶναι μοναχὸν ἀρετῆς τε εἰς ἄκρον ἐληλακότα καὶ προλέγειν τὰ μέλλοντα φήμην ἔχοντα, ἐγνώκει δέον εἶναι κοινώσασθαι τούτῳ τὸ βούλευμα καὶ τὴν ἐξ αὐτοῦ δέξασθαι κρίσιν. σκεψάμενος δ' οὕτως καὶ σκηψάμενος κυνηγέσιον μεθ' ἑαυτοῦ τε λαβὼν τὸν Λέοντα, δι' εὐπρέπειάν τε προσώ- που καὶ γενναῖον κατάστημα καὶ τὸ πολλοῖς ἐμπρέψαι πολιτικοῖς προ- τερήμασιν ὑπηρετοῦντά τε αὐτῷ καὶ τῶν ἱπποκόμων κατάρχοντα, σὺν τούτῳ δὲ καὶ Μιχαὴλ τὸν ἐξ Ἀμωρίου τὸν τραυλόν, ὃν προείπομεν, καί τινα πρὸς τούτοις Θωμᾶν ἕλκοντα μὲν τὸ γένος ἐξ Ἀρμενίων, τὴν οἴκησιν δ' ἔχοντα κατὰ τὴν λίμνην τοῦ Γαζουροῦ, τὸ παρεπόμενον αὐτῷ πολὺ πλῆθος ἔν τινι τόπῳ προσμένειν παραγγείλας, αὐτὸς μετὰ τῶν εἰρημένων ἀνδρῶν τὸν φωλεὸν καταλαμβάνει τοῦ μοναχοῦ, πρὸς ἐκεῖ- νόν τε μόνος εἰσελθὼν κοινοῦται τὰ τῆς μελέτης. καὶ ὁ μοναχὸς τούτων ῥηθέντων αὐτῷ εὐθύς τε ἀπέτρεπε τῶν δεδογμένων καὶ διεμαρτύρετο, ὡς, εἰ μὴ πεισθεὶς ἀπόσχοιτο τοῦ σκοποῦ, τό τε φῶς τῶν οἰκείων ὀφθαλμῶν

[Mich1.4.24] ἀποβαλεῖται καὶ περιουσίας ἔκπτωσιν ὑποστήσεται. τούτων ῥηθέντων ὁ στρατηγὸς ἀθυμίᾳ τε κατεσχέθη πολλῇ καὶ μικροῦ δεῖν καὶ αὐτῶν ἐξεστηκὼς ἐγένετο τῶν φρενῶν. ὅμως τῆς συνήθους ἀποδοθείσης εὐχῆς, καὶ μέλλοντος ἀπαίρειν ἤδη τοῦ στρατηγοῦ, καὶ τοῦ ἵππου, ᾧ ἐπω- χεῖτο, διακομισθέντος, οὗ τὸν μὲν χαλινὸν κατεῖχεν ὁ Μιχαήλ, τὴν δὲ δεξιὰν τῆς ἐφεστρίδος βάσιν ὁ Θωμᾶς, ὁ δὲ Λέων ἀνεβάσταζεν ἀναβαί- νοντα τὸν ἵππον τὸν στρατηγόν, προκύπτων ἐκ τῆς θυρίδος ὁ μοναχὸς καὶ ἄνωθεν κατιδὼν τοὺς ἄνδρας ὑποστρέφειν ἐκέλευε τὸν Βαρδάνιον. ὁ δὲ μετὰ περιχαρείας ἐδέξατο τὴν ἀνάκλησιν καὶ θᾶττον ἢ λόγος ἀποβὰς τοῦ ἵππου εἴσεισι δρομαῖος πρὸς τὸν μονάζοντα, προσδοκήσας καταθύμιόν τι ἀκούσεσθαι. ἔγγιον δὲ τοῦτον πάλιν παραστησάμενος ‘σοὶ μέν, ὦ στρατηγέ’, ἔφη ὁ μοναστής, ‘καὶ πάλιν συμβουλεύω καὶ παραινῶ, μηδ' εἰς ἐνθύμιον ὅλως ἀγαγεῖν τὰ βεβουλευμένα, ἢ μὴν εἰδέναι, ὡς πήρωσίς τε ὀμμάτων καὶ οὐσίας ἀφαίρεσις ἕψεταί σοι. οἱ δὲ τρεῖς ἄνδρες οἱ κομίσαντές σοι τὸν ἵππον, ὅ τε μετεωρίσας σε ἐποχεῖ- σθαι μέλλοντα πρῶτος, καὶ ὁ τὸν χαλινὸν δὲ κατέχων δεύτερος ἐπιλή- ψεται τῆς βασιλείας, καὶ ὁ τρίτος ὁ τὴν τοῦ δεξιοῦ σου ποδὸς βάσιν κατέχων ἐπιτεύξεται μὲν ἀναρρήσεως, οὐ μήν γε καὶ βασιλείας, ἀλλ' οἰκτίστῳ θανάτῳ καταστρέψει τὸ ζῆν’. τούτων ἀκούσας ὁ Βαρδάνιος ἐν γέλωτι τὰ λελεγμένα ἐτίθετο καὶ τῆς ἐπὶ τῷ μοναχῷ μετέπιπτεν ὑπολήψεως, ἀντὶ θεοπρόπου καὶ τῶν μελλόντων προβλεπτικοῦ γόητα τοῦτον ἀποκαλῶν καὶ μηδενὸς τῶν ἔσεσθαι μελλόντων προγνωστικόν, συλλογιζόμενος, ὡς εἰκός, ἀπὸ τῆς τῶν προσώπων ποιότητος καὶ κακίζων τὴν πρόρρησιν, εἰ ὁ μὲν ἀνὴρ πατρίκιος καὶ ἐς τὸν τῶν δομε- στίκων θρόνον κεκαθικὼς καὶ πλείστην ὅσην δύναμιν περιεζωσμένος καὶ γένους λαμπροῦ καὶ οἰκίας ἐπιφανοῦς ἀστοχήσει τοῦ ἐφετοῦ, ἄνδρες δὲ ἀφανεῖς καὶ θητεύοντες καὶ μηδ' εἰπεῖν ἔχοντες, ἐξ οἵων ἔφυσαν τῶν προγόνων, εἰς τὸ βασίλειον ἀναχθεῖεν ὕψος. οὕτω δὲ διαπαίξας καὶ μυκτηρίσας τὰ λεγόμενα ἐπάνεισι πρὸς τὴν οἰκείαν ἀρχὴν καὶ τοῖς συνω- μόταις διαλεχθεὶς ἀνταίρει χεῖρα κατὰ τοῦ βασιλέως (Νικηφόρος ἦν ὁ ἀπὸ γενικῶν τὰς ἡνίας τότε τῆς βασιλείας ἰθύνων) χεῖρά τε οὖν ὡς πλείστην ἁθροίσας καὶ βασιλεὺς ἀναγορευθεὶς περὶ Βιθυνίαν στρατο- πεδεύεται. καὶ ὁ βασιλεὺς δὲ ἄρτι τὴν κίνησιν τοῦ Βαρδανίου μεμαθη- κὼς ἀξιόχρεων αὐτῷ ἐπαφίησι δύναμιν. συρράξαι δὲ μελλόντων ἀλλή- λοις τῶν στρατευμάτων συγγνώμην ὁ Βαρδάνιος ἐξαιτεῖ καὶ ἀμνηστίαν κακῶν, ἣν αὐτῷ ἐνωμότως ὁ Νικηφόρος παρεσχηκὼς ἐν τῇ νήσῳ Πρώτῃ εἰς τὸν ἐκεῖσε φιλοπονηθέντα αὐτῷ ἀγρὸν ὑπερόριον τίθησι. χρόνος οὐ πολύς, καὶ στρατιῶταί τινες ἐκ Λυκαονίας εἴτ' ἐξ οἰκείας ὁρμῆς, εἴτε καὶ τοῦ βασιλέως ἀφανῶς ἐπισκήψαντος, ἐπιθέμενοι τῷ ἀγρῷ τὸν Βαρ- δάνιον ἐκτυφλοῦσι καὶ τῇ μεγάλῃ τοῦ θεοῦ προσφεύγουσιν ἐκκλησίᾳ. Λέων δὲ καὶ Μιχαὴλ καὶ Θωμᾶς, ὡς ἔφαμεν, τῷ Βαρδανίῳ διακονοῦντες, τῆς στάσεως ἀναφθείσης τῷ βασιλεῖ προσεχώρησαν Νικηφόρῳ, ὧν ὁ μὲν Λέων τοῦ τῶν φοιδεράτων ἡγεμὼν ἀνεδείχθη τάγματος, Μιχαὴλ δ' ὁ τραυλὸς τὴν τοῦ κόμητος κόρτης ἀρχὴν ἐγχειρίζεται, Θωμᾶς δὲ καὶ μέχρι τέλους τὴν πίστιν τῷ οἰκείῳ δεσπότῃ τηρῶν διέμεινεν. ἐκδρο- μῆς δέ τινος τηνικαῦτα Σαρακηνῶν γενομένης κατὰ Ῥωμαίων, ὑποστρα- τηγῶν τῷ τότε τῷ τῶν Ἀνατολικῶν ἄρχοντι, τὴν ἀρχὴν ὁ Λέων καὶ δύναμιν ὑφ' ἑαυτὸν ἔχων συμπλέκεται τοῖς Ἀγαρηνοῖς καὶ τρόπαιον ἵστησιν. ὀνόματός τε οὖν ἐκ τούτου τυγχάνει καὶ πρὸς τοῦ βασιλέως Μιχαήλ, ἤδη τοῦ Νικηφόρου ἀναιρεθέντος, τὸ τῶν πατρικίων λαμβάνει ἀξίωμα. καὶ ταῦτα μὲν συνηνέχθη γενέσθαι ὧδε.

[Mich1.5] Οὐ παρέλκον δὲ ἴσως ἱστορῆσαι καὶ ὅπως τῷ βασιλεῖ Μιχαὴλ προδεδήλωτο ἡ τῆς βασιλείας ἀποβολή. παιδίσκη τις ἦν οἰκογενὴς τῷ βασιλεῖ Μιχαήλ. αὕτη κατὰ τὰς σεληνιακὰς συνόδους πάθει μα- νίας ἡλίσκετο. ὁπότε οὖν ἁλῴη τῷ πάθει, εἰς τὸν τόπον ἐρχομένη, ἐν ᾧ βοῦς τε καὶ λέων ἵδρυνται λίθινοι (κἀκ τούτων ἔχει τὴν προσηγο- ρίαν ὁ τόπος Βουκολέων ὀνομαζόμενος), ἐβόα γεγωνοτέρᾳ φωνῇ πρὸς τὸν βασιλέα ‘κάτελθε, κάτελθε, ὑποχώρει τῶν ἀλλοτρίων.’ τοῦτο πολ- λάκις γινόμενον θάμβος ἐνεποίει τῷ βασιλεῖ καὶ εἰς φροντίδας οὐ τὰς τυχούσας ἐνέβαλλε. διὸ καὶ κοινολογεῖται περὶ τοῦ πράγματος τῶν συνήθων τινὶ καὶ οἰκείων Θεοδότῳ τῷ υἱῷ Μιχαὴλ πατρικίου τοῦ Μελισσηνοῦ, ὃν δὴ καὶ Κασσιτηρᾶν κατωνόμαζον, καὶ διάπειραν ἔσπευσε τῶν λεγομένων λαβεῖν. ὁ δὲ γνώμην δίδωσι τοιάνδε, ἐπειδὰν κάτοχον τῇ μανίᾳ γένηται τὸ κοράσιον, κατασχεθῆναι τοῦτο καὶ διερωτᾶσθαι, τίνι προσήκουσα ἡ οἰκία τοῦ παλατίου ἐστί, καὶ ὁποῖον εἴη τούτῳ τὸ γνώρισμα. ἐγένετο τοῦτο τοῦ Θεοδότου τῇ πράξει ὑπηρετοῦντος. καὶ τὸ τῇ κατοχῇ κατάσχετον γύναιον ἐρωτηθὲν τήν τε κλῆσιν ἐμφαίνει τοῦ Λέοντος καὶ τὸν χαρακτῆρα καὶ τὴν μορφήν, προστίθησί τε ἀπελ- θεῖν κατὰ τὴν ἀκρόπολιν, ἐν ᾗ συναντήσειε δυσὶν ἀνδράσιν, ὧν ὁ τῷ ἡμιόνῳ ἔποχος ἐπιβήσεται πάντως τῆς βασιλείας. ἡ μὲν οὖν εἶπεν, ὁ δὲ Θεόδοτος ἠκριβώσατο εἰς τὸν εἰρημένον ἀπελθὼν τόπον τὸν ἄνδρα τε κατεφώρασεν ἐκ τῶν γνωρισμάτων καὶ κατ' οὐδὲν διαψεύσασθαι ἔγνω τὴν ἄνθρωπον. τῷ μὲν οὖν βασιλεῖ ἀπήγγειλε τῶν ἐγνωσμένων οὐδέν, κενολογίαν δὲ τὰ τῆς γυναικὸς ἐκάλει ῥήματα καὶ φλυαρίαν, μηδὲν ἴχνος φέρουσαν ἀληθείας. τὸν Λέοντα δὲ λαβὼν τῆς χειρὸς καὶ εἰς τὸν ναὸν εἰσελθὼν Παύλου τοῦ ἀποστόλου κατὰ τὸ ὀρφανοτρο- φεῖον καὶ πίστεις δοὺς αὐτῷ καὶ λαβὼν ἀνακαλύπτει τὰ ἔκφορα, τὴν μὲν ἀλήθειαν ἐπικαλύψας, εἰπὼν δ' ἐκ θείας ἀποκαλύψεως πεπληροφο- ρῆσθαι, ὡς τῆς Ῥωμαίων ἡγεμονίας πάντως ὁ Λέων γενήσεται ἐγκρα- τής. ἐκβεβηκυίας δὲ τῆς προρρήσεως ἐζήτει μὴ ἄμισθον αὐτῷ γενέσθαι τὸ εὐαγγέλιον. καὶ ὁ Λέων, εἰ ὁ λόγος εἰς ἔργον ἐκβαίη, ὑπέσχετο, ὧν δέοιτο, μὴ ἀτυχήσειν αὐτόν.

[Mich1.6] Ἀλλὰ ταῦτα μὲν συνετίθετο οὕτως. συνέβη δὲ καὶ δι' ἄλλας μὲν αἰτίας Ῥωμαίοις τε καὶ Βουλγάροις ἀναρριπισθῆναι τὸν προρρη- θέντα πόλεμον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὴν ῥηθήσεσθαι μέλλουσαν. Βούλγαροί τινες ἐξ ἠθῶν ἀναστάντες τῶν πατρῴων τὴν Ῥωμαίων καταλαμβάνουσι παγγενεὶ καὶ παρὰ τοῦ βασιλέως προσδεχθέντες Μιχαὴλ ἐν διαφόροις κατοικίζονται χώραις. καί τινες δὲ Ῥωμαῖοι τῶν ἐν τοῖς προηγησαμένοις αἰχμαλωτισθέντων πολέμοις τὰ δεσμὰ διαρρή- ξαντες εἰς τὰς ἑαυτῶν ἐπανῆκον πατρίδας. τούτους ἅπαντας ὁ τῶν Βουλγάρων ἀρχηγὸς Κροῦμος ἐκδοθῆναί οἱ ἀπῄτει. τισὶ μὲν οὖν τῶν Ῥωμαίων ἐπαινετὴ ἐδόκει ἡ ἔκδοσις, ᾗτινι καὶ ὁ βασιλεὺς καί τινες ἀξιόλογοι συγκατετίθεντο μοναχοί (ᾤοντο γὰρ διὰ τῆς τῶν προσφύγων ἐκδόσεως τῆς βαρβαρικῆς ἀπαλλαγήσεσθαι λεηλασίας) τινὲς δ' ἀπηρέ- σκοντο πρὸς τὴν γνώμην, ὧν κορυφαῖος ἐτύγχανε Νικηφόρος ὁ πατριάρ- χης καὶ ὁ μάγιστρος Θεόκτιστος ἐπ' ἀρετῇ καὶ συνέσει πρωτεύων τῷ τότε, καὶ ἄλλοι δὲ οὐκ ὀλίγοι, ἐφεῖναι λέγοντες τὰ καθ' ἑαυτοὺς τῷ θεῷ, καὶ μὴ διὰ προσφύγων ἐκδόσεως τὴν τοῦ θεοῦ παραλιπόντας παναλκῆ βοήθειαν τὴν τοῦ βαρβάρου ἐξευμενίζεσθαι ἀλαζονείαν. μηδαμῶς δὲ τῆς τοιαύτης ἐπιτάσεως συμβάσης τοῦ Κρούμου ὁ προλεχθεὶς ἀνερ- ριπίσθη πόλεμος, καὶ ἡ τροπὴ καὶ ὁ πολὺς φθόρος τῶν Ῥωμαίων ἐπη- κολούθησεν, ἄλλο τι τοῦ θεοῦ, ὡς ἔοικε, προοικονομοῦντος.

[Leo5.t] ΛΕΩΝ Ο ΑΡΜΕΝΙΟΣ

[Leo5.1] Τέως δὲ τὴν βασίλειον ἀρχὴν περιζωσάμενος ὁ Λέων Θωμᾶν μὲν ἕνα τῶν τριῶν ὄντα, οὓς ὁ λόγος φθάσας ἱστόρησε συνεῖναι τῷ Βαρ- δανίῳ, ὁπηνίκα πρὸς τὸν μοναχὸν ἐν τῷ Φιλομιλίῳ ἐφοίτησεν, ἄνδρα νέον καὶ ὁρμητίαν, τουρμάρχην ἀνέδειξε τοῦ φοιδεράτων τάγματος, Μιχαὴλ δὲ τὸν τραυλόν, καὶ αὐτὸν ἕνα τῶν τριῶν ὄντα, οὗ τὸν υἱὸν ἐκ τῆς ἁγίας ἀνεδέξατο κολυμβήθρας, πατρίκιον ἀνεῖπε καὶ κόμητα τῆς τῶν ἐξκουβίτων σχολῆς καὶ τἆλλα διεπόνει τῆς βασιλείας, καθώσπερ ἦν αὐτῷ βουλητόν. οἱ Βούλγαροι δὲ πλέον τῇ πρὸ μικροῦ τῶν Ῥωμαίων ἥττῃ ἐκφυσηθέντες τὴν Θρᾴκην κατέτρεχον καὶ τὰ ἐν ποσὶν ἐδῄουν καὶ ἐληΐξοντο. ἔδοξεν οὖν τῷ βασιλεῖ πρεσβείαν στεῖλαι καὶ λόγον κινῆσαι περὶ εἰρήνης. τοῦ δὲ Βουλγάρου φρυαξαμένου καὶ τὴν εἰρήνην παρωσα- μένου ἐδέησε μάχης ἐξ ἀνάγκης τῷ βασιλεῖ. καὶ οὖν καὶ συναλισθέντων τῶν στρατευμάτων, μάχη συνέστη καρτερὰ καὶ πάλιν ἡττήθη τὰ Ῥω- μαϊκὰ στρατεύματα. τῶν δὲ Βουλγάρων τῇ διώξει ἐπικειμένων ὁ βασι- λεὺς ἔν τινι ὑπερδεξίῳ τόπῳ ἑστὼς μετὰ τῆς περὶ αὐτὸν ἑταιρείας κατε- σκόπει τὰ δρώμενα. καὶ κατανοήσας, ὡς ἀσύντακτοι καὶ πᾶσαν τάξιν ἀπολιπόντες οἱ Βούλγαροι ἐπιδιώκουσι τοὺς φεύγοντας, παρακαλέσας τοὺς ἀμφ' αὐτὸν καὶ ἄνδρας ἀγαθοὺς γενέσθαι καθικετεύσας, καὶ μὴ τὴν Ῥωμαίων εὔκλειαν περιϊδεῖν χωροῦσαν εἰς τὸ μηδέν, ἐπιτίθε- ται ῥαγδαῖος αὐτοῖς. καὶ τῷ παραδόξῳ τῆς ἐπιθέσεως τρεψάμενος τοὺς παρατυχόντας, καὶ τὸ λοιπὸν τῶν Βουλγάρων στράτευμα τῷ αἰφνιδίῳ κατέπληξε καὶ ταραχῆς καὶ πτοίας ἐνέπλησε, καὶ ἀλκῆς οὐδεὶς ἐμέμνητο. τούτων ἔπεσον μὲν ἐν τῇ προσβολῇ πολλοὶ καὶ αὐτὸς ὁ τῶν ὅλων ἀρχηγός, εἰ καὶ ταχέως ὑπὸ τῶν οἰκείων ἵππῳ κέλητι ἀνα- χθεὶς δρασμῷ τὴν σωτηρίαν ἐπραγματεύσατο, ἑάλωσαν δὲ καὶ τῶν πεσόντων πολλῷ πλείους. τοῦτο τὸ ἔργον τὰ μὲν τῶν Βουλγάρων ἐταπείνωσε φρονήματα, τὰ δὲ τῶν Ῥωμαίων κεκυφότα καὶ πρὸς γῆν νεύοντα ἀναθαρρῆσαι πεποίηκεν. ὁ δὲ βασιλεὺς μετὰ λαμπρῶν τρο- παίων καὶ λείας ὅτι πολλῆς τὴν βασιλίδα καταλαβὼν τῶν ἐν χερσὶν εἴχετο πραγμάτων.

[Leo5.2] Ἄρτι δὲ καὶ εἰς μνήμην ἐλθὼν τοῦ κατὰ τὸ Φιλομίλιον μοναχοῦ ἔγνω δώροις καὶ ἀναθήμασιν αὐτὸν τῆς ἐπ' αὐτῷ προφητείας ἀμείψα- σθαι. ἐξαπέστειλε γοῦν τινα τῶν οἱ πιστοτάτων, ἀναθήματά τε ὡς αὐτὸν κομίζοντα καὶ ἔπιπλα καὶ σκεύη ἀργύρεα καὶ χρύσεα καὶ εἴδη εὐώδη τῶν εἰς ἡμᾶς ἐξ Ἰνδίας κομιζομένων. ἀλλ' ἐκεῖνος μὲν ὁ μοναχὸς ἔτυχε προαποθανών, κατέστη δὲ τῇ κέλλῃ αὐτοῦ διάδοχος μοναχός τις ἄλλος τὴν κλῆσιν Σαββάτιος, τῆς ἀθέου τῶν εἰκονομάχων αἱρέσεως ἀνάπλεως ὤν. ἐς τοῦτον ὁ παρὰ βασιλέως πεμφθεὶς ἀφικόμενος τά τε ἀπεσταλμένα τῷ αὐτοῦ καθηγητῇ παρὰ βασιλέως δῶρα δέξασθαι παρηγγύα καὶ γράμμασι καὶ εὐχαῖς τὸν πέμψαντα ἀνταμείψασθαι. ὁ δὲ τὰ μὲν ἀπεσταλμένα λαβεῖν οὐκ ἠθέλησεν, αὐτὸν δὲ ὀπισθόρμητον ἀπιέναι παρεκελεύετο, ἀνάξιον εἶναι λέγων καὶ τὸν βασιλέα τῆς ἁλουρ- γίδος, ὡς εἰδώλοις προστετηκότα καὶ τοῖς λόγοις ἑπόμενον Εἰρήνης τῆς βασιλίδος καὶ Ταρασίου τοῦ πατριάρχου, ὧν τὴν μὲν παρδὼ καὶ θυάδα τὴν Εἰρήνην, τὸν δὲ τὸν ἐν πατριάρχαις ἀοίδιμον Ταράξιον κατωνόμαζεν ὁ παμμίαρος, ἠπείλει δὲ καὶ ταχεῖαν ἔκπτωσιν τῆς βασιλείας τῷ βασιλεῖ καὶ τοῦ βίου καταστροφήν, εἰ μὴ θᾶττον τοῖς αὐτοῦ λόγοις πεισθεὶς τὰς θείας καταστρέψειε στηλογραφίας. δεξάμενος δὲ τὰ γράμματα ὁ αὐτοκράτωρ καὶ παρὰ τοῦ ἀγγέλου δὲ μαθών, ὅσα τε ὁ μοναχὸς εἶπε, καὶ ὅσα αὐτὸς ἤκουσε, καὶ ταραχῆς ἀνάπλεως γεγονὼς Θεόδοτον μετε- πέμψατο τὸν Μελισσηνὸν καὶ περὶ τοῦ σκέμματος ἀνεκοινοῦτο τὰ ποιητέα. ὁ δὲ καὶ πάλαι τῇ τοιαύτῃ αἱρέσει κατισχημένος, καὶ καιρὸν ζητῶν παρρησιάσασθαι τὴν ἀσέβειαν, ὑποτίθησι τῷ βασιλεῖ τοιάνδε τινὰ συμβουλίαν· μοναχόν τινα φήσας εἶναι ἔργων παραδόξων δημιουρ- γὸν τὰς οἰκήσεις ποιούμενον ἀνὰ τὸν Δαγιστέα, ‘τούτῳ δεῖ’, φησί, ‘προσαναθέσθαι τὴν πρᾶξιν· καὶ ὅπερ ἂν ἐκεῖνος ὑπόθοιτο, τοῦτο δὴ καὶ ποιητέον.’ καὶ ταῦτα μὲν εἶπε πρὸς τὸν βασιλέα, ἐκεῖθεν δὲ ἐξ- ελθὼν ἄπεισι ταχέως πρὸς τὸν μονάζοντα καὶ φησὶ πρὸς αὐτόν, ὡς ‘τῇ ἐπιούσῃ νυκτὶ ἐλεύσεταί σοι ὁ βασιλεὺς ἐν εὐτελεῖ τῇ περιβολῇ ἐρωτήσων περί τε πίστεως καὶ ἄλλων ἀναγκαιοτάτων πραγμάτων. σὺ δὲ ἀλλὰ μέμνησο ταχεῖάν τε τοῦ βίου καταστροφὴν καὶ τῆς βασιλείας ἔκπτωσιν ἀπειλῆσαι αὐτῷ, εἰ μὴ ἑκών γε αἱροῖτο τῷ τοῦ βασιλέως Λέοντος τοῦ ἐξ Ἰσαυρίας προσθεῖναι δόγματι καὶ τὰ εἴδωλα τῶν θείων σηκῶν ἐξορίσαι (τὰς ἱερὰς εἰκόνας οὕτω καλέσας), ἐπαγγείλασθαί τε τοῦ εἰρημένου βίου γενόμενον ζωῆς τε μακρὰν βιοτὴν καὶ τῆς βασιλείας κυβέρνησιν εὐτυχῆ τε καὶ πολυχρόνιον. οὕτω παιδαγωγήσας τὸν μοναχὸν καὶ ἃ μέλλοι λέγειν ὡς βασιλέα παιδεύσας ἐπάνεισι. μετὰ μικρὸν δὲ καὶ τὸν βασιλέα νυκτὸς ἐν ταπεινῷ τῷ σχήματι προσλαβό- μενος ἔρχεται πρὸς τὸν μοναχὸν καί, τῆς διαλέξεως ἤδη λαμβανούσης ἀρχήν, ἔγγιστα τὸν βασιλέα παραστησάμενος ὁ μοναχὸς ὡς τάχα προεγνωκὼς ἐκ θείας ἐπιπνοίας τὸ βασιλικὸν ἀξίωμα ’οὐκ εὔλογα‘ ἔφη, ’ποιεῖς, ὦ βασιλεῦ, παραλογιζόμενος ἡμᾶς τῇ ἰδιωτικῇ ἀμπεχόνῃ καὶ τὸν ἔνδον αὐτῆς κρυπτόμενον ἐπικαλύπτων βασιλέα. ἀλλ' εἰ καὶ σὺ μὲν οὕτως, ἀλλ' ἡ τοῦ θείου πνεύματος χάρις ἡμᾶς οὐκ εἴασεν ἐπὶ πλέον οὕτω κατασοφίζεσθαι ὑπὸ σοῦ‘. τοῦτο ὡς ἤκουσεν ὁ βασιλεύς, καὶ ὡς οὐκ ἔλαθεν ἐν εὐτελεῖ προσχήματι τὸ βασιλικὸν κρύπτων ἀξίωμα, κατεπλάγη τε, ὡς ἦν εἰκὸς τὸν τὸ σκαιώρημα ἀγνοοῦντα, καὶ τόν τε μονα- χὸν ὡς θεῖον ἄνδρα ἐγνώρισε καὶ τὰ προσταττόμενα παρ' αὐτοῦ εὐπειθῶς καὶ μετὰ ταχυτῆτος ποιήσειν ἐπήγγελτο καὶ τῶν σεβασμίων εἰκόνων ἐπιψηφίζει καθαίρεσιν. καὶ πρότερον μὲν ἐν τῷ λεληθότι διεσκοπεῖτο, πῶς ἂν αὐτῷ ἐκτελεσθείη τὸ σπούδασμα, καὶ μή τις στάσις ἀνεγερθείη περὶ τὴν ἐκκλησίαν, ἔπειτα καὶ εἰς τοὐμφανὲς τὸ δόγμα ἐξήνεγκε καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς ἐκκλησίας οἱ μὲν ἑκόντες, οἱ δὲ καὶ ἄκοντες ὑπέκυπτον τῷ προστάγματι. ἠναγκάζετο δὲ καὶ ὁ μέγας ἐν πατριάρχαις ἀοίδιμος Νικηφόρος ἐν τῷ τῆς καθαιρέσεως τῶν ἁγίων εἰκόνων ὑποσημήνασθαι τόμῳ. ὃν μηδαμῶς πειθαρχήσαντα ὑπερόριον ἀνὰ τὴν Προικόννησον τίθησι πάλαι προαισθόμενον τὴν τοῦ Λέοντος σκαιοτροπίαν, καὶ ὡς κυκήσοι οὗτος καὶ συνταράξοι τὰ τῆς ἐκκλησίας. ἔδοξε γὰρ τῷ μακαρίτῃ Νικηφόρῳ, ὁπηνίκα τὸ διάδημα περιετίθει τῇ τοῦ Λέοντος κεφαλῇ, ἀκάνθαις καὶ τριβόλοις τὴν χεῖρα περιπαρῆναι, καὶ τοῦτο σύμβολον καὶ οἰωνὸν ἔθετο τῶν μετὰ ταῦτα συμβεβηκότων κακῶν. ἀπαγομένῳ δὲ τῷ μεγάλῳ πρὸς τὴν ὑπερορίαν ὁ ὁμολογητὴς Θεοφάνης ὁ τῆς τοῦ Ἀγροῦ μονῆς καθηγούμενος, αἰσθόμενος ἐξ ἐπιπνοίας θεϊκῆς τὴν διέ- λευσιν τούτου κατ' ἀγρόν τινα ἐνδιατρίβων, θυμιάμασι καὶ κηροῖς προὔπεμπεν αὐτὸν μετὰ τῆς νηὸς διϊόντα. αὐτός τε ὁ πατριάρχης προσκυνήσεσιν ἐσχάταις ἐδεξιοῦτο καὶ ἐκτάσει χειρὸς καὶ εὐλογίαις αὐτὸν ἀντησπάζετο, μὴ θεώμενος μὴ θεώμενον, ἀλλὰ τοῖς πνευματικοῖς ὀφθαλ- μοῖς ἀλλήλους ἰδόντες καὶ τὸ προσῆκον ἕκαστος ἀπονέμοντες σέβας. τῶν συμπλεόντων δέ τινος ἠρωτηκότος τὸν πατριάρχην ’πρὸς τίνα, ὦ δέσποτα, τὰς χεῖρας αἴρων εἰς ὕψος τὸν ἀσπασμὸν ἐποίου;‘ ’πρὸς τὸν ὁσιώτατον‘, ἔφη, ’καὶ ὁμολογητὴν Θεοφάνην τὸν καθηγητὴν τοῦ Ἀγροῦ λαμπάσι καὶ θυμιάμασιν ἡμᾶς δεξιούμενον.‘ μετ' οὐ πολὺ δὲ καὶ ἡ τοῦ

[Leo5.2.73] πατριάρχου ἐξέβη εἰς ἔργον πρόρρησις. μετὰ πολλῶν γὰρ καὶ ἄλλων ἐν οὐ μακρῷ τῆς ἐκκλησίας ἀφορισθεὶς καὶ πολλαῖς καὶ ἀπείροις κακώ- σεσιν ὑποβληθεὶς τὸν τῆς ὁμολογίας ἀνεδήσατο στέφανον, μηκέτι θεά- σασθαι τοῦ λοιποῦ τὸν πατριάρχην ἀξιωθείς, ἵνα μηδ' ἐν τούτῳ δια- πέσῃ ἡ τούτου πρόρρησις. ὑπερορίᾳ δὲ τοῦ πατριάρχου παραπεμ- φθέντος, ὡς εἴπομεν, ἄνεισιν ἀναξίως εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον κατ' αὐτὴν τὴν τῆς ἀναστάσεως τοῦ κυρίου ἡμέραν Θεόδοτος ὁ Μελισ- σηνός, ὃν καὶ Κασσιτηρᾶν προσαγορεύεσθαι ὁ λόγος φθάσας παρέστησε, καὶ τοῦ θρόνου ἐπιβάς, ἔχων δὲ συνεπαρήγουσαν καὶ τὴν βασιλικὴν ἐξουσίαν οὐκ ἐν σκότῳ καὶ γωνίαις ἔτι, ἀλλ' ἐν ὑπαίθρῳ καὶ παρρησίᾳ τὴν αἵρεσιν τῶν εἰκονομάχων ἐδημοσίευε.

[Leo5.3] Λέων δὲ ὁ βασιλεὺς τῇ τε προηγησαμένῃ κατὰ Βουλγάρων νίκῃ ἐξωγκωμένος, καὶ κατὰ τῶν Ἀράβων δὲ μικρῷ πρότερον εὐτυχήσας, ἀκατάσχετος ἦν τὸ φρόνημα καὶ πρὸς τὸ σκληρὸν ἀπένευε καὶ ὠμότερον. ἀπαραίτητός τε γὰρ τὴν ὀργὴν ἐγεγόνει καὶ τῶν ἁμαρτημάτων κολα- στὴς αὐστηρότατος, τοῖς τε ἐντυγχάνειν ἐθέλουσιν ἀνέντευκτος καὶ δυσξύμβουλος ἐπί τε μικροῖς ἁμαρτήμασι μεγάλας ἐπιφέρων τὰς κατα- δίκας, ὧν μὲν χεῖρας ἀφαιρούμενος, ὧν δὲ πόδας, ὧν δέ τινα ἕτερα τῶν καιριωτάτων μερῶν, ἅπερ ἀποτέμνεσθαι ἀποφαινόμενος ἀνὰ τὴν λεω- φόρον ἀνακρεμαννύειν ἐκέλευεν εἰς κατάπληξιν τάχα τῶν ὁρώντων καὶ δέος. ἐκ τούτου μισητὸς κατέστη τῷ ὑπὸ χεῖρα παντί.

[Leo5.4] Πλέον δ' ἐπέτεινε τὸ μῖσος τὰ μετὰ ταῦτα. οὐ μόνον γὰρ κατὰ τῶν ὁμοτίμων τὴν φύσιν ἀνθρώπων ἐπῆρτο καὶ ἠγριαίνετο, ἀλλὰ καὶ κατ' αὐτῆς ἐκορυβαντία τῆς εὐσεβοῦς πίστεως καὶ τοῦ θεοῦ. ὄργανον δ' ἐπιτήδειον πρὸς τοῦτο ἔσχεν ἄνδρα τινὰ διαβόητον ἐπὶ πανουργίᾳ, τοῦ τάγματος τῶν ἐν τῷ παλατίῳ ψαλλόντων τὴν προστασίαν ἔχοντα, ἔξωθεν μὲν ἱεροπρεπῆ φαινόμενον καὶ θεοσεβῆ, ἔνδοθεν δὲ ὡς ἐν βαθεῖ κωδίῳ τὸν λύκον ἐπικαλύπτοντα. οὗτος ὁ βέβηλος καιρὸν ἐπιτήδειον εὑρηκώς, καθ' ὃν εἰς ἐπήκοον ἐν τῇ ἐκκλησίᾳ εἴωθεν ἡ τοῦ μεγαλοφωνο- τάτου Ἡσαΐου ἀναγινώσκεσθαι προφητεία ἡ λέγουσα ’τίνι ὡμοιώσατε κύριον; καὶ τίνι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυ- σοχόος χρυσίον χωνεύσας περιεχρύσωσεν αὐτήν, ἢ ὁμοίωμα κατεσκεύα- σεν αὐτῷ;‘ καὶ τὰ λοιπὰ τῆς προφητείας, παραστὰς πρὸς οὖς λέγει τῷ βασιλεῖ ’σύνες τοῖς λεγομένοις, ὦ βασιλεῦ, καὶ μὴ λάθῃ σε τὸ ἀληθές, καὶ τοιαύτης ἔχου λατρείας, ὁποίαν σοι ὑποτίθησιν ὁ προφήτης.‘ τοιαῦτα εἰπὼν ἐνέσταξε τῇ διανοίᾳ αὐτοῦ πλείονα ἰὸν τῆς αἱρέσεως, ὡς ἣν πρότερον μετὰ φειδοῦς καὶ ἐνδοιασμοῦ κηρύττειν ἠπείγετο λα- τρείαν, ταύτην ἀνακεκαλυμμένῳ προσώπῳ καὶ ἀναιδῶς, εἰπεῖν δὲ πλέον μετὰ ἀπειλῶν καὶ κινδύνων αἱρεῖσθαι ἠνάγκαζεν. ὅσοι μὲν οὖν μαλακι- ζόμενοι προὐδίδοσαν τὴν ἀλήθειαν, ἐν ἀδείαις ἦσαν. οἱ μὴ πειθαρχοῦν- τες δὲ τῷ αὐτοῦ δυσσεβεστάτῳ προστάγματι ἀνηκέστοις αἰκίαις καὶ συμφοραῖς παρεδίδοντο.

[Leo5.5] Καίπερ δὲ οὕτως ἔχων δυσσεβείας καὶ παρανομίας, ἀλλά γε πρὸς τὴν τῶν δημοσίων πραγμάτων ἀντίληψιν ἀγρυπνότατος ἦν, ὡς μη- δέν τι τῶν δεόντων καὶ ὀνησιφόρων ἐᾶν ἀτημέλητον. φασί γέ τοι μετὰ τὸν ἐκείνου θάνατον Νικηφόρον εἰπεῖν τὸν πατριάρχην, ὡς ἡ πολιτεία Ῥωμαίων ἄρα, εἰ καὶ δυσσεβῆ, ἀλλά γε μέγαν προστάτην ἀπώλεσε. πρὸς τῷ ἐπιμελῶς δὲ καὶ ἀγρύπνως τὰ δημόσια διοικεῖν καὶ τοῖς ἀδι- κοῦσι λίαν ἐπαχθέστατος ἦν. ἐξιόντι γοῦν ποτε τοῦ παλατίου τῷ βασι- λεῖ προσῄει τις ἐγκαλῶν, ὡς τὸ αὐτοῦ γύναιον ἁρπαγείη ὑπό τινος τῶν συγκλητικῶν. ’ἐμοὶ δέ‘, φησί, ’καὶ τῷ ἐπάρχῳ τῆς πόλεως περὶ τούτου διεγκαλέσαντι οὐδεμία ἐπηκολούθησεν ἐκδίκησις.‘ ὁ οὖν βασι- λεὺς τὸν τοῦ ἀνδρὸς λόγον ἐνωτισθεὶς εὐθέως προσέταξε καὶ τὸν ἐγκα- λούμενον συγκλητικὸν καὶ τὸν ἔπαρχον εἰς πρόσωπον αὐτῷ παρα- στήσεσθαι ἐπανιόντι. ἤδη δὲ καὶ ἐπαναζευγνύντος τοῦ βασιλέως παρέ- στησαν ἐνώπιον αὐτοῦ ὅ τε παθὼν καὶ τὴν ἐκδίκησιν ἐκζητῶν, καὶ ὁ τὸ ἐξάγιστον δράσας ἔργον, καὶ αὐτὸς ὁ ἔπαρχος, καὶ τοῦ βασιλέως κελεύσαντος λέγειν τῷ δεομένῳ, ἃ πεπόνθει, ὁ μὲν διεξῄει τὰ ἀπ' ἀρχῆς ἄχρι τέλους, ὁ δ' ἔνοχος τῷ ἐγκλήματι, ἐπειδὴ μὴ οἷός τε ἦν τοὺς ἐλέγ- χους διαδιδράσκειν, ταῖς ἀποδείξεσι πάντοθεν συνειλημμένος, ὡμολόγησε τὸ ἀνοσιούργημα. ἐρομένου δὲ τοῦ βασιλέως καὶ τὸν ἔπαρχον, διὰ τί μὴ πρέπουσαν ἐπενέγκοι τῷ ἀτοπήματι τὴν ἐκδίκησιν, ἐπεὶ καὶ οὗτος ἐνεὸς ἐγεγόνει πρὸς τὴν ἀπολογίαν, τοῦτον μὲν μετέστησε τῆς ἀρχῆς, τὸν δὲ μοιχὸν ταῖς τοῦ νόμου παραδέδωκε τιμωρίαις. ἐχρημάτιζε δὲ τὰ πλείω ἐν τῷ Λαυσιακῷ καθήμενος τρικλίνῳ προεβάλλετό τε στρατηγοὺς καὶ στρατηλάτας καὶ ἄρχοντας τῶν ἀξιολογωτέρων καὶ ἀδωροτάτων, χρημάτων ὑπερόπτης ὢν καὶ αὐτὸς ἀκριβέστατος.

[Leo5.6] Ἐφιλοτιμεῖτο δὲ καὶ περὶ τὴν ἑαυτοῦ φωνὴν εὔρυθμός τις εἶναι βουλόμενος, εἰ καὶ μὴ τὴν φύσιν συνᾴδουσαν εἶχεν. ἄρρυθμος γὰρ ἦν καὶ πρὸς τὰ ἐν ἁρμονίᾳ μέλη ἀνεπιτήδειος, εἰώθει δὲ κἀν ταῖς ψαλμῳ- δίαις ἐξάρχειν τῶν αἴνων, καὶ μᾶλλον ὅτε ἐν τῇ τοῦ Χριστοῦ γεννήσει οἱ τῆς ἑορτῆς κανόνες ἐψάλλοντο. ἐξῆρχε γὰρ τῶν ᾠδῶν τορωτέρᾳ καὶ ἀγρίᾳ τῇ φωνῇ, καὶ ὅτε τῆς ἑβδόμης ᾠδῆς κατήρχετο τοῦ εἱρμοῦ τοῦ λέγοντος ’τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ‘, ᾧ δὴ καὶ γέλωτα ὠφλίσκανε παρὰ τοῖς ἀκούουσι τὸν τοῦ θεοῦ φόβον ἐκφαυλίσας καὶ τῇ τῶν δαιμόνων μερίδι προσθέμενος διὰ τῆς τῶν πανσέπτων εἰκόνων ἀρνήσεως. καὶ τὰ μὲν τοῦ βασιλέως ἐν τούτοις.

[Leo5.7] Μιχαὴλ δὲ ὁ ἐξ Ἀμωρίου ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος καὶ ἐπὶ τὸ μεῖζον προβαίνων διαβολὴν ἔσχε καθοσιώσεως. ὃς ταύτην, εἰ καὶ δυσχερῶς, ὅμως ἀποσεισάμενος ἐκπέμπεται παρὰ βασιλέως τακτικὰ διδάσκειν τὸν ὑπὸ χεῖρα λαόν. ἦν δὲ ὁ Μιχαὴλ οὐ ταῖς ἄλλαις πάσαις κακίαις ἐπιρρεπὴς μόνον, ἐνόσει δὲ καὶ γλώσσης ἀκολασίαν, καὶ τὰ ἔνδον τῆς καρδίας ἐκφαυλίζειν δυναμένης μυστήρια. ἐλάλει γὰρ πᾶν τὸ παριστάμενον εἰς τοὐμφανές, ἀπερρίπτει δὲ καὶ κατ' αὐτοῦ τοῦ βασι- λέως λόγους οὐκ εὐπρεπεῖς, ἀπειλῶν αὐτῷ τε καθαίρεσιν τῆς βασιλείας καὶ τῇ αὐτοῦ συζύγῳ γάμον ἐπισείων ἀνόσιον. ἅπερ ὁ βασιλεὺς πυν- θανόμενος πρῶτον μὲν εὐμηχάνως ἐπειρᾶτο παραπροσποιούμενος τὴν γνῶσιν ἀποστῆσαι τοῦτον τῆς ἀθυρογλωσσίας καὶ τῶν κακῶν βουλευ- μάτων. ᾔδει γὰρ αὐτὸν αἰσχίστῃ νόσῳ τῇ ἀκολάστῳ γλώσσῃ δουλεύ- οντα. ὡς δὲ καὶ παραινέσεσι καὶ ἀπειλαῖς, ὅπῃ παρείκοι, χρώμενος, ὡς εὐθὺς μὲν εἰπεῖν ἐξαρνούμενον εὕρισκε τὰ λεγόμενα, ἀδείας δὲ πάλιν τετυχηκότα τῶν κατὰ σκοπὸν μὴ ἀφιστάμενον, ἐπαφίησιν αὐτῷ σκο- ποὺς καὶ ὠτακουστὰς λεληθότως, οἵτινες πολλάκις ἐν εὐωχίαις καὶ μέ- θαις μετακινούμενον τῶν φρενῶν ὑπὸ τοῦ οἴνου καταλαβόντες καὶ τοῖς προτέροις μάλα προθύμως ἐπιτιθέμενον κατάδηλον ποιοῦσι τῷ βασι- λεῖ. ἐγένετο προσθήκη πίστεως καὶ ὁ Ἑξαβούλιος, ἀνὴρ φρενήρης καὶ συνήθης τῷ βασιλεῖ, οὐκ ἄγνωστος δὲ καὶ τῷ Μιχαήλ. οὗτος πολλάκις ἐπισχεῖν αὐτὸν τῆς ἀθυροστομίας ἐπιχειρήσας καὶ παραινέσας σιγᾶν, καὶ μὴ οὕτως ἀκαίρως παρρησιάζεσθαι καὶ εἰς προῦπτον ἑαυτὸν συνω- θεῖν κίνδυνον παρακαλέσας, ἐπειδὴ μὴ ἔπειθε, δῆλα πάντα τὰ κατ' αὐτὸν τίθησι τῷ βασιλεῖ. καὶ δὴ πρὸ μιᾶς ἡμέρας τῆς κατὰ σάρκα Χρι- στοῦ τοῦ θεοῦ ἡμῶν γεννήσεως δεξάμενος τὰς μηνύσεις ὁ βασιλεὺς ἐπὶ βήματός τε ἐν τοῖς ἀσηκρητείοις ἐκάθισε καὶ ἀκριβὴς ἐξεταστὴς τῶν

[Leo5.7.27] μηνυθέντων ἐγίνετο. ἁλίσκεται τοίνυν τυραννίδος ὁ Μιχαὴλ αὐτὸς κατα- θέσθαι ὑπὸ τῆς ἐναργείας τῶν ἐλέγχων ἀναγκασθείς. καὶ ψῆφος ἐκφέ- ρεται κατ' αὐτοῦ πυρὶ καταστρέψαι τὴν ζωὴν ἐμβληθέντος ἐν τῇ καμί- νῳ τοῦ ἐν τῷ παλατίῳ λουτροῦ, εἶναι δὲ καὶ αὐτὸν τὸν βασιλέα θεωρὸν τοῦ δράματος. ἤγετο μὲν οὖν τὴν ἐπὶ θανάτῳ δεσμώτης, εἵπετο δὲ καὶ ὁ βασιλεὺς θεατὴς εἶναι ὀριγνώμενος τοῦ δρωμένου.

[Leo5.8] Ἐν ὅσῳ δὲ τὸ μεταξὺ παρήμειβον διάστημα, ἡ βασιλὶς Θεοδοσία, τὸ τοῦ Ἀρσαβὴρ θυγάτριον, μαθοῦσα τὸ μέλλον πραχθῆναι, ἔξεισι μετὰ πολλῆς ὅτι σπουδῆς τοῦ θαλάμου, παράβακχόν τι καὶ μανικὸν κινουμένη, τὸν βασιλέα τε καταλαβοῦσα ἀλάστορά τε καὶ θεομάχον ἀπεκάλει, οἷς οὐδὲ τὴν ἡμέραν τὴν θείαν ἄγει διὰ φειδοῦς τοῦ θείου μέλλων σώματος μετασχεῖν, καὶ τῆς ὁρμῆς διεκώλυεν. οὗτος δὲ τῷ θεῷ μὴ προσκροῦσαι δεδοικὼς τὸ μὲν παραχρῆμα παλίντροπον αὐτῷ τὴν σωτηρίαν ἐβράβευσε, σίδηρον δὲ τοῖς ποσὶ περιθεὶς τοῦ Μιχαὴλ καὶ τῆς κλειδὸς ἑαυτῷ τὴν φρουρὰν ἐπιτρέψας, τῷ παπίᾳ τὴν αὐτοῦ φυλα- κὴν ἀνατίθησι. πρὸς δὲ τὴν σύζυγον ἐπιστραφεὶς ’ἐγὼ μέν, ὦ γύναι, ταῖς σαῖς βακχείαις πεισθεὶς ἐποίησα, ὡς ἐκέλευσας. σὺ δὲ οὐκ εἰς μακρὰν ἐπόψει καὶ τὰ τῆς ἐμῆς νηδύος βλαστήματα τὰ ἀποβησόμενα, εἰ καὶ σήμερόν με τοῦ ἁμαρτήματος ἠλευθέρωσας.‘ οὕτω τὸ μέλλον, εἰ καὶ πόρρω προφητικῆς ἦν ἐπιπνοίας, ἀληθῶς ἀπεφοίβασε.

[Leo5.9] Λέγουσι δ', ὅτι καὶ χρησμὸς ἦν ἄνωθεν αὐτῷ δεδομένος, ὡς κατὰ τὴν ἡμέραν τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ σάρκα γεννήσεως πέπρω- ται αὐτῷ τήν τε βασιλικὴν εὐδαιμονίαν ἀποβαλεῖν, προσαπολέσαι δὲ καὶ αὐτὴν τὴν ζωήν. Σιβυλλιακὸς δὲ ἦν ὁ χρησμὸς ἔν τινι βιβλίῳ τῆς βασιλικῆς βιβλιοθήκης ἐγγεγραμμένος οὐ χρησμοὺς μόνον ἁπλῶς ἔχοντι, ἀλλὰ καὶ μορφὰς καὶ σχήματα τῶν γενομένων βασιλέων διὰ χρωμάτων. ἦν οὖν θηρίον λέων μεμορφωμένον ἐν τῷ βιβλίῳ, ἄνωθεν δὲ τῆς αὐτοῦ ῥάχεως ἐπεγέγραπτο τὸ χῖ στοιχεῖον μέχρι καὶ αὐτῆς τῆς γαστρός, κατόπιν δέ τις ἀνὴρ ἐπιθέων δόρατι καιρίαν ἐδίδου πληγὴν τῷ θηρίῳ διὰ μέσου τοῦ χῖ. ἀσάφειαν δ' ὑποφαίνοντος τοῦ χρησμοῦ μόνος ὁ τηνικαῦτα κοιαίστωρ αὐτὸν διετράνου Λέοντα μέλλειν φήσας τινὰ βασιλέα κατ' αὐτὴν τὴν ἡμέραν τῆς τοῦ Χριστοῦ γεννήσεως θανάτῳ ὀλεθρίῳ παραδοθῆναι. ὑπέθραττε δὲ οὐδὲν ἧττον τὸν βασιλέα καὶ ἐξεδειμάτου καὶ ἡ τῆς οἰκείας μητρὸς ὄψις. ἔδοξε γὰρ αὕτη κατὰ τὸν ἐν Βλαχέρναις θεῖον τῆς θεοτόκου ναὸν προσφοιτῶσα συνεχῶς κόρῃ τινὶ συναντᾶν λευχείμοσιν ἀνδράσι δορυφορουμένῃ, ἑώρα δὲ καὶ τὸν θεῖον ναὸν αἵματος πεπλησμένον. προστάξαι τε τὴν θεαθεῖσαν κόρην ἑνὶ τῶν λευχειμόνων ἀνδρῶν χύτραν τινὰ πλήσαντι αἵματος τῇ μητρὶ τοῦ Λέοντος ἐπιδοῦναι πιεῖν. αὐτῆς δὲ πολυετῆ χηρείαν προβαλλομένης, δι' ἧς μήτε κρεῶν, μήτε τινὸς τῶν ἐναίμων γεύσασθαι, καὶ διὰ τοῦτο μηδὲ ταύτης τῆς χύτρας ἅψασθαι, ’καὶ πῶς‘, ἔφησεν ἡ κόρη μετὰ θυμοῦ, ’οὐ παύεται ὁ σὸς υἱὸς πολλῶν ἐμπιπλῶν αἱμάτων ἐμὲ καὶ τὸν ἐμὸν παροργίζων υἱὸν καὶ θεόν; πολλά τε ἔκτοτε τὸν ἑαυτῆς ἐξελιπάρει υἱὸν τῆς τῶν εἰκονομάχων ἐκστῆναι αἱρέσεως τὴν ὄψιν ἐκτραγῳδήσασα· καὶ ἑτέρα δέ τις ὄψις οὐ μικρῶς συνετάρασσε. Ταράσιος γὰρ ὁ ἀοίδιμος πατριάρχης πάλαι τὸν βίον μετηλλαχὼς Μιχαήλ τινα ἐδόκει καλεῖν ἐξ ὀνόματος ἐν ὀνείροις ἐπιπηδῆσαι προτρεπόμενος τῷ Λέοντι καὶ και- ρίαν πλῆξαι αὐτόν. ἐστρόβει δὲ αὐτὸν καὶ ἡ τοῦ κατὰ τὸ Φιλομίλιον μοναχοῦ πρόρρησις καὶ ἡ τῆς ἐσθῆτος μεταμφίασις, ἣν ὁ Μιχαὴλ ἐποιή- σατο, ὥς που φθάσαντες ἱστορήσαμεν. οἷς ἅπασι δειματούμενος ὁ βασι- λεὺς ἐπάλλετό τε τῷ δέει καὶ τὴν ψυχὴν ἐκυμαίνετο. διὸ καὶ ἄγρυπνος διετέλει παρ' ὅλην τὴν νύκτα.

[Leo5.10] Σοφώτερα τοίνυν, ἢ βασιλικώτερα βουλευσάμενος τὴν ἐπὶ τὸν παπίαν φέρουσαν πυλίδα διαρρήξας κατεσκόπει τὰ ἔνδον. εἰσελθὼν δ' εἴς τι δωμάτιον θέαμα ὁρᾷ εἰς ἔκπληξιν οὐ τὴν τυχοῦσαν ἄγον αὐτόν. εἶδε γὰρ τὸν μὲν κατάκριτον ἐπὶ στιβάδος ὑψηλῆς πάνυ μεγαλοπρεπῶς ἀνακείμενον, τὸν δὲ παπίαν ἐπὶ ξηροῦ κατακλινόμενον τοῦ ἐδάφους. περιεργότερον δὲ προσελθὼν ἐσκόπει τὸν Μιχαήλ, εἰ, ὅπερ φιλεῖ ἐν τοῖς κυμαινομένοις καὶ τὴν ζωὴν ἀμφίβολον ἔχουσι γίνεσθαι, ἐπιπόλαιόν τινα καὶ ἐμμέριμνον ὑπνώττει ὕπνον, ἢ τοὐναντίον ἀφρόντιδα καὶ ἡδύν. ὡς δ' εὗρεν ἀνέτως ὑπνοῦντα (καὶ γὰρ οὐδ' ἐπαφώμενος αὐτὸν διϋπνίσαι ἴσχυσεν), εἰς μείζονα ἀνήφθη θυμὸν τοῖς παρ' ἐλπίδα τούτοις θεάμασι καὶ ἀπῄει κατὰ σχολὴν δεινὸν οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ τῷ παπίᾳ ἐνσείων.

[Leo5.11] Καὶ ταῦτα μὲν ὁ βασιλεύς. οὐκ ἔλαθε δὲ ταῦτα τοῖς περὶ τὸν παπίαν, ἀλλά τις τῶν προκοίτων τοῦ Μιχαὴλ ἐκ τῶν φοινικῶν φωρα- σάμενος ἐμβάδων ἀπήγγειλε πάντα σαφῶς. οἷς ἐκπαθεῖς καὶ μικροῦ δεῖν ἔκφρονες οἱ περὶ τὸν παπίαν γενόμενοι ἐσκέπτοντο, πῶς ἂν τὸν κίν- δυνον διαφύγοιεν. ὑπέλαμπεν ἄρτι ἡμέρα καὶ σκήπτεται σκῆψιν τοι- άνδε ὁ Μιχαήλ, ὡς ψυχικάς τινας κηλῖδας βούλεταί τινι τῶν θεοφιλῶν ἐξαγορεῦσαι διὰ Θεοκτίστου, ὃν μετὰ ταῦτα τῷ τοῦ κανικλείου τετί- μηκεν ἀξιώματι. ἐπετέτραπτο γοῦν τοῦτο γενέσθαι παρὰ βασιλέως. ὁ δὲ Μιχαὴλ ἀδείας λαβόμενος λέγει πρὸς τὸν Θεόκτιστον ‘καιρός, ὦ Θεόκτιστε, τοῖς συνωμόταις ἐπαπειλῆσαι, ὡς εἰ μὴ τάχιον σπεύσουσιν ἐξελέσθαι τοῦ κινδύνου ἡμᾶς, πάντα τὰ τῆς πράξεως ἀνακαλύψαι τῷ βασιλεῖ.’ καὶ τοῦ Θεοκτίστου, ὡς ἐκελεύσθη, ποιήσαντος, εἰς ἀγωνίαν οὐ τὴν τυχοῦσαν ἐνέπεσον οἱ συνίστορες καὶ διεσκοποῦντο, πῶς ἂν αὐτοί τε σωθεῖεν καὶ τὸν ὅσον οὐδέπω κινδυνεύοντα θανεῖν διασώ- σαιεν. ῥάπτουσιν οὖν βουλήν, ἥτις αὐτούς τε ἐρρύσατο καὶ τῷ Μιχαὴλ πρὸς τῇ ζωῇ καὶ τὴν βασιλείαν ἐχαρίσατο. ἔθος ἐπεκράτει τότε, μὴ ὥσπερ νῦν, ἔνδον τῶν βασιλείων, ἔκτοτε λαβὸν τὴν ἀρχὴν, μένειν τοὺς τῇ ἐκκλησίᾳ τοῦ παλατίου ψάλλοντας κληρικούς, ἀλλὰ τοῖς ἰδίοις οἴκοις, περὶ δὲ τρίτην φυλακὴν τῆς νυκτὸς ἀγείρεσθαι κατὰ τὴν Ἐλεφαντίνην κἀκεῖθεν ἀπιέναι πρὸς τὴν ἐκκλησίαν καὶ τῷ θεῷ τὰς ἑωθινὰς ἀποδι- δόναι εὐχάς. τούτοις οἱ συνωμόται ἐγκαταμιχθέντες τότε ὑπὸ μάλης ἐγχειρίδια ἔχοντες συνεισῄεσαν καὶ ἔν τινι σκοτεινῷ τῆς ἐκκλησίας λοχή- σαντες τόπῳ τὸ σύνθημα ἐξεδέχοντο. ὡς δ' ὁ ὕμνος διεπεραίνετο, ἤδη δὲ παρῆν καὶ ὁ βασιλεὺς καὶ τῆς ὑμνῳδίας ἐξῆρχεν, ὡς ἔθος, ‘τῷ παντά- νακτος ἐξεφαύλισαν πόθῳ’ (εἶχε γάρ, ὡς εἴπομεν, τορωτέραν φωνήν), τότε δὴ εἰσπηδήσαντες ἀθρόως οἱ συνωμόται ἐκ μὲν τῆς πρώτης ἡμάρ- τανον προσβολῆς πρὸς τὸν τοῦ κλήρου ἔξαρχον ἀποπλανηθέντες, εἴτε παρόμοιον ὄντα τῷ βασιλεῖ κατὰ τὴν σωματικὴν ἐμφέρειαν, εἴτε τῇ περὶ τὴν κεφαλὴν ὁμοίᾳ περιβολῇ. ἦν γὰρ ἡ ὥρα κρυμώδης τε καὶ χειμέριος καὶ διὰ τοῦτο ἐν περιβλήμασι πάντες διεκαρτέρουν στεγανω- τέροις πίλοις τὰς κεφαλὰς ὀξυτάτοις περικαλύπτοντες. ἀλλ' ὁ μὲν τοῦ κλή- ρου καθηγεμὼν τὸν κίνδυνον ἀπεώσατο τὸν πῖλον τῆς κεφαλῆς ἀφελὼν καὶ τῇ φαλάκρᾳ τὴν σωτηρίαν πραγματευσάμενος. ὁ δὲ βασιλεὺς συν- αισθόμενος τῆς ἐπιβουλῆς εἰς τὰ ἄδυτα τοῦ θυσιαστηρίου εἰσέδυ καὶ τὴν τοῦ θυμιατηρίου σειρὰν διαρπάσας, ἢ ὥς τινες, θεῖον σταυρόν, τὰς βολὰς τῶν πληττόντων ἐδέχετο. ἀλλ' οἱ συνωμόται ἀθρόοι, καὶ οὐ καθ' ἕνα ἐπιδραμόντες, ὁ μὲν κατὰ τῆς κεφαλῆς, ἄλλος κατὰ τῶν σπλάγχνων, καὶ ἄλλος ἀλλαχόθι τοῦ σώματος κατετίτρωσκον. καὶ χρόνον μέν τινα ἀντέσχε τῷ θείῳ σταυρῷ τὰς τῶν ξιφῶν ὁρμὰς ἀπο-

[Leo5.11.40] κρουόμενος· πάντοθεν δ' ὡς θηρίον βαλλόμενος καὶ πρὸς τὰς τρώσεις ἀποκαμὼν τελευταῖον ἕνα τινὰ γιγαντιαῖον ἐπιφέροντα ἰδὼν τὴν πλη- γὴν ὅρκῳ τῆς τῷ ναῷ ἐνοικούσης κατεδέσμει χάριτος καὶ φείσασθαι ἐξελιπάρει. τῆς τῶν Κραμβωνιτῶν οὗτος ὁ γεννάδας ὥρμητο γενεᾶς. ἀλλ' ὅ γε ‘οὐχ ὅρκων’ εἰπών, ‘ἀλλὰ φόνων καιρός’, παίει κατὰ τῆς χειρὸς διανταίαν πληγήν, ὡς μὴ μόνον τῆς κλειδὸς ταύτην ἀποτεμεῖν, ἀλλὰ καὶ τὸ κέρας συναποτεμεῖν τοῦ σταυροῦ· ἀποτέμνει δέ τις αὐτοῦ καὶ τὴν κεφαλὴν ἤδη καταπεπονημένου ταῖς πληγαῖς καὶ ὀκλάσαντος. τοιούτῳ μὲν βίου τέλει ὁ Λέων ἐχρήσατο, κατὰ τὸν Δεκέμβριον μῆνα, ὥρα ἦν ὡς δεκάτη τῆς νυκτός, ἐπ' ἔτη βασιλεύσας ἑπτὰ καὶ μῆνας πέντε, ὠμότατος, εἴπερ τις ἄλλος γεγονὼς καὶ τῶν πρὸ αὐτοῦ πάντων ἀσε- βέστατος, οἷς τήν τε προσοῦσαν αὐτῷ ἐν τοῖς κοινοῖς ἐπιμέλειαν καὶ τὴν ἐν χερσὶ γενναιότητα ἀπημαύρωσε. λέγεται δὲ καὶ φωνὴν οὐρα- νόθεν καταρραγῆναι εὐθὺς τὴν αὐτοῦ κατάλυσιν εὐαγγελιζομένην πολλοῖς. ἧς καί τινες ἀκηκοότες ναυτίλοι τὸν καιρόν τε καὶ τὴν νύκτα καταγραψάμενοι ἐκ τοῦ μετὰ ταῦτα συμπεράσματος εὗρον οὖσαν ἀλη- θινήν.

[Mich2.t] ΜΙΧΑΗΛ Ο ΤΡΑΥΛΟΣ

[Mich2.1] Ἀνῃρημένου δὲ τοῦ Λέοντος οἱ ἀνῃρηκότες σύροντες τὸν τούτου νεκρὸν ἀνηλεῶς διὰ τῶν Σκύλων εἰς τὸν ἱππόδρομον ἐξήγαγον, παντὸς αὐτοῖς περιῃρημένου φόβου διὰ τὸ τὴν βασίλειον αὐλὴν ὅπλοις οἰκείοις πάντοθεν περιφραχθῆναι. κατέσπασαν δὲ τῶν βασιλείων καὶ τὴν αὐτοῦ γαμετὴν σὺν τοῖς τέσσαρσι τέκνοις αὐτῆς, Συμβατίῳ τῷ κατὰ τὴν ἀνάρρησιν μετονομασθέντι Κωνσταντίνῳ, Βασιλείῳ τε, καὶ Γρηγορίῳ συνάμα Θεοδοσίῳ, οὓς καὶ ἀκατίῳ ἐνθέντες πρὸς τὴν Πρώτην νῆσον ἀπήγαγον, κἀκεῖσε τῶν πάντων ἐκτμηθέντων συνέβη τὸν Θεοδόσιον τὴν ἑαυτοῦ καταλῦσαι ζωὴν καὶ ταφῆς τῷ ἰδίῳ κεκοινωνηκέναι πατρί. ὁ δὲ Μιχαὴλ τῆς ἐκ τοῦ παπίου φρουρᾶς ἀνεθείς, ἔτι τοὺς πόδας ἐν σιδηροπέδαις ἔχων κατισχημένους διὰ τὸ τὴν κλεῖν τῶν σιδήρων ἐν τῷ κόλπῳ τοῦ Λέοντος φυλάττεσθαι, οὕτως, ὡς εἶχε, μετὰ τῶν σιδή- ρων ἐπὶ τὸν βασίλειον ἐκάθισε θρόνον καὶ παρὰ πάντων τῶν τέως ὄντων ἐν τῷ παλατίῳ ἀναγορευθεὶς προσεκυνήθη. ἤδη δὲ καὶ μεσούσης ἡμέρας τῆς φήμης πανταχοῦ διαδραμούσης, τῶν δεσμῶν θλασθέντων ὑπὸ σφύρας βιαίως, οὐ χεῖρας ἀπονιψάμενος, οὐ τὸν τοῦ θεοῦ φόβον ἐπὶ νοῦν εἰληφώς, οὐκ ἄλλο οὐδὲν τῶν δεόντων πράξας πρὸς τὸν μέγαν τῆς Σοφίας ναὸν προελήλυθε, χειρὶ τοῦ πατριάρχου στεφθῆναι γλιχό- μενος καὶ τῆς πανδήμου τυχεῖν ἀναρρήσεως, ἐκείνοις μόνοις θαρρῶν τοῖς συνωμόταις τοῖς ἐξηνυκόσι τὸν φόνον. ἔνθα καί τις ἀμφοτέρων θαυμάσειε τὸ κακόγνωμον, τοῦ μὲν ἀπελθόντος, ὅπως οὐδένα ἔσχε τὸν βοηθοῦντα ἐκ τῶν τοσούτων καὶ τηλικούτων κολάκων, ἑρπετῶν δίκην ἁπάντων καταδεδυκότων εἰς χηραμούς, τοῦ δὲ μετ' ἐκεῖνον τὸ ἀναιδὲς καὶ ἀναίσχυντον, ὅστις τὴν ἐκκλησίαν εἰσῄει οὐχ ὥς τις φονεύς, ἢ δή- μιος, ᾑμαγμένας ἔχων τὰς χεῖρας, ἀλλ' ὥσπερ τις ἀθλοφόρος καὶ νικη- τὴς ἐπὶ τῷ γεγονότι γαννύμενος, ἐμφύλιον ἐκχέας αἷμα οὐκ ἐπὶ τοῦ τυχόντος τόπου, ἀλλ' ἐν τῷ θείῳ θυσιαστηρίῳ, ἔνθα τὸ δεσποτικὸν καθ' ἡμέραν ἐκχέεται τῶν ἡμετέρων ἕνεκεν λύτρον ἁμαρτιῶν.

[Mich2.2] Τοῦτον τὸν Μιχαὴλ ἤνεγκε μὲν ἡ κατὰ τὴν ἄνω Φρυγίαν πόλις Ἀμώριον οὕτω καλουμένη. ἐν ᾗ Ἰουδαίων καὶ Ἀθιγγάνων καὶ ἑτέρων ἀσεβῶν πλῆθος ἔκπαλαι τῶν χρόνων ἐγκατοικίζεται. καί τις δὲ αἵρεσις ἐκ τῆς ἀλλήλων κοινωνίας καὶ διηνεκοῦς ὁμιλίας καινὸν ἔχουσα τὸν τρόπον καὶ ἀλλόκοτα δόγματα ἐπιφύεται, ἧς καὶ αὐτὸς μέτοχος ἦν, πατροπαράδοτον θρησκείαν ἀποπληρῶν. αὕτη τοῦ μὲν θείου λουτροῦ καὶ σωτηριώδους τοὺς τελουμένους μεταλαγχάνειν ἀνίησι, τἆλλα δὲ πάντα σῴζει φυλάττουσα κατὰ τὸν νόμον τὸν Μωσαϊκόν, πλὴν τῆς περιτομῆς. εἶχε δὲ διδάσκαλον ὁ Μιχαὴλ καὶ οἷον ἔξαρχον, ὑπ' αὐτοῦ μεμυσταγωγημένος, Ἑβραῖόν τινα ἢ Ἑβραΐδα κατὰ τὸν ἑαυτοῦ οἶκον, οὐ μόνον τὰ ψυχικά, ἀλλὰ δὴ καὶ τὰς κατ' οἶκον οἰκονομίας αὐτὸν ἐκ- παιδεύοντα. ὑφ' οὗ προληφθεὶς οὐδὲν ἀκέραιον ἔσῳζεν, ἀλλ' ἦν ἀπιστίας τις σύνοδος τά τε Χριστιανῶν παραχαράξας, τὰ Ἰουδαίων κιβδηλεύσας καὶ τἆλλα παρανοθεύσας, καὶ τοιοῦτος τὴν πίστιν γενόμενος ποικίλος τε καὶ πολύμορφος, ὁποῖά φασι τὰ ἐν Λιβύῃ γίνεσθαι θηρία διὰ τὴν τοῦ ὕδατος ἔνδειαν συναγόμενα καὶ ἀλλήλοις ἐπιμιγνύμενα. οἷς δὴ καὶ εἰς τὴν βασίλειον ἀναχθεὶς ἀρχὴν ἐσεμνύνετό τε καὶ ὡραΐζετο, ἢ τῷ διαδήματι καὶ τῇ ἁλουργίδι, λόγον δὲ καὶ μάθησιν, ὡς τὰ αὐτοῦ ἀνατρέποντα καὶ δυνάμενα μεταδιδάσκειν τὰ κρείττονα, ἀπεβάλλετο καὶ ἠτίμαζεν. ἐτίμα δὲ τὰ οἰκεῖα διαφερόντως. τὰ δὲ ἦν, συῶν μὲν τῶν ἀρτιτόκων προλέγειν, ὅσοι τε ἔσονται εὐτραφεῖς καὶ σωμάτων μεγέθους οὐκ ἀμοιρήσουσι, καὶ ὅσοι τοῖς ἐναντίοις περισχεθήσονται, καὶ ἵππων μὲν ἐγγὺς ἑστάναι τῶν λακτιζόντων εἰδέναι, ὄνους τε τοὺς λακτίζοντας ὡς πορρωτάτω ἐκτρέπεσθαι εὐφυῶς. ἡμιόνων τε κριτὴς ἄριστος ἦν καὶ τούτων, ὅσοι μὲν πρὸς φόρτον ἐπιτήδειοί εἰσι διακρίνειν, ὅσοι δὲ τοὺς ἐπιβάτας εὐφόρως φέρειν δύνανται, καὶ μή τινι πτοίᾳ περιδεεῖς γινόμενοι ἐκτραχηλίζοιεν. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἵππους ὀφθαλμῶν μόναις διακρίνειν ἐπιβολαῖς, ὅσοι τε πρὸς δρόμον εὔτονοι καὶ ταχεῖς, καὶ ὅσοι πρὸς πόλεμον τὸ καρτερικὸν διασῴζουσι· προβάτων τε καὶ βοῶν εὐτοκίας, καὶ τὴν τοῦ γάλακτος ὅσαι δαψίλειαν ἐκ φύσεως ἔλαχον· τῶν τε ἀρτιγενῶν γεννημάτων εἰδέναι διακρίνειν, ποῖον ὁποίας ἐστὶ μητρός. καὶ τὰ μὲν τῆς πρώτης ἡλικίας, εἰπεῖν δὲ καὶ τῆς τελευταίας ταῦτα δὴ τὰ μαθήματα καὶ σεμνολογήματα.

[Mich2.3] Ὡς δὲ ἤκμαζεν ἤδη, τὸν πένητα βίον διαθλῶν ἤδη καὶ καρτερῶν, ἔσπευδε τοῦτον πάσῃ ἀποτρέψασθαι μηχανῇ. καί ποτε τῷ ἑαυτοῦ παραστὰς στρατηγῷ ἑαυτὸν ὑπέφαινε τῇ τῆς γλώττης τραυλότητι τὸν ἄρχοντα ἐκκαλούμενος. τῶν δέ τις Ἀθιγγάνων, γνωστὸς ὑπάρχων τῷ στρατηγῷ, αὐτόν τε τοῦτον τὸν Μιχαὴλ καί τινα ἕτερον περιβοήτους ἔσεσθαι μετ' οὐ πολὺ διηγόρευε καὶ βασιλείας αὐτῆς ἐπιτυχεῖν οὐκ ἐν μακρῷ τῷ χρόνῳ. τούτοις ὁ στρατηγὸς τὴν ψυχὴν ἐκθερμανθείς, καὶ τὸ μέλλον ὥσπερ ἐνοπτριζόμενος οὐκ ἔγνω βραδυτῆτι παρώσασθαι τὸν καιρόν, οὗ πάλιν τυχεῖν οὐ ῥᾴδιον. τράπεζα οὖν παραχρῆμα, καὶ τοὺς ἄλλους πάντας καταλιπὼν τοὺς καὶ γένει καὶ ἀξιώμασι διαφα- νεστέρους, τούτους δὴ τοὺς ἄνδρας εἰς ἑστίασιν συγκαλεῖ, καὶ τοῦ πότου ἀκμάζοντος τὰς θυγατέρας ἄγων ἐδίδου τοῖς ξένοις ὁ στρατηγὸς καὶ νυμφίους ἔχειν καθωμολόγει, τῷ ξένῳ μὲν καὶ παραδόξῳ τοῦ πράγ- ματος ἐν ἐκστάσει πρότερον γινομένους, ἀποδεχομένους δὲ ὅμως καὶ συγκατατιθεμένους καὶ θεοῦ ἔργον τὸ τοιοῦτον, οὐκ ἀνθρώπου ὁμολο- γοῦντας. ἀλλὰ ταῦτα μὲν ἐπράττετο οὕτως. τὴν δὲ τοῦ ῥηθέντος Ἀθιγ- γάνου φωνὴν ὥς τινα θείαν πρόρρησιν ἐνηχηθεὶς ὁ Μιχαήλ, δεύτερον δ' οἰωνὸν εἰληφὼς καὶ τὴν κατὰ τὸ Φιλομίλιον τοῦ μοναχοῦ προαγόρευσιν, ὡς ἤδη φθάσαντες εἴπομεν, τῷ τοῦ Λέοντος φόνῳ ἰταμώτερον ἐπέθετο καὶ θρασύτερον, κακὸς μὲν περὶ τὸν πρῶτον εὐεργέτην φανείς, ἐκεῖνον δὴ τὸν εἰρημένον Βαρδάνιον, κακίων δὲ περὶ τὸν δεύτερον, φημὶ δὴ τὸν Λέοντα, ὃς καὶ τὸν υἱὸν αὐτοῦ ἐκ τοῦ θείου βαπτίσματος υἱοθετησά- μενος ἦν. ὅμως δὲ καὶ τὸν Λέοντα οἰκτίστῳ θανάτῳ κατεργασάμενος ἀπόμοιράν τινα χορηγίας τοῖς τοῦ Λέοντος ἐναποτάττει παισὶ καὶ τῇ τούτων μητρὶ ἐκ τῶν δημευθέντων κτημάτων αὐτοῦ, καί τινας τῶν

[Mich2.3.26] ἑαυτοῦ παίδων πρὸς ὑπηρεσίαν αὐτοῖς δωρησάμενος, καὶ τὴν μὲν τοῦ Λέοντος γαμετὴν εἰς τὴν μονὴν τὴν οὕτω λεγομένην τῶν Δεσποτῶν ἐνασφαλίζειν κελεύσας, τοὺς ἄρρενας δὲ τῶν παίδων ἐν τῇ Πρώτῃ νήσῳ, ὡς εἴρηται. ὧν κατ' αὐτὴν εὐνουχισθέντων Θεοδόσιος μὲν ἀπεβίω, Κωνσταντῖνος δ' ὁ μετονομασθεὶς Βασίλειος ἀφωνίᾳ συσχεθεὶς μετὰ τὸν εὐνουχισμὸν ἐδεῖτο μὲν τοῦ θεοῦ τὴν ἑαυτοῦ λυθῆναι φωνήν, ἐδεῖτο δὲ καὶ τοῦ ἐν θεολογίᾳ περιωνύμου Γρηγορίου ἐκεῖσέ που ἀνεστηλωμένου τυγχάνοντος. ὑπήκουσεν οὖν τῆς αὐτοῦ δεήσεως ὁ ἅγιος καὶ ὡράθη τῷ Κωνσταντίνῳ φάσκων ὁ θεῖος τύπος ‘κατὰ τὸν ὄρθρον τουτονὶ τὸν κηρὸν λαβὼν ἀνάγνωθι.’ ὁ δὲ πιστεύσας τοῖς λεγομένοις, εἰσελθὼν ἀνέγνω λαμπρᾷ καὶ καθαρωτάτῃ φωνῇ τὸ ‘πάλιν Ἰησοῦς ὁ ἐμός.’ τῆς φωνῆς δὲ λυθείσης αὐτοῦ τήν τε πατροπαράδοτον ἐβδελύξατο ἄνοιαν καὶ περὶ τὰς θείας εἰκόνας τὴν εὐγνωμοσύνην μετέθετο. ἀλλὰ ταῦτα μὲν χρόνῳ ὕστερον.

[Mich2.4] Ἤδη δὲ τὴν αὐτοκράτορα τοῦ Μιχαὴλ ἐπανελομένου ἀρχὴν καὶ τὰ κατ' αὐτὴν ὡς ἐβούλετο διοικοῦντος ἐπιστολὴν ὁ ἀοίδιμος Νικη- φόρος ὁ πατριάρχης ἐκπέμπει παρακαλῶν ἀπολαβεῖν τὸν ἀσπασμὸν τὰς θείας εἰκόνας καὶ ἀνάκλησιν γενέσθαι τῆς εὐσεβείας. ἀλλ' ὁ Μιχαὴλ ἀπεκρίνατο μήτε τι κακουργήσων ἐλθεῖν τῶν περὶ πίστεως ἐκτεθειμένων, μήτε μὴν τῶν ἤδη παραδοθέντων καὶ ἀνομολογηθέντων καταδρομήν τινα ἐργάσασθαι καὶ καθαίρεσιν. ‘ἕκαστος οὖν,’ φησί, ‘τὸ δοκοῦν αὐτῷ ποιείτω καὶ ἐφετόν, ἀπαθὴς πόνων καὶ ἄγευστος λύπης διατελῶν.’ πλὴν οὐ μέχρι τέλους ταύτην ἐτήρησε τὴν προαίρεσιν ὁ μηδὲ τὴν ἀρχὴν ἀληθὴς Χριστιανὸς γεγονώς, ἀλλ' ὅσον τὰ τῆς βασιλείας αὐτῷ ἐκρατύνετο, τοσοῦτον κακοδαίμονι φύσει καὶ ὠμοτάτῃ τὸν κατὰ τῶν Χριστιανῶν καὶ τῶν ὁμοφύλων ἀνερρίπιζε πόλεμον, νῦν μὲν τοὺς μονα- χοὺς διαπτύων καὶ παντοίοις περιβάλλων δεινοῖς καὶ ποιναῖς ἐξευρίσκων ποινάς, νῦν δὲ τοὺς ἄλλους πιστοὺς ἐγκλείων φρουραῖς καὶ ὑπερορίους τιθείς. ἐντεῦθεν καὶ Μεθόδιον τὸν μετὰ βραχὺ πατριαρχικοῦ θρόνου ἀξιωθέντα καὶ Εὐθύμιον τὸν τηνικαῦτα τῶν Σάρδεων προεδρεύοντα, τῷ αὐτοῦ θελήματι μὴ ὑπείκοντας, μηδὲ τὴν τῶν θείνω εἰκόνων ἐξαρνουμέ- νους τιμήν, τῆς πόλεως ἐξωθεῖ καὶ τὸν μὲν θεῖον Μεθόδιον φυλακῇ παρα- δίδωσι κατὰ τὴν νῆσον τοῦ Ἀκρίτα, τὸν δὲ μακαρίτην Εὐθύμιον διὰ Θεοφίλου τοῦ οἰκείου υἱοῦ θανάτῳ παραδίδωσι, βουνεύροις τυπτόμενον ἀφειδῶς. ὅσῳ δὲ τὴν Χριστοῦ κληρονομίαν ἐπίεζε, τοσούτῳ τοὺς Ἰουδαί- ους ἀνέτους φόρων καὶ ἐλευθέρους ἐτίθει, ἀγαπωμένους καὶ στεργομένους αὐτῷ τῶν ἄλλων ἀνθρώπων διαφερόντως. προὐβάλλετο δ' ὥσπερ τι προκέντημα καὶ ἀρχέτυπον τοῦ οἰκείου βίου πρὸς μίμησιν τὸν τοῦ Κοπρωνύμου βίον, καὶ τοῦτον μιμεῖσθαι εἰς ἄκρον ἐσπούδαζε. διὸ καὶ πρὸς τὴν ἀκρόπολιν ἔφθασε τῆς ἀσεβείας ἄρτι μὲν σάββατον νηστεύειν νομοθετῶν, ἄρτι δὲ κατὰ τῶν θείων προφητῶν τὴν γλῶσσαν ἐξακονῶν, ἄρτι δὲ τὴν μέλλουσαν ἀνάστασιν ἀθετῶν καὶ τὰ ἐκεῖθεν ἐπηγγελμένα ἀγαθὰ διασύρων διάβολόν τε ὅλως μὴ εἶναι ἰσχυριζόμενος, ἅτε μηδ' ὑπὸ Μωσέως τούτου παραδεδομένου. πορνείαν δὲ κατησπάζετο, καὶ τὸν ἐπὶ πᾶσι δεῖν ὀμνύναι θεὸν ἐνομοθέτει, καὶ τὸν Ἰούδαν ἀκολάστῳ γλώσσῃ τάττων μετὰ τῶν σῳζομένων. τὴν ἑορτὴν τοῦ σωτηρίου πάσχα κακῶς καὶ παρὰ καιρὸν χλευάζων τιμᾶσθαι, καὶ ὡς Ἑλληνικὴν τάχα παίδευσιν διαπτύων, τὴν ἡμετέραν καὶ θείαν παίδευσιν τοσοῦτον ἀποστρεφόμενος, ὡς μηδὲ τοὺς νέους παιδοτριβεῖσθαί που συγχωρεῖν, ἵνα μήτε τῇ αὐτοῦ ἀλογίᾳ ἀντιστῆναί τις ἔχοι ποτὲ καὶ διελέγξαι, μήτε πάλιν τῷ τάχει τῶν ὀφθαλμῶν καὶ τῇ τῆς γλώττης ῥύμῃ φερόμενος διὰ τῆς παιδεύσεως τὰ δευτεραῖα τοῦτον φέρειν καταναγκάσειε. τοσοῦτον γὰρ ἤργει πρὸς τὴν μίξιν τῶν γραμμάτων ἐκεῖνος καὶ τὴν τῶν συλ- λαβῶν ἀνάγνωσιν, ὡς ῥᾷον ἄν τις διῆλθε βιβλίον ἢ αὐτὸς τῇ βρα- δυτῆτι τοῦ νοῦ τὰ τοῦ οἰκείου στοιχεῖα ὀνόματος. ἀλλὰ ταῦτα μὲν παρείσθω, ὡς καὶ ἄλλοις ἱκανῶς ἐστηλιτευμένα, ἡ δ' ἱστορία ἐχέσθω τῶν ἐφεξῆς.

[Mich2.5] Κατὰ γὰρ τὸν καιρὸν τοῦτον ὁ ἐμφύλιος πόλεμος ἀρχὴν εἰληφὼς ἐξ ἀνατολῆς παντοίων ἐνέπλησε τὴν οἰκουμένην κακῶν, φθόρον δὲ πολὺν τῶν ἀνθρώπων, καὶ παρὰ τοῦτο ὀλιγανδρίαν εἰργάσατο. Θωμᾶς ἦν τῆς ἀποστάσεως ἔξαρχος, περὶ οὗ διττοὶ φέρονται λόγοι, ὧν ὁ μὲν εἷς ὁρμᾶσθαι τοῦτόν φησιν ἐξ ἀσήμων γονέων καὶ πενιχρῶν καὶ τὸ γένος βαρβάρων, ἐπὶ πολὺ δὲ πενίᾳ συζῆν διὰ τῆς τῶν χειρῶν ἐργα- σίας τὰ πρὸς τὸ ζῆν ποριζόμενον, ἐνίοτε δὲ καὶ θητεύοντα. εἶτα τὴν ἐνεγκοῦσαν ἀπολιπόντα καὶ πρὸς τὴν μεγαλόπολιν ταύτην πεφοιτη- κότα καί τινι τῶν συγκλητικῶν εἰς ὑπηρεσίαν προσληφθέντα ἐς τοσοῦ- τον ἀκολασίας ἐληλακέναι καὶ ὕβρεως, ὡς καὶ αὐτὴν κατατολμῆσαι τὴν δεσποτικὴν καθυβρίσαι εὐνήν. καὶ ἐπεὶ ἐφωράθη, μὴ οἷός τε ὢν τὰ ὀνείδη φέρειν, δεδοικὼς δὲ καὶ τὰς ἐπηρτημένας τοῖς τῶν τοιούτων ποι- νὰς τολμηταῖς, φυγὰς πρὸς τοὺς Ἀγαρηνοὺς γίνεται. καὶ τούτοις πίστιν ἱκανὴν δεδωκὼς ἔκ τε τοῦ καταλλήλαις χρῆσθαι πράξεσι καὶ ἐκ τοῦ χρόνῳ βεβαιῶσαι τὰ ἔργα (ἔτος γὰρ πέμπτον καὶ εἰκοστὸν διηνύσθη τούτῳ ἐν τῇ πρὸς ἐκείνους διατριβῇ) καὶ ἐκ τοῦ τὴν ἱερὰν τῶν Χριστια- νῶν ἀπομόσασθαι θρησκείαν καὶ τῇ τοῦ ἐπαράτου προστεθῆναι Μωάμεθ, πολεμικῆς τινος φάλαγγος ἀποδείκνυται ἀρχηγὸς καὶ κατὰ Χριστιανῶν ἐκπέμπεται τὴν τῶν Ῥωμαίων βασιλείαν ὑπὸ τὴν αὐτῶν χεῖρα θεῖναι καθυποσχόμενος. καὶ ἵνα μή τινα ὡς ἀλλόφυλος καὶ ἀλλόπιστος ἐμπο- δισμὸν ἔχῃ ἀπιστούμενος ὑπὸ Ῥωμαίων, Κωνσταντῖνον ἑαυτὸν ἐπεφή- μιζεν εἶναι τὸν τῆς Εἰρήνης υἱόν, ὃν ἡ μήτηρ διὰ τὸ κακόνουν καὶ τὸ τοῦ τρόπου ὕπουλον καὶ κακόηθες πάλαι μετὰ τῆς βασιλείας καὶ τῶν ὀφθαλμῶν ἀπεστέρησε, τηνικαῦτα δὲ καὶ τὸν βίον ἐτύγχανε καταστρέ- ψας. ἐπεὶ δὲ τὸ τῶν πράξεων μέγεθος καὶ αἱ βόσκουσαι τοῦτον ἐλπί- δες κοινωνόν τινα τῶν πραγμάτων ἀπῄτουν (οὐ γὰρ ἂν ἄλλως οἶός τε ἦν τὰ πράγματα κυβερνᾶν μόνος καὶ κατὰ γῆν ἐπιχειρήσας καὶ θάλασσαν), εἰσποιεῖταί τινα υἱὸν τῇ διαμορφώσει τοῦ σώματος τὴν τῆς ψυχῆς δηλοῦντα ἀπόνοιαν. τοῦτον Κωνστάντιον μετονομάσας καὶ χεῖρα ἀρκοῦσαν παρεσχηκὼς πρὸς ἕτερον μέρος ἀπέστειλε, τὰ Ῥω- μαίων ἄγειν καὶ φέρειν προστάξας. αὐτός τε καθ' ἕτερον ἐπῄει κείρων καὶ κατακόπτων τὰ ἐν ποσί. Λέων τότε καιροῦ ὁ ἐξ Ἀρμενίας τὰς τῆς βασιλείας κατεῖχεν ἡνίας. ὃς δύναμίν τινα κατ' αὐτοῦ ἐκπέμψας οὐκ ἀξιόλογον καὶ τοῖς ὅλοις σφαλεὶς θρασύτερον αὐτὸν καὶ ἐπὶ πλέον ὁρμητικὸν ἀπειργάσατο. καὶ ὁ μὲν πρῶτος καὶ πολὺς οὕτως ἔχειν περὶ τῆς τοιαύτης κινήσεως πιστεύεται λόγος. ἅτερος δὲ τοῦτον εἶναί φησι τὸν Θωμᾶν τὸν τῷ Βαρδανίῳ πάλαι συνόντα, περὶ οὗ καὶ ὁ ἐν Φιλο- μιλίῳ μοναχὸς τὴν πρόρρησιν ἀπεφοίβασε, παρὰ τοῦ βασιλέως δὲ Λέοντος ἀναχθέντα εἰς τὴν ἀρχὴν τοῦ τῶν φοιδεράτων τάγματος. ὃς ἐπεὶ μεμαθήκοι τὸν Λέοντα ὑπὸ τοῦ Μιχαὴλ ἀνῃρῆσθαι, ἐκδικῶν τάχα τὸν εὐεργέτην, ὁμοῦ δὲ καὶ θυμὸν ἴδιον ἐμπιπλάς (ἐτύγχανε γάρ πως ἐξ ἡλικιωτῶν διαφερόμενος πρὸς τὸν Μιχαήλ), ἅμα δὲ καὶ τὰς περὶ αὐτοῦ τοῦ ἐν τῷ Φιλομιλίῳ μοναχοῦ προρρήσεις φοβούμενος, χεῖρα ἐναντίαν κινεῖ τοῦ τῶν Ἀνατολικῶν ἀρξάμενος θέματος, ὅπῃ δὴ καὶ διέτριβε, δύναμιν οὐκ ἀσθενῆ τινα καὶ μικράν, ἀλλὰ βαρεῖαν καὶ ἀνδρώδη συνηθροικώς, πάντα τὸν ὅπλον τὸ ὁτιοῦν κινεῖν δυνάμενον ἕπεσθαί οἱ

[Mich2.5.47] καταναγκάσας, ὃν μὲν βίᾳ, ὃν δὲ φιλίᾳ τῇ πρὸς αὐτόν, ὃν δὲ καὶ ἐλπίδι διαρπαγῆς λαφύρων, ὃν δὲ καὶ τῷ πρὸς τὸν Μιχαὴλ μίσει. ἐτύγχανε γὰρ οὗτος ὑπὸ πάντων διὰ σκαιοτροπίαν μισούμενος καὶ διὰ τὸ τῆς τῶν Ἀθιγγάνων θιασώτης εἶναι αἱρέσεως καὶ διὰ τὴν τῆς γλώττης τραυλό- τητα καὶ διὰ ἀνανδρίαν καὶ μαλακίαν συμπεισθέντων αὐτῷ συστρα- τεύεσθαι. ὁ Θωμᾶς δέ, εἰ καὶ θάτερον τῶν ποδῶν εἶχε πεπηρωμένον καὶ τὸ γένος βάρβαρος ἦν, ἀλλ' οὖν τῇ γε πολιᾷ αἰδέσιμος ἐτύγχανεν ὢν καὶ τὸ εὐπροσήγορον καὶ ἀστεῖον εἶχεν, ἅπερ φιλεῖ ὁ στρατιώτης λεώς, καὶ τῶν κατὰ γενναιότητα σώματος οὔ τινος ἐφαίνετο δεύτερος. οὗτος τοίνυν ὁ Θωμᾶς πᾶσαν τὴν ἕω παραλαβὼν καὶ τοὺς τῶν δημοσίων πράκτορας φόρων ὑφ' ἑαυτὸν ποιησάμενος καὶ μεγαλοφροσύνῃ καὶ ἐπι- δόσει ἄκρᾳ χρησάμενος πολὺς ἐκ μικροῦ γέγονε καὶ ἐξ ἀσθενοῦς ἰσχυ- ρός. τοὺς μὲν γὰρ ἦγε πειθοῖ καὶ φιλίᾳ, ὁπόσοις ὁ τῶν καινῶν πραγ- μάτων καὶ τοῦ φιλοπλουτεῖν ἔρως ἐνῆν, τοὺς δὲ ἀνάγκῃ καὶ βίᾳ ὑπήγετο, ὅσοις δὴ τὰ τῶν ἐμφυλίων στάσεων κακὰ ἐμισεῖτο. ἐντεῦθεν οἱ ἐμφύλιοι ἀναρρηγνύμενοι πόλεμοι καὶ οἷόν τινες ποταμοῦ καταρράκται φερό- μενοι οὐχ ὕδασιν, ἀλλ' αἵμασι τὴν γῆν κατέκλυζον. πᾶσα μὲν οὖν ἡ Ἀσία πορθουμένη καὶ ληϊζομένη ἐδυσθανάτα, τῶν ἐν αὐτῇ πόλεων τῶν μὲν προστιθεμένων τῷ Θωμᾷ διὰ τὸν φόβον, τῶν δ' ὅσαι τὰ πιστὰ τῷ κρατοῦντι ἐτήρουν λεηλατουμένων καὶ ἀνδραποδιζομένων. καὶ τὰ μὲν τῆς Ἀσίας ἅπαντα ὑπήκοα γέγονε τῷ ἀποστάτῃ ἐξῃρημένου τοῦ θέματος τοῦ Ὀψικίου (τούτου γὰρ στρατηγῶν ὁ Κατάκυλας διετήρη- σεν ἄχρι τέλους τῷ βασιλεῖ εὔνοιαν), ἔτι δὲ καὶ τοῦ τῶν Ἀρμενιακῶν. καὶ τοῦτο γὰρ τὸ θέμα, στρατηγὸς ὢν ἐν αὐτῷ ὁ Ὀλβιανός, εὔνοιαν ἐτήρησε τῷ βασιλεῖ. οἷς τισιν ἀπονέμων ἀμοιβὰς ὁ βασιλεὺς τὸ εἰς τὸ βασιλικὸν ταμιεῖον εἰσαγόμενον δημόσιον τέλος, ὃ καπνικὸν καλεῖν εἰώθασιν, ἐδωρήσατο.

[Mich2.6] Μανθάνουσι δὲ τοῖς Ἀγαρηνοῖς τὴν ἐμφύλιον στάσιν χαίρειν ἐπῄει καὶ σκιρτᾶν. καιροῦ γὰρ λαβόμενοι πᾶσαν νῆσον καὶ χώραν κατέ- τρεχον ἀδεῶς. δείσας οὖν ὁ Θωμᾶς, ὡς μὴ πτοηθέντες οἱ σὺν αὐτῷ στρα- τιῶται τὴν τῶν Ἀγαρηνῶν ἔφοδον, λείαν, ὡς εἴρηται, ποιουμένων πάντα τὰ ἐν ποσὶ καὶ αἰχμαλωτιζόντων τὰ προστυχόντα, καταλιπόντες αὐτὸν οἰχήσονται, δέον ἐγνώκει τέως ἀναχαιτίσαι τὴν αὐτῶν ὁρμὴν δι' ἐπι- φανείας αὐτοῦ καὶ τῷ πλήθει τῶν ἑπομένων δυνάμεων ἐκπλῆξαί τε καὶ πρὸς εἰρήνην πανούργως αὐτοὺς ἐκκαλέσασθαι. ὃ καὶ συνέβη. ἄρτι γὰρ τοῖς Σαρακηνοῖς τὴν ἕω ληϊζομένοις αἰφνίδιος ἐπιφανεὶς ἐξέπληξε καὶ εἰς λόγους ἐλθὼν ἐσπείσατο ὑποσχόμενος προδοῦναι τούτοις τὰ Ῥω- μαίων ὅρια καὶ τὴν αὐτῶν αὐτοῖς ὑποχείριον θέσθαι ἀρχήν. ἀπαλλαγεὶς δὲ τοῦ ἀπὸ τούτων δέους βασιλέα ἑαυτὸν ἀνεῖπε καὶ διάδημα τῇ κεφαλῇ περιέθετο καὶ αὐτοκράτωρ ἐν Ἀντιοχείᾳ ἀναγορεύεται παρὰ τοῦ τηνι- καῦτα τὴν ἐκεῖσε ποιμαίνοντος ἐκκλησίαν Ἰώβ. χεῖρα δὲ πολλὴν αὐτός τε συλλέγει καὶ παρὰ τῶν Ἀγαρηνῶν λαμβάνει, οὐ μόνον δὴ τῶν προσ- οίκων ἡμῖν, ἀλλὰ καὶ τῶν ἐκ τῆς περαίας Αἰγυπτίων, Ἰνδῶν, Περσῶν, Ἀσσυρίων, Ἀρμενίων, Χάλδων, Ἰβήρων, Ζεχῶν καὶ Καβείρων. τούτοις ἅπασι κατοχυρωθεὶς καὶ ἑαυτὸν περιφράξας ἄριστον ἐνόμισεν εἶναι καὶ βοηθὸν καὶ συνεργὸν τῆς ἀρχῆς προσλαβέσθαι τήν τε ἑαυτοῦ κλῆσιν ἀλλάξασθαι καὶ υἱὸν εἰσποιήσασθαι.

[Mich2.7] Ἐκεῖθεν ὁρμηθεὶς ἅπασαν ἐδῄου καὶ ἐπόρθει τὴν ἀνατολήν. ἃ δὴ ὁ βασιλεύων ἀκηκοὼς καὶ αὐτὸς πρὸς ἀντιπαράταξιν ηὐτρεπίσθη. καὶ στρατιὰν καὶ στρατηγὸν οὐκ ἀξιόμαχον πρὸς αὐτὸν ἀποστέλλει, ᾗ τινι συρραγεὶς ὁ Θωμᾶς ἄρδην ἠφάνισε, μέρος μὲν τῆς δυνάμεως ἀνε- λών, τὸ δ' ἄλλο τρεψάμενος εἰς φυγήν. καὶ λοιπὸν ἀδείας τυχὼν διέθετο τὰ καθ' ἑαυτὸν κραταιότερον, ναῦς ἐξαρτύων πολεμικὰς καὶ ἑτέρας σιταγωγοὺς καὶ ἱππαγωγούς. γίνεται δὲ καὶ τοῦ βασιλικοῦ στόλου κύριος καὶ πρὸς τὴν Λέσβον ἅπαν ἀθροίζει τὸ ναυτικόν. αὐτὸς δὲ ὀκτὼ μυριάδων κατάρχων στρατοῦ ἐπὶ Ἄβυδον ᾔει, ὡς ἐκεῖθεν εἰς τὴν περαί- αν διαβησόμενος, καὶ πάντα τὰ ἐν παρόδῳ καταδραμὼν καὶ σποδὸν ποιήσας οὐ τὰ ταπεινὰ καὶ εὐχείρωτα, ἀλλὰ καὶ τὰ ἐπικαιρότατα καὶ δυσάλωτα. ἦν δέ τι χωρίον ἐρυμνὸν τὴν ἐς τὸν βασιλέα πίστιν τηροῦν· ἐπ' αὐτὸ τὸν εἰσποιητὸν ἐκπέμπει υἱόν. ὁ δὲ θρασέως ἱππαζόμενος καὶ ἀτάκτως, τῷ οἴεσθαι γυμνὸν ἀντιπάλων εἶναι τὸ χωρίον, λόχῳ δή τινι περιπίπτει τοῦ Ὀλβιανοῦ καὶ τὴν κεφαλὴν ἀποτμηθεὶς ἔμαθε μὴ θρασύ- νεσθαι. τὴν μὲν οὖν κεφαλὴν τοῦ δειλαίου ἐκείνου ἔπεμψε τῷ βασιλεῖ ὁ Ὀλβιανός, οὗτος δὲ πάλιν Θωμᾷ τῷ ἐκείνου πατρὶ μετὰ φρυάγματος βαίνοντι καὶ μεγαλαυχουμένῳ. ἥνπερ οὗτος δεξάμενος καὶ κατὰ μηδὲν τοῦ φρονήματος ὑπενδοὺς πρὸς τὴν Θρᾴκην ἀπὸ τοῦ χωρίου, ὃ καλοῦσιν Ὁρκώσιον, περαιοῦται νύκτα κατατηρήσας συνοδικήν. ἔμελε δὲ περὶ τούτου καὶ πρὸ τούτου τῷ Μιχαὴλ καὶ τὴν ἐκείνου προλαβὼν περαίωσιν αὐτὸς τάς τε πόλεις ἀνελάμβανε καὶ τοὺς στρατιώτας ἐστήριζε καὶ τὰ ἀσθενῆ τῶν χωρίων ὠχύρου, κἂν μηδὲν ἐκ τῆς τοιαύτης σπουδῆς ἀπώ- νατο, ἅμα τῇ ἐκείνου πρὸς τὴν πόλιν ὑποστροφῇ καὶ τῇ τοῦ Θωμᾶ περαιώσει πάντων τὴν ἐκείνου πίστιν ἀπαρνησαμένων καὶ προσκεχω- ρηκότων τῷ ἀποστάτῃ καὶ μετ' αὐτοῦ στρατεύεσθαι κατὰ τῆς βασι- λίδος προθυμουμένων.

[Mich2.8] Ὁ δὲ βασιλεὺς κατὰ τὸ ἐγχωροῦν στρατὸν ἀγηοχὼς καὶ δύνα- μιν τῷ δοκεῖν ἀξιόλογον συστησάμενος, στρατηγούς τε ἐπιστήσας αὐτῇ τόν τε ῥηθέντα Κατάκυλαν καὶ τὸν Ὀλβιανόν, ἐπαφίησι κατὰ τοῦ τυράννου. ἐπεμελεῖτο δὲ καὶ τῶν κατὰ θάλασσαν, ὡς ἀνυστὸν ἦν. ὥσπερ δέ τις χείμαρρος ἐξ ὑψηλῶν ὀρέων ὁ τύραννος ἐπελθὼν τήν τε κατὰ χέρσον δύναμιν καὶ τὴν κατὰ θάλασσαν διεσκέδασε καὶ τοσαύτην ἐνέ- θηκε πτοίαν τῷ βασιλεῖ, ὡς καὶ σιδηρᾶν ἅλυσιν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὸ καταντικρὺ πολίχνιον ἀποτεῖναι, τὴν ἔσωθεν ἄβατον τηροῦσαν θάλασσαν. ἦν δέ τις ἀνὴρ στρατηγὸς ὑπερόριος ἐν Σκύρῳ τῇ νήσῳ (μία δὲ αὕτη τῶν Κυκλάδων), ἀδελφιδοῦς μὲν τυγχάνων Λέοντος τοῦ βασιλέως, τούτου δὲ ἀναιρεθέντος παρρησιασάμενος πολλάκις καὶ τὸν Μιχαὴλ εἰς πρόσωπον ὀνειδίσας διὰ τὸν φόνον καὶ διὰ τοῦτο τὴν ὑπερ- ορίαν κατακριθείς. τοῦτον προσεταιρισάμενος ὁ Θωμᾶς στρατεύματός τινος κατὰ γῆν ὡσεὶ χιλιάδων δέκα ἀναδείκνυσι στρατηγόν. καὶ τὸν κατὰ θάλατταν δὲ στόλον εὐτρεπισάμενος καὶ ἕτερον αὐτῷ ἐπιστήσας στρατηγόν, οἷόν τινας προδρόμους ἐξέπεμψε κατὰ τῆς βασιλίδος, διά τε γῆς καὶ θαλάσσης ὠφέλιμον εἶναι κρίνας ποιεῖσθαι τὰς προσβολάς. οὗ γενομένου, καὶ κατὰ ταὐτὸν ἀναφανέντων τῶν τε ναυτικῶν καὶ πεζικῶν δυνάμεων ἐν τῷ πρὸς Βλαχέρναις κόλπῳ, ἀντισχεῖν ὅλως μὴ δυνηθείσης, ὡς εἴρηται, τῆς ἐκτεταμένης σιδηρᾶς ἁλύσεως, προσβολαὶ τοῖς τείχεσι πανταχόθεν ἐγίνοντο. ἐπῆλθε δὲ μετ' ὀλίγον καὶ ὁ Θωμᾶς καὶ ἐνεργὸς πάντοθεν ἐγίνετο ἡ πολιορκία. οὐδὲν δέ, ὅ τι καὶ λόγου ἄξιον διεπράττετο τῶν ἔνδον εὐρώστως ἀμυνομένων καὶ τὰς ἑλεπόλεις ἐκκρουομένων. ᾤετο μὲν γὰρ ὁ Θωμᾶς ἅμα τε ἐπιφανῆναι τῇ βασιλίδι, καὶ ἅμα τοὺς πολίτας ἀναπετάσαι αὐτῷ τὰς πύλας διὰ τὸ πρὸς τὸν Μιχαὴλ μῖσος, καὶ διὰ τοῦτο τόν τε Γρηγόριον, ὡς εἴπομεν, πρότερον ἔπεμψε καὶ αὐτὸς πανσυδὶ μετὰ καὶ τοῦ υἱοθετηθέντος αὐτῷ Ἀναστα- σίου, ἄρτι τὸν μοναχικὸν ἀρνησαμένου βίον καὶ πρὸς τὸν κοσμικὸν ἀποκλίναντος, κατόπιν ἐπηκολούθησεν. ὡς δὲ οὐδὲν τῶν κατ' ἐλπίδας

[Mich2.8.30] αὐτῷ ὑπήντησεν, ἀλλὰ καὶ ὕβρεσι μᾶλλον ὑπὸ τῶν ἔνδον ἐπλύνετο, τότε μὲν παρεμβολὴν ἐν τοῖς Παυλίνου, ἔνθα τὸ τῶν θαυματουργῶν Ἀναργύρων τέμενος ἵδρυται, ὀχυρὰν ἐπήξατο, λαὸν δὲ πεπομφὼς ἄχρι τοῦ Εὐξείνου πόντου καὶ τοῦ καλουμένου Ἱεροῦ ἀπεπειρᾶτο τῶν πολι- χνίων, εἴ πως αὐτὰ προσαγάγοι καὶ μή τινα κατὰ νώτου ἔχοι ἐχθρόν. ταῦτα δὲ καταστησάμενος, καί τινας ἡμέρας εἰς παρασκευὴν δοὺς ἑαυτῷ, ὡς ἔκ τινος ἀπόπτου κατεῖδε τὸν μὲν Μιχαὴλ τὸ πολεμικὸν σημεῖον ἐπὶ τοῦ τέγους τοῦ τῆς θεοτόκου τοῦ ἐν Βλαχέρναις πεπηγότα ναοῦ, κἀκεῖθεν τὴν κατὰ τῶν ἐναντίων ἰσχὺν ἐξαιτούμενόν τε καὶ προσλαμ- βάνοντα, τὸν υἱὸν δὲ αὐτοῦ Θεόφιλον πάντα τὸν τῆς πόλεως περί- βολον μετὰ τοῦ πατριάρχου καὶ τοῦ ὑπ' αὐτὸν τάγματος περικυ- κλοῦντα τό τε ζῳοποιὸν τοῦ σταυροῦ ξύλον ἐπιφερόμενον καὶ τὴν ἐσθῆτα τῆς πανάγνου θεοτόκου, εἰς πολλὴν τῶν πραγμάτων ἐνέπιπτε δυσελπιστίαν καὶ παντοῖος ταῖς γνώμαις ἐγίνετο. οὐκ ἔχων δ' ὅ τι καὶ πράξειεν, ἄλλως τε δὲ καὶ ὄχλῳ τοσούτῳ θαρρῶν, τὸ ὅλον διὰ μάχης κριθῆναι ἠπείγετο. ὅθεν τῇ ἑξῆς ἅμα φωτὶ σημάνας τὸ ἐνυάλιον τοὺς ἄνδρας ἐξῆγε. καὶ τῷ μὲν υἱῷ τὸν κατὰ τοῦ χερσαίου τείχους ἐπέτρεψε πόλεμον, αὐτὸς δὲ τὸ πολὺ τῆς δυνάμεως ἔχων καὶ τὰς καρτερὰς ἑλεπόλεις καὶ μηχανὰς κατὰ τοὺς τῶν Βλαχερνῶν πύργους ἐποιεῖτο τὴν προσβο- λὴν κλίμακάς τε προσφέρων τοῖς τείχεσιν ἀναλογούσας τῷ ὕψει, καὶ ἀλλαχοῦ μὲν χελώνας, ἀλλαχοῦ δὲ κριούς. τοξεύμασι δὲ πανταχόθεν καὶ πετροβόλοις χρώμενος ἠπείγετο παντοῖος φαινόμενος καταπλῆξαι μὲν τοὺς πολίτας, κρατῆσαι δὲ τῆς πόλεως, περιστοιχίσας καὶ τὰ λοιπὰ τείχη τῇ ναυτικῇ δυνάμει, πυρί τε καὶ τοξεύμασιν ἐκφοβῶν. ἀλλ' οὐδὲν τῶν εἰς ὄνησιν φερόντων αὐτῷ ἡ τοσαύτη δύναμις καὶ φαντασία κατε- πράξατο. τὸ μὲν γὰρ ναυτικὸν εὐθύς τις ἐπιπνεύσας ἐναντίος ἄνεμος διέλυσέ τε καὶ ἄλλην ἄλλῃ διασπαρῆναι ἐποίησε τῶν σκαφῶν, ἅτε καὶ χειμῶνος ἐξαισίου ὑπάρχοντος. κατὰ δὲ τὴν ἤπειρον γενναίως τῶν ἀπὸ τῆς πόλεως ἀγωνιζομένων, καὶ ἀχρήστους αὐτῷ ποιούντων τὰς μηχα- νάς, διαπορηθεὶς τοῖς πᾶσιν ἀνέζευξε καὶ ἡ πολιορκουμένη πόλις ἀνε- θάρσησε καὶ τοσοῦτον ἀνδρικώτερον ἐπετίθετο τοῖς τοῦ ἀποστάτου, ὡς καί τινας τῶν ἔνδον πυλίδας ἀνοιγνύντας τῆς πόλεως ἐξιέναι καὶ τοῖς πολεμίοις συμπλέκεσθαι. ἔγνω οὖν ὁ ἀποστάτης διὰ τὸ τῆς Θρᾴκης δυσχείμερον ἐπὶ παραχειμασίαν τραπῆναι καὶ τὸν λαὸν σκεδάσαι ἐν ἀλεεινοτέροις χωρίοις.

[Mich2.9] Ὃ δὴ καὶ ποιήσας, ὡς ἤδη τὸ ἔαρ ἐπέλαμπεν, ἀμφοτέρωθεν αὖθις κατὰ γῆν τε καὶ θάλατταν ἔκρινε προσβάλλειν τῇ Κωνσταντίνου. ἀλλ' ἤδη καὶ τὸν Μιχαὴλ οὐχ ὡς τὸ πρότερον, ἄρτι δὲ στρατιωτικήν τινα δύναμιν εὕρισκε συλλεξάμενον καὶ ἑτέραν κατὰ θάλασσαν ναυτικήν. κατ' ἐκεῖνο γοῦν πάλιν ᾔει τὸ μέρος ὁπλισάμενος, ᾗ καὶ πρότερον, τὸν κόλπον τῶν Βλαχερνῶν, καὶ σύνθημα δοὺς τὸ πολεμικὸν ἐνεργὸς ἦν τὰς μηχανὰς προσάγων καὶ τὰ τείχη κατασείειν πειρώμενος. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, εἰς λόγους ὁ Μιχαὴλ ἦλθέ τισι τῶν συστρατευομένων τῷ ἀποστάτῃ, ἀμνηστίαν τε κακῶν αὐτοῖς ἐπαγγελλόμενος καὶ καθυπ- ισχνούμενος δώσειν ἀγαθὰ πολλά, εἰ μόνον δὴ μετατάξοιντο καὶ αἵμασιν ἐμφυλίοις ἀπόσχοιντο χραίνεσθαι. ἐπέραινε δὲ οὐδέν, ἀλλὰ θαρραλεω- τέρους, ὅτι δὴ καὶ παρακαλοῖντο, τοὺς ἀκούοντας ἐποίει καὶ τῆς ἐκ τοῦ φόβου συστάσεως λελυμένους, καὶ βεβαιοτέρους τῷ ἀποστάτῃ εἰργάσατο. τῆς τοιαύτης δὲ πείρας ἀπεγνωκὼς καὶ πολλὰ τοὺς σὺν αὐτῷ παρακαλέσας ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ μὴ προέσθαι ἀλάστορι τυράννῳ τὴν ἐλευθερίαν, ἄφνω ἐκ πολλῶν πυλίδων ἐξελθὼν ἀπροσδο- κήτως ἐπιτίθεται τοῖς ἐναντίοις. καὶ τῷ παραδόξῳ καταπληξάμενος τοὺς ἀντιτεταγμένους ἐτρέψατο φθόρον ἱκανὸν ἐργασάμενος καὶ νίκην λαμπρὰν ἐνεγκάμενος. καὶ τὰ ναυτικὰ δὲ κακῶς ἠνέχθη τοῦ ἀποστάτου. ὡς γὰρ αἱ βασιλικαὶ τριήρεις ἀνήγοντο καὶ ἤδη συμπλέκεσθαι ἔμελλον, δείμασί τισι καὶ θορύβοις περικτυπηθέντος τοῦ ἐναντίου στόλου, πρύ- μναν αἱ νῆες ἐκρούσαντο καὶ πρὸς τὴν χέρσον κατήγοντο, καὶ οἱ μὲν τῶν ἀνδρῶν ηὐτομόλουν πρὸς βασιλέα, οἱ δὲ πρὸς τὸ οἰκεῖον στρατόπεδον τὸ κατὰ γῆν ἀπεδίδρασκον. καὶ οὕτω μὲν ἀπονητὶ διελύθη τοῦ τυ- ράννου τὸ ναυτικόν.

[Mich2.10] Ὅθεν καὶ Γρηγόριος, ὁ τοῦ βασιλέως ἀδελφιδοῦς Λέοντος, συνε- ωρακὼς εὐκαταφρόνητον ὄντα τὸν Θωμᾶν (ὑπετόπαζε δὲ καὶ προϊόντος τοῦ χρόνου γενησόμενον ἐπὶ πλέον), διά τινος μοναχοῦ τῶν ἀπὸ τῆς μονῆς τοῦ Στουδίου κοινολογησάμενος βασιλεῖ, μοῖράν τινα τοῦ ὑφ' ἑαυτὸν τάγματος εἰληφὼς ῥῆξιν ἐννοεῖ καὶ κατὰ νώτου γίνεται τῷ τυράννῳ, ὁμοῦ μὲν τοῦτον ἐκδειματῶν, ὁμοῦ δὲ καὶ βασιλέα ἐξιλασκό- μενος, ὁμοῦ δὲ καὶ γυναικὶ καὶ τέκνοις (ἔτυχον γὰρ καθειργμένοι τούτου τῷ Θωμᾷ προσχωρήσαντος) σωτηρίαν πραγματευόμενος. ἀλλ' οὔτε ὁ βασιλεὺς ταῦτα ἔφθασε διακοῦσαι, καὶ ὁ Θωμᾶς τὸ μὴ πολὺν ἐξαίφνης τοῦτον γενέσθαι κατορρωδῶν καὶ φόβον ἐν τοῖς ἑαυτοῦ ἐμποιῆσαι βου- λόμενος, τὴν μὲν στρατοπεδείαν τῆς πόλεως οὐ μετεκίνησε, τὸ μὴ διω- χθῆναι ἐξόπισθεν δεδοικώς, ὅσους δὲ ᾔδει ἀξιομάχους εἶναι τῆς πρὸς τὸν Γρηγόριον συμπλοκῆς παραλαβὼν στρατιώτας ἐξῄει πρὸς αὐτόν, καὶ μάχῃ τρεψάμενος φεύγοντα καταλαβὼν ἀναιρεῖ. καὶ αὖθις διὰ ταχέων πρὸς τὰς προσεδρευούσας τῇ πόλει δυνάμεις ἐπάνεισι καὶ γράμμασιν ἐπιστέλλων ἁπανταχοῦ ἐπεφήμιζεν, ὡς εἴη νενικηκώς, ὅπερ οὐκ ἦν, καὶ ὅπερ εἶχε κατὰ τὴν Ἑλλάδα ναυτικὸν ταχέως ἐκέλευεν ἀναχθῆναι, ὡς αὖθις τῶν κατὰ θάλατταν ἀνθεξόμενος πραγμάτων. καὶ τὸ μὲν ναυτικὸν εὐθυπλοῆσαν ταχέως ἀνάγεται καὶ τῷ χωρίῳ προσορμίζεται τῷ Βη- ρύδων, ἐκ πεντήκοντα καὶ τριακοσίων συνιστάμενον πλοίων πολεμικῶν τε καὶ σιταγωγῶν. οἱ δὲ τοῦ βασιλικοῦ στόλου κατάρχοντες τὴν τού- των ἐπεγνωκότες ἔλευσιν νυκτὸς ἐπιτίθενται ναυλοχοῦσι τοῖς ἐναντίοις, καὶ τῷ αἰφνιδίῳ καταπληξάμενοι πολλὰς μὲν αὐτάνδρους ἔσχον τῶν νηῶν, τινὰς δὲ καὶ τῷ σκευαστῷ πυρπολοῦσι πυρί, ὀλίγων παντελῶς ἔξω γενομένων τοῦ πάθους καὶ πρὸς τὸν κόλπον τῶν Βλαχερνῶν κατᾶ- ραι ἐπειγομένων, ὡς ἂν εἶεν ἡνωμέναι τῇ κατὰ γῆν στρατιᾷ. ὃ δὴ καὶ γέγονε.

[Mich2.11] Καὶ τὰ μὲν κατὰ θάλατταν τοῦτον εἶχε τὸν τρόπον. κατὰ γῆν δὲ ἀκροβολισμῶν συνεχῶν γινομένων, νῦν μὲν τοῦ Μιχαήλ, νῦν δὲ τοῦ υἱοῦ αὐτοῦ Θεοφίλου ἐπεξιόντος τοῖς ἀποστάταις μετὰ τοῦ Ὀλβιανοῦ καὶ τοῦ Κατάκυλα, ποτὲ μὲν τὰ τοῦ βασιλέως ἐπικρατέστερα ἦν, ποτὲ δὲ τὰ τοῦ ἀποστάτου, οὐ μὴν ἀγῶνές τινες λαμπροὶ καὶ νεανικοὶ ἐκ παρα- τάξεως συνέστησαν, ἅτε δὴ πολλῷ τοῦ βασιλέως ἐλαττουμένου τῷ πλή- θει καὶ μὴ πρὸς τὴν τοῦ τυράννου δύναμιν ἀντιτάσσεσθαι δυναμένου.

[Mich2.12] Ἐν τούτοις ὄντων αὐτῶν Μορτάγων ὁ τῶν Βουλγάρων βασι- λεύς (καὶ γὰρ ἔφθασεν ἡ φήμη πληρῶσαι τὴν οἰκουμένην, ὡς ὁ βασιλεὺς τῶν Ῥωμαίων συγκλεισθεὶς τειχήρης ἐστὶ καὶ πολιορκεῖται) λάθρᾳ τινὰ πεπομφὼς εἰς αὐτὸν ἐξαποστεῖλαι βοήθειαν αὐτομάτῳ ἐπηγγέλλετο γνώμῃ καὶ συμμαχίαν. ὁ δὲ Μιχαήλ, εἴτε τῇ ἀληθείᾳ τὸ τῶν ὁμοφύλων οἰκτείρων πλῆθος, εἴτε καὶ χρημάτων φειδόμενος (ἐτύγχανε γὰρ τῶν πώποτε βασιλέων σμικρολογώτατος), τὴν μὲν γνώμην τοῦ Βουλγάρου ἠξίου ἀποδοχῆς, τὴν δὲ βοήθειαν παρῃτεῖτο. ἀλλ' ὅ γε Μορτάγων χαίρων μὲν καὶ ἄλλως πολέμοις καὶ τὰς ἐκ τούτων λείας καρποῦσθαι φιλῶν, καὶ τὰς πρὸς τὸν βασιλέα δὲ τριακοντούτεις σπονδὰς παρὰ τοῦ προβεβασιλευκότος Λέοντος γεγενημένας ἐπιβεβαιῶσαι καὶ ἰσχυροτέρας

[Mich2.12.12] ποιῆσαι ζητῶν, τὴν κατὰ τοῦ τυράννου στρατιὰν ηὐτρέπιζε, καὶ δὴ τῶν Ῥωμαίων ὅρων ἔντοσθεν γεγονὼς κατὰ τὸν Κηδούκτου χῶρον οὕτω καλούμενον τὴν παρεμβολὴν ἐπήξατο. ἠκούετο δέ, καὶ λαθεῖν ταῦτα τὸν ἀποστάτην οὐκ ἦν. καὶ ἐδονήθη μὲν, ὡς εἰκός, καὶ τὰς φρένας κατεκτυ- πήθη, ἐν ἑαυτῷ δ' ὅμως πάλιν γενόμενος τὴν ἑαυτοῦ στρατιὰν ἐξώ- πλιζεν. ἐπεὶ δὲ εἰς δύο μεριζόμενος ἐδόκει παντελῶς ἀσθενής τε εἶναι καὶ εὐχείρωτος (ἥ τε γὰρ βασιλὶς τῶν πόλεων οὐκ εὐαριθμήτου, ἀλλὰ πλείστου καὶ ἀξιολόγου στρατοῦ ἐδέετο πολιορκουμένη), ἤδη καὶ τοῦ βασιλέως συνειλοχότος δυνάμεις οὐκ ἀγεννεῖς καὶ κατὰ πρόσωπον ἵστασθαι δυναμένου, καὶ ἡ τῶν Βουλγάρων δὲ δύναμις οὐ μικρᾶς τινος, πολλῆς δὲ καὶ οὐ τῆς τυχούσης ἐδέετο ἀντιπαρατάξεως, ὡς ἂν μὴ εἰς δύο τινὰ διαιρούμενος εὐχείρωτος γένηται, ἀπαίρει μὲν τῆς πόλεως, πρὸς τὸν Βούλγαρον δὲ ἀξιόμαχον κρίνας ἑαυτὸν κατὰ τὸν εἰρημένον ἀντιπαρατάσσεται τόπον. καὶ δῆτα συμβολῆς γενομένης ἡττᾶται κατὰ κράτος ὁ τύραννος καὶ φόνος γίνεται πολὺς τῶν περὶ αὐτόν, οἱ δὲ περι- σωθέντες φυγῇ τὴν σωτηρίαν πορίζονται καὶ ἔν τινι χώρῳ δυσβάτῳ συναχθέντες τὸ μέλλον ἐσκόπουν. ὁ δὲ τῶν Βουλγάρων ἀρχηγὸς τά τε σώματα, ὧν ἐγένετο κύριος, καὶ λείαν πολλὴν προσλαβόμενος πρὸς τὴν οἰκείαν ὑπέστρεψε χώραν, τῇ νίκῃ ἐπαιρόμενός τε καὶ γαυριῶν. τὸ δὲ καταλειφθὲν ναυτικὸν ἐν τῇ πολιορκίᾳ τῆς πόλεως πυθόμενον τὴν ἧτταν τοῦ ἀποστάτου προσκεχώρηκεν ἅπαν τῷ βασιλεῖ. ὁ δ' ἀποστά- της ἐς τοῦτο ἀφῖκτο μανίας παρὰ τῶν συμμαχούντων, ὡς ἔοικεν, αὐτῷ δαιμόνων, καὶ τὴν τῆς βασιλείας εἰσέτι ὠνειροπόλει κατάσχεσιν, ὅτι πάντοθεν συντριβόμενος καὶ μικρὸς ἐκ μεγάλου γινόμενος, ἔτι προσελι- πάρει τῇ πολιορκίᾳ. ὡς δ' ἐγνώκει μάτην πονῶν, ἄρας παντὶ τῷ στρα- τῷ εἴς τι πεδίον Διάβασιν κατονομαζόμενον, σταδίους ἀπέχον τῆς πόλεως ἱκανούς, εὐφυῶς ἔχον πρός τε νομὰς καὶ ὑδάτων ἐπιρροάς, στρατοπεδείαν ἐπήξατο, κἀκεῖθεν ποιούμενος προνομὰς τῶν τῆς πόλεως προαστείων τὰς ἀγλαΐας ἀπέκειρεν. ἐνεφανίζετο δὲ τοῖς κατὰ τὴν πόλιν, ὡς τὸ πρότερον, οὐδαμῶς. τοῦτο δὲ συνεὶς ὁ Μιχαὴλ ἀξιόλογον συστησάμενος στράτευμα καὶ στρατηγοὺς ἐπιστήσας αὐτῷ τὸν Κατά- κυλαν καὶ τὸν Ὀλβιανόν, αὐτός τε τὰς φυλαττούσας ἐν τῷ παλατίῳ σχολὰς εἰληφὼς καὶ τὰς ἑταιρείας ἔξεισι κατὰ τοῦ τυράννου, διὰ σταδαίας μάχης κρῖναι τὸ πᾶν βουληθείς. ἔνθα δὴ καὶ ὁ τύραννος κατεστρατοπε- δευμένος εὐρώστως ὑπεδέξατο τὸν βασιλέα, καὶ συμπλοκῆς γενομένης καταστρατηγῆσαι τάχα τοὺς ἀντιπάλους βουλόμενος ὁ Θωμᾶς ἅμα τῇ συμβολῇ νῶτα δοῦναι τοῖς περὶ αὐτὸν προσέταξεν, εἶτα τῶν ἐναντίων εἰς διωγμὸν τραπέντων ἐκ παλιώξεως ἐπιστραφῆναι τούτους καὶ τῷ παραδόξῳ τρέψασθαι τῆς ὑποστροφῆς. καὶ ἦν μὲν αὐτῷ τοιαύτη παρ- αγγελία, οὐκ ἔμελλε δὲ ἄρα εἰς ἔργον ἐκβῆναι τὰ μεμελετημένα. οἱ γὰρ σὺν αὐτῷ στρατιῶται πολὺν χρόνον γυναικῶν καὶ τέκνων στερισκόμενοι δι' αὐτὸν καὶ τὰς χεῖρας χραίνοντες ὁμογνίοις αἵμασιν, ἅμα δὲ καὶ τῷ χρόνῳ πεπιεσμένοι (τρίτος γὰρ ἐξηνύετο καὶ ἀνηνύτοις ἐδόκουν ἐπι- χειρεῖν, ἀνδρὸς ἑνὸς ἀπονοίᾳ καὶ ἐπιθυμίᾳ δουλεύοντες), τὸ κελευσθὲν ὡς ἕρμαιόν τι λαβόντες, τῆς σάλπιγγος ἠχησάσης τὸ ἐνυάλιον καὶ εἰς χεῖρας συμπλοκῆς τῶν ταγμάτων ἐλθόντων οὐ δοκήσει τὴν τροπήν, ὡς παρηγγέλθησαν, ἐποιοῦντο, ἀλλ' ἀτάκτως καὶ κόσμου χωρὶς τὴν τάξιν διαλελυκότες ἐσκεδάννυντο. καὶ οὕτως νῦν μὲν ὀλίγοι, αὖθις δὲ πλείους τῷ βασιλεῖ προσχωροῦσιν. ὁ δὲ Θωμᾶς σὺν ὀλίγοις τισὶν εἰς Ἀδρια- νούπολιν διασῴζεται. ὁ δὲ τούτου παράγραπτος καὶ νόθος υἱὸς Ἀνα- στάσιος τὸ τῆς Βιζύης φεύγων κατέσχε φρούριον.

[Mich2.13] Ὁ δὲ βασιλεὺς ἐκ ποδὸς τούτοις ἑπόμενος πρῶτον ἔγνω πολιορ- κεῖν τὸν Θωμᾶν. ὅθεν ἐπάγει αὐτῷ πολιορκίαν, οὐ διὰ μηχανῶν καὶ ἑλεπόλεων σπουδάζων αὐτὸν καθελεῖν, ἅμα μὲν τὸν ἐμφύλιον εὐλαβού- μενος πόλεμον, ἅμα δὲ καὶ τοὺς προσοικοῦντας τῇ Ἀδριανουπόλει Σκύθας μὴ ἐθέλων τῶν πολιορκητικῶν ὀργάνων πεῖραν λαβεῖν, ἀλλὰ λιμῷ καὶ ἀνάγκῃ τῶν ἐπιτηδείων ἐπειγόμενος τὸν ἀντίπαλον παρα- στήσασθαι. καὶ δὴ περικαθίσας τὴν Ἀδριανούπολιν καὶ χάρακι καὶ σταυρώμασι στεφανώσας ἐνεργῶς ἐπολιόρκει. ὁ δὲ Θωμᾶς πρῶτον μὲν πᾶσαν ἄχρηστον ἡλικίαν καὶ πᾶν ζῷον ἀνεπιτήδειον τῆς πόλεως ἐξωθεῖ, ἔπειτα, ὡς ἤδη ἤκμαζεν ὁ λιμὸς καὶ σωτηρίας ἐλπὶς οὐδαμοῦ, οἱ μὲν τῶν συνόντων αὐτῷ λάθρᾳ διά τινων πυλίδων κλέπτοντες τὴν ἐξέλευσιν, οἱ δὲ διὰ τῶν τειχῶν καθιμώμενοι νύκτωρ φέροντες ἑαυτοὺς τῷ βασιλεῖ παρεδίδοσαν, ἄλλοι δὲ πρὸς τὸν τοῦ ἀποστάτου νόθον υἱὸν Ἀναστάσιον εἰς τὸ Βιζύης πτολίεθρον ἀπεδίδρασκον. ἐπεὶ δὲ τοῖς πολιορκουμένοις ἤδη τὰ ἀναγκαῖα κατεδήδοτο, ἥψαντο δὴ καί τινων ἀήθων βρωμάτων, ἐχώρει δὲ ἡ ἀνάγκη καὶ μέχρι τῶν σεσημμένων σκυτῶν καὶ τῶν κασσυμάτων, καὶ τούτοις ἀναγκαζόμενοι ἐσιτοῦντο, λάθρᾳ πρὸς λόγους ἐλθόντες τῷ Μιχαήλ, καὶ τῶν ἡμαρτημένων συγ- χώρησιν ἐξαιτήσαντες καὶ λαβόντες, περισχόντες τὸν Θωμᾶν πεδήτην προσάγουσι τῷ ἐχθρῷ. ὁ δὲ τὸ δόξαν πάλαι τοῖς βασιλεῦσι καὶ εἰς συνήθειαν ἤδη ἐλθὸν πρῶτον τελέσας καὶ ἐπ' ἐδάφους ἁπλώσας αὐτὸν καὶ τῷ ποδὶ τὸν αὐχένα τούτου πατήσας ἀκρωτηριάζει ποδῶν αὐτὸν καὶ χειρῶν, ὄνῳ τε ἐπικαθίσας θεατρίζει διὰ τοῦ στρατοπέδου, οὐδὲν ἄλλο ἐπιβοώμενον, ἀλλ' ἢ ‘ἐλέησόν με, ἀληθῶς βασιλεῦ.’ ἐρομένου δὲ τοῦ βασιλέως, εἴ τινες τῶν αὐτῷ συνόντων φίλων καὶ ἕτεροι εἶεν τὰ αὐτοῦ φρονοῦντες, τάχα ἂν κατεῖπε πολλῶν, εἰ μὴ ὁ πατρίκιος Ἰωάννης ὁ Ἑξαβούλιος ‘οὐ δέον’, ἔφησεν, ‘ὦ βασιλεῦ, ἀλλὰ καὶ λίαν ἀλόγιστον ἐχθροῖς πιστεύειν κατὰ τῶν φίλων’, καὶ τούτῳ τῷ λόγῳ διέλυσε τὰς κατὰ τῶν ταλαιπώρων πολιτῶν καὶ φίλων αὐτοῦ μελλούσας ἐγείρεσθαι τιμωρίας. καὶ ὁ ἀποστάτης δὲ κατέλυσε τὸν βίον ἀπορρήξας τὸ πνεῦμα ταῖς κατὰ μικρὸν ποιναῖς, μεσοῦντος Ὀκτωβρίου μηνός, κατὰ μὲν τὰς ἀρχὰς μεγαλεπήβολος δοκῶν γενέσθαι καὶ τολμηρὸς καὶ τοῦ προτε- θέντος ἐξεργαστικός, προβαίνων δὲ ἐπὶ τὰ ἔμπροσθεν πολὺ καταδεέστε- ρος ἑαυτοῦ φανεὶς καὶ τῆς τῶν ἐκτὸς προσδοκίας. καὶ οἱ ἐκ Βιζύης δὲ τοῦ φρουρίου ἑτέρας ταχέως ἐγένοντο γνώμης, τὸν ἐπηρτημένον ὑφο- ρώμενοι κίνδυνον. ἅμα γὰρ τῷ πυθέσθαι τὰ κατὰ τὸν Θωμᾶν ἀτυχή- ματα τὰ ὅμοια πεποιηκότες καὶ τὸν Ἀναστάσιον συσχόντες δεδεμένον χεῖρας καὶ πόδας προσήγαγον τῷ βασιλεῖ. πέπονθε δὲ καὶ οὗτος τὰ παραπλήσια τῷ πατρὶ καὶ τὸν βίον βιαίως μετήλλαξε. καὶ τῶν τυράν- νων δὲ καθαιρεθέντων αἱ παράλιοι τῆς Θρᾴκης πόλεις, τό τε Πάνιον καὶ ἡ Ἡράκλεια, ἔτι τὰ τοῦ τυράννου φρονοῦσαι ἀντεῖχον μίσει τε τῷ πρὸς τὸν Μιχαὴλ καὶ διὰ τὸ μὴ ἐθέλειν τοῦτον τὰς θείας ἀναστηλῶσαι εἰκό- νας. καὶ τὸ μὲν Πάνιον ἑάλω τοῦ τείχους καταβληθέντος ἀπό τινος ἐπι- γενομένου σεισμοῦ, ἡ δ' Ἡράκλεια ἐκυριεύθη ἀπὸ τῶν ἐκ θαλάσσης μερῶν.

[Mich2.14] Καὶ τὰ μὲν κατὰ τὸν Θεμᾶν τοιοῦτον ἔσχε τὸ τέλος, καὶ οὕτως ὁ βασιλεὺς τροπαιοφόρος ἐκ τῶν κατὰ Θρᾴκην ἔρχεται πόλεων οὐδὲν ἕτερον κατὰ τῶν συναποστατησάντων τῷ Θωμᾷ ἐννοήσας καὶ τῷ πολέμῳ ἁλόντων, ἀλλ' ἱπποδρομίας γενομένης ὄνοις ἐποχουμένους περιαχθῆναι καὶ ὑπερορίᾳ παραπεμφθῆναι.

[Mich2.15] Ἔμεινε δὲ ζώπυρον τῆς ἀποστασίας τὸ φρούριον ἡ Καβάλα καὶ ἡ Σανίανα, ὧν τὴν μὲν ὁ Χοιρέας κατεῖχε, τὸ δ' ὁ Γαζαρηνός, ἐξ ὧν ὁρμώμενοι λῃστείας ἐποιοῦντο καὶ προνομάς. ἀλλὰ καὶ οὗτοι, ὡς

[Mich2.15.4] οὐκ ἐδέξαντο τὰς ἀθῳούσας αὐτοὺς βασιλικὰς συλλαβὰς καὶ τὰ πεμ- φθέντα ἀξιώματα (καὶ ἄμφω γὰρ μαγίστρω πεποίηκεν ὁ βασιλεύς), ὑποφθαρέντων τῶν ἔσω, ὡς ἐξῆλθον οὗτοι πρὸς τὰς συνήθεις διαρπα- γάς, ἐκλείσθησαν τῶν φρουρίων αἱ πύλαι αὐτοῖς, καὶ φεύγοντες πρὸς Συρίαν ὑπὸ τῶν τὰς ἄκρας διεπόντων στρατηγῶν κατασχεθέντες ἀνεσκο- λοπίσθησαν.

[Mich2.16] Καὶ οὕτω μὲν τὰ τῆς ἀποστασίας ἀπέσβη τελέως καὶ ᾤχετο, οὐκ ἔμελλε δὲ ἄχρι τούτων στήσεσθαι ἡ φορὰ τῶν κακῶν, ἀλλὰ τῶν δύο ἠπείρων, Ἀσίας φαμὲν καὶ Εὐρώπης, ἐν θυμῷ κυρίου οἷόν τινος κεφαλῆς καὶ οὐρᾶς, εἰ καὶ μὴ συνίεσαν, παιδευθεισῶν φόνοις, ἐμπρησμοῖς, σεισμοῖς, ἁρπαγαῖς, ἐμφυλίοις καταδρομαῖς, πόλεων ἀνελπίστοις μετα- ναστάσεσι, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, τέλος καὶ ταῖς ταλαι- πώροις νήσοις, οἷόν τινα μέσην, ἵν' ὁλόσωμος εἴη ἡ πληγή, ἐπέδραμε τὰ δεινά. ἀλλ' οὐκ ἦν παιδευθῆναι τοὺς τὴν θεάνθρωπον ἐξηρνημένους μορφὴν προσκυνεῖν. ἄρτι γὰρ τοῦ κατὰ τὸν Θωμᾶν ἄρξαντος νεωτερι- σμοῦ, ἐπεὶ ταῦτα ἠκούετο πανταχοῦ, οἱ τὸν ἑσπέριον κόλπον τῆς Ἰβη- ρίας οἰκοῦντες Ἀγαρηνοί, πρόσχωροι τῷ Ὠκεανῷ ὄντες (Ἱσπάνους τούτους κατονομάζουσιν), εἰς εὐανδρίαν ἐληλακότες καὶ ἣν ᾤκουν γῆν λυπρὰν οὖσαν καὶ μετρίως εὐδαίμονα ὁρῶντες καὶ διὰ τοῦτο τρέφειν μὴ δυναμένην αὐτούς, προσελθόντες τῷ ἑαυτῶν ἄρχοντι Ἀπόχαψ (ἀμερμουμνῆν οἶδε τοῦτον ἡ ἐγχώριος γλῶσσα καλεῖν) ἀποικίαν καὶ γῆς μετανάστασιν ἀπῄτουν γενέσθαι αὐτοῖς, πλήθει τε στενοχωρου- μένοις καὶ τῶν ἀναγκαίων σπανίζουσιν. ὁ δὲ ἀσπασίως τὸν λόγον δεξάμενος πλοῖα εὐθέως ἐπισκευάσας μακρὰ καὶ δύναμιν τούτοις ἐξ αὐτῶν ἐμβιβάσας ἐπὶ λῃστείαν, τέως λανθάνουσαν ἔχων τὴν ἔννοιαν, τῶν πρὸς τὴν ἕω κειμένων νήσων καὶ ἡμετέρων ἐτράπετο, ὁμοῦ μὲν τὸ τοῖς ὑπη- κόοις ὀρεκτὸν ἐκπληρῶν καὶ ἐκ τῶν ἀλλοτρίων αὐτοὺς κορεννύς, ὁμοῦ δὲ κατασκεψόμενος, εἴ τίς ἐστιν εὔφορος τῶν νήσων καὶ πρὸς μετοικίαν ἐπιτηδεία αὐτοῖς. ποιησάμενος δὲ τὸν ἀπόπλουν ἔαρος ὥρᾳ, καὶ πολλὰς ἐπιὼν τῶν νήσων, οὐδένα εὕρισκε τὸν ἀντιπαραταττόμενον. ἐχήρευον γὰρ πᾶσαι βοηθείας, τοῦ εἰωθότος φυλάττειν στόλου παντὸς συστρα- τευομένου τῷ Θωμᾷ. διὸ καὶ μεγάλας ὠφελείας ἐκ πασῶν, αἷς καὶ προσ- ώρμιζεν, ἐκαρποῦτο. ἧκε δέ ποτε καὶ εἰς Κρήτην καὶ ταύτην καταδρα- μὼν καὶ ἀνδραποδισάμενος, ὡς ἐνῆν, καὶ τὴν τῆς νήσου καταμαθὼν ἀρετὴν καὶ χάριν, τοῦτο ἔφη πρὸς τοὺς ὑπηκόους· ‘ἰδοὺ γῆ ἡ ῥέουσα μέλι καὶ γάλα.’ καὶ τότε μὲν ἔφη πλέον οὐδέν, παντοίων δὲ τὸν στόλον ἐμ- πεπληκὼς ἀγαθῶν τῶν ἐπ' οἴκου νόστων ἐμέμνητο. ὡς δ' ὁ χειμὼν ὑπέληγε καὶ τὸ ἔαρ ὑπέλαμπε, τεσσαράκοντα ναῦς πληρώσας ἀνδρῶν μαχίμων καὶ οὔριον ἄνεμον ἐπιτηρήσας πρὸς Κρήτην ἀπέπλει, τὰς ἄλλας τῶν νήσων παρατρέχων ἐπιεικῶς. καταλαβὼν δὲ τὴν νῆσον τῷ ἀκρω- τηρίῳ τῷ καλουμένῳ Χάρακι προσορμίζεται. ὡς δ' οὐδὲν αὐτῷ οὔτε κατὰ τὴν ἀπόβασιν οὔτε κατὰ τὴν καταγωγὴν ἐφάνη πολέμιον, παρεμ- βολὴν ὀχυρὰν πηξάμενος τοὺς μὲν ἐπιτηδείους εἰς προνομὰς ἐξαπέστει- λεν, αὐτὸς δὲ τοὺς λοιποὺς ἔχων, ἄρτι δὴ τοῦ πνεύματος ἐπακμάζοντος κἀκείνων πορρωτέρω σταδίων δέκα ἢ καὶ δεκαπέντε γενομένων, πῦρ ἐμβαλὼν ταῖς ναυσὶ τὰς πάσας κατέφλεξε) φεισάμενος τὸ παράπαν οὐδεμιᾶς. ὁ δὲ στρατὸς (καὶ γὰρ ἐπαλινόστουν εὐθέως ἐκδειματωθέντες, τῷ παραδόξῳ τοῦ πράγματος καταπλαγέντες) τὴν αἰτίαν ἐπυνθάνοντο καὶ εἰς λόγους ἦλθον νεωτερικούς. ἐπεὶ δὲ ἤκουον, ἃ πάλαι ὤδινον, ὡς ‘αὐτοί τε τούτων ὑμεῖς αἴτιοι, ἀποικίαν ζητοῦντες καὶ γῆν ἀγαθήν, ἐμοὶ δὲ ταύτης οὐδετέρα νενόμισται κρείττων, εἰς ταύτην ἦλθον τὴν ὁδὸν τὰ ὑμῖν τε θυμήρη πράττων καὶ ἐμαυτὸν τῆς ἐξ ὑμῶν ἀπαλλάττων ὀχλήσεως.’ ὡς δὲ καὶ γυναικῶν καὶ παίδων ἐμέμνητο, ‘καὶ γυναῖκες’, ἔφη ὁ Ἀπόχαψ, ‘ὧδε ὑμέτεραι αἱ αἰχμάλωτοι, καὶ παῖδες οὐ μετὰ μικρὸν ἐξ αὐτῶν.’ τούτοις τοῖς λόγοις κατασιγασθέντες καὶ ἀποδοχῆς ἄξια κρίναντες τὰ λεγόμενα, τάφρον μὲν ἤγειραν πρῶτον βαθεῖαν, καὶ χάρα- κας ἐν ταύτῃ καταπήξαντες, ἔνθα καὶ νῦν λαβὼν τὴν ἐπωνυμίαν ὁ τόπος σῴζει τὴν προσηγορίαν, Χάνδαξ ὀνομαζόμενος, ἐκεῖσε διενυκτέρευον. χρόνος οὐκ ἐρρύη πολύς, καὶ τὰ πραττόμενα ἡ φήμη τὸν βασιλέα ἐδί- δασκε. καὶ ὃς τῷ πρωτοσπαθαρίῳ Φωτεινῷ τῶν Ἀνατολικῶν στρατη- γοῦντι τὰ τῆς Κρήτης ἅπαντα ἀνατίθησιν. οὗτος ἐκεῖσε παραγενόμενος καὶ τὰ πάντα καταμαθὼν τὸν βασιλέα ἀνεδίδασκε τὰ πραττόμενα, καὶ δύναμιν ἠξίου πέμπειν τὴν ἐκεῖθεν ἀποσοβήσουσαν τοὺς ἐχθρούς. Δαμιανὸν γοῦν τινα κόμητα ὄντα τοῦ βασιλικοῦ ἱπποστασίου καὶ πρωτοσπαθάριον μετὰ πολλῆς δυνάμεως καὶ παρασκευῆς ὁ βασιλεὺς ἀπέστειλεν εἰς βοήθειαν τοῦ στρατηγοῦ Φωτεινοῦ, οἳ καὶ ἑνωθέντες κατὰ τῶν Ἀγαρηνῶν ὡπλίζοντο. εἰς οὐδὲν δὲ χρήσιμον αὐτοῖς τὸ τέλος ἐνεπεράνθη. αὐτός τε γὰρ ὁ Δαμιανὸς κατὰ τὴν πρώτην προσ- βολὴν καιρίαν πληγεὶς καὶ θανὼν καὶ τοῖς λοιποῖς τροπῆς γέγονεν αἴτιος, καὶ ὁ Φωτεινὸς μόλις ἐν δρόμωνι διασώζεται καὶ τῷ βασιλεῖ τῶν πραχθέντων αὐτάγγελος γίνεται. ἀλλ' οὗτος μέν, ἐπεὶ διὰ τιμῆς ἤγετο τῷ βασιλεῖ πάντοτε, τὴν τῆς Σικελίας στρατηγίδα αὖθις τῆς Κρήτης ἀλλάσσεται. τοῖς δὲ Σαρακηνοῖς, ἐν ταραχῇ καὶ μερίμνῃ διάγουσιν ἔτι, μοναχός τις ἐκ τῶν ὀρέων τῆς νήσου ἐπικαταβὰς ἁμαρτάνειν ἔφησεν, εἰ ἀσφαλῶς οἴονται ἕξει ἱδρυθέντες ἐν τῷδε τῷ τόπῳ καὶ ἅμα λέγων τὸν Χάνδακα τούτοις ὑπέδειξε, δεξιὸν τόπον καὶ εὐφυῆ πρὸς πᾶσαν εὐετηρίαν. ἐν τούτῳ πόλιν ἱδρύσαντες, καὶ οἷόν τινα πάσης ἀκρόπο- λιν τῆς νήσου, καὶ ἐκ ταύτης ὁρμώμενοι τὴν ὅλην κατέτρεχον νῆσον καὶ τὰς λοιπάς. ἐδουλώσαντο δὲ τοὺς αὐτόχθονας καὶ τὰς ἐν τῇ Κρήτῃ πόλεις πλὴν μιᾶς. τότε δὴ καὶ Κύριλλος ὁ Γορτύνης πρόεδρος στέφει τελειοῦται μαρτυρικῷ, μὴ θελήσας ἀρνήσασθαι τὸν Χριστόν. καὶ Κρήτη μὲν ἑάλω τοῦτον τὸν τρόπον.

[Mich2.17] Τῶν ἐμφυλίων δὲ πολέμων ἀπαλλαγεὶς ὁ βασιλεὺς Μιχαὴλ οὐ τῷ θεῷ τὴν νίκην ἐπέγραφεν, ἀλλὰ τῇ ἑαυτοῦ φρονήσει καὶ στρατηγίᾳ. διὸ καὶ ὑπὸ φρονήματος φυσηθεὶς ἀκάθεκτος ἦν ταῖς ὁρμαῖς. τῆς γαμετῆς οὖν τελευτησάσης αὐτοῦ ὑπεποιεῖτο μὲν τὸν ἄζυγα βίον, λάθρᾳ δὲ πρὸς τοὺς προὔχοντας τῆς συγκλήτου μηνύματα πέμπων ἀνέπεισεν ὑπ' αὐτῶν παρακαλεῖσθαι ἑτέρᾳ συζευχθῆναι γυναικί, εἰ μὴ πεισθείη δέ, καὶ βίαν ἐπενεγκεῖν ἀπειλούντων. πρόφασιν δῆθεν εὔσχημον προτεινομένων, ὡς οὐ δέον αὐτοὺς μὲν ὑπὸ βασιλέα τάττεσθαι, τὰς δὲ αὐτῶν συζύγους δεσποίνης στερεῖσθαι καὶ βασιλίδος. ἐπέπειστο οὖν ὀψέ ποτε διὰ τῶν ἐπιπλάστων λόγων. καὶ πρῶτον μὲν ἀπῄτει χειρόγραφα τοὺς ὑπηκόους εὐνοίας, ὡς αὐτὴν μὲν τὴν ἐσομένην αὐτῷ γυναῖκα καὶ τὰ ἐξ αὐτῆς τεχθησόμενα μετὰ τὸν αὐτοῦ θάνατον ὑπερβαλλόντως τιμήσουσι καὶ μετ' ἐκεῖνον βασιλέας ἔχοιεν, κἀκείνην δέσποιναν. οὕτως οὐ τοῦ κατ' ἐκεῖνον, ἀλλὰ καὶ τοῦ μετ' αὐτὸν ᾤετο κρατήσειν αἰῶνος. εἶτα καὶ ταῖς μετὰ τέχνης αἰτήσεσι πείθεται τῆς συγκλήτου καὶ ἠγάγετο πρὸς γάμον γυναῖκά τινα πάλαι νυμφευθεῖσαν Χριστῷ καὶ τὸν μοναδικὸν ἀσπασα- μένην βίον κἀν τῷ ἐν Πριγκίπῳ μοναστηρίῳ μονάζουσαν ἐκ παιδός. Εὐφροσύνη ταύτης ἡ κλῆσις, πατρὸς δ' ἐλέγετο εἶναι Κωνσταντίνου τοῦ βασιλέως, ὃν ἡ μήτηρ Εἰρήνη δικαίως διὰ τὰς σφετέρας ἀπετύφλω- σεν ἀκολασίας. καὶ ταῦτα μὲν ἐπράττετο τῇδε.

[Mich2.18] Ὁ δὲ Μιχαὴλ ἕτερον στόλον ἐκπέμπει κατὰ τῶν ἐν Κρήτῃ Σαρα-

[Mich2.18.2] κηνῶν, στρατηγὸν ἐπιστήσας αὐτοῖς Κρατερὸν τὸν τῶν Κιβυρραιωτῶν διέποντα τὴν ἀρχήν. ὃς ἑβδομήκοντα διήρεις τὰς ὑφ' ἑαυτὸν λαβὼν καὶ τὰς ἐκ τῶν ἄλλων νήσων ἁπάσας, κἀν τῇ Κρήτῃ γενόμενος μετὰ μεγί- στου φρυάγματος οὐδὲ τοὺς Ἀγαρηνοὺς ὑποκλινομένους εὗρεν, ἀλλὰ καὶ αὐτοὺς γενναίως ὑποστάντας τὸν κίνδυνον. συμπλοκῆς δὲ γενομένης, ἤδη τοῦ ἡλίου τὰς ἀκρωρείας αὐγάζοντος, ἄχρι μεσούσης ἡμέρας οὐδέ- τερον μέρος ἀπέκλινεν, ἀλλὰ γενναίως ἀντέχοντες ἐκαρτέρουν. ἄρτι δὲ τῆς ἡμέρας κλινούσης πονήσαντες οἱ Κρῆτες ἐνέδωκαν εἰς φυγήν, καὶ πολλοὶ μὲν αὐτῶν ἐν τῷ πολέμῳ ἀπέθανον, πλείονες δὲ τὰ ὅπλα ῥίψαν- τες ᾐχμαλωτίσθησαν. τάχα δ' ἂν ἑάλω καὶ ἡ πόλις αὐθημερόν, εἰ μὴ νὺξ ἐπιγενομένη ἀνέτρεψε τελέως τὰ πράγματα. Ῥωμαῖοι μὲν γάρ, ὡς ἤδη τάχα νενικηκότες καὶ πάντας αὔριον ἐν βραχεῖ βραχεῖς ὄντας ἐλπί- σαντες συλλαβεῖν, ὡς ἐν οἰκείᾳ, ἀλλ' οὐκ ἐν ἀλλοτρίᾳ διάγοντες, πρὸς πότους καὶ τρυφὰς ἐξεβάκχευον, μήτε τινὸς φυλακῆς μήτ' ἄλλης σωτη- ρίας φροντίσαντες, ὕπνου δὲ μόνου καὶ τῆς πάντα ῥᾳδίως ἀνατρεπούσης ἀναπαύλης τε καὶ ῥᾳστώνης. ὅθεν περὶ μέσας νύκτας οἱ Κρῆτες, ἐπεὶ διὰ τῶν ἑαυτῶν φυλάκων, ὡς ἐν ἀπορίᾳ ἀγρυπνοῦντες, ὕπνῳ καὶ οἴνῳ τοὺς τῆς Ῥωμαϊκῆς παρεμβολῆς ἐμάνθανον κατεχομένους, αὐθωρὸν ἐπι- πεσόντες μετ' ἀλαλαγμοῦ καὶ μέθῃ κατισχημένους εὑρόντες ἅπαντας ἄρδην ἀπώλεσαν, ὡς μηδ' ἄγγελον, τοῦτο δὴ τὸ τοῦ λόγου, περι- λειφθῆναι. μόνος δ' ὁ στρατηγὸς ἐμπορικοῦ τινος ἐπιβὰς πλοίου τὴν σωτηρίαν ἑαυτῷ ἐμνηστεύετο. ὡς δὲ πολλὰ ζητήσας ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς τοῦτον οὐχ εὕρισκεν οὔτ' ἐν τοῖς πεσοῦσιν, οὔτ' ἐν τοῖς αἰχ- μαλώτοις, ἔμαθε δ', ὅτι φυγὰς ᾤχετο, τοὺς καταδιώξοντας ἔπεμψεν. οἳ καὶ καταλαβόντες αὐτὸν ἐν Κῷ τῇ νήσῳ ξύλῳ κρεμάσαντες ἀπέκτει- ναν.

[Mich2.19] Μετὰ δὲ ταῦτα ἀνήρ τις πολεμικὸς καὶ φρονήσεως καὶ ἀγχινοίας οὐκ ἄμοιρος, ᾧ τὸ ἐπώνυμον Ὠορύφας, στρατόν τινα προστάξει ἀθροί- σας βασιλικῇ, τὸν τεσσαρακοντάριον τότε καλούμενον ἐκ τοῦ διανεμη- θῆναι αὐτοῖς ἀνὰ τεσσαράκοντα χρυσίνους, τάς τε ἄλλας νήσους ἐπιὼν ἀνῄρει τοὺς προνομεύοντας Ἀραγηνούς, τοῖς μὲν λόχους ἐπάγων, τοῖς δὲ φανερῶς πολεμῶν, καὶ τοὺς Κρῆτας συνέστειλε καὶ τῆς πολλῆς καὶ ἀσχέτου ὁρμῆς ἀνεχαίτισε.

[Mich2.20] Καὶ ταῦτα μὲν συνηνέχθη τῇδε. κατὰ δὲ τὸν αὐτὸν καιρὸν Εὐ- φήμιός τις ἀνὴρ κατὰ Σικελίαν λαοῦ τινος ἐξηγούμενος ἐρασθεὶς παρθένου τινὸς τὸ μοναχικὸν ἐκ παιδὸς ἀναλαβούσης σχῆμα περὶ πολλοῦ ἐποι- εῖτο τὸν οἰκεῖον ἔρωτα ἐκπληρῶσαι, τῶν νόμων οὐδὲ φροντίζων ὅλως, ἀλλ' ὡς εἰς παράδειγμα μόνον ἀποβλέπων τὸν βασιλέα, τοιοῦτόν τι τολμήσαντα καὶ αὐτόν. ἁρπάζει γοῦν τὴν παρθένον τοῦ ἀσκητηρίου καὶ πρὸς ἑαυτὸν ἄκουσαν ἄγει. ταύτης οὖν οἱ ἀδελφοὶ προσίασι τῷ Μιχαὴλ τὰ τοῦ δράματος διηγούμενοι. ὁ δὲ κελεύει τῷ στρατηγῷ, εἰ οὕτως καταλάβοι ἔχουσαν τὴν ἀλήθειαν, τὴν ῥῖνα τοῦ τετολμηκότος Εὐφημίου ἀποτεμεῖν. ὅπερ μαθὼν ὁ Εὐφήμιος συνωμότας λαβὼν τού- τους τε τοὺς ὑπὸ τὴν αὐτοῦ χεῖρα καί τινας τῶν συντουρμαρχῶν, τὸν στρατηγὸν ἐπὶ τούτῳ παραγενόμενον ἀπελαύνει καὶ πρὸς τὸν τῆς Ἀφρικῆς ἀποδιδράσκει ἡγούμενον, πᾶσαν τὴν Σικελίαν ὑπ' ἐκείνῳ ποιῆσαι καθυπισχνούμενος καὶ διδόναι φόρους αὐτῷ πολλούς, εἰ μόνον ἀναγορευθείη Ῥωμαίων βασιλεύς. δεξάμενος οὖν τὸν λόγον ὁ ἀμηρᾶς ἀναγορεύει τοῦτον βασιλέα Ῥωμαίων, καὶ χεῖρα δίδωσι πολλήν, καὶ τῆς Σικελίας γίνεται ἐγκρατὴς παρ' αὐτοῦ τούτου λαβὼν αὐτήν. πλὴν ὁ μὲν Εὐφήμιος οὐ πολὺν χρόνον τοῦ βασιλικοῦ ἀπολαύσας ἀξιώματος ἀφαιρεῖται τὴν κεφαλὴν τῆς οἰκείας ἀποστασίας καὶ παρανομίας τοῦτον λαβὼν τὸν μισθόν. ἄξιον δὲ καὶ τὸν τρόπον εἰπεῖν τῆς αὐτοῦ ἀναιρέσεως. ὡς γὰρ ἐν σχήματι βασιλικῷ περιῄει τὴν Σικελίαν ἀνευφημούμενος, ἀπῄει καὶ κατὰ τὴν Συράκουσαν. ἄποθεν δὲ γενόμενος τῆς ἑαυτοῦ τά- ξεως καὶ τῶν δορυφόρων καὶ ὅσον ἀπὸ τόξου βολῆς τῇ πόλει προσεγ- γίσας ὡμίλει τοῖς πολίταις καὶ πρὸς ἑαυτὸν λόγοις τὴν ἐκείνων ἐφείλ- κετο εὔνοιαν. μεμονωμένον δὲ τοῦτον ἰδόντες ἀδελφοὶ δύο Συρακούσιοι πρὸς ἑαυτοὺς βουλευσάμενοι καὶ σύμπνοοι γενόμενοι καὶ τὸ ἓν φρονή- σαντες προσέρχονται τούτῳ εἰρωνικῶς τε καὶ τωθαστικῶς, ὡς βασιλεῖ τάχα τὴν προσήκουσαν τιμὴν ἀπονέμοντες. ὁ δ' Εὐφήμιος μὴ συνεὶς τὸν δόλον τὴν παρ' αὐτῶν ἀναγόρευσιν καὶ τὸν ἀσπασμὸν προσδεξά- μενος προσεκάλει τούτους μετὰ φιλοφροσύνης, ὡς καὶ αὐτὸς τὸν οἰκεῖον ἀσπασμὸν ἀποδώσων. καὶ δὴ κλίνας τὴν κεφαλὴν καὶ τὸ στόμα προσε- ρείσας τῷ στόματι θατέρου τῶν ἀδελφῶν, θριξὶ μὲν κατέχεται ἰσχυρῶς παρὰ τούτου, πρὸς δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν τὴν κεφαλὴν ἀποτέ- μνεται. καὶ οὗτος μὲν ταύτην ἔτισε δίκην τῆς οἰκείας ἀπονοίας.

[Mich2.21] Οἱ δ' Ἀγαρηνοὶ οὐ τῆς Σικελίας ἔκτοτε μόνον, ἀλλὰ καὶ Καλα- βρίας καὶ τῶν πλειόνων τῆς Ἰταλίας ἐγένοντο ἐγκρατεῖς, πάντα κατα- τρέχοντες καὶ διαπορθοῦντες.

[Mich2.22] Ὁ Μιχαὴλ δὲ ἐπὶ μῆνας ὀκτὼ καὶ ἔτη ἐννέα τῆς βασιλείας γενό- μενος ἐγκρατὴς δυσεντερίας ἁλοὺς ἀρρωστήματι καταστρέφει τὸν βίον, τοσούτων παραίτιος τῇ πολιτείᾳ Ῥωμαίων γενόμενος κακῶν, δι' ἣν εἶχεν ἀσέβειαν πρὸς θεὸν καὶ πρὸς τὰ πράγματα μοχθηρίαν, ὅσων προλαβὼν ἐπεμνήσθη ὁ λόγος. ἀπεστάτησε δ' ἐπ' αὐτοῦ καὶ πᾶσα ἡ Δαλματία. ἐφέρετο δὲ καὶ χρησμὸς παλαιὸς περὶ αὐτοῦ περιέχων οὕτως· ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονί, ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων δύσγλωττος οὗτος καὶ φιλόχρυσος λίαν. ἐτάφη δὲ ὁ τούτου νεκρὸς ἐν τῷ κατὰ τοὺς ἁγίους ἀποστόλους μεγάλῳ ἡρῴῳ Ἰουστινιανοῦ ἐν λάρνακι πρασίνῳ Θετταλικῇ.

[Theoph.t] ΘΕΟΦΙΛΟΣ

[Theoph.1] Μετὰ δὲ τὸν τοῦ Μιχαὴλ θάνατον ὁ υἱὸς αὐτοῦ Θεόφιλος, ἀνδρὸς ἤδη ἡλικίαν ἔχων, διεδέξατο τὴν πατρῴαν ἀρχὴν κατὰ τὸν Ὀκτώβριον μῆνα τῆς ὀγδόης ἰνδικτιῶνος, λόγῳ μὲν τῆς δικαιοσύνης ἔμπυρος ἐραστὴς καλεῖσθαι βουλόμενος νόμων τε φύλαξ πολιτικῶν ἀκριβής, τῇ δ' ἀλη- θείᾳ ἔξωθεν ἑαυτὸν τῶν ἐπιβουλευόντων διατηρῶν, ὡς ἂν μή τις κατ' αὐτοῦ νεανικόν τι τολμήσειε, ταῦτα ὑπεκρίνετο. εὐθὺς οὖν ἐκ προοι- μίων τοὺς τῷ πατρὶ αὐτοῦ συναραμένους εἰς τὸν τοῦ Λέοντος θάνατον ἔγνω πάντας ὀλέθρῳ παραδοῦναι καὶ ἀπωλείᾳ. ὅθεν ἐξέθετο δόγμα, τοὺς τῶν βασιλικῶν ἅπαντας ἀπολαύοντας φιλοτιμιῶν, προσέτι δὲ καὶ βασιλικῆς τιμῆς μετασχόντας τῆς οἱασοῦν κατὰ τὴν Μαγναύραν ἤτοι τὸ Πενταπύργιον συναθροισθῆναι. ὡς δὲ τοῦτο ἐγένετο καὶ πάντες ἠθροίσθησαν, ὡς ἐκέλευσεν, ὡς ἐν σκότῳ τέως τὴν τῆς ψυχῆς κρύψας θηριωδίαν, πραείᾳ καὶ ἠρεμαίᾳ φωνῇ ἔφη πρὸς τοὺς συνειλεγμένους· ‘ἐβούλετο μὲν καὶ δι' ἐπιθυμίας εἶχεν, ὦ λαὸς καὶ κλῆρος ἐμός, ὁ ἐμὸς μακαρίτης πατὴρ τοὺς ἀντιλαβομένους καὶ τῆς βασιλείας ὑπερμαχή- σαντας πολλῶν μὲν τιμῶν, πολλῶν δὲ τούτους ἀγαθῶν καὶ ἑτέρων κατ- αξιῶσαι γερῶν, καταχθεὶς δ' ὑπὸ τοῦ χρεὼν ἐμὲ τὸν τῆς βασιλείας διά- δοχον, ἵνα μὴ ἀχάριστος δόξῃ τοῖς εὐεργέταις, ὀφειλέτην κατέλιπε. διὸ ἕκαστος χωρισθεὶς τοῦ πλήθους δεικνύτω ἡμῖν ἑαυτὸν ἐμφανῆ, ἵνα γνόντες τοὺς φίλους ἀξίως ὑμᾶς ἀμειψαίμεθα.’ τούτοις τοῖς λόγοις παρακλαπέντες οἱ δείλαιοι καὶ συλαγωγηθέντες τὸν νοῦν ἕκαστος τῶν ὅσοι τῷ φόνῳ συνήργησαν τοῦ Λέοντος ἑαυτὸν παρεγύμνου. εὐθὺς οὖν ὁ Θεόφιλος, ἐντὸς σαγήνης ἔχων τὴν θήραν, ἐγκελεύεται τῷ ἐπάρχῳ τοῖς πολιτικοῖς χρήσασθαι νόμοις, οὕτως εἰπών· ‘ἄγε δή, ὦ ἔπαρχε,

[Theoph.1.25] ἐκ θεοῦ καὶ τῆς ἡμῶν γαληνότητος τὸ κρίνειν λαβὼν τούτοις ἀξίας τῶν ἔργων ἀπόδος τὰς ἀμοιβάς, οὐχ ὅτι τὰς χεῖρας ἐμίαναν αἵματι ἀνθρω- πίνῳ, ἀλλ' ὅτι καὶ χριστὸν κυρίου ἀνεῖλον ἔνδον θυσιαστηρίου.’ ταῦτα δὲ φθεγξάμενος διέλυσε τὸν θαυμαστὸν ἐκεῖνον καὶ πρῶτον σύλλογον, οἱ ἄθλιοι δ' ἐκεῖνοι συλληφθέντες παρὰ τοῦ ἐπάρχου ποιναῖς καθυπε- βλήθησαν ἀνδροφόνων.

[Theoph.2] Ὁ δὲ Θεόφιλος καὶ τὴν αὐτοῦ μητρυιὰν ἀπελάσας τῶν βασιλείων εἰς τὸ μοναστήριον ἠνάγκασεν ἀπελθεῖν, ἐν ᾧ τὸ πρῶτον τὴν κοσμικὴν ἀπέθετο τρίχα, μηδὲν ὠφελησάντων τῶν ὅρκων, οὓς ἡ σύγκλητος πρὸς τὸν Μιχαὴλ ἐποιήσατο.

[Theoph.3] Καὶ ταῦτα μὲν ἐν προοιμίοις τῷ Θεοφίλῳ, τὰ δ' ἑξῆς οὐκ ἐπαίνων ἀνάξια. ἀντιποιούμενος γὰρ τῆς δικαιοσύνης ἅπασιν ἦν τοῖς πονηροῖς φοβερός, τοῖς δ' ἀγαθοῖς θαυμαστός, τοῖς μὲν ὅτι μισοπόνηρός τε καὶ δίκαιος ἐδόκει, τοῖς δ' ὅτι ἐμβριθής τε καὶ αὐστηρός. οὐκ ἦν δὲ πάντως αὐτὸν πάντων τῶν κακῶν καθαρεύειν. εἴχετο μὲν γὰρ τῆς ἐπὶ θεὸν πίστεως, εἴχετο δὲ πλέον τῆς πατροπαραδότου μιαρᾶς τῶν εἰκονομά- χων αἱρέσεως καὶ τὸν εὐσεβῆ καὶ πανάγιον ἐκάκου λαὸν παρὰ πάντα τὸν τῆς βασιλείας αὐτοῦ χρόνον ἠρεμῆσαι μὴ συγχωρήσας. ὅθεν οὐδ' ἐν πολέμοις εὐτύχησέ ποτε, ἀεὶ δὲ ἥττητο καὶ οὐ κατὰ βασιλέα ὑπέστρε- φεν. ἐχόμενος δ' οὖν τῆς δικαιοσύνης καὶ τῆς πρὸς Χριστὸν καὶ τὴν αὐτοῦ μητέρα, ὡς ᾤετο, πίστεως καὶ προθυμίας ἀπῄει ἑκάστης ἑβδο- μάδος ἔφιππος διὰ τῆς λεωφόρου ἐπὶ τὸν ἐν Βλαχέρναις τῆς θεομήτορος θεῖον ναόν, ὑπὸ τῶν δορυφόρων παραπεμπόμενος. ἀπῄει δὲ πᾶσι μέν, προηγουμένως τοῖς ἀδικουμένοις διδοὺς ἑαυτόν, ὡς ἂν ἔχοιεν τὰ αὐτῶν ἐκτραγῳδεῖν ἀδικήματα καὶ μὴ παρά τινων ἀδίκων κωλύοιντο ὑφορω- μένων τὴν ἐξ αὐτοῦ τιμωρίαν, εἶθ' ἵνα καὶ κατὰ τὴν ἀγορὰν διερχό- μενος θεατὴς γίνοιτο τῶν ὠνίων. ἠρώτα γοῦν περὶ ἑκάστου τῶν πιπρα- σκομένων, πόσου πωλεῖται γινόμενος κατὰ τὴν ἀγοράν. ἠρώτα δὲ οὐ παρέργως, οὐδὲ ἑνὶ εἴδει, ἀλλ' ἐπί τε τοῖς βρωτοῖς εἴδεσι καὶ τοῖς ποτοῖς καὶ τοῖς εἰς θάλψιν καὶ ἀμφίασιν ἐπιτηδείοις καὶ πᾶσιν ἁπλῶς τοῖς κατὰ τὴν ἀγορὰν προκειμένοις. καὶ διὰ πάντων πολλὴν ἐνεδείκνυτο σπουδὴν καὶ ἐπιμέλειαν πρὸς τὰ κοινά, νῦν μὲν ἐν κριτηρίοις, νῦν δέ, ὡς εἴρηται, κατὰ τὰς προόδους τῆς ἑβδομάδος.

[Theoph.4] Καί ποτε δὲ ψυχαγωγίας χάριν προκύπτων ἀπὸ τῶν πρὸς θά- λασσαν τοῦ παλατίου τειχῶν ἐθεάσατο ναῦν τινα μυριοφόρον ἐξ οὐρίων πλέουσαν ἀναπεπταμένοις δὴ τοῖς ἱστίοις, μεγέθει τε ἀνυπέρβλητον καὶ ἀπαράμιλλον κάλλει. ἣν θεασάμενος εἰς θάμβος ἐνέπιπτεν. ἠρώτα δ' ὅμως, τίνος τε ἡ ὁλκὰς εἴη καὶ ὅ τι φέροι τῶν ἀγωγίμων. ὡς δὲ τῆς αὐγούστης εἶναι ἐμάνθανε, τότε μὲν ἐφησύχασε καὶ παρέπεμψε τὸν καιρὸν ἄχρι καὶ ἧς εἴωθεν ἡμέρας ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις θεῖον ναόν. ὡς δ' ἤδη παρῆν ἡ κυρία καὶ ὁ τοῦ πλοίου ὅρμος δῆλος ἐγεγόνει τῷ βασιλεῖ πυθομένῳ παρά τινος, τῆς εἰς αὐτὸ φερούσης ὁδοῦ εἴχετο καὶ πλησιάσας ἔστη παρὰ τὴν πρύμναν καὶ τοὺς παρόντας ἠρώτα πολλά- κις, ὅτου τις ἔχοι χρείαν τῶν ἀγωγίμων, σίτου τυχὸν ἢ οἴνου ἢ ἄλλου τινὸς εἴδους. ὡς δὲ πολλάκις ἐρωτηθέντες ἅπαξ ἀπεκρίθησαν μόλις ‘μηδενὸς λείπεσθαι τοὺς ὑπὸ τῆς σῆς προμηθουμένους δεσποτείας καὶ βασιλείας’, ‘ἀλλ' οὐκ ἴστε δή’, ἔφησεν ὁ βασιλεύς, ‘ὅτι με ὑπὸ θεοῦ βασι- λέα γεγενημένον ἡ αὐγοῦστά μου καὶ σύμβιος ναύκληρον εἰργάσατο;’ προσέθετο δὲ μετὰ πικρίας καὶ τοῦτο· ‘τίς ποτε βασιλέα Ῥωμαίων ἢ τὴν αὐτοῦ γαμετὴν ἔμπορον ἐθεάσατο;’ ταῦτα δὲ εἰπὼν ἐκέλευσεν αὐθωρὸν μόνους ἐξελθεῖν τοὺς ἀνθρώπους, τὴν δὲ ναῦν ἐκείνην παρα- δοῦναι πυρὶ αὐτοῖς ἱστίοις καὶ τοῖς ἄλλοις ἅπασιν ἀγωγίμοις. περιέ- βαλε καὶ τὴν δέσποιναν ὕβρεσι καὶ τῆς ζωῆς ἐξαγαγεῖν ἠπείλησεν, εἰ φωραθείη ἔκτοτε τοιοῦτόν τι ποιοῦσα.

[Theoph.5] Ὥρμητο δ' ἡ βασιλὶς Θεοδώρα ἐκ τῆς χώρας τῶν Παφλαγόνων γεννήτορας αὐχοῦσα Μαρῖνον οὐκ ἄσημον ἄνδρα καὶ μητέρα Θεοκτί- στην, τὴν οὕτω Φλωρῖναν κατονομαζομένην, ἀμφοτέρους εὐσεβείᾳ ἐκ- τεθραμμένους καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν οὐκ ἐξαρνου- μένους, ὡς οἱ κατ' ἐκεῖνο πάντες καιροῦ, ἀσπαζομένους δὲ καὶ ἐνστερνι- ζομένους ὑπερφυῶς. διαδήματι δὲ τῆς Θεοδώρας καταστεφθείσης καὶ ἡ ταύτης μήτηρ Θεοκτίστη ζωστή τε καὶ πατρικία τετίμητο. αὕτη δὴ οὖν ἡ Θεοκτίστη κατὰ τὸν ἑαυτῆς οἶκον, ἔγγιστα διακείμενον τῆς μονῆς τῶν Γαστρίων, τὰς τῆς Θεοδώρας μετακαλουμένη παῖδας (πέν- τε δὲ ἦσαν τὸν ἀριθμόν, ἥ τε Θέκλα, Ἄννα, Ἀναστασία, Πουλχερία τε καὶ Μαρία) ἄλλαις τε δωρεαῖς, αἷς ὑποσύρεσθαι τὸ θῆλυ πέφυκεν, ἐδεξιοῦτο καὶ ἰδίᾳ παραλαμβάνουσα μὴ μαλακίζεσθαι, μηδὲ μένειν θη- λείας, ὅπερ ἦσαν, ἐξελιπάρει, ἀνδρίζεσθαι δὲ καὶ τῆς μητρῴας θηλῆς ἄξια διανοεῖσθαι καὶ πρέποντα, τὴν πατρῴαν μὲν αἵρεσιν μυσαττο- μένας, κατασπαζομένας δὲ τὰς τῶν ἁγίων εἰκόνων μορφάς. καὶ ἅμα ταύτας εἰς χεῖρας ἐμβάλλουσα (ἐφύλαττε δὲ ἔν τινι κιβωτίῳ) τῷ τε προσώπῳ, καὶ τοῖς χείλεσιν αὐτῶν ἐπιτιθεμένη ἡγίαζε καὶ πρὸς τὸ ἐκείνων ἀνηρέθιζε φίλτρον. τοῦτο οὖν ἐνδελεχῶς ποιοῦσα καὶ ταῖς ἐγγόνοις τὸν περὶ τὰς θείας εἰκόνας πόθον ἀνάπτουσα οὐκ ἔλαθε τὸν Θεόφιλον πυνθανόμενον, ὅ τι τε αὐταῖς παρὰ τῆς μάμμης δεδώρηται καὶ ὅ τι χάριτος ἐξείργασται ἄξιον. αἱ μὲν οὖν ἄλλαι τὰς τούτου πεύσεις, σταθηρὸν ἔχουσαι φρόνημα, ὥσπερ τινὰς λαβὰς ἐρρωμένως παρέτρε- χον. ἡ δὲ Πουλχερία κατὰ τὴν ἡλικίαν νηπιάζουσα τάς τε φιλοφρο- σύνας κατέλεγε καὶ τὸ πλῆθος τῶν ὀπωρῶν, προσετίθει δὲ καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν, οὕτω δὴ ἁπαλὰ φρονοῦσα καὶ λέγουσα, ὡς νινία πολλὰ εἴη αὐτῇ κατὰ τὸ κιβώτιον, ‘καὶ ταῦτα τῇ κεφαλῇ καὶ τοῖς προσώποις ἡμῶν ἐπιτίθησι μετὰ τὰ φιλήματα’. ταῦτα τὸν βασιλέα εἰς μανίαν διήγειρε, πρᾶξαι δέ τι τῶν δραστικωτέρων εἰς αὐτὴν ἐκω- λύετο τῇ τε πρὸς τὴν γυναῖκα αἰδοῖ καὶ εὐλαβείᾳ, καὶ πλέον, ᾗ ἐκέχρητο παρρησίᾳ εἰργόμενος (καὶ γὰρ ἦν ἀριδήλως ἐπισκώπτουσα τοῦτον καὶ διελέγχουσα ἐπί τε τοῖς καθ' ἡμέραν τῶν ὁμολογητῶν διωγμοῖς καὶ τῇ δηλωθείσῃ αἱρέσει καὶ μόνη μικροῦ φανερὰν ποιοῦσα τὴν πρὸς αὐτὸν τῶν ἁπάντων ἀπέχθειαν), ἐκώλυε δὲ μόνον τὴν πρὸς τὴν Θεοκτίστην τῶν θυγατέρων αὐτοῦ ἄφιξιν. τούτοις παραπλήσια συμβέβηκε καὶ τῇ βασιλίδι Θεοδώρᾳ. ἐτρέφετο παρὰ τοῖς βασιλείοις ἀνδράριον παρακε- κομμένον καὶ τῷ Ὁμηρικῷ Θερσίτῃ παρόμοιον, Δένδερις ὄνομα τού- τῳ, ἄσημά τε φθεγγόμενον καὶ γέλωτας κινοῦν καὶ θυμηδίας ἕνεκεν τοῖς βασιλείοις ἐνδιαιτώμενον. τοῦτο γοῦν εἰσπηδῆσάν ποτε κατὰ τὸν τῆς αὐγούστης κοιτωνίσκον θείας εἰκόνας κατέλαβεν αὐτὴν περιπτυσσο- μένην. ταύτας ἰδὼν οὗτος ὁ παραπαίων τί τε εἰσὶν ἐπυνθάνετο καὶ πλησιαίτερον ἐλθὼν κατεμάνθανεν. ἡ δὲ βασιλίς, ‘τὰ καλά μου’, ἔφησεν ἀγροικικῶς οὕτως, ‘νινία, καὶ ἀγαπῶ ταῦτα πολλά.’ εἱστιᾶτο τηνι- καῦτα ὁ βασιλεὺς καὶ δὴ πρὸς αὐτὸν διαβάντα τὸν αἰσχρὸν τοῦτον νεανίσκον ἤρετο, ὅποι ποτὲ ἐτύγχανεν ὤν. ὁ δὲ παρὰ τὴν μάνναν ἔφησεν εἶναι, τὴν Θεοδώραν οὕτω καλῶν, καὶ θεάσασθαι ἐν αὐτῇ καλὰ νινία τοῦ προσκεφαλαίου ἐξαίρουσαν. συνῆκεν οὖν ὁ βασιλεὺς καὶ πλήρης ὀργῆς γενόμενος ἐξανέστη τε τῆς τραπέζης καὶ πρὸς αὐτὴν ἀπῆλθεν εὐθὺς ἄλλαις τε πολλαῖς ὕβρεσι πλύνων καὶ εἰδώλων λάτριν ἀκολάστῳ γλώσσῃ ἀποκαλῶν. καὶ ἅμα διεξῄει τοὺς λόγους τοῦ μυσαροῦ. ἡ δὲ

[Theoph.5.50] τέως μὲν τὸν θυμὸν καταστορεννῦσα τοῦ βασιλέως· ‘κακῶς ὑπείληφας,’ ἔλεγεν, ‘ὦ βασιλεῦ. οὐχ ὡς ὑπώπτευσας ἔχει καὶ ἡ ἀλήθεια. τῷ δὲ κατόπτρῳ μου ἤμην ἐνατενίζουσα μετὰ τῶν θεραπαινίδων, καὶ τὰς τικτομένας ἰδὼν ὁ Δένδερις ἐκ τούτου μορφὰς ἐλθὼν ἀπήγγειλεν ἀφρό- νως τὰ μηνυθέντα’. καὶ τὸν μὲν βασιλέως θυμὸν τοῖσδε κατεπράϋνε τοῖς λόγοις, τὸν Δένδεριν δὲ παιδείᾳ καθυπέβαλε πρεπούσῃ, πείσασα μή ποτε λέγειν περὶ τῶν νινίων τινί. διὸ τῆς δεσποίνης κατεπαιρόμενός ποτε ὁ Θεόφιλος ἠρώτα τὸν Δένδεριν, εἰ πάλιν ἄρα τὰ καλὰ νινία ἡ μάννα ἀσπάζεται. ὁ δὲ τοῖς χείλεσιν ἐπιθεὶς τὴν δεξιάν· ‘σίγα, σίγα περὶ τῶν νινίων,’ ἀντέφησε, ‘βασιλεῦ’. καὶ ταῦτα μὲν συνεκύρησεν ὧδε.

[Theoph.6] Στρατιώτου δέ τινος χεῖρά τε νεανικὴν καὶ ἵππον ἔχοντος δεξιὸν ὁ στρατηγός, ὑφ' ὃν οὗτος ἐτέλει, ἔρωτι κατασχεθεὶς τοῦ ἵππου, ὑφ' οὗ πολλάκις ὁ ἄνθρωπος ἐκ πολέμου ἐρρύσθη, ἐζήτει τοῦτον, καθυπισ- χνούμενος δώσειν πολλά. ἀπαναινομένου δ' ἐκείνου καὶ βίαν προσῆγε. μηδ' οὕτω δὲ πείθων ἀποδοθῆναί οἱ τὸν ἵππον, ἀνανδρίας ἔγκλημα προσάψας εἰς βασιλέα μετεκίνησε τοῦτον ἧς μετῄει στρατείας. ἐγένετο ζήτησις παρὰ Θεοφίλου ἵππου ἀκροφυοῦς καὶ διατάγματα κατεπέμ- πετο πανταχοῦ, τοιόνδε ἵππον εὑρεθῆναι καὶ πεμφθῆναι αὐτῷ. δρα- ξάμενος ἀφορμῆς ὁ στρατηγὸς ἀφαιρεῖται καὶ ἄκοντος τοῦ ἀνδρὸς τὸν ἵππον καὶ πρὸς βασιλέα ὡς οἰκεῖον ἐκπέμπει κτῆμα. χρείας γενομένης ἐν πολέμῳ πλειόνων στρατιωτῶν, καὶ τοῦ βασιλέως κελεύσαντος ἁπαξ- απλῶς πάντα στρατεύεσθαι τὸν ὅπλον κινεῖν δυνάμενον, ἐστρατεύσατο καὶ ὁ ῥηθεὶς στρατιώτης, τροπῆς δὲ γενομένης ἔπεσε, μὴ ἔχων ἵππον σῶσαι τοῦτον δυνάμενον. ἔπεσε δὲ γυναῖκα καταλελοιπὼς καὶ τέκνα. ἥτις τὸ φιλοδίκαιον ἀκούουσα τοῦ βασιλέως, ἐκκαιομένη δὲ καὶ τῷ τοῦ ἀνδρὸς φίλτρῳ, καὶ τοῖς τέκνοις ἐπιχορηγεῖν ἀτονοῦσα τὰ ἀναγκαῖα, τὴν βασιλίδα καταλαμβάνει. καὶ τὸν Θεόφιλον καθ' ἣν ἡμέραν εἴθιστο ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις θεῖον ναόν, ἔποχον τῷ τοῦ ἀνδρὸς αὐτῆς ἵππῳ κατιδοῦσα, δρόμῳ πολλῷ τὸν χαλινὸν κατέχει τοῦ ἵππου, οἰκεῖον εἶναι τοῦτον λέγουσα, καὶ μὴ ἄλλον τινὰ αἴτιον, ἀλλ' αὐτὸν ὑπάρχειν τὸν βασιλέα τῆς τοῦ ἀνδρὸς ταύτης σφαγῆς. ἐκπλαγεὶς οὖν ὁ βασιλεὺς τέως μὲν αὐτὴν προσμένειν διωρίσατο ἄχρι τῆς ἐπὶ τὰ ἀνά- κτορα ἐπανόδου αὐτοῦ, ἤδη δὲ ἐπαναδραμὼν εὐθέως αὐτὴν παρεστή- σατο καὶ διεπυνθάνετο σαφέστερόν τι περὶ τῶν λεγομένων μαθεῖν. ἀναλαβοῦσα δὲ ἡ γυνὴ τὰ ἀπ' ἀρχῆς ἄχρι τέλους διδάσκει τὸν βασιλέα. παρεστήσατο γοῦν εὐθέως τὸν στρατηγὸν καὶ ζήτησιν περὶ τοῦ ἵππου ποιεῖται νεανικήν, τῆς γυναικὸς τέως προστάξει κρυπτομένης βασιλικῇ. ἐνισταμένου δὲ τοῦ στρατηγοῦ οἰκεῖον εἶναι τὸν ἵππον, καὶ μὴ ἐξ ἁρπαγῆς κτηθέντα αὐτῷ, ἐξάγει παραχρῆμα τοῦ παραπετάσματος τὴν γυναῖκα, ἔλεγχον ἀψευδέστατον καὶ κατήγορον τῶν λεγομένων. ἣν ὁ στρατηγὸς θεασάμενος ἀπεπάγη καὶ ἐπὶ πολὺν χρόνον ἵστατο ἐνεός. μόλις δ' οὖν εἰς ἑαυτὸν γενόμενος τῶν ποδῶν ἅπτεται τοῦ βασι- λέως μετὰ κλαυθμοῦ καὶ ἱκέτης ἐλεεινὸς γίνεται, τὴν ἁμαρτάδα ἐξαγο- ρεύσας. τί οὖν ὁ βασιλεύς; τὴν μὲν γυναῖκα μετὰ τῶν παίδων ἀδελφοὺς ἐξ ἴσου καὶ κληρονόμους τῆς ἐκείνου δείκνυσιν ὑποστάσεως, αὐτὸν δὲ τῆς ἀρχῆς παραλύει καὶ ὑπερορίᾳ διηνεκεῖ παραδίδωσιν. οὕτω φιλ- απεχθήμων ἦν πρὸς τοὺς ἅρπαγας καὶ τοὺς ἐξ ἀδικίας πλουτεῖν ἐθέλον- τας.

[Theoph.7] Ἐνέκειτο δὲ καὶ ταῖς οἰκοδομαῖς ὁ αὐτὸς βασιλεὺς καὶ τῶν τειχῶν τῆς πόλεως μεγίστην ἐπεδείξατο ἐπιμέλειαν, τὰ χθαμαλώτερα καταστρέ- ψας καὶ ἀνυψώσας καὶ ἄβατα πεποιηκὼς τοῖς ἐχθροῖς. ἃ καὶ νῦν ἵσταν- ται, τὴν ἐκείνου προσηγορίαν ἐγγεγραμμένην ἔχοντα. οὐ μὴν ἀλλὰ καὶ πόρνας ἀπελάσας ἐξ οἰκημάτων τινῶν καὶ καθάρας ὅλον ἐκεῖνον τὸν χῶρον ξενῶνα τὴν ἐκείνου φέροντα προσηγορίαν, κάλλει τε κάλλιστον καὶ μέγιστον, κατεσκεύασεν.

[Theoph.8] Οὕτως ἐκεῖνος εἶχε πρὸς τὴν πορνείαν. πλὴν ὅτι γέ φασιν αὐτὸν κάλλει ποτὲ θεραπαινίδος ἁλόντα ὑπηρετούσης τῇ βασιλίδι συμφθα- ρῆναι αὐτῇ, ῥᾳθύμως τότε βιοῦντα. ἐπεὶ δὲ ᾔσθετο ὠλισθηκώς, ἔγνω δὲ καὶ τὴν Θεοδώραν ὅλην γενομένην τοῦ πάθους καὶ κατηφιῶσαν, φασὶν ἐξειπεῖν ἐπομνύμενον καὶ τὰς χεῖρας αἴροντα πρὸς θεόν, ἦ μὴν τότε μόνον διολισθῆναι καὶ συγγνώμην αἰτεῖν παρὰ τῆς ἑαυτοῦ γυναικός. κατεσκεύασε δὲ καὶ ἀνάκτορα ταῖς ἑαυτοῦ θυγατράσι παρὰ τὸν οὕτω καλούμενον χῶρον τὰ Καριανοῦ, ὧν καὶ ἐς ἡμᾶς τῷ χρόνῳ κατεργα- σθέντων λείψανα περισῴζονται.

[Theoph.9] Βουλόμενος δὲ καὶ τοῖς Σαρακηνοῖς τὴν τῆς βασιλείας δύναμιν ποιήσασθαι κατάδηλον, εἴτε δὴ κοινωνοὺς τῆς εὐφροσύνης λαμβάνων, εἴτε καὶ φοβερὸς αὐτοῖς βουλόμενος ἔσεσθαι, Ἰωάννην τὸν σύγκελλον διδάσκαλον αὐτοῦ πρὶν χρηματίσαντα, πολιτικῆς εὐταξίας ἄνδρα πεπλη- ρωμένον καὶ τῇ αὐτοῦ αἱρέσει κατειλημμένον καὶ πρὸς τοὺς ἀντιρ- ρητικοὺς λόγους δεινότατον, πρὸς τὸν τῆς Συρίας ἄρχοντα ἀποστέλλει, ἄλλα τε δοὺς αὐτῷ πολλά, οἷς θαυμάζεται βασιλεία Ῥωμαίων καὶ τὸ τῶν ἀλλοεθνῶν γένος ἐκπλήσσεται, προσεπιδοὺς δὲ καὶ χρυσίου κεν- τηνάρια τεσσαράκοντα. ἀλλὰ τὰ μὲν ἄλλα τῶν εἰδῶν τῷ ἀμερμουμνῇ ὡς δῶρα πέπομφε, τὸ χρυσίον δέ, ὅπως εἴη αὐτῷ παροχὴ τῆς φιλοτι- μίας χάριν ἐπιδείξεως. εἰ γὰρ ἄμμου δίκην ὁ ἀποσταλεὶς τὸ χρυσίον ἔχει σκεδάζειν, ὡς βούλεται, πολλῷ δήπουθεν μᾶλλον ὁ ἀποστείλας θαυμάζεσθαι ἄξιος. δέδωκε δὲ καὶ σκεύη πρὸς τούτοις δύο ἐκ χρυσοῦ τε καὶ λίθων πολυτελῶν κατεσκευασμένα, ἅπερ ἡ κοινολεξία καλεῖ χερνι- βόξεστα, πάντοθεν ἐξαίρων τὸν αὐτοῦ καὶ κοσμῶν πρεσβευτήν. ὃς δὴ ἀφικόμενος πρὸς τὴν Βαβυλῶνα, Βαγδὰ νῦν ὀνομαζομένην, πολὺς μὲν ἐφαίνετο ἐκ τῆς τοῦ λόγου εὐροίας, πολὺς δὲ καὶ ἐκ τοῦ ἔξωθεν αὐτῷ ἐπανθοῦντος πλούτου, οὐ μικρά τινα τοῖς ἀποστελλομένοις ὡς αὐτὸν καὶ φοιτῶσι διδούς, μεγάλα δὲ καὶ τῷ βασιλεῖ Ῥωμαίων προσήκοντα. ἐθαυμάζετό τε παρὰ τῶν Σαρακηνῶν καὶ ἐπὶ μέγα ἐξῄρετο. ἀλλὰ ταῦτα μὲν ἐγίνετο τῶν βαρβαρικῶν ὁρίων ἐπιβάντος αὐτοῦ. ἐπεὶ δὲ πλησιάσοι καὶ τῷ ἄρχοντι καὶ τοὺς ἐκ βασιλέως δεδώκει λόγους, ἄπεισι πρὸς τὸ τῆς ἀναπαύσεως καταγώγιον. ἐνταῦθα τὸ ἑαυτοῦ διέδειξε μεγαλόφρον καὶ πρὸς ἅπαντα δεξιόν. ἐξαίρων γὰρ τὰ Ῥωμαίων πράγματα καὶ μεγαλύ- νων τοῖς ἐφ' οἱᾳδήποτε αἰτίᾳ πρὸς αὐτὸν φοιτῶσι καὶ πεμπομένοις μεγάλῃ τε καὶ μικρᾷ σκεῦός τι ἀργύρεον χρυσίου πληρῶν ἐπεδίδου. καί ποτε δὲ τοῖς βαρβάροις συνεστιώμενος τῶν εἰρημένων δύο πολυτελῶν ἐκείνων σκευῶν παρήγγειλε τοῖς διακόνοις ἑκουσίως ἀπολέσαι τὸ ἕτερον. ὡς δὲ θροῦς τις οὐκ ἀγεννὴς ἐπὶ τῇ τούτου ἀπωλείᾳ ἐγένετο καὶ πάντες οἱ βάρβαροι τῷ κάλλει τοῦ σκεύους ἐκπεπληγμένοι ἐτέτρωντο τὴν ψυχὴν καὶ πολλὴν ἐποιοῦντο ἔρευναν καὶ ζήτησιν, ὥστε τὸ κλαπὲν εὑρεθῆναι, τηνικαῦτα οὗτος τὸ ἕτερον ἐκβαλεῖν κελεύσας, καὶ τὸ ἀπολωλὸς ἐᾶν φθείρεσθαι ἐπειπών, εἰς θάμβος ἤγαγε τοὺς Σαρακηνούς, τὴν τοιαύτην ζήτησιν ὁμαλῶς καταπαύσας. οὐ μὴν ἀλλὰ καὶ ὁ τῶν Ἀράβων ἄρ- χων ἀντιφιλοτιμούμενος καὶ τούτου δεύτερος ὀφθῆναι μὴ βουλόμενος ἄλλοις τε δώροις αὐτὸν ἐθεράπευεν, οἷς αὐτὸς οὐχ ἡλίσκετο, ἀλλ' ὡς χοῦν κατὰ πρόσωπον αὐτοῦ ἀπερρίπτει, ἐδωρήσατο δὲ καὶ αἰχμαλώ- τους ἑκατόν, ἄρτι τῆς φρουρᾶς τούτους ἐξαγαγὼν καὶ ἀμφιάσεσιν εὐπρεπέσι κοσμήσας, τὰ πενθικὰ τῆς αἰχμαλωσίας ῥάκη περιελών. ἀλλὰ καὶ οὕτως ὁ Ἰωάννης ἐπῄνει μὲν τὸ μεγαλόδωρον τοῦ διδόντος,

[Theoph.9.41] ἐλάμβανε δὲ οὐδαμῶς, εἰπὼν ἐν ἀνέσει μένειν τέως καὶ ἐλευθερίᾳ παρ' ἑαυτοῖς τοὺς ἄνδρας, μέχρις ἂν πρέπουσαν τὴν ἀντισήκωσιν ἐξεργάσηται καὶ ἄλλους αἰχμαλώτους ἀντιδῷ Σαρακηνοὺς ἐν ταῖς Ῥωμαϊκαῖς κατεχο- μένους φρουραῖς ἰσαρίθμους αὐτοῖς. τούτοις ἐξέπληττε τὸν Σαρακηνόν. καὶ οὐκέθ' ὡς ξένον, ἀλλ' ὡς οἰκεῖον ἦγεν αὐτόν, συνεχῶς μετακαλού- μενος καὶ θησαυροὺς τοὺς οἰκείους ἐπιδεικνὺς καὶ τὰ τῶν οἰκημάτων κάλλη. καὶ ἐτίμα τοῦτον διαφερόντως ἄχρι τῆς ἐς Ῥωμαίους ἐπανόδου. ἐπανελ- θὼν οὖν πρὸς Θεόφιλον ὁ Ἰωάννης καὶ τὰ κατὰ Συρίαν διεξιὼν ἔπεισε τὸν βασιλέα τὰ τοῦ Βρύαντος ἀνάκτορα πρὸς τὴν τῶν Σαρακηνικῶν οἰκημάτων κατασκευασθῆναι ὁμοίωσιν, σχήματί τε καὶ ποικιλίᾳ μηδὲν ἐκείνων τὸ σύνολον ἀποδέοντα, ἐκείνου τούτοις ἐφισταμένου καὶ τῇ οἰκοδομῇ ἀρχιτεκτονοῦντος. ἔπεισε τὸν βασιλέα καὶ τὰ ἔργα ἐπερατοῦντο κατὰ τὴν Ἰωάννου ἐξήγησιν, ἑνὸς μόνου κατὰ προσθήκην ἐργασθέντος τοῦ ἀνεγερθέντος εἰς ὄνομα τῆς θεοτόκου ναοῦ κατ' αὐτὸν τὸν κοιτῶνα. ἐδομήθη δὲ κατὰ τὸ προαύλιον τῶν τοιούτων παλατίων τρίκογχος ναὸς κάλλει τε κάλλιστος καὶ μεγέθει πολλῶν διαφέρων, οὗ τὸ μὲν μέσον εἰς ὄνομα γέγονε τοῦ ἀρχιστρατήγου Μιχαήλ, τὰ δὲ κάτωθεν τούτου εἰς μαρτύρων γυναικῶν ἁγίων ὀνόματα.

[Theoph.10] Καὶ περὶ μὲν τὰ τοιαῦτα ἐδόκει τε καὶ ἐνομίζετο μεγαλοπρεπής τε καὶ θαυμαστός, περὶ δὲ τοὺς τὰς θείας καὶ ἀχράντους προσκυνοῦντας εἰκόνας λίαν βαρύς τις καὶ αὐστηρὸς καὶ πάντας τοὺς πρὸ αὐτοῦ τυράν- νους ὠμότητι παρελάσαι φιλονεικῶν. οἱ μὲν γὰρ προλαβόντες Λέων τε ἦσαν καὶ Μιχαὴλ ὁ τούτου πατὴρ ὁ τραυλός. ὁ μὲν ἐθέσπισε μή τινι τῶν γεγραμμένων εἰκόνων, κἄν που γραφόμεναι τύχοιεν, τὴν ἅγιος φωνὴν ἐγχαράττεσθαι ὡς οὐκ ἄλλῳ τινὶ τῆς τοιαύτης ἁρμοζούσης φωνῆς ἢ μόνῳ τῷ θείῳ, οὐκ εὐστόχως βαλὼν τῷ νοΐ. τῆς γὰρ θεὸς φωνῆς τοῖς ἀνθρώποις μεταδοὺς ὁ θεὸς ὑψηλοτέρας οὔσης παρὰ τὸ ἅγιος πρόσρημα, ταπεινοτέρας οὔσης τῆς ἅγιος κατὰ πολύ, οὐκ ἂν τούτους ἀποστερήσειε. πλὴν τοῦτο μὲν οὗτος ἐθέσπισεν, ὁ πρὸ αὐτοῦ δέ, ὁ Λέων, τὸ μηδὲ προσκυνεῖσθαι ὅλως αὐτάς, Θεόφιλος δὲ τὸ μηδὲ χρώμασι ταύτας μορφοῦσθαι. χαμαίζηλον γὰρ τὸ πρὸς τὰ τοιαῦτα ἐπτοῆσθαι, μόνην δὲ σκοπεῖν τὴν ἀλήθειαν. καθῃροῦντο μὲν οὖν ἐντεῦθεν κατὰ πᾶσαν ἐκκλησίαν αἱ θεῖαι μορφαί, θηρία δὲ καὶ ὄρνιθες ἀντὶ τούτων ἀνεστηλοῦντο, τὴν τούτου θηριώδη καὶ ἀνδραποδώδη ἄνοιαν ἐξελέγχοντα. ἐντεῦθεν βεβήλοις χερσὶ τὰ ἅγια καὶ ἱερὰ κειμήλια ἐπὶ τῆς ἀγορᾶς ἐρριπτοῦντο καὶ ἐφυβρίζοντο. ἐντεῦθεν τὰ τῶν κακούργων ἐπληροῦτο δεσμωτήρια τῶν διὰ τιμῆς ἀγόντων τὰς θείας μορφάς, μοναζόντων, ἐπισκόπων, ποιμαινομένων, καὶ τῶν γραφόντων αὐτῶν. πλήρη δὲ καὶ τὰ ὄρη καὶ σπήλαια τῶν ὡς κακούργων λιμῷ ἀναιρεθέντων καὶ δίψει. ἀβάτους γὰρ τηρεῖσθαι τοῖς μοναχοῖς τὰς πόλεις ἐγκελευσάμενος καὶ πάντα τρόπον αὐτοὺς ἀπελαύνεσθαι θεσπίσας, μᾶλλον δὲ μηδὲ κατὰ χώραν ὁρᾶσθαι τολμᾶν, εἰργάσατο τὰ μοναστήρια καὶ ἡσυχαστήρια περιφανῆ πολυάν- δρια, τῶν ἱερῶν ἀνδρῶν προδοῦναι τὴν ἀρετὴν καὶ τὸ ἱερὸν ἔνδυμα μὴ βουλομένων, λιμῷ δὲ καὶ κακουχίαις προαιρουμένων τὴν ζωὴν καταστρέ- φειν, ἐνίων δὲ περιβολῆς κατολιγωρούντων καὶ παρὰ τοῦτο ἀπολλυ- μένων. πολλοὶ δὲ καὶ τῶν ῥᾳθυμότερον διαζώντων τὸν ἄνετον καὶ ἐκλελυμένον ἠσπάσαντο βίον, ὕμνων θείων καὶ ᾠδῶν καὶ αὐτοῦ τοῦ σχήματος ἀφειδήσαντες. καὶ γὰρ οὐδὲ τούτους τελεῖσθαι τοὺς συλλόγους ὁ τύραννος συνεχώρησεν, οἳ πολλάκις καὶ μόνοι δύνανται τηρεῖν καὶ οἷον χαλινός τις εἶναι τοῖς πρὸς τὰ πάθη ἀτάκτως κατολισθαίνουσι. πλὴν οὐ παντάπασι τῶν ἀνθρώπων οὐδὲ τότε τὸ παρρησιαστικὸν καὶ ἐλευθέριον ἀπεφοίτησεν, ἀλλά τινες τῶν θερμοτέρων, πολλοὶ μὲν καὶ καθ' ἕκαστον, τινὲς δὲ καὶ κατὰ συστάδην, ὥσπερ οἱ τῆς τῶν Ἀβραμιτῶν ὁρμώμενοι μονῆς μοναχοί, μετὰ παρρησίας ὀφθέντες αὐτῷ λογικῶς ἔκ τε τῶν τοῖς ἁγίοις πατράσιν ἡμῶν εἰρημένων, Διονυσίῳ τῷ μεγάλῳ, Ἱεροθέῳ καὶ Εἰρηναίῳ, ἀπεδείκνυσαν, ὡς οὐ χθὲς καὶ πρῴην ἡ τῶν μοναχῶν πολιτεία τε ἐφεύρηται καὶ κατάστασις, παλαιὰ δέ τις καὶ ἀρχέγονος. οὐ μὴν δὲ ἀλλὰ καὶ τὰ τῶν θείων εἰκόνων μορφώματα ἀπεδεί- κνυον σύντροφά τε τοῖς ἀποστόλοις καὶ ὁμοδίαιτα, εἴγε Λουκᾶς μὲν ὁ θεῖος ἀπόστολος τὴν τῆς θεοτόκου μορφὴν ἀνετύπωσεν, αὐτὸς δὲ Χριστὸς ὁ δεσπότης ἡμῶν καὶ θεὸς τὴν ἑαυτοῦ ἐπί τινος ὀθόνης ἀπομαξάμενος ἀχειρότευκτον ἡμῖν καταλέλοιπεν. οὗτοι γοῦν οἱ θειότατοι ἄνδρες τὴν τοῦ τυράννου ἄνοιαν ἐξελέγξαντες, καὶ τὴν θηριωδίαν τῷ σφόδρα παρρησιασθῆναι ἐκκαλεσάμενοι μετὰ πολλὰς αἰκίας τε καὶ βασάνους τῆς πόλεως ἐξωρίσθησαν, τὸν δὲ τοῦ προδρόμου θεῖον ναὸν τὸν οὕτω καλούμενον τοῦ Φοβεροῦ κἀν τῷ Εὐξείνῳ διακείμενον πόντῳ καταλαβόν- τες καὶ ταῖς ἐκ τῶν μαστίγων πληγαῖς τελέως καταπονηθέντες τῆς ἄνω λήξεως ἠξιώθησαν. ὧν καὶ τὰ τίμια σώματα ἄταφα ἐρριμμένα εἰς τοὔδα- φος σῶα ἐπὶ πλεῖστον διετηρήθησαν χρόνον, μέχρις ὅτου πιστοί τινες ἀνελόμενοι ταῦτα ἐκήδευσάν τε καὶ καταλλήλως ἐτίμησαν τοῖς ὑπὲρ Χριστοῦ τοῦ θεοῦ μαρτυρήσασιν. ἐφάμιλλα τούτοις καὶ ἀδελφὰ καί τις μοναχὸς ἕτερος ἐπεδείξατο, πρὸς ἀρχὴν ἱερωσύνης ἄρτι ἀναδραμών· ζήλου γὰρ θείου πλησθεὶς κατὰ πρόσωπον ἔστη τοῦ τυράννου καὶ ἄλλα μὲν διεξιὼν οὐκ ὀλίγα καὶ τὸ τοῦ ἀποστόλου δὲ Παύλου ῥητὸν τοῦτο δὴ τὸ φάσκον· ‘εἴ τις ὑμῖν εὐαγγελίζεται, παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω.’ ἀλλὰ καὶ τούτῳ πληγὰς ἐπιθεὶς οὐκ ὀλίγας, ἐπεὶ σταθη- ρότερος ἔδοξεν ἐν τῇ διαλέξει, πρὸς τὸν Ἰαννῆν ἐξαπεστέλλετο, καθηγη- τὴν τοῦ τυράννου γεγονότα καὶ διδάσκαλον, διαλεκτικαῖς ἀποδείξεσι τοῦτον πεῖσαι ἐγκελευσάμενος. ἀλλὰ καὶ τοῦτον ὁ γενναῖος ἀγωνιστὴς οὐ σοφιστικαῖς ἢ διαλεκτικαῖς ἀποδείξεσιν, ἀποστολικοῖς δὲ καὶ εὐαγγελι- κοῖς ῥήμασιν ἀφωνότερον ἰχθύων ἀπέδειξε. καὶ τότε μὲν οὐκ ὀλίγας πάλιν λαβὼν ἐξοστρακίζεται, ὕστερον δὲ τῷ μεγάλῳ συστὰς Ἰγνατίῳ καὶ χρόνον τινὰ συνδιατρίψας αὐτῷ καὶ περὶ τῶν μελλόντων ἀναδιδάξας βασιλέων (ἦν γὰρ καὶ προορατικοῦ ἠξιωμένος χαρίσματος) πρὸς κύριον ἐξεδήμησε. ταῖς δὲ θείαις εἰκόσιν ὁ τύραννος ἀπεχθανόμενος ἔσπευδε πάντας ζωγράφους ἐξ ἀνθρώπων ποιεῖν, ἢ τὸ ζῆν αἱρουμένους ἐμπτύειν τε ταύταις καὶ ὡς βέβηλά τινα ἐπ' ἐδάφους καταπατεῖν. πρὸς τοῖς ἄλλοις δὲ συγκατεσχέθη καὶ ὁ μοναχὸς Λάζαρος, περιβόητος τηνικαῦτα κατὰ τὴν ζωγραφικὴν ὑπάρχων τέχνην. καὶ πρότερον μὲν ὁ θεομάχος θωπείαις αὐτὸν ἐπειρᾶτο ὑποποιεῖσθαι. ὡς δὲ κρείττονα τοῦτον ἑώρα κολακείας ἁπάσης, πρὸς τὴν σύντροφον ἀπεῖδε βίαν καὶ τοσοῦτον αὐτὸν ταῖς βασάνοις κατῄκισεν, ὡς μηδὲ περιγενέσθαι ἐκ τούτων νομίζεσθαι, καὶ οὕτως ἔχοντα πονήρως τοῦ σώματος δεσμωτηρίῳ καθείργνυσιν. ἐπεὶ δὲ ἐπύθετο, ὡς ἀναρραΐσας αὖθις ἀναστηλοῖ τὰς θείας μορφάς, ἐκέλευσε πέταλα σιδηρᾶ ἀπανθρακώσαντας ταῖς παλάμαις αὐτοῦ ἐπιτεθῆναι. ἐβόσκετο οὖν τὸ πῦρ τὰς σάρκας, ἄχρι ποτὲ ἀπαγορεύσας ὁ ἀθλητὴς ἔκειτο ἡμιθνής. ἀλλ' ἔδει τοῦτον ὑπὸ τῆς θείας χάριτος διατηρεῖσθαι καὶ τοῖς ὕστερον ἔναυσμα, ὅθεν ὁ τύραννος, ἐπειδὴ τὰ τελευταῖα πνεῖν τὸν θεσπέσιον ἀνεμάνθανεν, ἱκεσίαις τῆς δεσποίνης καί τινων ἄλλων γνη- σιωτάτων αὐτῷ ἀπολύεται τῆς εἱρκτῆς καὶ πρὸς τὸν ναὸν τοῦ προδρό- μου τὸν οὕτω καλούμενον τοῦ Φοβεροῦ ἐναπεκρύβη, καὶ οὕτως, ὡς εἶχε πληγῶν, εἰκόνα διετύπωσε τοῦ προδρόμου μέχρι πολλοῦ διασῳζο-

[Theoph.10.85] μένην καὶ ἰάσεις ἐπιτελοῦσαν. καὶ ταῦτα μὲν τότε, μετὰ δὲ τὴν τοῦ τυράννου κατάλυσιν τῆς ὀρθοδοξίας ἀναλαμψάσης τὴν ἐν τῇ Χαλκῇ εἰκόνα τοῦ θεανθρώπου Ἰησοῦ Χριστοῦ οἰκείαις χερσὶν ἀνεστήλωσεν. οὗτος ὁ μακαρίτης Λάζαρος παρακαλούμενος ὑπὸ τῆς θαυμαστῆς Θεοδώρας τῆς βασιλίδος συγγνώμην δοῦναί τε καὶ αἰτήσασθαι τῷ ταύτης ἀνδρί· ‘οὐκ ἄδικος’, ἔφη, ‘ὁ θεός, ὦ βασίλεια, ἐπιλαθέσθαι τῆς ἡμῶν ἀγάπης καὶ τῶν πρὸς αὐτὸν κόπων, ἐκείνου δὲ τὸ μῖσος προτιμῆσαι καὶ τὴν ὑπερβάλλου- σαν μανίαν.’ ἀλλὰ ταῦτα μὲν ὕστερον. ὁ δὲ μιαρὸς τύραννος τὸν ὁμολογητὴν Θεοφάνην καὶ Θεόδωρον τὸν αὐτοῦ ἀδελφόν, ἐπὶ σοφίᾳ διαφέροντας εἰδὼς τῶν πολλῶν κατὰ τὸν τοῦ Λαυσιακοῦ τρίκλινον παρεστήσατο δημοσίᾳ διαλεξομένους περὶ τῆς πίστεως. καὶ ‘ἄγε δή’, φησίν, ‘ὑμεῖς, ὦ κατάρατοι, τίσι πειθόμενοι ῥήσεσι τῆς γραφῆς τὰ εἴδωλα’, τὰς ἁγίας εἰκόνας ἀκολάστῳ γνώμῃ καὶ γλώττῃ καλῶν οὕτω, ‘προσκυ- νεῖτε καὶ τοὺς πολλοὺς καὶ ἀκεραίους οὕτω ποιεῖν ἀναπείθετε;’ προσετίθει δὲ καὶ ἄλλ' ἄττα βλάσφημα καὶ ἀπηχῆ κατὰ τῆς εἰκόνος Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀναιδεστέρᾳ φωνῇ. οἱ δὲ μακάριοι· ‘ἐμφραχθείη τὸ στόμα,’ εἶπον, ‘τὸ λαλοῦν κατὰ τοῦ θεοῦ ἀνομίαν.’ ὁ δὲ κρύπτει μὲν τέως τὴν λεοντῆν, τὴν δὲ ἀλωπεκῆν ὑποκρίνεται, καὶ χρήσεις προφητικὰς ἀπῄτει καὶ μαρτυρίας τὰ εἰκόνας προσκυνεῖσθαι ἐπιτρεπούσας. θατέρου δὲ τῶν ἀδελφῶν τοῦ μακαρίτου Θεοφάνους ῥῆσίν τινα ἐκ τῆς τοῦ Ἡσαΐου προφέροντος προφητείας, οὐκ ἔχειν οὕτως ταύτην ἀντέλεγεν ὁ Θεόφιλος, καὶ ἅμα τὴν ἑαυτοῦ βίβλον ἀνελίττων ἐδείκνυ τάχα τοὺς λόγους πιστούς. ὡς δὲ νενοθεῦσθαι ὑπ' αὐτοῦ δὴ ταύτην οὐ μόνον ὁ ἅγιος ἐπεβόα, ἀλλὰ καὶ πάσας τὰς ὅσαι εἰς τὴν αὐτοῦ ἐλθοῦσαι ἔτυχον χεῖρα, ἐκείνην ἔλεγε προτιθεὶς ἰέναι πρὸς αὐτὸν τὴν βίβλον τὴν κατὰ τὴν πατριαρχικὴν ἐν τῷ Θωμαΐτῃ κατὰ τήνδε τὴν θέσιν κειμένην βιβλιοθήκην εἰς πίστωσιν τῶν λεγομένων. ἐπεὶ γοῦν ἀπέσταλτό τις, καὶ θᾶττον ἢ λόγος ἤγαγε τὸ βιβλίον, ἑκὼν μὲν ὁ βασιλεὺς ἀνελίττων ἡμάρτανε τοῦ ῥητοῦ καὶ αἰσχυνόμενος ὑπερεπήδα μὲν τὴν ζητουμένην φράσιν, ἐν ἄλλοις δὲ καὶ ἄλλοις ἐποιεῖτο τὴν ζήτησιν. ὡς δ' ὑπὸ τοῦ μακαρίτου Θεοφάνους ἀνε- διδάσκετο δακτυλοδεικτοῦντος, ὡς ‘ἔτι τρία φύλλα διαβιβάσας τὸ ζητούμενον καταλάβοις’, τότε δὴ μὴ φέρων τοὺς τῆς παρρησίας ἐλέγ- χους, συνειδὼς δὲ καὶ τὴν ἀλήθειαν ἔχουσαν οὕτως, τὸ ἕως τότε μακρόθυμον ἀπορρίψας καὶ τὸν θῆρα ἀνακαλύψας· ‘οὐ δίκαιον’, ἔφησε, ‘βασιλέα ὑπὸ τοιούτων ἀνδρῶν ἐνυβρίζεσθαι’, καὶ λοιπὸν προσέταξεν ἐν τῷ τοῦ Λαυσιακοῦ μεσοκηπίῳ τούτους ἀπαχθέντας ῥαβδισθῆναι ῥάβδων φοραῖς βαρυτάτων ἄχρι τῶν διακοσίων καὶ τοῖς μετώποις αὐτῶν ἐπιγραφῆναι βαρβαρικῶς ἐκκεντηθέντας οὓς συντέθεικε λήρους ἰαμβικούς. εἰσὶ δὲ οὗτοι· πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν, ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες ἔστησαν εἰς σύστημα τῆς οἰκουμένης, ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας. ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν κατακρίνονται καὶ διώκονται πάλιν. τούτου δὲ θᾶττον γενομένου ἐκεῖνοι μὲν τὸν τῆς ὁμολογίας καὶ μαρτυρίας ἀνεδήσαντο στέφανον, οὗτος δὲ ὁ σοβαρὸς καὶ πάντων ἀθλίων ἀθλιώτερος πᾶσιν ἀνεδείχθη βλάσφημος καὶ διώκτης καὶ τῶν πώποτε κακοδόξων κακοδοξότερος. πρὸς τούτοις δὲ καὶ τὸν μακαρίτην Μιχαήλ, τὸν σύγκελλον τῆς κατὰ τὴν ἁγίαν πόλιν ἐκκλησίας, σὺν ἑτέροις πολλοῖς ἀσκηταῖς τῇ φυλακῇ καθεῖρξε, τῇ πολυχρονίῳ κακώσει ὑπάξαι τούτους καραδοκῶν. καὶ τὰ μὲν κατὰ τῶν ἁγίων τοιαῦτα αὐτῷ νεανιεύματα, καὶ οὕτως τὸν μὲν δι' ἡμᾶς ὀφθέντα ἄνθρωπον, θεὸν ὄντα ἀληθινόν, ὕβριζε καὶ τοὺς ἑαυτοῦ ἀληθινοὺς θεράποντας οὐ βραχεῖ χρόνῳ καὶ περιωρι- σμένῳ, κατὰ πάντα δὲ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον ἐκάκου καὶ ἀνηκέστοις καθυπέβαλλε συμφοραῖς.

[Theoph.11] Ἐφιλοτιμεῖτο δὲ καὶ μελῳδὸς εἶναι. διὸ καὶ ὕμνους ποιῶν τινας καὶ στιχηρὰ μελίζων ᾄδεσθαι προετρέπετο. μεθ' ὧν καὶ τὸ τοῦ τετάρτου ἤχου ‘εὐλογεῖτε’ ἐκ τοῦ κατὰ τὴν ὀγδόην ᾠδὴν ‘ἄκουε κόρη’ μεθαρμοσά- μενος καὶ ῥυθμὸν ἕτερον παρασχὼν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ εἰς ἐπήκοον ᾄδεσθαι διωρίσατο. φέρεται δὲ καί τις λόγος, ὡς ἔρωτι τοῦ μέλους βαλλόμενος κατὰ τὴν μεγάλην ἐκκλησίαν ἐν φαιδρᾷ πανηγύρει οὐ παρῃτήσατο τὸ χειρονομεῖν, δοὺς τῷ κλήρῳ ὑπὲρ τούτου χρυσίου λίτρας ἑκατόν. καὶ τὸ στιχηρὸν δὲ τὸ κατὰ τὴν βαϊοφόρον, τὸ ‘ἐξέλθατε ἔθνη, ἐξέλθατε καὶ λαοὶ’ τῆς ἐκείνου φασὶν εἶναι τόκον ψυχῆς.

[Theoph.12] Ἐπεὶ δὲ καὶ τὰς περὶ τὴν κεφαλὴν τρίχας ὀλίγας ἐκ φύσεως εἶχεν, ἀναφάλας τις ὤν, θέσπισμα ἐξέθετο πανταχοῦ ἐν χρῷ τὰς τρίχας ἀπο- κείρειν, καὶ μή τινα Ῥωμαῖον ὄντα περαιτέρω ταύτας τοῦ τραχήλου φέρεσθαι συγχωρεῖν, τὸν δὲ τὸ δόγμα παρορῶντα πολλαῖς αἰκίζεσθαι μάστιξι, τὴν τῶν προγόνων Ῥωμαίων ἐπανάγειν ἀρετὴν βρενθυό- μενος.

[Theoph.13] Πέντε δὲ θυγατέρων ὑπάρχων πατήρ, ὡς προλαβὼν ὁ λόγος ἀπέφηνε, καὶ ἄρρενος ἔρημος γονῆς, τὴν πασῶν ἐσχάτην Μαρίαν ὑπερ- βαλλόντως ἀγαπωμένην αὐτῷ δεῖν ᾠήθη συζεῦξαι ἀνδρί. ὁ νυμφίος δὲ ἦν τῆς τῶν Κρινιτῶν γενεᾶς, χώρας τῶν Ἀρμενίων, Ἀλέξιος τοὔνομα, Μωσηλὲ τὴν ἐπωνυμίαν, τῷ εἴδει ὡραῖος, ἀκμάζων τὴν ἡλικίαν. πρῶτον μὲν τῇ τῶν πατρικίων καὶ ἀνθυπάτων τιμήσας ἀξίᾳ, εἶτα καὶ μάγιστρον καὶ ὕστερον καίσαρα, στρατεύματά τε δοὺς ἱκανὰ πρὸς τὴν Λογγιβαρ- δίαν ἐξέπεμψε, χρείας κατεπειγούσης τινός. καὶ ὁ μὲν ἀπῄει, καλῶς τὰ κατ' αὐτὸν ἐξανύων καὶ ὡς ἐδόκει τῷ βασιλεῖ. διὸ καὶ ἤκμαζε μὲν ὁ πρὸς αὐτὸν πόθος, συνήκμαζε δὲ καὶ ὁ ἐξ ἀνθρώπων φθόνος, καὶ διέβαλλον αὐτὸν ὡς τῆς βασιλείας ἐπιθυμοῦντα, προστιθέντες, ὡς δεῖ ποτε τὸ ἄλφα τοῦ θῆτα κατακυριεῦσαι. ἅπερ δὴ πυνθανόμενος ὁ καῖσαρ καὶ τὸν φθόνον ὥσπερ ἀποκρουόμενος πολλὰ τοῦ βασιλέως ἐδέετο συγχωρηθῆναι πρὸς τὸν μονήρη μετατάξασθαι βίον. ἀλλὰ τοῦτο μὲν ὁ βασιλεὺς οὐκ ἐπέτρεψε, τὴν χηρείαν τῆς θυγατρὸς εὐλαβούμενος, καὶ ὁ καῖσαρ ἔμενεν ἐφ' ἡσυχίας τοῖς δημοσίοις ἐνασχολούμενος. ὡς δ' ἀπετέχθη τῷ βασιλεῖ ὁ Μιχαὴλ καὶ ἡ τοῦ καίσαρος γαμετὴ Μαρία τὸν βίον μετήλλαξε, ταύτην μὲν οὕτως ἐτίμησεν, ὡς τὸν νεκρὸν αὐτῆς ἐν λάρνακι θεῖναι περιηργυρω- μένῃ, καὶ ἀσυλίαν δοῦναι τῷ τάφῳ τοῖς ἐφ' οἵοις δήποτε ἐγκλήμασιν ἁλοῦσιν ἀνθρώποις, τὸν δὲ Ἀλέξιον λάθρᾳ μεταταξάμενον καὶ τὸ μοναχι- κὸν ἀμφιασάμενον σχῆμα, ἐπεὶ μὴ ἔπειθε τοῦτο ἀποβαλεῖν, μόλις ἐᾶσαι, δεδωκὼς αὐτῷ εἰς ἐνδιαίτημα τό τε κατὰ Χρυσούπολιν βασιλικὸν μονα- στήριον, ἔτι δὲ καὶ τὸ τοῦ Βυρσέως καὶ τὸ κατὰ τὸν Ἐλαίαν. ἐκεῖνος δὲ τῷ κατὰ Χρυσούπολιν ὄντι ἐνδιαιτώμενος, ἐπεί ποτε περιπάτου ἐδεήθη καὶ κατὰ τὸν Ἀνθεμίου λεγόμενον ἐγένετο τόπον, εἵλετο τοῦτον διὰ βασιλικῆς προστάξεως ἐξωνήσασθαι. ἐν ᾧ καὶ μοναστήριον κατασκευάσας πολυτελὲς τὸν βίον ἐκλιμπάνων ἐτέθη ἐκεῖσε, σὺν αὐτῷ δὲ καὶ ὁ τούτου ἀδελφὸς Θεοδόσιος ἐς πατρικίους τελέσας, πολλὰ γνωρίσματα τῆς αὐτοῦ ἀρίστης βιοτῆς ἐν τῷ μοναστηρίῳ καταλιπών.

[Theoph.14] Τοῦ δ' ἀρχηγοῦ τῶν Ἀράβων Ἰμβραὴλ κατὰ Ῥωμαίων ἐκστρα- τεύσαντος καὶ ὁ Θεόφιλος ἀντιφιλοτιμούμενος ἔξεισιν ἅπαν δέος ἀποβαλών.

[Theoph.14.3] εἰ γάρ τι καὶ προσῆν, ἀλλ' ἡ τῶν συνόντων αὐτῷ ἀνδρῶν κατὰ πολέμους πεῖρα καὶ γενναιότης ὡς πορρωτάτω τοῦτο ἐτίθει. Θεόφοβος οἱ ἄνδρες ἦσαν καὶ Μανουήλ· ἀλλ' ὁ μὲν Μανουὴλ δῆλος ἦν ἐπ' ἀνδρείᾳ καὶ αὐτοῖς τοῖς ἐναντίοις, τοῦ στρατοῦ τῶν Ἀνατολικῶν κατάρξας ἐπὶ τοῦ Λέοντος καὶ τοῦ πρὸ αὐτοῦ Μιχαὴλ ἱπποκόμων ὁ πρῶτος γενόμενος· πρωτοστράτορα τοῦτόν φασι.

[Theoph.15] Δηλώσει δὲ καὶ τὸν Θεόφοβον ὁ λόγος, ὅθεν τε καὶ ὅπως ἐκ Περσῶν καταγόμενος τῷ βασιλεῖ γέγονε γνώριμος καὶ τὴν ἀδελφὴν αὐτοῦ εἰς γάμον ἡρμόσατο. εἰς πρεσβείαν τίς ποτε τῶν ἐκ βασιλικῆς σειρᾶς Περσῶν ἀφικόμενος εἰς τὴν Κωνσταντίνου οὐκ ἐκ νομίμου συνα- φείας, ἐκ λαθραίας δὲ καὶ κρυφίας τοῦτον ἀποτεκὼν ἀπεδήμησεν. ἐπεὶ δὲ νόμος ἀπαράβατος τοῖς Πέρσαις ἐστὶ μή τινα τῆς αὐτῶν ἀρχῆς ἐγκρατῆ γενέσθαι, μὴ τῆς βασιλικῆς ὄντα σειρᾶς, ἐξέλιπον δὲ ἐκ τῶν συνεχῶν πολέμων ὑπὸ τῶν Ἀγαρηνῶν ἐλαθέντες οἱ τῆς βασιλικῆς φυλῆς, ἐφέρετο δὲ καὶ λόγος πολὺς ἐν Περσίδι, ὡς εἴη τις κατὰ τὸ Βυζάντιον ὠνομα- σμένος Θεόφοβος (καὶ γὰρ ἦν διαδοθεὶς ὑπὸ τοῦ σπείραντος τοῦτον πατρός), ἔδοξε τῇ τῶν Περσῶν γερουσίᾳ κρύφα τινὰς ἐκπέμψαι εἰς ἔρευναν τοῦ ζητουμένου, καὶ δὴ καταλαβόντες τὴν ἡμετέραν καὶ πολλὰ διερευνησά- μενοι εὗρον αὐτὸν κατὰ τὴν Ὀξείαν τῇ μητρὶ συνόντα. ὡς δ' οὐκ ἐκ μόνων ἰνδαλμάτων, ἀλλὰ καὶ τῶν τῆς ψυχῆς καὶ σώματος γνωρισμάτων ὁ ζητούμενος ἐδηλοῦτό τε καὶ ἐγνωρίζετο, προσεμαρτύρει δὲ καί τις τῶν ἐκ γειτόνων τὴν γενομένην τῇ γυναικὶ πρὸς τὸν Πέρσην συνάφειαν (οὐ γάρ τι κρυπτόν, ὃ τοῖς πολλοῖς οὐ γνωσθήσεται), δήλους ἑαυτοὺς οἱ σταλέντες καθιστᾶσι τῷ βασιλεῖ καὶ τὰ τοῦ σκοποῦ σαφηνίζουσιν, εἰρήνην καὶ σπονδὰς καὶ παντὸς τοῦ ἔθνους ὑποταγὴν ὑπισχνούμενοι, εἰ τὸν Θεόφοβον αὐτοῖς ἀποδοῦναι οὐ παραιτήσεται. ἥσθη γοῦν τοῖς ὑποσχεθεῖσιν ὁ βασιλεύς, καὶ ἐπείπερ οὕτως ἔχουσαν εὗρε τὴν ἀλήθειαν, προσλαμβάνεται τοῦτον ἐν τοῖς βασιλείοις καὶ μαθημάτων καὶ παιδείας μετεδίδου ἐλευθερίου. ἕτερος δὲ λόγος φησὶ μὴ ἐκ πρέσβεώς τινος τὴν σπορὰν δέξασθαι τὸν Θεόφοβον, ἀλλὰ κατά τινα περιπέτειαν τῶν ἐν πολέμοις συμβαινόντων. καὶ τὸν τούτου πατέρα, εἴτε καὶ βασιλεύοντα, εἴτε καὶ βασιλέως ἔγγιστα ὄντα κατὰ συγγένειαν φυγεῖν ἐκ Περσίδος καὶ πρὸς τὴν βασιλεύουσαν ἐλθεῖν, πένητα διατελοῦντα βίον, κἀκεῖσε καπηλίδι τινὶ γυναικὶ δουλεύοντα ἁλῶναι τῷ ταύτης ἔρωτι, καὶ νομίμῳ συναφείᾳ τὸν Θεόφοβον ἀποτεκεῖν. ἀλλ' ὁ μὲν πατὴρ ἐξ ἀνθρώπων ἐγένετο, ἀστρονομίᾳ δέ τινι καὶ μαντείᾳ (καὶ γάρ φασι ταύτας τὰς ἐπιστήμας ἀκμάζειν ἔτι ἐν Περσίδι) μαθεῖν περὶ τοῦ Θεοφόβου τοὺς Πέρσας, ὡς ἔστι τις ἐκ βασιλικῆς φυλῆς καταγόμενος ἐν Βυζαντίῳ, καὶ ἐπείπερ ἔμαθον, σπουδῇ τὴν Κωνσταντίνου καταλαβεῖν πρὸς τὴν τοῦ ζητουμένου εὕρεσιν, καὶ γνωστὸν οὕτω γενέσθαι τῷ βασιλεῖ. ἐπεὶ δὲ ἡ τούτου ἐμφάνεια ἅπασιν ἐγνώσθη τοῖς ἐν Περσίδι διὰ τῶν ὑποστρε- ψάντων πρέσβεων, ἥδιστον ἐφάνη πᾶσιν ἀπόστασίν τινα ἐννοῆσαι κατὰ τῶν Ἀγαρηνῶν καὶ τῇ Ῥωμαίων ἀρχῇ προσχωρῆσαι, ὡς ἂν τοῦ κατὰ γένος ἀρχηγοῦ εὐμοιρήσωσιν. ἔτυχε δὲ καὶ ἄλλως ὁ τῶν Περσῶν ἀρχηγὸς Βάβετ ἤδη πενταετίαν ἔχων ἐξ Ἀγαρηνῶν ἀποστὰς σὺν χιλιάσιν ἑπτά. ὃς καὶ τῷ πρὸς τὸν Θεόφοβον πόθῳ καὶ τῷ ἐξ Ἀγαρηνῶν φόβῳ βαλλό- μενος εἰς τὴν Ῥωμαϊκὴν ἐπικράτειαν ἔρχεται κατὰ πόλιν Σινώπην καὶ τῷ βασιλεῖ ἑαυτόν τε ποιεῖ καὶ τὸ ὅλον ἔθνος ὑπήκοον. διά τοι τοῦτο τόν τε Θεόφοβον ὁ Θεόφιλος ἀνάγει εἰς πατρικίων τιμὴν καὶ τῇ ἑαυτοῦ ἀδελφῇ συνοικίζει, ἕκαστόν τε τῶν Περσῶν νομοθετεῖ κατ' ἐπιγαμίαν συνάπτεσθαι τοῖς Ῥωμαίοις, πολλοὺς ἐκ τούτων τοῖς βασιλικοῖς ἐμπρέ- πειν πεποιηκὼς ἀξιώμασι, καὶ κώδιξι στρατιωτικοῖς ἀναγράφεται τάγμα Περσικὸν οὕτω καλούμενον ὀνομάσας καὶ τοῖς κατὰ τῶν Ἀγαρηνῶν ἐξιοῦσι Ῥωμαίοις ἐναριθμεῖσθαι προσέταξε.

[Theoph.16] Τούτοις τοίνυν τοῖς δυσὶ θαρρήσας Θεόφιλος, τῷ Μανουὴλ καὶ τῷ Θεοφόβῳ, ἔξεισι κατὰ τῶν Ἀγαρηνῶν. ἐγγὺς δὲ γενομένων ἀλλήλοις τῶν στρατευμάτων ἐδέησε βουλῆς. καὶ ὁ μὲν Μανουὴλ οὐ δίκαιον ἔλεγε βασιλέα Ῥωμαίων πρὸς ἀμερμουμνῆν πολεμεῖν, ἀλλά τινα μέρος λαβόντα τῶν στρατηγῶν ἐξιέναι κατὰ πρόσωπον τῶν ἐχθρῶν. ὁ Θεόφοβος δὲ καὶ αὐτὸν ἐπὶ παρατάξεως εἶναι τὸν βασιλέα ἐβούλετο καὶ νύκτωρ ἐπιθήσε- σθαι τοῖς ἐχθροῖς μετὰ τοῦ πεζικοῦ συνεβούλευε, συνεπιθήσεσθαι δέ, ὅτε δεήσοι, καὶ τὸ ἱππικόν. ἀλλ' οὐκ ἔπεισε τὸν βασιλέα πολλῶν εἰπόντων σφετερίζεσθαι τὸν Θεόφοβον τὴν τῶν Ῥωμαίων δόξαν καὶ διὰ τοῦτο βούλεσθαι ἐν νυκτὶ πολεμεῖν. ἔδοξεν οὖν εἰς τοὐμφανὲς μεθ' ἡμέραν συρράξαι τὸν πόλεμον. ὁ μὲν οὖν ἀμερμουμνῆς Ἰμβραήλ, εἴτ' ἄλλως καταλαζονευό- μενος, εἴτε δὴ καὶ τὸν βασιλέα κατορρωδήσας, μέρος τοῦ στρατοῦ λαβὼν ἀνεχώρησεν, Ἀβουζάχαρ δέ τινα τῶν ἑαυτοῦ στρατηγῶν πρὸς τὸν κατὰ βασιλέως πόλεμον μετὰ μυριάδων ὀκτὼ ἐξαπέστειλεν. ἐγγισάντων δὲ τῶν στρατευμάτων, συμπλοκῆς γενομένης καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων τέλος ἔκλιναν αἱ σχολαὶ μετὰ τοῦ δομεστίκου καὶ πρὸς ὑπαγωγὴν ἐκινήθησαν. ὁ βασιλεὺς δὲ μετὰ τῆς βασιλικῆς φάλαγγος καὶ δύο χιλιάδων Περσῶν, προσόντος αὐτοῖς καὶ τοῦ Θεοφόβου, ἐπί τινα βουνὸν ἄνεισι. περιστοιχισάντων δὲ τοῦτον τῶν Σαρακηνῶν, ἄχρι μὲν ἑσπέρας πολὺς ἦν ὁ περὶ αὐτὸν πόλεμος, τῶν μὲν ἐλπιζόντων αἰχμάλω- τον τοῦτον λαβεῖν, τῶν δὲ ἀμυνομένων καὶ μὴ προδοῦναι τὸν βασιλέα ἀνεχομένων. διὸ νυκτὸς ἐπιγενομένης κατεσοφίσατο τοὺς Σαρακηνοὺς ὁ Θεόφοβος τοῖς στρατιώταις ἐγκελευσάμενος κρότοις τε καὶ ἀλαλαγμοῖς χρῆσθαι κιννύραις τε καὶ χορδαῖς καὶ σαλπίγγων φωναῖς, ὡς τάχα βοηθείας ἑτέρας προσγινομένης αὐτοῖς. τοῦτο γὰρ δὴ καὶ ὑποτοπάσαν- τες οἱ Σαρακηνοὶ μίλια ἓξ ὑπεχώρησαν εἰς τοὐπίσω κύκλωσιν κατορρω- δήσαντες. ὅθεν ἀδείας τυχόντες μικρᾶς οἱ περὶ τὸν βασιλέα φυγῇ χρησά- μενοι τὴν σωτηρίαν ἐπραγματεύσαντο καὶ πρὸς τὸ διαπεφευγὸς στράτευμα διεσώθησαν. μεμψάμενος οὖν τὸ προδεδωκὸς στράτευμα μόνον ὁ βασιλεύς, οὐδὲν δὲ πλέον ἄχαρι πράξας, χάρισι καὶ διαφερούσαις τιμαῖς τοὺς περὶ τὸν Θεόφοβον ἐγέραιρεν. ὅθεν οἱ Πέρσαι πλείονα τὸν πόθον πρὸς τὸν Θεόφοβον ἀνῆπτον καὶ μόνοι μετ' αὐτοῦ τὸν κατ' Ἀγαρηνῶν ὑποδύεσθαι πόλεμον καθικέτευον καὶ τρέπεσθαι διεβεβαιοῦντο τὸν βασιλέα. διὸ καὶ τοῖς λόγοις αὐτῶν κατακηλούμενος ὁ βασιλεὺς οὐδένα ἄλλον, ἀλλὰ τὸν Θεόφοβον αὐτῶν ἡγεμονεύειν ἐβούλετο. τῷ δ' ἐπιόντι ἐνιαυτῷ ἔξεισι πάλιν ὁ βασιλεὺς μετὰ τῶν δυνάμεων, καὶ κατὰ τὸ Χαρσιανὸν τοῖς Ἀγα- ρηνοῖς συμπλακεὶς τρέπεται τούτους καὶ οὐκ ὀλίγους χειροῦται, αἰχμα- λώτους κατασχὼν ἄχρι τῶν εἴκοσι καὶ πέντε χιλιάδων, καὶ μετὰ νίκης λαμπρᾶς ἐπάνεισι πρὸς τὴν βασιλεύουσαν.

[Theoph.17] Ἐλήφθη τις αἰχμάλωτος ἐκ τῶν Ἀγαρηνῶν κατὰ χεῖρά τε γεν- ναῖος καὶ χειρῶν εὐφυΐᾳ ὀνομαστός, ὃς καὶ γνωστὸς ἦν τῷ τῶν σχολῶν δομεστίκῳ καὶ ἐμαρτυρεῖτο παρ' αὐτοῦ, ὡς εἴη τε δεξιὸς περὶ τὴν ἱππα- σίαν καὶ ὡς ἐν τῷ ἱππάζεσθαι δυσὶ δόρασι χρώμενος ἐντέχνως ἄγαν καὶ εὐφυῶς καταβάλλει τοὺς ἐναντίους. ἐπεὶ δὲ ἔδει ἐν τῇ ἱπποδρομίᾳ τὸν τῆς νίκης θρίαμβον ἐκτελεῖν τὸν δομέστικον, προηγεῖτο δὲ οὗτος τοῦ θριάμβου, θεασάμενος αὐτὸν ὁ βασιλεὺς καὶ τοῖς ἐπαίνοις κλαπεὶς ἵππου τε ἐπιβῆναι ἐκέλευσε καὶ δόρατα λαβόντα δύο τὴν ἀριστείαν καὶ εὐφυΐ- αν ἁπάσῃ τῇ πόλει ἐνδείξασθαι. τούτου δὴ γενομένου καὶ τοῖς ἀπειρο-

[Theoph.17.10] τέροις τέρψιν παρέχοντος τῇ ὁράσει, Θεόδωρος ὁ τὴν ἐπωνυμίαν Κρα- τερός, ὁ καὶ μετὰ βραχὺ τῆς τῶν ἁγίων τεσσαρακονταδύο μαρτύρων φάλαγγος ἀρχηγὸς γεγονώς, πλησίον τῷ βασιλεῖ παρεστὼς ἐξεμυκτή- ριζε τὸν Ἀγαρηνόν, μηδὲν ἀνδρεῖον φάσκων μηδὲ καταπληκτικὸν ἐν- δεικνύμενον. ᾧ καὶ χαλεπήνας ὁ βασιλεύς· ‘ἀλλὰ σύ, ὦ θηλυδρία καὶ ἄνανδρε, δύνασαί τι τοιοῦτον ἐργάσασθαι;’ ὑπολαβὼν δὲ ὁ Κρατερός· ‘δύο μέν, βασιλεῦ, μὴ μαθὼν οὐδὲ μεταχειρίσασθαι δόρατα δύναμαι. οὐδὲ γὰρ ἐν πολέμῳ τοιαύτης φλυαρίας χρεία. ἑνὶ δὲ χρησάμενος τὴν εἰς θεὸν πεποίθησιν ἔχω βεβαίαν, ὡς κρημνίσω τε τοῦτον καὶ τοῦ ἵππου καταβαλῶ.’ ἐπὶ τῷ λόγῳ θυμωθεὶς ὁ βασιλεὺς ἦ μήν, ἔφησε, κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τὸν ὅρκον ἐπαγαγών, θανάτῳ παραδοῦναι τὸν ἅγιον, εἰ μὴ τοὺς λόγους εἰς ἔργον ἀγάγοι. ἀναβὰς οὖν εὐθὺς τὸν ἵππον ὁ Θεό- δωρος καὶ δόρυ λαβὼν συνεπλέκετο τῷ Σαρακηνῷ, καὶ ἐν οὐ μακρῷ τῷ χρόνῳ τοῦ ἵππου αὐτὸν κατεκρήμνισεν. ᾐσχύνθη μὲν οὖν ὁ βασι- λεὺς καταβεβλημένον ἰδὼν τὸν Σαρακηνὸν ὑπ' ἀνδρὸς εὐνούχου, ὅμως τὴν ἀρετὴν αἰδεσθεὶς τοῦ ἀνδρὸς λόγοις τε ἐφιλοφρονήσατο καὶ στολὰς καὶ περιβολάς, τὴν πολιτείαν αἰδούμενος, ἐδωρήσατο. ἤδη δὲ τοῦ ἔαρος ὑπολάμποντος, δύναμιν πάλιν ἠθροικὼς ὁ Θεόφιλος ἔξεισι κατὰ τῶν Σαρακηνῶν καὶ τὸν ὅσιον Μεθόδιον ἔχων μεθ' ἑαυτοῦ, εἰθισμένον αὐτῷ ἐν τοῖς πολέμοις τοῦτο ποιεῖν, εἴτε τοῦ ἀσαφῆ ἕνεκεν καὶ πολλοῖς ἄγνωστα διαλύειν διὰ τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας, εἴτε καὶ ἐπαναστάσεις φυλαττόμενος παρ' αὐτοῦ τινας παθεῖν διὰ τὸν κατὰ τῶν θείων καὶ σεπτῶν εἰκόνων πόλεμον. οὐ μικρῶς γὰρ ἐσέβετο τὸν ἄνδρα τὸ τῆς πολιτείας ἔκκριτον καὶ φιλόθεον. διά τοι τοῦτο κατόπιν ἐᾶν αὐτὸν οὐκ ἐφαίνετο συμφέρον τῷ βασιλεῖ.

[Theoph.18] Τέως δ' ὅμως συμπεσόντων ἀλλήλοις τῶν στρατευμάτων καὶ τῶν Ἰσμαηλιτῶν ὑπερτερούντων, κύκλωσιν ὑπέστη ὁ βασιλεὺς καὶ ἤδη ἁλώσιμος ἦν. ὃ δὴ καταμαθὼν Μανουὴλ ὁ τοῦ στρατοῦ ἐξηγούμενος, καὶ δεινὸν ἡγησάμενος δορυάλωτον βασιλέα Ῥωμαίων ἰδεῖν, τοὺς περὶ αὐτὸν ἀναθαρρύνας εἰσῄει μετὰ θάρσους τὸν κίνδυνον. ὡς δ' εὗρε κα- μόντα τὸν βασιλέα καὶ τὴν σωτηρίαν ἀπεγνωκότα, προφασιζόμενον δὲ μὴ βούλεσθαι τὸν λαὸν φυγόντα καταλιπεῖν, ‘ἄγε δή’, ἔφησεν, ‘ὦ βασιλεῦ, ἕπου μοι προπορευομένῳ καὶ τὴν ὁδόν σοι εὐρύνοντι.’ ὡς δ' ὁ μὲν Μανουὴλ ἐξῄει, ὁ βασιλεὺς δὲ κατεπτηχὼς οὐχ εἵπετο, πάλιν ἐκ δευτέρου ὑποστρέψαι ἠναγκάσθη. ὡς δὲ καὶ πάλιν ἠστόχησε, τὸ τρί- τον ἐπιστραφεὶς θάνατον ἠπείλησεν, εἰ μὴ ἕποιτο, καὶ οὕτως ὀψὲ καὶ μόλις τοῦ κινδύνου διέσωσε. διὸ τιμαῖς τε τοῦτον ἀνταξίοις ἐδεξιοῦτο καὶ δωρεαῖς ἐθεράπευεν, εὐεργέτην καὶ σωτῆρα ἀποκαλῶν.

[Theoph.19] Ἀλλ' ὁ φθόνος ἴσχυσε κατὰ τοῦ τοιούτου ἀνδρός, καὶ εἰς καθο- σίωσιν ἐκ λοιδορίας κατεγκληθεὶς καὶ κίνδυνον οὐ μικρὸν ἑαυτῷ ἐπηρτη- μένον κατανοήσας καὶ διά τινος τῶν πιστοτάτων πληροφορηθείς, δούλου μὲν γεγονότος αὐτοῦ, οἰνοχοοῦντος δὲ τότε τῷ Θεοφίλῳ, ὡς μέλλοι τοῦτον ἀποτυφλοῦν, ἀποστασίαν τολμᾷ καὶ πρὸς Ἀγαρηνοὺς μετατί- θεται, μέγας παρ' αὐτοῖς καὶ ὀφθεὶς καὶ μεγίσταις τιμαῖς γεραιρόμενος. στρατόν τε γὰρ ἐνεπιστεύθη πολὺν καὶ κατὰ τῶν γειτονούντων ἐχθρῶν, οἳ οὕτω δὴ Κορμάτοι καλοῦνται, ἐπέμφθη. ὃς μηδένα ἕτερον ἕπεσθαί οἱ θελήσας, ἀλλ' ἢ μόνον τοὺς ἐν φυλακαῖς καθειργμένους Ῥωμαίους αὐτῷ συστρατεύεσθαι, νίκας μεγίστας καὶ καλλίστας ἠνέγκατο, ὡς καὶ αὐτὸ τὸ λεγόμενον Χωροσᾶν ἐκπολιορκῆσαι. οὐ γὰρ μόνον τὸ κατ' ἀνδρείαν διάφορον ἐξέπληξε τοὺς ἐναντίους, ἀλλὰ καὶ ἡ τῆς διαλέκτου παραλλαγὴ καὶ ἡ τῶν σχημάτων μεταβολὴ καὶ ἡ τοῦ πολέμου παράδοξος ἐξαλλαγὴ εἰς δειλίαν οὐ τὴν τυχοῦσαν συνήλασε τοὺς πολεμίους. καὶ οὐ κατὰ τῶν ἐχθρῶν οὗτος ὤφθη γενναῖος, ἀλλὰ καὶ θηρίων ἀγρίων πημαινομένων τὴν χώραν ἠνδρίσατο. καὶ μεγάλων αἴτιος αὐτοῖς καλῶν γεγονὼς αὐτῷ τε ἠγαπήθη διαφερόντως τῷ ἄρχοντι τῶν Σαρακηνῶν καὶ τῇ γερουσίᾳ αὐτοῦ. ταῦτα μανθάνων ὁ Θεόφιλος, ὡς εἰκός, ἠνιᾶτο καὶ πάντα λίθον ἐκίνει, ὡς ἂν τὸν ἄνδρα μετακαλέσοιτο. διὸ καὶ σταυρὸν καὶ χρυσο- βούλλιον διά τινος ἀγύρτου μοναχοῦ ἐκπέμπει τῷ Μανουήλ, ἐκκαλού- μενος ἐπαναστρέψαι καὶ πᾶσαν ἀμνηστίαν αὐτῷ κακῶν χαριζόμενος δι' αὐτῶν. ἃ διακομίσας ὁ εἰληφὼς εἰς χεῖρας λαθὼν τίθησι τῷ Μανουήλ. καὶ δεξάμενος οὗτος καὶ οἱονεὶ τὴν ψυχὴν ἐκκαυθείς, ἤδη δὲ καὶ πιστευ- όμενος ἐκ τῶν προτέρων ἔργων, μηνύει τῷ ἄρχοντι τῶν Σαρακηνῶν, ὡς πόθον τρέφει καὶ κατὰ τῶν Ῥωμαίων στρατεῦσαι καὶ τοὺς ἐχθρούς, οἳ κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, ἀμύνασθαι, κατὰ τὴν Καππαδο- κίαν οἰκοῦντας. συνεκπεμφθῆναι δὲ αὐτῷ ἠξίου καὶ τὸν τούτου υἱὸν εἰ πλείονα τῆς ὑπονοίας ἀναίρεσιν. κατανεύει τοῖς αἰτηθεῖσιν ὁ Ἰσμαὴλ καὶ δίδωσιν αὐτῷ τοῦ ἐκστρατεύειν ἄδειαν. ὡς δ' ἤγγισε τοῖς Ῥωμαίων ὁρίοις, δῆλα ποιεῖ τὰ κατ' αὐτὸν τῷ τῆς Καππαδοκίας στρατηγῷ καὶ τὴν ἐσαῦθις ἐς Ῥωμαίους ἐπάνοδον, καὶ ἅμα ἐδίδασκεν, ὡς χρὴ κατὰ τὸν δεῖνα τόπον λόχον τινὰ καὶ ἐνέδραν γενέσθαι, ‘ἱν' ὅταν ἐκεῖσε’, φησί, ‘γένωμαι, τοὺς μὲν τῶν Σαρακηνῶν προδρόμους ἐπ' ἄλλον τινὰ τόπον ἐξελαύνειν ποιήσω, αὐτὸς δὲ πρὸς τὰ Ῥωμαίων ἤθη ἀναδραμοῦμαι.’ ὃ καὶ γέγονεν. ὡς γὰρ κατὰ τὸ σύνθημα τῷ ὁρισθέντι ἐπλησίαζον τόπῳ, πολλὰ τὸν τοῦ Ἰσμαὴλ υἱὸν κατασπασάμενος ‘σὺ μὲν ὑγιής,’ ἔφη, ‘ἄπιθι, τέκνον, πρὸς τὸν σὸν πατέρα, ἐγὼ δὲ ἀπελεύσομαι πρὸς τὸν ἐμὸν βασιλέα καὶ κύριον.’ διασωθεὶς δ' ἐκεῖθεν πρὸς τὴν βασιλεύουσαν ἐντυγχάνει τῷ βασιλεῖ κατὰ τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναὸν καὶ μάγιστρος παρ' αὐτοῦ τιμᾶται καὶ σύντεκνος ἔκτοτε χρηματίζει αὐτοῦ. καὶ τὰ μὲν περὶ τοῦ Μανουὴλ ἔσχεν οὕτως.

[Theoph.20] Θεοδότου δὲ τοῦ Μελισσηνοῦ, ὃν καὶ Κασσιτηρᾶν προσαγο- ρεύεσθαι ὁ λόγος ἐγνώρισεν ἄνωθεν, ἐφ' ἱκανὸν τὸν τῆς Κωνσταντινου- πόλεως θρόνον κατεσχηκότος, ἄρτι δὲ καταλύσαντος τὸν βίον, ὁ τοῦ Θεοφίλου παιδαγωγὸς Ἰαννὴς τὸν ἐκείνου διαδέχεται θρόνον, ἆθλον τὴν ἱερωσύνην λαβὼν ἀσεβείας καὶ ἀπιστίας.

[Theoph.21] Ζητοῦντι δὲ τῷ Θεοφίλῳ λίαν ἐπιστατικῶς περὶ τούτων, οἵτι- νες ἄρξουσι μετ' αὐτόν, γύναιόν τι ληφθὲν ἐκ τῶν Ἀγαρηνῶν κατά τινα τῶν προηγησαμένων πολέμων, εὐφυῶς ἔχον περὶ τὰς τοιαύτας προρρή- σεις, παρέστη τῷ βασιλεῖ. ἤρετο δὴ οὖν ὁ βασιλεύς, ἃ δὴ καὶ ἐβούλετο, καὶ τίνων μακρὰν ἔσεσθαι τὴν διαδοχὴν τῆς βασιλείας ἀνειπεῖν προσέ- ταττε. τοῦτο δὲ τὸ γύναιον, εἴτ' ἐξ ἐνθουσιασμοῦ, εἴτε καὶ ἐκ δαιμονίας ἐνεργείας κινούμενον, ‘σοῦ μέν’, ἔφησεν, ‘ὦ βασιλεῦ, διάδοχος ἔσεται ὁ υἱὸς συνάμα τῇ ἰδίᾳ μητρί, μετὰ δὲ τούτους τὸ τῶν Μαρτινακίων γένος διαρκέσει ἐπὶ πολὺ τῇ βασιλείᾳ.’ ὁ δὲ ἅμα τῷ λόγῳ τὸν Μαρτινάκιον, καίτοι στεργόμενον αὐτῷ, ἀπέκειρε μοναχὸν καὶ τὸν αὐτοῦ οἶκον ἀπέ- δειξε καταγώγιον μοναστῶν. οὐ τοῦτο δὲ μόνον τὸ ῥηθὲν γύναιον, ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων προαπεθέσπισε. τόν τε γὰρ Ἰαννὴν ἐκπεσεῖσθαι τοῦ πατριαρχικοῦ θρόνου προήγγειλε καὶ τὰς σεπτὰς εἰκόνας τὴν προσήκουσαν τιμὴν καὶ προσκύνησιν δέξασθαι. ἐφ' οἷς περιώδυνος γενόμενος ὁ Θεόφιλος παρεκάλει πολλάκις τὴν δέσποιναν καὶ τὸν τοῦ δρόμου λογοθέτην Θεόκτιστον καὶ ὅρκοις κατεδέσμει φρικω- δεστάτοις, μετὰ τὸν ἑαυτοῦ θάνατον μήτε τὸν Ἰαννὴν μεταστῆσαι τῆς πατριαρχίας, μήτε τὴν προσκύνησιν τῶν εἰδώλων, τὰς σεπτὰς εἰκόνας

[Theoph.21.19] οὕτω καλῶν, ἰδεῖν ἀνασχέσθαι. οὐ τὸ γύναιον δὲ μόνον προεφήτευσε ταῦτα, ἀλλὰ καὶ Ἰαννὴς διὰ λεκανομαντείας καθαρῶς ἀπέδειξεν αὐτῷ τὸν μέλλοντα τὴν ἀρχὴν διαδέξασθαι. οὐ τῷ βασιλεῖ δὲ μόνον τὸ γύναιον τὰς πεύσεις διέλυσεν, ἀλλὰ καὶ Κωνσταντίνῳ τῷ κατὰ τοὺς Τριφυλλίους μέγα δυναμένῳ τῷ τότε τὰ συμβησόμενα διετράνωσεν, αὐτόν τε καὶ τοὺς υἱοὺς μέλλειν εἰπὸν ὑπάρξεώς τε στερηθῆναι καὶ τὸ τῶν κληρικῶν ἀμφιέσασθαι σχῆμα. ὃ καὶ γέγονε μετὰ ταῦτα τοῦ Βασιλείου τὴν ἀρχὴν διϊθύνοντος. προεῖπε δὲ καὶ Γεωργίῳ τῷ Στρατιω- τικῷ τὸν κατειληφότα αὐτὸν θάνατον ἐν τῇ σφενδόνῃ τοῦ ἱπποδρομίου. ἐκεῖσε γὰρ μετέπειτα τοῦ Βασιλείου βασιλεύοντος ἀποστασίας ἐγκλή- ματι περιπεσὼν ἀπετμήθη.

[Theoph.22] Ἤδη δὲ τοῦ ἦρος διαλάμποντος οἵ τε Ἀγαρηνοὶ καὶ ὁ Θεόφιλος κατ' ἀλλήλων ἐξώρμησαν, ἀλλήλους δὲ πτοηθέντες ὑπέστρεψαν ἄπρακτοι. ὑποστρέψας δὲ ὁ Θεόφιλος πρεσβείαν ἐδέξατο τοῦ χαγάνου Χαζαρίας ἐξαιτουμένου κτισθῆναι τὸ Σάρκελ ὀνομαζόμενον φρούριον. τοῦτο γὰρ ἐδόκει ἔρυμα καρτερὸν εἶναι, τῆς τῶν Πατζινάκων ἐφόδου διεῖργον αὐτοὺς πρὸς τὰ μέρη τοῦ Τανάϊδος ποταμοῦ. ὧν ὑπακούσας τῇ αἰτήσει ὁ βασιλεὺς ἐξαπέστειλέ τινα Πετρωνᾶν καὶ τὴν τούτων αἴτησιν εἰς πέρας ἤγαγεν. οὗτος ὑποστρέψας γνώμην ἐδεδώκει τῷ βασι- λεῖ, ὡς οὐκ ἄλλως ἄρξει τῆς Χερσῶνος βεβαίως, ἢ στρατηγὸν προχει- ριζόμενος ἴδιον. μέχρι γὰρ ἐκείνου τοῦ χρόνου οὐδεὶς τῶν ἡμετέρων ἄρξων ἐκείνων ἐστέλλετο, ἀλλ' ἐγχώριός τις πρωτεύων τὴν προση- γορίαν τὰ τῆς πόλεως ἦν διοικῶν. προσδεξάμενος οὖν τὴν αὐτοῦ συμ- βουλὴν ὁ βασιλεὺς οὐκ ἄλλον, ἀλλ' ἐκεῖνον αὐτὸν ἐξαπέστειλε στρατη- γεῖν τῆς χώρας, διατάγματα πέμψας τῷ πρωτεύοντι καὶ τοῖς ἄλλοις αὐτόχθοσι δυνατοῖς ὑπείκειν αὐτῷ ἀνενδοιάστως. ἔκτοτε οὖν ἐκράτησε στρατηγοὺς εἰς Χερσῶνα πέμπεσθαι.

[Theoph.23] Τῷ δ' ἐπιόντι ἐνιαυτῷ τῆς ἐαρινῆς ἐπιστάσης ὥρας ἔξεισι κατὰ τῶν Ἀγαρηνῶν ὁ Θεόφιλος μετὰ δυνάμεως καὶ χειρὸς πολλῆς. πρόεισί τε πορρωτέρω τῆς Συρίας, κείρων ὁμοῦ τὴν γῆν καὶ πορθῶν καὶ πᾶν τὸ προστυχὸν ληϊζόμενος. πόλεις τε γὰρ πολέμου νόμῳ κατέσχε δύο καὶ ἠνδραποδίσατο, καὶ αὐτὴν δὲ τὴν λεγομένην Σωζόπετραν ἐξεπο- λιόρκησε, πατρίδα τυγχάνουσαν τοῦ ἀμερμουμνῆ, ὑπὲρ ἧς πολλὰ κατε- δεήθη διὰ γραμμάτων οὗτος, φείσασθαι ἐκλιπαρήσας τῆς ἑαυτοῦ πατρί- δος, εἰ καὶ μὴ προσέσχε τοῖς γραφομένοις ὁ βασιλεύς. καὶ ταῦτα διοικη- σάμενος ἐπάνεισιν ὁ Θεόφιλος πρὸς τὴν βασιλεύουσαν, τὸν Θεόφοβον κατόπιν λιπών, ἐφ' ᾧ τε διαθέσθαι τὰ τοῦ στρατοῦ καλῶς καὶ διὰ τα- χέων πρὸς αὐτὸν ἐπαναδραμεῖν. ἀλλ' οἱ Πέρσαι, διὰ τὸ σφῶν σιτηρέ- σιον ὑστερῆσαν ὄντες περιαλγεῖς, ἐν Σινώπῃ συσχόντες αὐτὸν βασιλέα καὶ ἄκοντα ἀνεκήρυξαν, πολλὰ λιπαροῦντα καὶ ποτνιώμενον ἀποσχέ- σθαι τῆς τοιαύτης ὁρμῆς, καὶ ἀπειλοῦντα δεινὰ πείσεσθαι τούτους ὅσον οὔπω χάριν τοῦ τοιούτου τολμήματος. ὡς δ' οὐ προσεῖχον αὐτῷ, ἀλλ' ὅλῃ γνώμῃ καὶ προαιρέσει τοῦ ἐγχειρήματος εἴχοντο, λάθρᾳ τὰ τελε- σθέντα γνωρίζει τῷ βασιλεῖ, καὶ ἐνόρκως πληροφορεῖ, ὡς οὐκ αὐτός, οἱ Πέρσαι δὲ τῶν τολμηθέντων αἴτιοι. τότε μὲν τὴν ἐκείνου προαίρεσιν ὁ βασιλεὺς ἀποδέχεται καὶ πρὸς τὰ βασίλεια αὐτὸν εἰσκαλεῖ, τὴν προ- τέραν εὐκληρίαν ἀποδιδούς, συγγνώμην τε ἅπασι τοῖς Πέρσαις δίδωσι καὶ κακῶν ἀμνηστίαν. οὓς καὶ πεισθέντας ταῖς ὑποσχέσεσι καὶ τῆς Σινώπης ἀποδημήσαντας ἔγνω δεῖν ὁ βασιλεὺς διαστῆσαι καὶ μὴ τοσοῦτον πλῆθος ὁμοῦ διάγειν. καὶ ἐπείπερ εἰς τρεῖς μυριάδας τὸ πᾶν ἐκορυφοῦτο τῶν Περσῶν πλῆθος, καλῶς σκεψάμενος ἑκάστῳ θέματι χιλιάδας ἐξαπέστειλε δύο, ὑπὸ χεῖρα τελεῖν προστάξας τοῖς ἐν αὐτοῖς στρατηγοῦσιν. αὕτη ἡ αἰτία ὑπόπτους τε τοὺς Πέρσας ἐποίησε καὶ μετ' οὐ πολὺ τὸν Θεόφοβον ἐξήγαγε τῆς ζωῆς. ἐγένετο δέ τις καὶ δευ- τέρα αἰτία, ἣν ὁ λόγος δηλώσει κατὰ τὸν οἰκεῖον καιρόν. ὁ δ' ἀμερμου- μνῆς τοσοῦτον ἐτρώθη τὴν ψυχὴν ἐπὶ τῇ καταλήψει τῆς ἐκπορθηθείσης πατρίδος αὐτοῦ, ὡς πανταχοῦ θεσπίσαι πᾶσαν ἡλικίαν ἔκ τε Βαβυ- λῶνος καὶ Φοινίκης καὶ Παλαιστίνης καὶ κοίλης Συρίας, ἔτι δὲ καὶ τῆς πορρωτέρω Λιβύης ἀθροίζεσθαι. πάντα δὲ τὸν στρατευόμενον γράφειν ἐπὶ τῆς οἰκείας ἀσπίδος Ἀμώριον, τὴν κατ' αὐτοῦ ὁρμὴν αἰνιττόμενος. συνήχθη γοῦν αὐτῷ πᾶς ὁ στρατὸς ἀνὰ τὴν Ταρσόν. ἐπεξῄει δὲ καὶ ὁ Θεόφιλος κατὰ τὸ Δορύλαιον, τριῶν ἡμερῶν ὁδὸν Ἀμωρίου ἀπέχον. πολλῶν οὖν συμβουλευόντων μετοικίσαι τὸν ἐν Ἀμωρίῳ οἰκοῦντα λαὸν καὶ ὑπενδοῦναι τῇ ἀσχέτῳ φορᾷ τῶν Σαρακηνῶν, τοῦτο μὲν ἄδοξον ἐδόκει τῷ Θεοφίλῳ καὶ ἄνανδρον, καλὸν δὲ καὶ πρὸς ἀνδρείαν εὔοδον τὸ μᾶλλον ἐποχυρῶσαι αὐτὸ καὶ στρατηγοῦ γενναίου διασῶσαι βου- λαῖς. ἐξαπέστειλε γοῦν Ἀέτιον τὸν πατρίκιον καὶ τῶν Ἀνατολικῶν στρα- τηγόν, δοὺς αὐτῷ καὶ χεῖρα ἀρκοῦσαν εἰς ἀποτροπὴν τῶν ἐχθρῶν. ἐδίδου δὲ καὶ ἡγεμόνας τοῦ λαοῦ τοὺς μετὰ βραχὺ μαρτυρήσαντας, Θεόδωρον τὸν Κρατερὸν καὶ Θεόφιλον καὶ τὸν Βαβούτζικον καὶ τοὺς λοιπούς, οἵτινες οὐ μόνον τοῦ πεμφθέντος τότε λαοῦ, ἀλλὰ καὶ τῆς φάλαγγος τῶν τεσσαρακονταδύο μαρτύρων γεγόνασιν ἀρχηγοί. ὡς δὲ κατὰ τὴν Ταρσὸν ἐπέστη μετὰ παντὸς τοῦ λαοῦ ὁ τῶν Σαρακηνῶν ἡγεμών, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ καὶ μαντευσάμενος δέον ἔκρινε, μὴ εὐθέως χωρεῖν πρὸς Ἀμώριον, ἀποπειράσασθαι δὲ πρό- τερον τῆς τοῦ βασιλέως δυνάμεως διὰ τοῦ υἱοῦ αὐτοῦ, μέρος λαβόντος <τοῦ στρατοῦ>, τοῦτο λογισάμενος, ὡς εἰ περιγένηται τοῦ βασιλέως οὗτος, ἕψεται πάντως ἡ νίκη καὶ τῷ πατρί, εἰ δὲ μή, βέλτιον ἡσυχάζειν. ταῦτα βουλευσάμενός τε καὶ κρίνας ἐξέπεμψε τὸν υἱόν, λαβόντα μεθ' ἑαυτοῦ καὶ Ἄμερα τὸν τηνικαῦτα διέποντα τὴν Μελιτηνὴν καὶ Τούρ- κους ὡσεὶ χιλιάδας δέκα καὶ πᾶσαν τὴν ἐξ Ἀρμενίων στρατιὰν καὶ τὸν ἄρχοντα τῶν ἀρχόντων. ὃς κατὰ τὸν λεγόμενον Δαζιμῶνα γενόμενος παρεμβολὴν ἐπήξατο. ἀπῄει γοῦν καὶ ὁ Θεόφιλος κατ' αὐτοῦ στρατό- πεδον ἐπαγόμενος οὐκ ἀγεννές, ἔκ τε Περσῶν καὶ τῶν δυτικῶν καὶ τῶν πρὸς ἀνίσχοντα ἥλιον συνιστάμενον. γενόμενος δὲ κατὰ τὸν οὕτω καλούμενον χῶρον Ἀνζῆν ἐπεθύμει κατασκοπεῦσαι πρὸ τοῦ πολέμου καὶ τῆς προσβολῆς τὸ τῶν ἐναντίων ἄθροισμα. εἴς τινα δὲ ὑψηλοτάτην περιωπὴν ὑπὸ τοῦ δομεστίκου τῶν σχολῶν ἀνενεχθεὶς Μανουὴλ κατε- σκόπει τὸ πλῆθος τῶν ἐναντίων καί πως ἐκ στοχασμοῦ βαρύτερον ἐδόκει τὸ τῶν Σαρακηνῶν πλῆθος. ἀλλ' ὁ Μανουήλ· ‘μὴ πρὸς τὸ πλῆ- θος, ὦ βασιλεῦ, ἀπόβλεπε, πρὸς δὲ τὸν ἐκ τῶν δοράτων διάθρει καλα- μῶνα τῶν ἀμφοτέρων.’ ἐπεὶ δὲ ἰσχυρότερος ἐδόκει ὁ τῶν ἐναντίων στρατός, ἐβουλεύετο, ὅπως ἂν αὐτοῖς ἐπίθηται μετὰ δόλου. ὁ μὲν οὖν Μανουὴλ ἅμα τῷ Θεοφόβῳ νυκτὸς ἐπιθέσθαι τούτοις παρῄνει, οἱ δ' ἄλλοι τῶν στρατηγῶν ἡμέρας τὴν συμβολὴν γενέσθαι προέτρεπον, οἷς ἐπέπειστο καὶ ὁ βασιλεύς. ταύτης δὲ ἐπικρατεστέρας γενομένης τῆς γνώμης, ὡς ἤδη ἡ ἡμέρα ἐπέλαμπε, μάχη συρρήγνυται φοβερά. καὶ τῶν βασιλικῶν ταγμάτων ἐκθύμως ἀγωνισαμένων οἱ Ἰσμαηλῖται ἐνέκλιναν εἰς φυγήν. τῶν δὲ Τούρκων ἐπιμόνῳ χρωμένων τῇ τοξείᾳ, καὶ τὸ καταδιῶκον τῶν Ῥωμαίων ἀνακεκρουκότων, παλίντροπον συνέβη γενέσθαι τὴν μάχην. μὴ δυνάμενοι γὰρ οἱ Ῥωμαῖοι τὰ Τούρκων φέρειν τοξεύματα τῷ βάλ- λεσθαι καρτερῶς νῶτα δόντες τὸν βασιλέα κατέλιπον. οὐ μὴν οἱ τῶν ταγμάτων ἔξαρχοι, οὐδ' οἱ Πέρσαι τοῦτο δρᾶσαι ἠνέσχοντο, ἀλλὰ περιστάντες τὸν βασιλέα εὐρώστως σῴζειν ἠπείγοντο. καὶ κἂν ἀπώ-

[Theoph.23.78] λοντο πανδημεί, εἰ μὴ νὺξ ἐπῆλθε καὶ βραχὺς ἐξ οὐρανοῦ κατενεχθεὶς ὑετὸς τὰς μὲν νευρὰς τῶν τόξων χαλαρὰς εἰργάσατο, τοῖς δὲ Ῥωμαίοις ἄνεσιν τὴν ἐκ τῶν βελῶν περιεποίησε καὶ σωτηρίας ἐνέδωκεν ἀφορμάς. βαθείας δὲ νυκτὸς γενομένης, ὡς ἠσχόλητο περὶ τὰς φυλακὰς ὁ Μανουήλ, γλώττῃ πως ᾔσθετο τῇ Σαρακηνῶν τοὺς Πέρσας τοῖς Σαρακηνοῖς σπεν- δομένους καὶ τὸ στράτευμα τῶν Ῥωμαίων προδοῦναι καὶ πρὸς τὴν ἐνεγκοῦσαν παλινδρομῆσαι. δῆλα γοῦν εὐθὺς ταῦτα ποιεῖ τῷ βασιλεῖ καὶ σῴζειν ἑαυτὸν μετὰ τῶν λογάδων ἠξίου, καὶ μὴ περιμένειν τὴν ἅλωσιν. τοῦ δὲ βασιλέως ‘καὶ πῶς τοῦτο ἔσεται’ ἐπερωτήσαντος, ‘τῶν δι' ἐμὲ προσμεινάντων ἀπολομένων;’ ὑπολαβὼν ὁ Μανουὴλ ‘σοὶ μόνον ἔστω, βασιλεῦ;’ ἔφη, ‘τὸ σῴζεσθαι ἐκ θεοῦ, οὗτοι δὲ ταχέως τὰ κατ' αὐτοὺς διοικήσουσιν.’ ὀψὲ γοῦν κατὰ τὸ περίορθρον τοῦ βασιλέως φυγῇ χρησαμένου καὶ πρὸς τὸ λεγόμενον Χιλιόκωμον διασωθέντος οἱ λειπο- τάκται ὑπήντων αὐτῷ καὶ ἀναξίους ἑαυτοὺς ἔφασκον τῆς ζωῆς, βασι- λέα ἐν πολέμῳ καταπροέντες, καὶ ἅμα τοῖς ἑαυτῶν ἐγυμνοῦντο ξίφεσιν. ἀλλ' ὁ Θεόφιλος τῷ θεάματι τρωθεὶς τὴν ψυχήν, ‘εἰ ἐγώ’, φησί, ‘σέσῳ- σμαι ἐκ θεοῦ, σώθητε καὶ ὑμεῖς.’ αὕτη ἡ τῶν Περσῶν πρὸς τοὺς ἐξ Ἄγαρ κοινολογία τοῖς Θεοφόβου ἐχθροῖς καὶ θάνατον αὐτοῦ ψηφιζομένοις δευτέρα τις γέγονεν αἰτία καὶ ἀφορμὴ εὔκαιρος εἰς διαβολήν. τῷ δ' ἀμερμουμνῇ ἀκηκοότι τὴν νίκην ἔδοξε μὴ μέλλειν, ἀλλ' ἀπιέναι πρὸς τὸ Ἀμώριον. ἀγείρας οὖν τό τε οἰκεῖον στράτευμα, καὶ τῷ υἱῷ ἐπιστείλας παραπλησίως ποιεῖν, εἴχετο τῆς ὁδοῦ. ἑνωθέντων οὖν τῶν στρατευ- μάτων χάραξ τε ἐπήγνυτο ὀχυρὸς καὶ ἡ πόλις τάφρῳ βαθείᾳ ἐστεφα- νοῦτο καὶ ἡ πολιορκία ἔμπρακτος καὶ ἐνεργὸς ἐγίνετο, τῶν μὲν Τούρκων ἐπιμόνοις καὶ συνεχέσι χρωμένων τοξεύμασι, τῶν δὲ Σαρακηνῶν τὰς ἑλεπόλεις προσαγόντων τοῖς τείχεσι, τῶν δ' ἔνδον τοῦ τείχους ἐναπ- ειλημμένων Ῥωμαίων εὐψύχως καὶ ἡρωϊκῶς ἀγωνιζομένων καὶ τὰ τῆς πολιορκίας ἀποκρουομένων εὐπετῶς ὄργανα. ἡ μὲν οὖν πολιορκία τῆς πόλεως ἐκ διαδοχῆς ἐνηργεῖτο καὶ συνεχὴς ἦν καὶ ἀδιάκοπος, Θεόφι- λος δὲ ἐκ τῆς τροπῆς μόλις διαφυγὼν καὶ πρὸς τῷ Δορυλαίῳ γενόμενος ἐκεῖσε προσεκαρτέρει, τὴν ἔκβασιν ἐκδεχόμενος. ἀπεπειρᾶτο τῆς τοῦ ἀμερμουμνῆ γνώμης, εἴ πως δυνηθείη τοῦτον μεταστῆσαι τῆς πολιορ- κίας. ἐκπέμπονται οὖν πρεσβευταὶ μετὰ δώρων τιμίων καὶ ὑποσχέσεων οὐκ ὀλίγων τοῦτον ἐκδυσωπήσοντες, οἳ δὴ καὶ τὸ στρατόπεδον κατα- λαβόντες τῶν Σαρακηνῶν καὶ εἰς ὄψιν τῷ ἄρχοντι καταστάντες τὰ παρὰ τοῦ βασιλέως μηνυθέντα παρίστων. ὁ δὲ θυμῷ κατεχόμενος ἀσχέτῳ διὰ τὴν τῆς πατρίδος ἅλωσιν τὸν μὲν βασιλέα τῆς δειλίας κατεκερτόμει, ἐξουθένει δὲ καὶ τὴν πρεσβείαν καὶ ἐκωμῴδει καὶ τοὺς πρεσβευτὰς ἐν δεσμοῖς κατεῖχε, περιμένων τὴν τῆς πράξεως ἔκβασιν. τὴν δὲ πολιορ- κίαν ἐπὶ πλέον ἐπέτεινεν εἰς πολλὰ μέρη διελὼν τὸν στρατὸν καὶ ἐκ διαδοχῆς τὰς προσβολὰς ποιούμενος, ἵνα τῷ πλήθει καὶ τῇ ἀκμαιότητι τῶν ὑπαλλαττομένων ἀποκαμόντες οἱ ἔνδον καὶ πρὸς τοὺς πόνους ἀπειρηκότες ἐνδώσουσι. καρτερῶς δὲ καὶ τῶν ἔνδον ἀμυνομένων ἄπρα- κτοι αἱ ἐπιχειρήσεις τῆς πολιορκίας ἐγίνοντο. καὶ κἂν διέφυγεν ἡ πόλις τὴν ἅλωσιν, εἰ μή τις τῶν εἴσω δώροις ὑποκλαπεὶς καὶ τὴν τῶν Χριστια- νῶν ἐξομοσάμενος πίστιν, διά τινα φιλονεικίαν εἰς τοσοῦτον κίνδυνον ὀλισθήσας, προδοσίᾳ προὔδωκε τὴν πατρίδα. Βοϊδίτζης κλῆσις τῷ ἀνδρί. οὗτος γὰρ λάθρᾳ τοῖς Σαρακηνοῖς ἐντυχών, καὶ ἔνθα τὸ τεῖχος εὐέφοδον ἦν ποιεῖσθαι τὰς προσβολὰς ὑποθέμενος, αἴτιος γέγονε τοῦ τὴν πόλιν ἁλῶναι. ἧς δὴ πολέμου νόμῳ ληφθείσης ποῖος ἱκανὸς λόγος ἐξειπεῖν τὸ πλῆθος τῶν ἀναιρεθέντων καὶ τῶν αἰχμαλωτισθέντων; θυμῷ γὰρ βαλλόμενοι οἱ Σαρακηνοὶ διὰ τὸ πολλοὺς τῶν ἐπιφανῶν κατὰ τὸν καιρὸν τῆς πολιορκίας ἀναιρεθῆναι οὐδένα οἶκτον τῶν προστυχόν- των ἐλάμβανον, ἀλλ' ἀνῃροῦντο μὲν ἄνδρες, ἤγοντο δὲ γυναῖκες σὺν μειρακίοις καὶ νεανίσκοις, ἐπυρπολοῦντο τὰ κάλλιστα τῶν οἰκημάτων, καὶ ἐν οὐ μακρῷ τῷ χρόνῳ ἡ τῶν ἑῴων πόλεων διαπρεπεστέρα ἐκλε- λειμμένον ἐδείκνυτο ἐρείπιον. ἤγοντο δὲ ζωγρίαι καὶ οἱ τῶν στρατευ- μάτων ἐξάρχοντες, Καλλιστός τε καὶ Κωνσταντῖνος καὶ Θεόδωρος ὁ Κρα- τερὸς οἱ πατρίκιοι καὶ ἄλλοι πλεῖστοι τῶν ἐν στρατηγίαις διαφανῶν, μεγίστοις ἐμπρέποντες ἀξιώμασιν. οὕτω δὲ χειρωθείσης τῆς πόλεως τοὺς πρέσβεις ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς τῶν πραχθέντων ἕκαστον ἐπισκοπῆσαι ἐγκελευσάμενος, ὥσπερ τις ἐντρυφῶν καὶ ἐνευωχούμενος τοῖς πραχθεῖσιν, αὐταγγέλους τῆς συμφορᾶς ἐκπέμπει τῷ βασιλεῖ. οὓς πάλιν ἐκεῖνος πρὸς τὸν ἀμερμουμνῆν ἐξαπέστειλεν, ἀποδοθῆναί οἱ ζητῶν τούς τε ληφθέντας διαφανεῖς ἄνδρας ἐν τῇ πολιορκίᾳ καὶ τοὺς κατὰ γένος αὐτῷ προσήκοντας καὶ τοὺς λοιποὺς αἰχμαλώτους, εἴκοσιν ἐπὶ τέσσαρσι κεντηνάρια δώσειν ὑπισχνούμενος ὑπὲρ λύτρων αὐτῶν. ὁ δὲ τὴν πρεσβείαν δεξάμενος πάλιν μεθ' ὕβρεων τοὺς πρέσβεις ἀπέπεμ- ψεν, ἀνόητος ἂν εἶναι εἰπών, εἰ χίλια καταναλώσας κεντηνάρια ἐπὶ συλ- λογῇ τοῦ οἰκείου στρατοῦ τοσούτων ἀποδώσει τοὺς ἡλωκότας κεν- τηναρίων.

[Theoph.24] Ἀπράκτων δὲ τῶν πρέσβεων ὑποστρεψάντων τῇ ἀπληστίᾳ τῆς συμφορᾶς πληγεὶς ὁ Θεόφιλος πᾶσάν τε βρῶσιν καὶ πόσιν ἀποστρε- φόμενος καὶ σχεδὸν ἀπόσιτος γεγονὼς καὶ μηδὲν ἕτερον προσιέμενος, ἢ τὸ ἐκ χιόνος ἀποθλιβόμενον ὕδωρ, δυσεντερίας ἑάλω νοσήματι. ἀλλὰ καίπερ οὕτως ἔχων πονήρως, οὐκ ἠρέμει, οὐδὲ μετρίως ἔφερε τὴν τοῦ Ἀμωρίου καταστροφήν, ἀλλὰ καιρὸν καὶ τρόπον ἐζήτει, πῶς ἂν ἀμύ- ναιτο τὸν ἐχθρόν. διὸ καὶ στέλλει πρὸς τὸν ῥῆγα Φραγγίας τὸν πατρί- κιον Θεοδόσιον, ἐκ τοῦ τῶν Βαβουτζίκων καταγόμενον γένους, ἐπι- κουρίαν τε ἐξαιτῶν πεμφθῆναι αὐτῷ καὶ ἀποστεῖλαι δύναμιν ἀξιόμαχον καὶ κακῶσαι μέρη τινὰ τῆς Λιβύης τῷ ἀμερμουμνῇ διαφέροντα. ἀλλ' αὕτη μὲν ἡ πρεσβεία ἄπρακτος ἔμεινε, τοῦ Θεοδοσίου καθ' ὁδὸν τὴν ζωὴν καταστρέψαντος. ὁ δὲ Θεόφιλος καὶ ταύτης διεκπεσὼν τῆς ἐλ- πίδος ἐπὶ πλέον τε ὑπὸ τῆς νόσου σφιγγόμενος ἄνεισι κλινήρης πρὸς τὴν Μαγναύραν, ἐν ᾗ τήν τε σύγκλητον ἐκκλησιάσας καὶ τὸ λοιπὸν ἐμφανὲς μέρος τῆς πόλεως τὰ καθ' ἑαυτὸν ἐξετραγῴδει καὶ ὠλοφύρετο καὶ τοὺς συνειλεγμένους ἐζήτει τὴν εἰς αὐτὸν ἀπομνημονεύειν εὔνοιαν ἐν τῷ πίστιν καὶ εὐμένειαν τηρῆσαι πρός τε τὴν αὐτοῦ σύζυγον καὶ τὸν παῖδα καὶ διαφυλάξαι τούτοις τὴν βασιλείαν ἀνεπιβούλευτον. ἐπικλασθέντων δὲ τῶν συνηθροισμένων τοῖς ἐλεεινοῖς τούτοις ῥήμασι τοῦ βασιλέως ὀδυρμὸς ἤρθη καὶ κωκυτὸς παρὰ πάντων. καὶ πάντες θεοκλυτοῦντες ηὔχοντο μὲν τῷ βασιλεῖ ὑγείαν τε καὶ ζωήν, εἰ δ', ὅπερ ἀπευκτὸν ἦν αὐτοῖς, θάνατος, ἔλεγον, ἐπακολουθήσει, ὑπὲρ τῆς αὐτοῦ γαμετῆς, σφῶν δὲ δεσποίνης, καὶ τῶν παίδων ὑπισχνοῦντο καὶ αὐτάς, εἰ δεήσοι, προέσθαι τὰς ψυχὰς καὶ τηρῆσαι τούτοις τὴν βασιλείαν ἀδιαλώβητον. καὶ οἱ μὲν κατεπηγγείλαντο ταῦτα, ὁ δὲ βασιλεὺς ὑπὸ τῆς νόσου τελέως τακεὶς καὶ μικρὸν ἐπιβιοὺς τὸ κοινὸν ἀνεπλήρωσεν ὄφλημα, ἐπὶ δώδεκα ἔτεσι καὶ μησὶ τρισὶ τὴν βασιλείαν ἰθύνας.

[Theoph.25] Ἐπεὶ δέ, ὡς φθάσας ὁ λόγος ἐδήλωσε, χώραν ἔσχον οἱ διαβάλ- λοντες τὸν Θεόφοβον ἀπὸ τῶν εἰρημένων αἰτιῶν, ὡς ἔγνω Θεόφιλος τὸ τέλος τῆς ἑαυτοῦ βιοτῆς, ἐν δεσμωτηρίῳ τίθησιν αὐτὸν ζοφωδεστάτῳ κατὰ τὸν Βουκολέοντα. καὶ ἤδη τοῦ τέλους ἐγγίζοντος προσέταξεν ἀπο- τεμεῖν τούτου τὴν κεφαλὴν καὶ αὐτῷ ἐνεγκεῖν. ἥνπερ δεξάμενος καὶ ταῖς

[Theoph.25.6] χερσὶ τῶν τριχῶν ἐπαφώμενος ἔσχατον ἐπεῖπε λόγον, ὡς ‘ἀπὸ τοῦ νῦν οὔτ' ἐγὼ Θεόφιλος, οὔτε σὺ Θεόφοβος.’ τινὲς δὲ τῷ Ὠορύφᾳ δρουγγαρίῳ τῆς βίγλας τυγχάνοντι ἀνατιθέασι τὴν τοῦ Θεοφόβου σφαγήν, αὐθαιρέτως αὐτὴν ἐργασαμένῳ μηδενὸς κελεύσαντος.

[Mich3.t] ΜΙΧΑΗΛ Ο ΥΙΟΣ ΘΕΟΦΙΛΟΥ ΣΥΝ Τῌ ΜΗΤΡΙ ΑΥΤΟΥ

[Mich3.1] Καταστρέψαντος δὲ τοῦ Θεοφίλου τὴν ζωὴν ὁ υἱὸς αὐτοῦ Μιχαὴλ τὰ σκῆπτρα τῆς βασιλείας ἀναδέχεται σὺν τῇ μητρὶ Θεοδώρᾳ, ἐπιτρό- πους ἔχων καὶ ῥυθμιστάς, οὓς αὐτῷ ἐν διαθήκαις ἐπέστησεν ὁ πατήρ, τόν τε μάγιστρον Μανουὴλ καὶ δομέστικον χρηματίσαντα τῶν σχολῶν, καὶ τὸν πατρίκιον Θεόκτιστον καὶ λογοθέτην τοῦ δρόμου. οἳ παραχρῆμα τοῦ θανεῖν τὸν Θεόφιλον ἐξελθόντες εἰς τὸν ἱππόδρομον κἀκεῖσε τὸν δῆμον ἐκκλησιάσαντες λόγους τε διῆλθον τῆς πρὸς αὐτοὺς ἀναμιμνή- σκοντες εὐνοίας τοῦ βασιλέως καὶ ἐπαγωγὰ πολλὰ καὶ θελκτήρια λέξαντες τὴν τῶν ἀκουόντων εὐμένειαν ἐπεσπάσαντο, ὑποσχομένων τὸ ἑαυτῶν ἐκχέαι αἷμα ὑπὲρ τῆς σωτηρίας τοῦ βασιλέως. καὶ ὅρκοις εὐθὺς ἐνε- πέδουν τοὺς λόγους.

[Mich3.2] Ἐγκρατοῦς δὲ τῆς βασιλείας σὺν τῷ υἱῷ γενομένης τῆς Θεοδώ- ρας, εὐθὺς καὶ ἐκ προοιμίων ὑποθήκαις ἀνδρῶν εὐσεβῶν τὰ τῆς αἱρέ- σεως ἀνεσκοπεῖτο τῶν εἰκονομάχων, ἀπὸ τῆς βασιλείας Λέοντος τοῦ ἐξ Ἀρμενίων καὶ μέχρι τῆς τελευτῆς Θεοφίλου τὴν ὑπὸ Ῥωμαίους διανε- μομένης. συνεπετίθετο δὲ τῇ καθαιρέσει ταύτης καὶ ὁ Θεόκτιστος. ὁ δὲ Μανουὴλ ἐπί τινα καιρὸν ὀκλάζων ἦν, οὐδεὶς δὲ παρρησιάσασθαι ἐτόλ- μα καὶ εἰς τοὐμφανὲς ἐνεγκεῖν λόγον περὶ τῆς ταύτης καταστροφῆς, τοῦ πλείστου μέρους τῆς συγκλήτου καὶ τῆς συνόδου καὶ αὐτοῦ τοῦ πατριάρ- χου τῇ αἱρέσει κατισχημένων. μόνος δὲ τοῦτο ἐτόλμησε κινηθεὶς ἐκ θείας ἐνεργείας ὁ Μανουήλ. πρότερον μὲν γάρ, ὡς εἴρηται, ἐνδοιάζων ἦν περὶ τὴν τῶν πανσέπτων εἰκόνων προσκύνησιν, ὕστερον δὲ ταύτην ἠσπάσατο ἐκ τοιαύτης αἰτίας. νόσῳ κατεσχέθη χαλεπωτάτῃ καὶ ἀπέγνωστο αὐτῷ ἡ ζωή, πάσης ἰατρικῆς τέχνης ἀποκαμούσης. ἦλθον οὖν τινες πρὸς αὐτὸν ἀκηκοότες τοῦτον τεθνάναι εὐλαβεῖς μοναχοὶ ἀπὸ τῆς τοῦ Στουδίου μονῆς. προσεγγίσαντες δὲ τῇ κλίνῃ καὶ γνόντες αὐτὸν ἔτι ζῆν τε καὶ ἐμπνεῖν, εὐηγγελίζοντο ζωὴν αὐτῷ καὶ ἀνάρρωσιν καὶ πρὸς τὴν ἔμπρο- σθεν ὑγείαν ἀποκατάστασιν. ὁ δὲ πρότερον μὲν διηπίστει. ὅμως ἐνιστα- μένων τῶν θείων ἀνδρῶν καὶ μὴ ἐνδοιάζειν λεγόντων πρὸς τὴν δύναμιν τοῦ θεοῦ τὴν ἀποκαλυφθεῖσαν αὐτοῖς, μικρὸν ἀνενεγκὼν τῆς νόσου οὗτός φησι πρὸς αὐτοὺς λεπτῷ καὶ ἀδρανεῖ τῷ ἄσθματι· ‘καὶ πῶς ἔσται μοι τοῦτο, ὦ θεῖοι πατέρες; αἱ ψυχικαὶ δυνάμεις ἀπολελοίπασι, τὸ σῶμα τέλεον ἐξησθένησε καὶ κατέσκληκεν. ἐγὼ δὲ κεῖμαι τεταριχευμένος καὶ σκελετός, ἐν οὐδενὶ διαφέρων ἑτέρῳ τῶν τεθνηκότων, ἢ μόνῳ τῷ ἀναπνεῖν. τίς οὖν ἐλπὶς ἢ ποῖος λόγος ἔσεται ὁ πείσων με ἀναρρωσθήσεσθαι καὶ εἰς τὴν προτέραν εὐεξίαν ἐλθεῖν;’ ὑπολαβόντες οὖν οἱ ὅσιοι ἔφησαν πρὸς αὐτόν· ‘πάντα δυνατὰ καὶ οὐδὲν ἀδυνατεῖ τῷ θεῷ. εἰ οὖν σπουδάσεις ἀναρρωσθεὶς τὴν τῶν εἰκονομάχων ἀποσβέσαι πυρκαϊὰν καὶ τὰς ἱερὰς εἰκόνας κατὰ τοὺς παλαιοὺς καὶ πατρικοὺς θεσμοὺς ἀναστηλῶσαι, εὐαγγελιζόμεθά σοι τὴν ζωήν.’ εἶπον, καὶ ὑπεχώρησαν. τῷ δὲ Μανουὴλ παραδόξως καὶ ὑπὲρ πᾶσαν προσδοκίαν ἥ τε νόσος ἐρράϊσε καὶ αἱ φυσικαὶ ἐνέργειαι ἀκωλύτως ἐπετελοῦντο καὶ ἐν βραχεῖ τῷ χρόνῳ τελέαν τοῦ ἀρρωστήματος ἐσχήκει ἀπαλλαγήν. ῥᾴων δὲ τῆς νόσου γενόμενος ἐξιππασάμενος εὐθὺς ἄπεισι πρὸς τὸ παλάτιον καὶ εἴσεισι πρὸς τὴν βασιλίδα καὶ πάντα τρόπον αὐτὴν παρεκίνει τὰς θείας ἀναστηλῶσαι εἰκόνας, πάλαι καὶ αὐτὴν ἀφορμῆς δράξασθαι γλιχομένην, διὰ παντὸς ἐρεθιζομένην παρὰ τῆς οἰκείας μητρὸς εἰς τοῦτο καὶ τῶν μητραδέλφων τῶν πατρικίων. ὅμως δὲ ἀντέπιπτεν ἡ Θεοδώρα τοῖς λόγοις τοῦ Μανουήλ, εἴτε τοὺς πρὸς τὸν ἄνδρα ὅρκους εὐλαβουμένη, εἴτε, ὡς ἔφαμεν, καὶ τὸ πλῆθος δεδοικυῖα τῶν τῇ αἱρέσει κατειλημμένων. ἐγκειμένου δὲ τοῦ Μανουὴλ ἔφησεν ἡ Θεοδώρα, ὡς ‘ὁ ἐμός, ὦ μάγιστρε, ἀνήρ τε καὶ βασιλεὺς ἀκριβείας ἦν ἐραστὴς καὶ οὐδὲν ἀπερισκέπτως ἔπραξε πώποτε, καὶ τόδε τὸ δόγμα, εἰ μὴ ἀπηγορευμένον ἦν τοῖς ἱεροῖς νόμοις καὶ ταῖς ἁγίαις γραφαῖς, οὐκ ἂν ἐξῶσε τοῦτο τῆς ἐκκλησίας.’ ταῦτα δὲ ἐκείνης εἰπούσης ταχεῖαν ἠπείλησεν αὐτῇ καταστροφὴν τῆς ζωῆς καὶ τῆς βασιλείας ἔκπτωσιν, καὶ οὐκ αὐτῇ μόνον, ἀλλὰ καὶ τῷ ταύτης υἱῷ, εἰ μὴ τὸν θεῖον κόσμον τῶν ἱερῶν εἰκόνων ἀποδοίη ταῖς ἐκκλησίαις. τούτου τοῖς λόγοις εἴτ' ἐκδειματωθεῖσα, εἴτε καὶ ἄλλως ἀρεσκομένη, ὡς εἴπομεν, ἡ βασιλὶς ὅλη τοῦ ἔργου γίνεται. καὶ εὐθὺς ἀγείρεσθαι ἐν τοῖς σκηνώμασι τοῦ Θεοκτίστου προσέταττε πάντας τοὺς ἐπὶ συνέσει καὶ λόγῳ κεκοσμη- μένους ἔκ τε τῆς συγκλήτου καὶ τῆς συνόδου καὶ λόγους κινεῖν καὶ προβάλλεσθαι περὶ ὀρθοδοξίας. πάντων δέ, ὡς ἔπος εἰπεῖν, συναθροισθέν- των καὶ λόγων πολλῶν ῥυέντων, καὶ μαρτυριῶν ἀπὸ τῆς θείας γραφῆς παραχθεισῶν οὐκ ὀλίγων, τὸ εὐσεβὲς ὑπερίσχυσε μέρος καὶ δόγμα γέγονε τὰς θείας παραχρῆμα ἀναστηλοῦσθαι εἰκόνας, τῶν ἀρχιερέων καὶ μοναχῶν καὶ συγκλητικῶν, ὅσοι τῷ πάθει κατείχοντο πρότερον, τῶν πλειόνων τὸ κρεῖττον μεταμαθόντων καὶ μεταστοιχειωθέντων πρὸς τὴν ἀλήθειαν, ὅσοις δὲ δευσοποιὰ καθίκετο ἡ τῆς ἀσεβείας βαφὴ καὶ ἀμετα- θέτως εἶχον, ἀπεληλαμένων τῆς πόλεως καὶ ὑπερορίαις παραπεμφθέντων, καθαιρεθέντος καὶ τοῦ δυσσεβοῦς πατριάρχου καὶ τοῦ ἀρχιερατικοῦ θρόνου ἀπορριφέντος δι' ἀποστολῆς ἀξιολόγων ἀνδρῶν τῶν εἰς φυλακὴν τεταγμένων τοῦ παλατίου. οἷς πρότερον μὲν κατελθεῖν οὐκ ἐπείθετο, οὐδ' ἑκών γε αὐτῆς τῆς ἐκκλησίας ἐκστῆναι διεβεβαίου. ὡς δ' οὗτοι ὑποστρέψαντες πρὸς τὴν πέμψασαν βασιλίδα γνώριμα τεθείκασι τὰ τῆς ἀπειθείας, ὁ πατρίκιος θᾶττον ἐκπέμπεται Βάρδας, ὁ τῆς δεσποίνης ἀδελφός, τοῦ χάριν πευσόμενος μὴ τῇ ὀρθοδόξῳ πίστει τοῦ πατριαρχείου οὐκ ἀπανίσταται. ὁ δ' Ἰαννὴς πανοῦργος ὢν καὶ γράψαι καὶ συκοφαν- τίας ῥάψαι εἴπερ τις εἰδὼς μολίβδῳ καταστίξας τὴν ἑαυτοῦ γαστέρα καὶ τὰ νῶτα καὶ τοὺς γλουτούς, ὡς δοκεῖν μαστιχθῆναι παρά τινων, καὶ παρὰ τῶν πεμφθέντων ταῦτα παθεῖν κεκραγὼς βαρβαρικῶς ἐπιθεμένων αὐτῷ, καὶ μᾶλλον παρὰ Κωνσταντίνου τοῦ δρουγγαρίου τῆς βίγλας, ἠντιβόλει συγχωρηθῆναι πρὸς μικρόν, ἔστ' ἂν ἀφανισθεῖεν αὐτοῦ τὰ στίγματα. καὶ ὁ μὲν Ἰαννὴς ταῦτα, ὁ δὲ Βάρδας τοῦ σκαιωρήματος ἀπελεγχθέντος εἰς θυμὸν κινηθεὶς καὶ ἄκοντα τοῦτον τοῦ πατριαρχείου κατάγει. οὗ κατενεχθέντος ἡ δέσποινα ἀντεισήγαγε τῇ ἐκκλησίᾳ πατριάρ- χην τὸν ἱερὸν καὶ θεῖον Μεθόδιον, ἔτι τῆς ὁμολογίας καὶ τοῦ μαρτυρίου ἐν τῇ σαρκὶ τὰ στίγματα περιφέροντα, πάντων τῶν εὐσεβῶν ἱερέων, λαϊκῶν τε καὶ μοναχῶν, ἀλλὰ καὶ τῶν ἐν τοῖς ὄρεσιν ἀσκουμένων μετὰ πολλῆς τῆς περιχαρείας ἀποδεξαμένων τὴν προβολὴν καὶ ἀθρόον τὴν βασιλίδα καταλαβόντων καὶ ὁμοφώνως αἰωνίῳ ἀναθέματι παραδεδω- κότων τὴν αἵρεσιν. ταῦτα μὲν καὶ ἐν προοιμίοις τῇ ἀοιδίμῳ Θεοδώρᾳ καὶ τῷ ταύτης υἱῷ κατεπράχθη τὰ κατορθώματα.

[Mich3.3] Ὁ δ' ἀνίερος Ἰαννὴς μοναστηρίῳ τινὶ καθειρχθεὶς καὶ ἔν τινι μέρει τούτου ἀνεστηλωμένην θεασάμενος εἰκόνα Χριστοῦ τοῦ θεοῦ καὶ τῆς θεομήτορος καὶ τῶν ἀρχαγγέλων, τῷ ἑαυτοῦ διακόνῳ προσέταξεν ἀναβάντι τῶν σεβασμίων εἰκόνων ἀνορύξαι τοὺς ὀφθαλμούς, εἰπὼν μὴ ἔχειν αὐτοὺς τὴν τοῦ ὁρᾶν δύναμιν. ὡς οὖν ἐπύθετο ταῦτα ἡ εὐσεβὴς

[Mich3.3.6] δέσποινα, ζήλῳ θείῳ ἐκπυρωθεῖσα τοὺς αὐτοῦ διορύξαι προσέταξεν ὀφθαλμούς. ἀλλὰ τοῦτο μὲν οὐκ ἐγίνετο μεσιτευσάντων ἐπιτηδείων τινῶν, δορυφόρους δ' ἐκπέμψασα μάστιξιν αὐτὸν κατῃκίσατο λώρων διακοσίων. ἤνεγκε δὲ τὸν Ἰαννὴν ἡ μεγαλόπολις αὕτη καὶ πασῶν προκαθημένη πόλεων, τῆς τῶν Μωροχαρζανίων καταγόμενον γενεᾶς. ἁψάμενον δὲ ἤδη καὶ γεροντικῆς ἡλικίας ἡ μονὴ τῶν καλλινίκων μαρτύ- ρων Σεργίου καὶ Βάκχου, ὥσπερ τινὰ δράκοντα ἐν ἐκκλησίᾳ ἐμφωλεύοντα εἶχεν ἡγούμενον ἐν αὐτῇ, ἐν ταῖς κατὰ μικρὸν γενόμενον ἀναβάσεσι τῇ τε τῶν εἰκονομάχων ἀθέῳ αἱρέσει ἰσχυρῶς προστετηκότα καὶ γοητείαις προσανέχοντα καὶ λεκανομαντείαις διὰ βίου παντός, διαφερόντως τε ἀγαπηθέντα τῷ πατρὶ Θεοφίλου Μιχαὴλ τῷ Τραυλῷ, εἴτε τῷ κοινωνεῖν τῆς αὐτοῦ αἱρέσεως, εἴτε καὶ τῷ λογιότητος κτήσασθαι δόξαν, τοῦ Θεοφίλου τε διδάσκαλον γεγονότα. καὶ ἐπεὶ οὗτος τὰς τῆς βασιλείας κατέσχεν ἡνίας, σύγκελλον μὲν πρῶτον τοῦτον τιμᾷ, εἶθ' ὕστερον καὶ πατριάρχην καθίστησι Κωνσταντινουπόλεως, προγνώσεις τινὰς διὰ λεκανομαντείας καὶ γοητείας αὐτῷ ἀπαγγέλλοντα. κατέτρεχέ ποτε τὴν Ῥωμαίων ἔθνος ἄπιστον καὶ σκληρόν, ὑφ' ἡγεμόσι τρισὶ στρατηγού- μενον. καί, ὡς εἰκός, ἐπὶ τούτῳ τοῦ Θεοφίλου ἀνιωμένου ἀποθέσθαι τὴν ἀθυμίαν ὁ Ἰαννὴς παρεκάλει καὶ θάρσους πληρωθῆναι, εἴγε μόνον τῇ αὐτοῦ συμβουλῇ πειθαρχήσειεν. ἡ δὲ συμβουλὴ ἦν τοιαύτη· ἐν τοῖς εἰς τὸν εὔριπον τοῦ ἱππικοῦ ἱσταμένοις χαλκοῖς ἀνδριᾶσι καί τις ἀνδριὰς ἵστασθαι ἐλέγετο τρισὶ διατυπούμενος κεφαλαῖς. προστάττει τοίνυν ὁ Ἰαννὴς ἰσαρίθμους σφύρας χαλκευθῆναι ταῖς κεφαλαῖς, ἀνδράσι τε ταύτας ἐγχειρισθῆναι κατὰ χεῖρα γενναίοις, κατά τινα δὲ τεταγμένην ὥραν νυκτερινὴν ἅμα αὐτῷ γενέσθαι πρὸς τὸν εἰρημένον ἀνδριάντα, καὶ ἡνίκα τούτοις κελεύσειε, παίειν ἰσχυρῶς ταῖς σφύραις τὰς κεφαλάς, μέχρις ἂν κατενεχθεῖεν εἰς γῆν ὡς ἐξ ἑνὸς κρούματός τε καὶ πλήξεως. ἡσθεὶς οὖν τοῖς λόγοις ὁ βασιλεὺς οὕτω γενέσθαι προσέταξε. καὶ γενομένων ἐκεῖσε τῶν ἀνδρῶν ἅμα τῷ Ἰαννῇ πόρρω νυκτῶν (ἦν δ' ὁ Ἰαννὴς μετὰ λαϊκοῦ σχήματος, ἵνα μὴ κατάφωρος γένηται) τοὺς στοιχειωτικοὺς λόγους ἐπειπὼν καὶ τὴν ἐνοῦσαν δύναμιν ἐκ τῶν τοιούτων τοῦ ἀνδριάντος ἀφελόμενος παίειν τοὺς ἄνδρας ἐκέλευε νεανικῶς τε καὶ ἰσχυρῶς. καὶ οἱ μὲν δύο ἰσχυροτάταις χρησάμενοι ταῖς καταφοραῖς τὰς δύο τοῦ ἀνδριάντος ἀπέκοψαν κεφαλάς, ὁ τρίτος δὲ μαλακωτέραν ποιήσας τὴν πληγὴν μικρὸν μὲν κατέκλινεν, οὐ μὴν καὶ ὅλην τοῦ σώματος ἀπέτεμε τὴν κεφα- λήν. οἷς δὴ παραπλησίως καὶ τὰ κατὰ τοὺς ἡγεμόνας τοῦ ἔθνους ἐπη- κολούθησε, στάσεως γάρ τινος κραταιᾶς ἐπεισπεσούσης τῷ γένει, ταύτῃ δὲ καὶ μάχης ἐμφυλίου ἐπακολουθησάσης, οἱ δύο τῶν ἡγεμόνων πίπτου- σιν, ἐπλήγη δὲ καὶ ὁ τρίτος, οὐ μήν γε καιρίως, ἤργησε δ' ὅμως ἐκ τῆς πληγῆς, καὶ οὕτως τὸ ἔθνος ἠσθενηκὸς οἴκαδε ἀπενόστησε. καὶ τὰ μὲν τῆς γοητείας οὕτως.

[Mich3.4] Τῷ δὲ γόητι τούτῳ ἀδελφὸς ἦν σαρκικός, ὄνομα τῷ ἀνδρὶ Ἀρσα- βήρ, τὴν τύχην πατρίκιος. τούτῳ προάστειον ἦν κατὰ τὸ εὐώνυμον μέρος τοῦ Στενοῦ, ἔγγιστα τῆς μονῆς τοῦ ἁγίου Φωκᾶ, οἰκοδομὰς ἔχον πολυτελεῖς, στοάς τε καὶ βαλανεῖα καὶ διατριβὰς ἄλλας ἐπιτερπεῖς. ἐκεῖσε δὴ ὁ γόης συχνὰς ποιῶν τὰς καταγωγάς, ὑπόγαιόν τι κατασκευά- σας ἐνδιαίτημα καὶ τῷ Τροφωνίου παρόμοιον, ὄπισθεν δὲ πυλίδα δημιουρ- γήσας εἴσω τοὺς θέλοντας παραπέμπουσαν, τοὺς βουλομένους ἐδέχετο ἐν ἐκείνῳ τῷ πονηρῷ ἐργαστηρίῳ, νῦν μὲν ἐταμιεύοντο θαλαμηπολού- μεναι μονάζουσαί τε καὶ ἄλλως γυναῖκες τὸ κάλλος διαπρεπεῖς, αἷς συνεφθείρετο, νῦν δὲ ἡπατοσκοπίαι καὶ λεκανομαντεῖαι καὶ γοητεῖαι καὶ νεκυομαντεῖαι ἐνηργοῦντο, δι' ὧν πολλάκις συνεργίᾳ δαιμόνων τινὰ τῶν μελλόντων προέλεγεν. ἀλλὰ τοῦτο τὸ κτῆμα ἐλθὸν ὕστερον εἰς τὸν παρακοιμώμενον εἰς ἔδαφος κατεστράφη καὶ εἰς μονὴν κατεσκευάσθη ἐπ' ὀνόματι Φωκᾶ τοῦ μεγαλομάρτυρος. καθαιρέσει δέ, ὡς εἴπομεν, οὗτός τε καὶ οἱ τούτου μέτοχοι καθυποβληθέντες οὐδ' οὕτως ἡσυχίαν ἦγον, ἀλλὰ κατὰ τῶν ἁγίων ἔτι ἐνεανιεύοντο εἰκόνων καὶ πονηρὰ κατὰ τῶν εὐσεβῶν ἐμελέτων. συκοφαντίαν γὰρ ῥάψαντες κατὰ τοῦ μεγάλου Μεθοδίου ἐπειρῶντο διαβάλλειν τὸν ἀνεπίληπτον καὶ οὕτω τὸ τῶν ὀρθοδόξων λυπῆσαι πλῆθος. χρυσίου γὰρ πολλοῦ ὑποφθείραντές τινα γυναῖκα καὶ ὑποσχέσεσιν, εἰ μόνον τούτοις συμφήσειε (μήτηρ τὸ γύναιον ἦν Μητροφάνους τοῦ μετέπειτα Σμύρνης προεδρεύσαντος), πείθουσι κατειπεῖν τοῦ ἁγίου πρός τε τὴν δέσποιναν καὶ τοὺς ἐπιτρόπους τοῦ βα- σιλέως, ὡς εἴη αὐτῇ πεπλησιακώς. βῆμα γοῦν εὐθέως φρίκης μεστὸν ἐκ πο- λιτικῶν καὶ ἱερῶν ἀνδρῶν συγκροτούμενον. παρῆσαν οἱ εὐσεβεῖς κατηφείας καὶ λύπης πεπληρωμένοι, οὐκ ἀπῆσαν οἱ ἀσεβεῖς μῶμον ἐκ τῆς πράξεως οὐ τὸν τυχόντα προστριβῆναι τῇ τῶν ὀρθοδόξων ἐκκλησίᾳ οἰόμενοι. παρῆσαν οἱ συκοφάνται μέγα φρονοῦντες καὶ γεγαννυμένοι, ὡς τάχα τῆς κατηγορίας πρόχειρον ἐχούσης τὸν ἔλεγχον. παρῆγον εἰς μέσον τὸ γύναιον καὶ ἃ ἐδιδάχθη τοῖς δικάζουσιν ἐθριάμβευεν. ἐσκυθρώπαζον οἱ δικασταί, καὶ τῶν ἄλλων πλέον ὁ μάγιστρος Μανουήλ, εἰ δι' ἑνὸς ἀνθρώπου κινδυνεύσει τὸ τῶν ὀρθοδόξων πλήρωμα γέλως γενέσθαι τοῖς ἀντιθέτοις. τούτων πάντων ἐπῃσθημένος ὁ ἱερὸς Μεθόδιος, καὶ τοὺς μὲν ἀσεβεῖς τῶν ἐλπίδων μεταστῆσαι βουλόμενος, τοὺς δ' εὐσεβεῖς ἀπαλλάξαι τῆς κατασχούσης βαρυθυμίας καὶ τῇ ἐκκλησίᾳ μὴ λίθος γενέσθαι προσκόμματος, μηδὲν τὸν ὄχλον ὑποστειλάμενος, ἀποσεισά- μενος τὴν ἀναβολὴν ἐπ' ὄψει πάντων τῶν θεωμένων ἀπογυμνοῖ τὰ αἰδοῖα ὁ πάσης αἰδοῦς καὶ τιμῆς ὄντως ἄξιος. καὶ ἐφάνη τοῖς πᾶσι ταῦτα μεμαρασμένα ἀπό τινος νόσου καὶ τῆς φυσικῆς παντάπασιν ἐνεργείας ἄμοιρα. αἰσχύνης τὸ πρᾶγμα τοὺς χαιρεκάκους ἐνέπλησε καὶ τοὺς συκοφάντας, εὐφροσύνης δ' ὅτι πολλῆς καὶ θυμηδίας τοὺς εὐσεβεῖς. καὶ προσβαλόντες αὐτῷ μεθ' ὑπερβαλλούσης περιχαρείας κατησπάζοντο, περιεπλέκοντο, οὐκ εἶχον, ὅπως τῷ πλήθει χρήσονται τῆς χαρᾶς. καί τις τῶν γνησιωτέρων προσελθὼν ἠρέμα ἐπηρώτα τὸν πατριάρχην, τὸν τρόπον μαθεῖν ἐθέλων τοῦ μαρασμοῦ τῶν μορίων. ἀναλαβὼν δὲ οὗτος διηγεῖτο ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτιπερ· ‘ἐν Ῥώμῃ πεμφθεὶς πρὸς τὸν πάπαν διὰ τὰς κατὰ Νικηφόρου τοῦ ἁγιωτάτου πατριάρχου ἀνεγερ- θείσας ἐπαγωγὰς κἀκεῖσε διάγων ἠνωχλήθην ὑπὸ τοῦ φιλοσάρκου δαίμονος, ὃς οὐκ ἐνέλιπε νύκτωρ καὶ μεθ' ἡμέραν γαργαλίζων καὶ μίξεώς μοι σαρκικῆς ἀνακινῶν ἔρωτας. ἀναφλεγόμενος δὲ τῷ πάθει, ὡς ἤδη καὶ ἡττώμενος ἔγνων, Πέτρῳ τῷ ἀποστόλῳ τῷ κορυφαίῳ ἀνέθηκα ἐμαυτὸν καὶ τοῦτον ἐξελιπάρουν ἀπαλλάξαι με τῆς σωματικῆς ταύτης ὀρέξεως.’ καὶ τὸν ἐπιστάντα νυκτὸς ἅψασθαι τῇ δεξιᾷ χειρὶ τῶν αἰδοίων καὶ καταπρῆσαι, ἐπειπόντα τοῦ λοιποῦ μὴ πτοεῖσθαι τὴν φιλήδονον ὄρεξιν. ‘διϋπνισθεὶς δὲ μετὰ σφοδρᾶς ἀλγηδόνος εὑρέθην ἔχων, ὡς ἐθεάσασθε.’ ταῦτα τοῦ πατριάρχου εἰπόντος οὐκ ἀνασχετὸν ὁ Μανουὴλ νομίσας τὸ τύρευμα ἔγνω ἐξετάσει δοθῆναι τὸ γύναιον, ἐφ' ᾧ διασαφῆσαι τὴν μηχανορραφίαν. ξίφος τε οὖν εὐθὺς τούτῳ ἐπανετείνετο καὶ ῥάβδοι ἐκομίζοντο ἠκανθωμέναι, καὶ οἱ δήμιοι παρειστήκεισαν εὐτρεπεῖς. οἷς ἐκδειματωθεῖσα ἡ δύστηνος τίθησιν ἔκπυστον τὴν ἀλήθειαν, τὴν μηχα- νήν, ὅπως ἐρράφη, τὴν ἀπάτην, ἣν ἠπατήθη διά τε τῆς δόσεως τοῦ χρυσίου καὶ τῶν πολλῶν ὑποσχέσεων, τὰ πράξαντα πρόσωπα καὶ τὴν ὅλην σκευωρίαν τοῦ δράματος. προσετίθει δ', ὅτι καὶ εἰ ἀπέλθοι τις εἰς

[Mich3.4.63] τὴν ταύτης οἰκίαν, εὑρήσει τὸ χρυσίον ἐν βαλαντίῳ ἔν τινι κιβωτίῳ σίτου πεπληρωμένῳ. εὐθὺς ἀπεστέλλετό τις τῶν δορυφόρων, καὶ τὸ χρυσίον ἤχθη, καὶ ἠλέγχθη τὸ δραματούργημα. καὶ κἂν οἱ συκοφάνται ταῖς προσηκούσαις ποιναῖς παρεδόθησαν, εἰ μὴ ἀνεξικάκως ὁ πατριάρχης ἀφεθῆναι τούτοις τὸ ἔγκλημα ἐξῃτήσατο, τὸν οἰκεῖον δεσπότην μιμού- μενος, τοῦτο μόνον εἰς ἔκτισιν λαβόντες καὶ τιμωρίαν, τὸ ἀνὰ πᾶν ἔτος κατὰ τὴν τῆς ὀρθοδοξίας πανήγυριν μετὰ λαμπάδων ἀπὸ τοῦ ἐν Βλαχέρ- ναις τῆς παναχράντου ναοῦ πρὸς τὸν θεῖον τῆς ἁγίας σοφίας ἀφικνεῖσθαι νεὼν καὶ τὸ οἰκείοις ἐνηχεῖσθαι αὐτοῖς ὠσὶν ἀνάθημα. ὃ καὶ μέχρι τῆς αὐτῶν ἐταμιεύθη ζωῆς.

[Mich3.5] Καὶ ἡ μὲν τῶν εἰκονομάχων αἵρεσις τοιοῦτον ἔσχε τὸν τρόπον τῆς καταλύσεως, ἡ δὲ τῶν ὀρθοδόξων ἐκκλησία τὸν οἰκεῖον ἀπέλαβε κόσμον, τὴν τῶν σεπτῶν εἰκόνων ἀναστήλωσιν. ταύτην τῆς ὀρθοδοξίας τὴν ἑορτὴν ἄγουσά ποτε ἡ μακαρῖτις βασίλισσα τὸ πλήρωμα εἱστία τῆς ἐκκλησίας εἰς τὰ ἐν τῇ τοποθεσίᾳ τοῦ Καριανοῦ ἀνάκτορα. ἠριθμοῦντο τοῖς ἑστιάτορσι καὶ Θεοφάνης καὶ ὁ τούτου ὁμαίμων Θεόδωρος οἱ γραπτοί. τῆς εὐωχίας δὲ παρακμαζούσης καὶ τῶν τραγημάτων, πλακούντων δηλαδὴ καὶ πεμμάτων, παρατιθεμένων, συνεχῶς ἡ βασίλισσα εἰς τὰ τῶν πατέρων ἐνατενίζουσα πρόσωπα καὶ τὰ ἐνεστιγμένα τοῖς προσώποις αὐτῶν καταμανθάνουσα γράμματα στεναγμοὺς ἠφίει καὶ δάκρυα. εἷς δὲ τῶν πατέρων καταφωράσας τοῦτο τὴν αἰτίαν ἤρετο τῆς εἰς αὐτοὺς συχνῆς ἀτενίσεως. τῆς δὲ εἰπούσης· ‘τὴν καρτερίαν ὑμῶν θαυμάζω, ὅπως ἐγκολαφθῆναι τοῖς προσώποις ὑμῶν τοσαῦτα ὑπεμείνατε γράμ- ματα. ταλανίζω δὲ καὶ τὴν τοῦ ταῦτα δράσαντος εἰς ὑμᾶς ἀπήνειαν’, ὑπολαβὼν ὁ μακαρίτης Θεοφάνης· ‘ὑπὲρ ταύτης, ὦ δέσποινα, τῆς γραφῆς’, εἶπεν, ‘ἐν τῷ τοῦ θεοῦ ἀδεκάστῳ βήματι δικασόμεθα σὺν τῷ ἀνδρί σου καὶ βασιλεῖ.’ ἐπλήγη σὺν τῷ λόγῳ τὴν καρδίαν ἡ δέσποινα, καὶ μετὰ δακρύων ἔφησε πρὸς τὸν ἅγιον· ‘καὶ αὕτη ἐστὶν ἡ ὑπόσχεσις ὑμῶν καὶ αἱ δι' ἐγγράφων ὁμολογίαι, ὡς μὴ μόνον συγκεχωρηκέναι, ἀλλὰ καὶ πρὸς ἀγῶνας ἐνάγειν τε καὶ καλεῖν;’ ἀνακαλούμενος δὲ ταύτην ὁ πατριάρχης καὶ ὁ λοιπὸς τῶν ἀρχιερέων ἑσμὸς καὶ τὸ πολὺ τῆς λύπης ἐπικουφίζοντες, ἀναστάντες εὐθὺς ἔφησαν· ‘αἱ μὲν ἡμέτεραι, ὦ βασίλεια, ὁμολογίαι τε καὶ συνθῆκαι ἀδιάπτωτοι καὶ ἀμετακίνητοι, τούτου δὲ τὴν ὀλιγωρίαν ἐᾶν χαίρειν καλόν.’ οὕτω μὲν κατεπραΰνθη τῇ δεσποίνῃ τὸ ἄλγος.

[Mich3.6] Ἀνεφύη δέ τις τηνικαῦτα αἵρεσις ἡ τῶν Ζιλίκων λεγομένη, ἥτις ἅμα τῷ ἀρχηγῷ Ζίλικι τοὔνομα, ἐν τοῖς ἀσηκρήτις τελοῦντι, ἀπέσβη καὶ διερρύηκεν, αὐτοῦ τε καὶ τῶν ἑπομένων αὐτῷ μετενεχθέντων πρὸς θεοσέβειαν καὶ τῶν θείῳ μύρῳ χρισθέντων τε καὶ τελειωθέντων. καὶ τὰ μὲν κατὰ πόλιν ἐφέρετο τῇδε.

[Mich3.7] Βόγορις δὲ ὁ Βουλγάρων ἀρχηγὸς γυναῖκα ἄρχειν Ῥωμαίων ἀκηκοὼς μετὰ παιδὸς ἁπαλοῦ εἰς θράσος ἤρετο. ὅθεν καί τινας ἀγγέλους ἀπέστειλε πρὸς τὴν βασιλίδα, ἀπειλῶν λύειν τὰς συνθήκας καὶ εἰσβολὴν ποιεῖσθαι κατὰ Ῥωμαίων. ἡ δὲ βασιλὶς μηδὲν ἀγεννὲς μηδὲ γυναικεῖον ἐννοήσασα· ‘καὶ ἐμὲ εὑρήσεις’, μηνύει, ‘ἀντιστρατεύουσαν, θεοῦ δὲ νεύσει καὶ κατισχύουσαν. εἰ δ', ὅπερ οὐκ ἔνι, ὑπερέξεις αὐτός, καὶ οὕτως ἡ νίκη ἐμή. γυναῖκα γὰρ ἔσῃ, ἀλλ' οὐκ ἄνδρα νενικηκώς.’ οἷς ὁ βάρβαρος διαταρα- χθεὶς ἡσυχίαν ἠσπάσατο καὶ τὰς προηγησαμένας ἀνενέου σπονδάς. διεπρεσβεύσαντο δ' ἀλλήλοις πάλιν ἥ τε βασιλὶς καὶ ὁ ἄρχων, ἡ μὲν περί τινος Θεοδώρου τὸ ἐπίκλην Κουφαρᾶ, ἀξιολόγου τινὸς ἀνδρὸς καὶ χρησίμου τῷ πολιτεύματι, αἰχμαλώτου ὄντος ἐν Βουλγαρίᾳ, ὁ δὲ περὶ τῆς οἰκείας ἀδελφῆς κατά τινα προνομὴν ληφθείσης κἀν τοῖς βασιλείοις διατριβούσης. αὕτη γὰρ πρὸ πολλοῦ ἀχθεῖσα αἰχμάλωτος τὰ Χριστια- νῶν τε μυηθεῖσα καὶ γραμμάτων μετασχοῦσα κατὰ τὸν τῆς αἰχμαλωσίας καιρόν, ἄρτι δὲ τῆς αἰχμαλωσίας ἀπολυθεῖσα, οὐ διέλιπε πρὸς τὸν ἀδελφὸν τὰ Χριστιανῶν ἐκθειάζουσα καὶ τῇ αὐτοῦ καρδίᾳ πίστεως καταβάλλουσα σπέρματα, προμυηθέντος ἤδη παρὰ τοῦ Κουφαρᾶ τὰ θεῖα μυστήρια. τοῦ ἀλλαγίου δὲ γενομένου καὶ τῆς γυναικὸς ἀποδοθείσης τῷ ἀδελφῷ, ἀντιδοθέντος δὲ τῇ δεσποίνῃ τοῦ Κουφαρᾶ, εἰ καὶ προενήχητο ὁ ἄρχων καὶ προετελέσθη τὰ θεῖα, ἀλλ' ἔτι τὴν αὐτοῦ ἐφύλαττεν ἀπιστίαν, τῆς οἰκείας θρησκείας ἐξηρτημένος. λιμοῦ δὲ σφοδροῦ τὴν χώραν τῶν Βουλ- γάρων κατεσχηκότος καὶ πάσης βοηθείας ἀργούσης τὸν τῶν Χριστια- νῶν ὁ ἄρχων εἰς βοήθειαν ἐπεκαλεῖτο θεὸν τὸν ὑπὸ τοῦ Θεοδώρου καὶ τῆς αὐτοῦ ἀδελφῆς αὐτῷ μυσταγωγηθέντα. τὸ αὐτὸ δὲ τοῦτο καὶ τὸ ἔθνος ποιεῖν παρεσκεύασεν ἅπαν. καὶ τυχόντες ἀπαλλαγῆς, οὕτω δὴ πρὸς θεοσέβειαν μετατίθενται καὶ τῆς τοῦ λουτροῦ καταξιοῦται παλιγγενεσίας, Μιχαὴλ κατονομασθεὶς κατὰ τὸ ὄνομα τοῦ βασιλέως τῶν Ῥωμαίων παρὰ τοῦ πρὸς αὐτὸν ἀποσταλέντος ἀρχιερέως καὶ τοῦ θείου μεταδεδω- κότος λουτροῦ. συνέβη δὲ καὶ ἕτερόν τι τὸ ὁδηγῆσαν καὶ βεβαιῶσαν τὸν ἄρχοντα πρὸς εὐσέβειαν. ἀπλήστως ἔχων οὗτος πρὸς τὰ κυνηγέσια καὶ βουλόμενος τούτοις ἐντρυφᾶν μὴ μόνον ὅτε πρὸς θήραν ἐξίοι, ἀλλὰ καὶ ὅτε σχολάζοι, διὰ ζωγραφίας ἐντρυφᾶν τοῖς τοιούτοις, οἶκον δημιουργή- σας νέον Μεθόδιόν τινα μοναχόν, Ῥωμαῖον τὸ γένος, ζωγράφον τὴν τέχνην, ἐκέλευσεν ἱστορίας πληρῶσαι τὸ οἴκημα. ὥσπερ δ' ὑπό τινος ἐπιπνοίας ὁδηγούμενος θείας οὐκ ἐπέσκηψε ῥητῶς, ὁποῖα δεῖ καὶ τίνα τῶν ζῴων ἐξιστορεῖν, ἀλλ' ἐκέλευσε γράφειν, ἅττα καὶ βούλοιτο, φοβερὰ μέντοι εἶναι τὰ γραφόμενα καὶ πρὸς ἔκπληξιν καὶ δέος τῶν θεωμένων. ὁ δὲ μηδὲν ἕτερον εἰδὼς φρικωδέστερον τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ταύτην ἐκεῖ καθυπέγραψε. πέρας δὲ λαβούσης τῆς γραφῆς ἰδὼν ὁ ἄρχων ἔνθεν μὲν τῶν δικαίων τὸν χορὸν στεφανούμενον, ἐκεῖθεν δὲ τὸν τῶν ἁμαρτωλῶν κολαζόμενον, καὶ παρὰ τοῦ ζωγράφου συνεὶς τὸν νοῦν τῆς ζωγραφίας, εὐθύς τε τὴν οἰκείαν ἐξόμνυται θρησκείαν καὶ κατηχηθείς, ὡς εἴπομεν, παρὰ τοῦ θείου ἐπισκόπου τὰ θεῖα μυστήρια ἀωρὶ τῶν νυ- κτῶν τοῦ θείου μεταλαμβάνει βαπτίσματος. τοῦτο δ' ἐγνωκότες οἱ τοῦ ἔθνους ἄρχοντες, καὶ τὸ κοινὸν τὴν τῆς θρησκείας μεταβολήν, κατεξανί- στανται τοῦ ἄρχοντος καὶ ἀνελεῖν ἐσπούδαζον. τούτους δ' ἐκεῖνος μετὰ τῶν περὶ αὐτὸν ὀλίγων ὄντων τρεψάμενος, τοῦ σταυρικοῦ τύπου προηγουμένου, τῷ παραδόξῳ καταπλαγέντας χριστιανίσαι πεποίηκε. μεταβληθέντος δὲ παντὸς τοῦ ἔθνους πρὸς θεοσέβειαν γράφει πρὸς τὴν δέσποιναν ἐξαιτῶν δοθῆναί οἱ γῆν, στενοχωρουμένων τῶν ὑφ' αὑτόν, ὑπισχνούμενος ἑνοποιῆσαι τὰ ἔθνη καὶ εἰρήνην ἐργάσασθαι ἀΐδιόν τε καὶ ἀμετάβλητον. ἡ δὲ βασιλὶς ἱλαρῶς λίαν τὴν ἱκεσίαν προσήκατο καὶ δέδωκεν ἔρημον οὖσαν τηνικαῦτα τὴν ἀπὸ τῆς καλουμένης Σιδηρᾶς, ὅριον τότε τυγχανούσης Ῥωμαίων τε καὶ Βουλγάρων, ἄχρι τῆς Δεβελ- τοῦ, ἣν οἱ Βούλγαροι Ζαγορὰν κατωνόμασαν. τοῦτον οὖν τὸν τρόπον ἡ πᾶσα Βουλγαρία μετερρυθμίσθη πρὸς θεοσέβειαν καὶ ἡ δύσις εἰρήνης καθαρωτάτης ἀπήλαυσε.

[Mich3.8] Καὶ τὰ μὲν κατὰ τὴν ἑσπέραν αἰθρία εἶχε καὶ σταθηρὰ εὐσέβεια ἐπολιτεύετο. ἀγαλλομένη δὲ ἡ βασιλὶς ἐπὶ τῷ γεγονότι καὶ τερπομένη καὶ οἷον ἐπαυξῆσαι τὸ καλὸν σπουδάζουσα τοὺς κατὰ τὴν ἀνατολὴν Μανιχαίους, οὓς δὴ καὶ Παυλικιάνους ἀπὸ τῶν αἱρεσιαρχῶν ἡ κοινολεξία οἶδε καλεῖν, μεταγαγεῖν ἐσπούδασε πρὸς εὐσέβειαν, ἤ, εἰ μὴ τοῦτο, ἐξᾶραι τελέως καὶ ἀπ' ἀνθρώπων ποιῆσαι. ὃ δὴ καὶ πολλῶν συμφορῶν

[Mich3.8.7] τὴν οἰκουμένην ἐνέπλησεν. οἱ γὰρ ἐπὶ τῷ πρᾶξαι τὸ πρόσταγμα ἐκπεμφθέντες (ὁ τοῦ Ἀργυροῦ δὲ ἦν Λέων καὶ ὁ τοῦ Δουκὸς Ἀνδρόνικος καὶ ὁ Σουδάλης) μὴ μετρίως, ἀλλ' ἀγρίως τῷ ἐπιτάγματι χρώμενοι τοὺς μὲν ξύλῳ ἀνήρτων, τοὺς δὲ ξίφει παρεδίδοσαν, ἄλλους δὲ ἄλλαις κακῶν ἰδέαις παρέπεμπον καὶ ποικίλοις καὶ παντοδαποῖς κολάσεων τρόποις ὡσεὶ δέκα μυριάδας ἀνδρῶν ἀπώλεσαν καὶ τὰς ὑπάρξεις αὐτῶν ἐδη- μοσίευσαν, ὡς ἐντεῦθεν τὸ λοιπὸν ἀπαναγκασθὲν πλῆθος πρὸς ἀπόστασιν ἀπιδεῖν. ἡ δὲ ἀρχὴ τῆς ἀποστάσεως γέγονε τοῦτον τὸν τρόπον. ἐστρατή- γει τῶν Ἀνατολικῶν Θεόδοτος ὁ Μελισσηνός, ὑπηρέτει τούτῳ τὴν τοῦ πρωτομανδάτορος πληρῶν ἀρχὴν ἀνήρ τις τὴν κλῆσιν Καρβέας, τῇ πίστει τῶν Μανιχαίων κατάσχετος. οὗτος τὸν ἑαυτοῦ πατέρα ἀνεσκολο- πίσθαι μαθὼν καὶ πέρα δεινοῦ τὸ πραχθὲν ἡγησάμενος, φυγὰς μετὰ καὶ ἑτέρων ὁμοπίστων πεντακισχιλίων πρὸς Ἄμερα παραγίνεται τὸν τῆς Μελιτηνῆς ἀμηρᾶν, κἀκεῖθεν πρὸς τὸν ἀμερμουμνῆν. παρ' ἐκείνου δὲ μετὰ πολλῆς ἀποδεχθέντες τιμῆς καὶ λόγους ἀσφαλείας δόντες τε καὶ λαβόντες ἐξέρχονται μετ' οὐ πολὺ κατὰ τῆς Ῥωμαίων γῆς. πόλεις τε οὖν ἤρξαντο κτίζειν τὴν Ἀργαοῦν λεγομένην καὶ τὴν Ἄμαραν. καὶ ἐπεὶ πρὸς πολυανδρίαν ἐπεδίδοσαν, ἀεὶ συρρεόντων τῶν διὰ τὸν φόβον ἀποκεκρυμ- μένων Μανιχαίων, προσέθεσαν ταῖς δυσὶ πόλεσι καὶ τρίτην, ἣν Τεφρικὴν κατωνόμασαν. ἐξ ὧν ὁρμώμενοι καὶ τῷ τῆς Μελιτηνῆς ἀμηρᾷ συμμιγνύ- μενοι Ἄμερι καὶ Ἀλεὶμ τῷ τῆς Ταρσοῦ οὐκ ἔληγον ἀφειδῶς τὴν Ῥωμαίων κατατρέχοντες καὶ πημαινόμενοι γῆν. ἀλλ' ὁ μὲν Ἀλεὶμ ἔν τινι τῶν Ἀρμενίων χώρᾳ μετὰ τοῦ οἰκείου στρατοῦ ἀπελθὼν τὸν βίον κατέστρεψε σὺν παντὶ τῷ αὐτῷ ἑπομένῳ στρατεύματι. καὶ ὁ Ἄμερ δὲ πρὸς ἐμφύλιον ἐμπεσὼν στάσιν, τοῦ συνάρχοντος αὐτῷ ἐπαναστάντος (ὁ τοῦ Σκληροῦ οὗτος ἐλέγετο), πρὸς τοῖς οἰκείοις εἶχε τὸν νοῦν καὶ ἑτέροις πολεμεῖν οὐκ ηὐκαίρει, μέχρις ἂν τὸ ἀντίπαλον καταγωνισάμενος ἀδείας ἔτυχε. τότε γὰρ ἐκεχειρίαν λαβὼν καὶ ἄλλως οὐκ εἰδὼς ἠρεμεῖν τῷ Καρβέᾳ τε ἥνωτο καὶ κατὰ Ῥωμαίων ἔξεισι πανσυδί. ἀντιστρατεύει δὲ κατ' αὐτῶν ὁ τῆς βασιλίδος ἀδελφὸς Πετρωνᾶς, τὴν τοῦ δομεστίκου τῶν σχολῶν ἀρχὴν διοικῶν, λόγῳ μὲν τῷ πρεσβυτέρῳ ἀδελφῷ Βάρδᾳ προσήκουσαν, ἔργῳ δὲ παρ' αὐτοῦ διοικουμένην τῷ μὴ ἐκεῖνον σχολάζειν, ἀλλὰ περὶ τὴν ἐπιτροπὴν τοῦ βασιλέως προσέχειν τὸν νοῦν. οὗτος τοίνυν ὁ Πετρωνᾶς στρατηγὸς τυγχάνων τῶν Θρᾳκησίων ἀντιπαρατάττεται κατά τε Ἄμερ καὶ τοῦ Καρβέα. ὅπως δὲ συνεπλάκη καὶ οἷα ἔδρασε, κατὰ τὸν οἰκεῖον τόπον ἡ ἱστορία δηλώσει.

[Mich3.9] Ὁ βασιλεὺς δὲ Μιχαὴλ ἤδη τὴν παιδικὴν παραμείψας καὶ τῆς ἀνδρικῆς ἁπτόμενος ἡλικίας ἱμείρετο τῶν πραγμάτων δι' ἑαυτοῦ ἀντέχε- σθαι, παραθηγόμενος εἰς τοῦτο καὶ παρὰ τοῦ ἐπιτρόπου καὶ θείου Βάρδα τοῦ τῆς βασιλίδος ἀδελφοῦ. οὗτος γὰρ ἔρωτα περικαῆ τῆς βασιλείας ἐσχηκὼς οὐδὲν ἄλλο ἐπραγματεύετο, ἀλλ' ἢ τὰ πρὸς τὸ σπουδαζόμενον συμβαλλόμενα. ἀλλ' ἵνα σαφέστερον τὸν λόγον τοῖς ἐντυγχάνουσι θήσωμεν, πορρωτέρω τοῦτον ἀγάγωμεν. ἐγένετο δὴ τῷ Μανουὴλ πρὸς τὸν λογοθέτην Θεόκτιστον, καὶ αὐτοῖς ἐπιτρόποις οὖσι τοῦ βασιλέως καὶ εἰς τὰ ἀνάκτορα διαιτωμένοις, διαφορά τις, ἣ καθοσιώσεως ἐγκλήματι ὑπέβαλλε τὸν Μανουήλ. ὅπερ οὗτος εὐλαβούμενος, δεδιὼς δὲ καὶ τὸν φθόνον, ᾠήθη δεῖν ἔξω τοῦ παλατίου γενέσθαι καὶ τῶν συνεχῶν ἀπο- στῆναι ὁμιλιῶν τε καὶ διοικήσεων. κάτεισι γοῦν εἰς τὸν οἶκον αὐτοῦ, ἱδρυμένον κατὰ τὴν κινστέρναν τὴν Ἄσπαρος, ὃν καὶ εἰς σεμνείου τόπον ὕστερον μετεσκεύασε καὶ τὸν χοῦν ἐκεῖσε κατέθετο. ἐκεῖθεν ἑκάστοτε ἀφικνούμενος κοινωνὸς ἐγίνετο τῶν διοικήσεων. ἀποσεισάμενος δὲ ὁ Βάρδας τὸν Μανουὴλ οὐ δι' ἑαυτοῦ, ἀλλὰ διὰ τοῦ Θεοκτίστου, ἔσπευδε καιροῦ δραξάμενος ἀνύσαι τὸ σπουδαζόμενον. ἐμπόδιον δ' ἔχειν τὸν Θεόκτιστον εἰκότως οἰόμενος ἔσπευδε καὶ αὐτὸν ποιήσασθαι ἐκποδών, τὸ πλέον δ', ὅτι ὠνείδιζεν αὐτῷ συνεχῶς διὰ τὴν πρὸς τὴν οἰκείαν νύμφην λαθραίαν ὁμιλίαν. ὁ δὲ τρόπος τῆς ἐγχειρήσεως εἴληφε τοιαύτην ἀρχήν. ὑπῆρχε τῷ βασιλεῖ Μιχαὴλ παιδαγωγὸς ἀνάγωγός τε καὶ πονηρός. τοῦτον ἀνωτέρω τῶν βασιλικῶν ἀξιωμάτων ἀναγαγεῖν ἠξίου ὁ βασιλεύς, καὶ εἰς μείζονα στῆσαι τιμὴν τήν τε μητέρα παρεκάλει καὶ τὸν Θεόκτιστον. οὐκ ἔπειθε δὲ τὸν Θεόκτιστον, ‘ἐπαξίως’, λέγοντα, ‘ἀλλ' οὐκ ἀναξίως τὰ τῆς βασιλείας χρὴ διοικεῖσθαι.’ τοῦτον οὖν τὸν παιδαγωγὸν ὄργανον ὁ Βάρδας λαβὼν πονηρὸν οὐκ ἐπαύετο ζιζάνιά τινα κατὰ τοῦ Θεοκτίστου τῇ τοῦ βασιλέως ἐνσπείρων ψυχῇ, νῦν μὲν λέγων, ὡς οὐ καλῶς οἰκονομεῖται τὰ κοινά, νῦν δέ, ὡς βούλεται τὴν μητέρα σου ἀνδρὶ συναρμόσαι, ἢ μίαν τῶν σῶν ἀδελφῶν, καὶ τοὺς σοὺς ἐξορύξαι ὀφθαλμοὺς καὶ τῆς βασιλείας ἐξεῶσαι. ταῦτα δὲ πυκνῶς ἐνηχῶν προσετίθει, ὡς συνετωτάτης δεῖ καὶ ταχίστης βουλῆς. ὡς δὲ πολλάκις περὶ τοῦ αὐτοῦ συνήρχοντο πράγματος καὶ σκέψεις προὐτί- θεσαν, ἔγνωσαν τελευταῖον τὸν Θεόκτιστον ποιήσασθαι ἐκποδών. ἐδέδοκτο ταῦτα, καὶ πέρας ἐτυπώθη τοιοῦτον τοῖς βουλευθεῖσιν ἐπενε- χθῆναι, ἐν τῷ μέλλειν πρὸς τὸν Λαυσιακὸν ἐξέρχεσθαι μετὰ τὴν τῶν ἀνα- φορῶν διοίκησιν τὸν Θεόκτιστον ἐπακολουθῆσαι μικρὸν τὸν βασιλέα, καὶ τοῦτο μόνον ἀνακραγεῖν· ‘ἄρατε αὐτόν.’ ὡς οὖν ὁ Θεόκτιστος προέ- κυπτεν ἐξιὼν τό τε σύνθημα δοθὲν ἔγνω, φυγῇ τὴν σωτηρίαν πραγ- ματεύσασθαι ᾠήθη. ἡ φυγὴ δὲ πρὸς τὸν ἱππόδρομον, κατὰ τὰ ἀσηκρη- τεῖα. ἐκεῖσε γὰρ τότε τὸ τῶν ἀσηκρήτις ἦν καταγώγιον. ἀλλ' ὑπὸ πολλῶν ὁ εἷς συλληφθεὶς μένειν κατηναγκάζετο, ἐσπασμένου τοῦ Βάρδα ξίφος καὶ παίσειν ἐπαπειλοῦντος τὸν κωλύσειν ἢ βοηθήσειν ἐπι- χειρήσοντα. ἤγετο μὲν οὖν πρὸς τὰ Σκύλα φρουρᾷ τέως παραδοθησό- μενος, μέχρις ἂν τὰ κατ' αὐτοῦ ἀποφήνωνται. τέλος, μὴ συμφέρον εἶ- ναι κρίναντες αὑτοῖς τὸ ζῆν αὐτὸν δέει τῆς αὐγούστης, ἐκπέμπουσί τινα τῶν τῆς ἑταιρείας γυμνὸν ἐπισεῖσαι ξίφος αὐτῷ. οὗτος δὲ ξιφήρη τὸν ἄνθρωπον ἐπιόντα ἰδὼν ὑπέδυ σκάμνον τινὰ τὴν πληγὴν βουλό- μενος ἐκφυγεῖν. ἀλλὰ καιρίαν κατὰ γαστέρα πληγεὶς τῶν ἐγκάτων ἐκ- χυθέντων αὐτοῦ παρεδόθη θανάτῳ. καὶ ὁ μὲν Θεόκτιστος ἀνῃρέθη τοῦτον τὸν τρόπον, τὴν δὲ ἀναίρεσιν τούτου πυθόμενος ὁ Μανουὴλ εὐθὺς ἧκε πρὸς τὰ βασίλεια, καὶ ὥσπερ ἐνθουσιάσας εἰπεῖν λέγεται πρὸς τὸν Βάρδαν. ‘ξίφος γυμνώσας εἰς Θεοκτίστου φόνον ὅπλιζε σαυτὸν εἰς σφαγὰς καθ' ἡμέραν.’ μετὰ δὲ τὴν τοῦ Θεοκτίστου σφαγὴν ὁ Βάρδας τὴν τοῦ κανικλείου τι- μὴν εἰς ἑαυτὸν ἀνελάμβανεν. ἡ βασιλὶς δὲ Θεοδώρα ὡς ᾔσθετο τῶν πε- πραγμένων, λυσίκομός τε ἔθει καὶ ὀδυρμῶν ἐπλήρου τὰ βασίλεια, ἀμ- φοτέρους τε τόν τε υἱὸν καὶ τὸν ἀδελφὸν λόγοις ὀνειδιστικοῖς καὶ ἀραῖς καθυπέβαλλε καὶ τοιοῦτον θάνατον ὑποσχεῖν κατηρᾶτο. οἱ δὲ τοὺς ὀνειδισμοὺς ταύτης μὴ φέροντες, ἅμα δὲ καὶ ὁ Βάρδας τῶν κατὰ σκοπὸν ἐχόμενος, ἔγνωσαν καὶ ταύτην ποιήσασθαι ἐκποδὼν καὶ λοιπὸν ἀδεῶς καὶ ἀνεμποδίστως τὸ δοκοῦν διαπράττεσθαι. ὅπερ ἐκείνη καταφωράσασα (καὶ γὰρ ἦν ἰδεῖν καὶ στοχάσασθαι δυνατή), ἀντιπράττειν μὲν οὐκ ᾤετο δεῖν, φόνους καὶ χύσεις αἱμάτων ἐκφεύγουσα, τὸν δ' ἐναποκείμενον τοῖς ἀνακτόροις πλοῦτον ἔκρινε τῇ συγκλήτῳ ποιήσασθαι φανερόν, τοῦ τε υἱοῦ τὴν ἀκρατῆ δαπάνην κωλύουσα καὶ τὴν ἰδίαν οἰκονομίαν κηρύτ- τουσα. τὴν σύγκλητον οὖν ἐκκλησιάσασα καὶ εἰς ἐπήκοον στᾶσα τοιού-

[Mich3.9.68] τους ἀπέδοτο λόγους· ‘χίλια μέν, ὦ πατέρες, πρὸς τοῖς ἐννενήκοντα τῷ βασιλικῷ ταμείῳ χρυσοῦ ἐναπόκεινται κεντηνάρια, ἀργυρίου δὲ ὡσεὶ τριῶν χιλιάδων, ὧν τὰ μὲν ὁ ἐμὸς ἀνὴρ ἐπορίσατο, τὰ δ' αὐτὴ μετὰ τὸν ἐκείνου συνέλεξα θάνατον, ἄλλος τε πλοῦτος πολὺς καὶ ποικίλος. διὰ τοῦτο δὲ τοῦτον ἐκπομπεύω ὑμῖν, ἵν', εἰ μετὰ τὴν ἐμὴν ἀπὸ τῶν ἀνα- κτόρων κάθοδον ὁ ἐμὸς ἔχει λέγειν υἱὸς καὶ ὑμέτερος βασιλεύς, ὡς ἐνδεῆ καταλέλοιπα κατελθοῦσα τὰ βασίλεια πλούτου, μὴ εὐχερῶς πιστεύη- ται.’ καὶ ἅμα λέγουσα τοὺς τῶν βασιλικῶν χρημάτων ταμίας παρίστη καὶ συγκατανεύοντας εἶχε πρὸς τὰ λεγόμενα. καὶ ἡ μὲν βασίλεια ἀσπα- σμὸν δοῦσα τῇ συγκλήτῳ καὶ πάσῃ ἐνεργείᾳ καὶ διοικήσει ἀποτα- ξαμένη ἔξεισι τοῦ παλατίου.

[Mich3.10] Ὁ δὲ τῶν βασιλείων πλοῦτος τοσοῦτος ὢν καὶ τηλικοῦτος εἰς οὐδεμίαν ἐχώρησεν ὄνησιν τῇ ἀπονοίᾳ τοῦ Μιχαήλ. ταῖς γὰρ τῶν ἵππων ἁμίλλαις, εἴπερ τις ἕτερος, ἀγαλλόμενος καὶ ἡνιοχεῖν αὐτὸς ἐκεῖνος οὐ παραιτούμενος, τῶν συμπαιζόντων αὐτῷ καὶ συνηνιοχούντων καὶ συν- αμιλλωμένων ἐκ τοῦ θείου υἱοθετούμενος τὰ τέκνα βαπτίσματος τὸν βασιλικὸν κατεκένου πλοῦτον, ἑκατὸν καὶ ὀγδοήκοντα, καὶ τοὐλάχιστον πεντήκοντα τῷ καθέκαστον παρεχόμενος λίτρας. καί ποτέ τινι ἀνδρί, ὃν πατρίκιον ἐτιμήσατο (Ἱμέριος οὗτος ἐκαλεῖτο, διὰ τὴν τοῦ προσώπου κατὰ ἀντίφρασιν οὕτω καλούμενος ἀγριότητα), κολακείᾳ μὲν ὑπερ- βάλλοντι τὸν ἐπὶ Τιβερίου Ἱμέριον, βωμολοχοῦντι δὲ κατὰ τὴν τράπε- ζαν καὶ αἰσχρολογοῦντι καὶ ἀναιδῶς ἀποπέρδοντι ἀκούοντός τε βασι- λέως αὐτοῦ καὶ τῶν συνδείπνων, ὡς καὶ κηρὸν ἀποσβεννύειν τῷ ψόφῳ, χρυσίου λίτρας δέδωκεν ἑκατόν. καὶ Χειλᾶ δὲ τοῦ συνηνιοχοῦντος αὐτῷ τὸν υἱὸν ἐκ τοῦ θείου ἀναδεξάμενος βαπτίσματος χρυσίου λίτρας ἐδω- ρήσατο ἑκατόν. οὕτως ἐκεῖνος εἰς οὐδὲν δέον τὰ δημόσια κατεδαπάνα τε καὶ ἀνήλισκεν. ἐπεὶ δὲ ἐντὸς ὀλίγου ταῖς τοιαύταις ἀθέσμοις πράξεσι τὸν τοσοῦτον κατεδαπάνησε πλοῦτον, ἦλθε δὲ ὁ τῆς διανομῆς τῶν βασιλικῶν δωρεῶν καιρὸς καὶ χρημάτων πόρος οὐκ ἦν, τήν τε χρυσῆν ἐκείνην καὶ πολυθρύλητον πλάτανον καὶ τοὺς δύο χρυσοῦς λέοντας καὶ τοὺς δύο γρῦπας, χρυσοῦς καὶ αὐτοὺς σφυρηλάτους ὄντας, καὶ τὰ ὁλόχρυσα ὄργανα καὶ ἕτερα ἔργα, δι' ὧν ἡ Ῥωμαίων ἐθαυμάζετο βασι- λεία, ὁλκὴν ἔχοντα διακοσίων οὐκ ἔλαττον κεντηναρίων, χωνεύσας χαρά- ξαι δέδωκεν ἐν τῷ βασιλικῷ ταμείῳ. παραπλησίως ἐποίησε καὶ ἐν στο- λαῖς βασιλικαῖς, ὧν αἱ μὲν ἦσαν ὁλόχρυσοι, αἱ δὲ χρυσοΰφαντοι, δεδω- κὼς τῷ εἰδικῷ, ὥστε καὶ ταύτας χωνεῦσαι. οὐκ ἔφθασαν δὲ χωνευθῆναι, κἀκεῖνος ἐξ ἀνθρώπων ἐγένετο, καὶ Βασίλειος τὴν ἀρχὴν διεδέξατο, καὶ ταύτας ἀνεκαλέσατο, ἐκ τοσούτου πλούτου μηδὲν εὑρηκὼς πλέον, ἀλλ' ἢ χρυσίου μὲν κεντηνάρια τρία, μιλιαρισίων δὲ σακκία ἐννέα. ἃ καὶ δημοσιεύσας ἐπὶ τῆς συγκλήτου ἀπωδύρετο τὴν ἀπορίαν, καὶ τὸ πόθεν ἂν ἐκπληρωθεῖεν αἱ δημόσιοι χρεῖαι.

[Mich3.11] Ἔθος δ' ἐχούσης τῆς βασιλίδος Θεοδώρας ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις τῆς θεομήτορος θεῖον ναόν, ἅμα μὲν προσκυνήσεως χάριν, ἅμα δὲ καὶ λουτροῦ μετὰ τῶν ἑαυτῆς θυγατέρων, ἐπεί ποτε ἔγνω αὐτὴν ἐκεῖσε φοιτήσασαν ὁ βασιλεὺς καὶ ὁ ταύτης ὁμαίμων Βάρδας, Πετρωνᾶν ἐκπέμψαντες, ὃν αὐτῆς ἀδελφὸν εἶναι ἄνωθεν ὁ λόγος ἐγνώρισεν, ἀπο- κείρουσι μοναχὴν σὺν ταῖς θυγατράσι καὶ ἐν τοῖς κατὰ τὰ Καριανοῦ ἀνακτόροις τέως περιορίζουσιν, ἀφελόμενοι καὶ ὃν εἶχον αἱ πᾶσαι πλοῦτον, ἰδιωτικῶς ζῆν, ἀλλ' οὐ βασιλικῶς ἀποτάξαντες. ἀλλ' ἡ μὲν Θεοδώρα μετ' οὐ πολὺ τῶν τῇδε μεθίσταται. ἧς τὸν νεκρὸν μετὰ ταῦτα ὁ βασιλεὺς Βασίλειος καὶ τὰς αὐτῆς θυγατέρας πρὸς τὸ τῆς Μάμμης ἐξέπεμψε μοναστήριον ἐνδιαιτᾶσθαι, ὃ Γαστρία κατονομάζεται. ἦσαν δὲ τῇ τοιαύτῃ βασιλίδι ἄρρενες μὲν ἀδελφοὶ δύο, ὅ τε μηχανορράφος οὗτος Βάρδας καὶ ὁ Πετρωνᾶς, ἀδελφαὶ δὲ τρεῖς, Σοφία, Μαρία, καὶ Εἰρήνη, ὧν ἡ μὲν Σοφία Κωνσταντίνῳ συνήφθη τῷ Βαβουτζίκῳ, εἰς μαγίστρους τελοῦντι, Εἰρήνη δὲ Σεργίῳ πατρικίῳ, ἀδελφῷ τυγχάνοντι Φωτίου τοῦ μετὰ ταῦτα εἰς τὸν τῆς πατριαρχίας ἀναβιβασθέντος θρό- νον, καὶ ἡ Μαρία Ἀρσαβὴρ μαγίστρῳ, ἀνδρὶ γενναίῳ καὶ ἐν τοῖς τότε καιροῖς διαπρέποντι, αἱ πᾶσαι καλαὶ καὶ ἀγαθαὶ τὰς ὄψεις καὶ ἀρετῆς ἐλάσασαι πρὸς ἀκρώρειαν. καὶ ἡ μὲν Θεοδώρα θανοῦσα ταύτην ἀπο- λέλοιπε γενεάν. ἡ πᾶσα δὲ τῶν κοινῶν πραγμάτων διοίκησις εἰς μόνον ἐξεκυλίσθη τὸν Βάρδαν, ἐστέργετό τε διαφερόντως παρὰ τοῦ βασιλέως. ἔνθεν καὶ τὴν τοῦ κουροπαλάτου ἀναλαμβάνει τιμήν, ἆθλον τάχα τῆς καθαιρέσεως τῆς ἑαυτοῦ ἀδελφῆς.

[Mich3.12] Ἔκρινε γοῦν ἅμα τῷ βασιλεῖ κατὰ τῶν Ἰσμαηλιτῶν ἐκστρατεῦ- σαι καὶ τοῦ τῆς Μελιτηνῆς ἀμηρεύοντος Ἄμερ, ἄρτι εἰς ἄνδρας τελοῦντι ἐξ ἀγενείων. ὡς δ' οὖν τῆς τῶν ἐναντίων ἐπέβησαν γῆς καὶ κατὰ τὰ Σαμόσατα ἐγένοντο (πόλις δὲ τὰ Σαμόσατα τῶν παρευφρατιδίων, δυνάμει τε βρίθουσα καὶ ἰσχύϊ), ταύτην ἐπεχείρουν πολιορκεῖν. ἐμποιη- σαμένων δὲ τῶν Σαρακηνῶν δειλίαν καὶ συγκεκλεικότων ἔνδον ἑαυτοὺς καὶ μηδενὸς ἐκπηδῶντος τοῦ τείχους τάχα διὰ δειλίαν τῆς βασιλικῆς δυνάμεως, ἀμελῶς καὶ ἀφυλάκτως οἱ Ῥωμαῖοι διῆγον. κατὰ δὲ τὴν τρίτην τῆς ἐφεδρείας ἡμέραν (ἡ κυρία δὲ ἦν καὶ πρώτη τῶν ἡμερῶν) τῆς ἀναιμάκτου θυσίας ἐπιτελουμένης, ἐν ᾗ τῶν θείων μετασχεῖν ἔμελλον μυστηρίων, τὰς πύλας οἱ Σαρακηνοὶ διαπετάσαντες καὶ μεθ' ὅπλων ἐκπεπηδηκότες πάντοθεν ἐπιτίθενται τοῖς Ῥωμαίοις. οἱ δὲ τῷ ἀδοκήτῳ καταπλαγέντες τῆς ἐπιθέσεως εὐθὺς πρὸς φυγὴν ὥρμησαν. ἔνθα καὶ Μιχαὴλ ὁ βασιλεὺς μόλις που τὸν ἵππον ἀναβὰς ἐργωδῶς διεσώθη, τῆς ἀποσκευῆς πάσης τοῦ βασιλέως καὶ τῶν στρατιωτῶν ληφθείσης παρὰ τῶν πολεμίων, τοῦ τῶν Μανιχαίων ἐξηγουμένου Καρβέα μᾶλλον τῶν ἄλλων ἀριστεύσαντος καὶ καταβαλόντος οὐ μόνον πολλοὺς τῶν ἀφανῶν τῆς στρατιᾶς, ἀλλὰ καὶ ζωγρίᾳ λαβόντος οὐκ ὀλίγους τῶν ἐπιφανῶν στρατηγῶν καὶ τουρμάρχας τῶν ἑκατὸν οὐκ ἐλάττους, ὧν οἱ μὲν ἄλλοι λύτρα δόντες ἀπελύθησαν, μόνος δὲ Σηὼν ὁ στρατηγὸς τῇ φυλακῇ ἐναπέψυξε. χρόνων δὲ δύο παραδραμόντων πάλιν ὁ Ἄμερ στρατὸν ἐπαγόμενος οὐκ ἐλάττονα τρισμυρίων ἐκστρατεύει κατὰ Ῥωμαίων. ὁ Μιχαὴλ δὲ τὴν προτέραν ἧτταν ἀνακαλέσασθαι βουλόμενος στρατὸν καὶ αὐτὸς συναγηοχὼς ἔκ τε Θρᾳκῶν καὶ Μακεδόνων περὶ τὰς τέσσαρας μυριάδας ἔξεισι κατ' αὐτοῦ. ὅπερ πυθόμενος Ἄμερ καὶ διά τινων χωρίων δυσχώρων, ἐπιτόμων δὲ τὴν πορείαν ποιησάμενος καὶ αἰφνίδιος προσ- πεσὼν ἐτρέψατο κατὰ κράτος τὸν βασιλέα καὶ πρὸς φυγὴν ἠνάγκασεν ἀπιδεῖν. μικροῦ δ' ἂν καὶ ἥλω αἰχμάλωτος, εἰ μὴ Μανουὴλ ὁ δομέστικος τῶν σχολῶν τὴν φάλαγγα διακόψας αὐτὸν διεσώσατο, τῶν ἄλλων πάντων, ὥσπερ ἔτυχεν ἕκαστος δυνηθείς, διασπαρέντων.

[Mich3.13] Δεύτερος πάλιν μετὰ τὸν πόλεμον τοῦτον διῆλθεν ἐνιαυτός, καὶ πάλιν ὁ Ἄμερ μετὰ τεσσαράκοντα χιλιάδων ἐκστρατεύσας εἰσβολὴν ἐποιήσατο κατὰ Ῥωμαίων, ὁμοῦ μὲν καὶ τὸν Ἀρμενιακόν, ὁμοῦ δὲ καὶ τὴν πρὸς θάλασσαν ἐκπορθῶν καὶ δῃούμενος, ὅτε φασὶν αὐτὸν παραπλησίως τῷ Ξέρξῃ πάθος παθεῖν, μάστιξι κελεύσαντα παίειν τὴν θά- λασσαν, ὅτι μὴ περαιτέρω προήκατο τοῦτον χωρεῖν. ἐφ' οἷς ἀσχάλλων ὁ Μιχαὴλ καὶ πάλιν αὐτὸς ἀντιστρατεῦσαι πρὸς αὐτὸν μὴ τολμῶν τὸν τῆς ἑαυτοῦ μητρὸς ἀδελφὸν Πετρωνᾶν, τῶν Θρᾳκησίων διέποντα τὴν ἀρχήν, τὰς Ῥωμαϊκὰς δυνάμεις ἐκέλευσε λαβεῖν καὶ παντὶ σθένει χωρεῖν κατ' αὐτοῦ. ἔτυχε δ' οὗτος τότε διατρίβων κατὰ τὴν Ἔφεσον. δεξά-

[Mich3.13.11] μενος δὲ τὰ γράμματα εἰς ἀγωνίαν ἐμπίπτει μεγίστην. εὐθὺς οὖν ἐξιπ- πασάμενος ἄπεισιν ἐν τῷ ὄρει τῷ Λάτρει πρὸς τὸν ἐκεῖσε ἀσκούμενον μοναχὸν Ἰωάννην, ἐπ' ἀρετῇ ὄντα τῷ τότε διαβόητον, καὶ περὶ τοῦ πράγματος ἐπυνθάνετο. ὁ δὲ μηδαμῶς ἐμβραδύνας πρὸς τὴν ἐρώτησιν ‘ἄπιθι, τέκνον,’ ἔφη, ‘κατὰ τῶν Σαρακηνῶν. θεὸν γὰρ ἕξεις προπορευό- μενον.’ τούτου καθοπλισθεὶς ταῖς εὐχαῖς ἄπεισι κατὰ τὸν λεγόμενον Λαλακάωνα τόπον, καὶ ἔν τινι τόπῳ Γυρὴν ἐγχωρίως ὀνομαζομένῳ. λόχους τε οὖν πανταχόθεν ἐπέστησε καὶ πρὸς συμπλοκὴν ἐξεκαλεῖτο τὸν Ἄμερ. πάντοθεν οὖν ὡς θηρίον περικλεισθεὶς ὁ Ἄμερ καὶ περὶ τοῦ τέλους ἀγωνιῶν, τῶν αἰχμαλώτων τινὰ Ῥωμαίων προσκαλεσάμενος ἐπυνθάνετο τήν τε τῆς χώρας προσωνυμίαν καὶ τοῦ τόπου, ἐν ᾧ ἔτυχεν ἐστρατοπεδευκώς, καὶ τοῦ παραρρέοντος ποταμοῦ. ὡς δὲ τὴν μὲν χώραν Λαλακάωνα ἤκουσε λέγεσθαι, τὸν δὲ τόπον Πτώσοντα καὶ Γύρην τὸν ποταμόν, εὐθὺς κακὸς οἰωνὸς ἑαυτῷ γενόμενος ἐξεφοίβασε λαοῦ τε κάκωσιν σημαίνειν καὶ πτῶσιν τὰ ὀνόματα, καὶ ὡς ἀνάγκη γυρι- σθῆναι ἡμᾶς ὑπὸ τῶν Ῥωμαίων. ‘ἀλλ' ὅμως μὴ ἀποκνητέον’, φησίν, ‘ἀλλὰ διεγερτέον καὶ πρὸς τὸν αὔριον γενησόμενον πόλεμον ἀνδριστέον,’ ἔφη πρὸς τοὺς παρόντας. ἡμέρας δὲ ἄρτι διαλαμπούσης, ἐπεὶ πάντο- θεν συγκλεισθεὶς ἔγνω, καὶ ἀνεπιχείρητος ἦν ἡ ἔξοδος, συμφέρον ἔκρινε κατ' ἐκεῖνο τὸ μέρος χωρεῖν, ὅπου τὸν Πετρωνᾶν εἶδε φυλάττοντα. καὶ δὴ κρότῳ καὶ βοῇ τοῖς πολεμίοις προσέρραξεν. ἐπεὶ δὲ ἀνηνύτοις ἔγνω ἐπιχειρῶν, μικρὸν συσταλεὶς αὖθις σὺν ῥύμῃ ἐπεβάρει μετὰ δυνά- μεως, ἀπόδρασιν ἑαυτῷ μηχανώμενος. πάλιν δὲ ἀποτυχὼν καὶ τρὶς τοῦτον ἐπιχειρήσας τὸν τρόπον εἰς ἀμηχανίαν ἐνέπιπτεν. ὡς δὲ πάν- τοθεν ἀναφανέντας καὶ ἐκπηδῶντας κατενόησε τοὺς Ῥωμαίους ἔκ τε μεσημβρίας καὶ τῶν προσαρκτίων μερῶν, καὶ ἄφυκτα κατενόησεν εἶναι τὰ περὶ αὐτόν, τότε δὴ τὴν σωτηρίαν ἀπογνοὺς ἐμπίπτει τοῖς κατὰ μέτωπον ἀθρόον μετὰ σφοδρᾶς προσβολῆς. ἔνθα καιρίαν πληγεὶς αὐτός τε πίπτει, καὶ τῶν ἑαυτοῦ διασῴζεται οὐδὲ εἷς. πυθόμενος δὲ τὴν ἧτταν ὁ τούτου υἱὸς εἰς προνομὴν μετὰ μέρους ἀποσταλεὶς τοῦ στρατοῦ εὐθὺς πρὸς Μελιτηνὴν ἀπεδίδρασκεν. ἀλλὰ καὶ τοῦτον ὁ τοῦ Χαρσιανοῦ κλει- σουράρχης καταδιώξας χειροῦται μετὰ τοῦ στρατεύματος καὶ τῷ στρατηγῷ δίδωσι Πετρωνᾷ. ὁ δὲ Πετρωνᾶς τοιοῦτον κατὰ τοῦ Ἄμερ στήσας τρόπαιον τὴν βασιλίδα καταλαμβάνει, ἐπαγόμενος καὶ τὸν τὴν νίκην αὐτῷ προθεσπίσαντα μοναχόν, τήν τε ἀρετὴν ἐκθειάζων αὐτοῦ καὶ πρὸς τὸν βασιλέα καὶ Βάρδαν τὸν οἰκεῖον ἀδελφὸν ἐξυμνῶν τοῦτον καὶ μεγαλύνων. τιμᾶται γοῦν δομέστικος τῶν σχολῶν, μετὰ μικρὸν δὲ καὶ ἀπεβίω.

[Mich3.14] Ἐτελεύτησε δὲ πρὸ τούτου καὶ ὁ Μανουήλ, νόσῳ δή τινι κρα- τηθείς. μονωθεὶς δ' ὁ Βάρδας ἦγε καὶ ἔφερε τὰ πάντα καὶ τὰς ἐκ βασιλέως ἤμειβε συνεχῶς τιμάς, ἀνῄει δὲ καὶ εἰς τὴν καίσαρος δόξαν τε καὶ τιμήν, τοῦ Μιχαὴλ μηδενὸς ἑτέρου φροντίζοντος τῶν πολιτικῶν, ἀλλ' ἢ θεάτρων καὶ ἵππων ἁμίλλης. καὶ τὸ δὴ χείριστον, οὐκ ἠγάπα θεατὴς εἶναι μόνον, ἀλλὰ καὶ αὐτὸς ἡνιοχεῖν καὶ παίγνιον τοῖς πᾶσι προκεῖσθαι καὶ γέλως. καὶ ὁ μὲν ἐν τούτοις ἦν, ὁ Βάρδας δὲ διεῖπε τὰ πολιτικὰ καὶ τῆς βασιλείας κατεστοχάζετο, ὡς αὐτὴν εὐκαίρως παραληψόμενος. ἐπεμελήθη δὲ καὶ τῆς ἔξω σοφίας (ἦν γὰρ ἐκ πολλοῦ χρόνου παραρρυεῖσα καὶ πρὸς τὸ μηδὲν ὅλως χωρήσασα τῇ τῶν κρατησάντων ἀγροικίᾳ καὶ ἀμαθίᾳ), διατριβὰς ἑκάστῃ τῶν ἐπιστημῶν ἀφορίσας, τῶν μὲν ἄλλων, ὅπῃ περ ἔτυχε, τῆς δ' ἐπὶ πᾶσιν ἐπόχου φιλοσοφίας κατ' αὐτὰ τὰ βασί- λεια ἐν τῇ Μαγναύρᾳ. καὶ οὕτως ἐξ ἐκείνου ἀνηβάσκειν αἱ ἐπιστῆμαι ἤρξαντο. τοῦτο τὸ ἔργον κάλλιστόν τε καὶ περιβόητον ὂν οὐκ ἴσχυσεν ἀποπλῦναι τὰς ἐνούσας ἄλλας τῷ Βάρδᾳ κῆρας.

[Mich3.15] Τῆς μὲν οὖν φιλοσοφίας ἐξηγεῖτο Λέων ἐκεῖνος ὁ μέγας τε καὶ φιλόσοφος, ἀνεψιὸς ὢν Ἰαννῆ τοῦ πατριάρχου, ὃς καὶ τὸν θρόνον ἔλαχε τῆς Θεσσαλονίκης, ἄρτι δὲ τῶν εἰκονομάχων καθαιρεθέντων συγκαθῃ- ρέθη καὶ αὐτός, καὶ σχολάζων εἰς ταύτην προεβιβάζετο τὴν σχολήν. ἐγένετο δὲ πρότερον γνώριμος Θεοφίλῳ τῷ βασιλεῖ τοῦτον τὸν τρόπον. πάσας γὰρ κατορθώσας τὰς ἐπιστήμας, ὡς οὐδὲ μίαν ἕτερος, ἐν εὐτε- λεῖ τινι καταλύματι διάγων τοὺς βουλομένους ἐμυσταγώγει, ὁποίαν ἕκαστος βούλοιτο. ὡς δ' ἤδη χρόνος παρετείνετο, καὶ πολλοὶ κατὰ τὰς ἐπιστήμας προέκοπτον, συνέβη τινὰ νεανίαν τῆς γεωμετρικῆς ἐπιστή- μης εἰς ἄκρον ἐληλακότα ὑπογραφέα γενέσθαι τινὸς στρατηγοῦ. οὗ γενομένου κατά τινα πόλεμον, εἵπετο καὶ αὐτός, καὶ τροπῆς γενομένης ζωγρεῖται καί τινι τῶν ἐπιφανῶν εἰς δουλείαν ἐκδίδοται. ὁ δὲ τοῦδε καιροῦ τῶν Ἰσμαηλιτῶν κατάρχων Μαμοὺμ ἄλλοις τε μαθήμασιν Ἑλληνικοῖς σχολάζων, καὶ δὴ καὶ γεωμετρίας διαφερόντως ἐξεχόμενος ἦν. λόγου δέ ποτε κινηθέντος παρὰ τοῦ τὸν νεανίαν ἔχοντος δεσπότου περὶ τῆς εἰς τὰ μαθήματα σπουδῆς τοῦ ἀμερμουμνῆ καὶ τῆς περὶ τὴν γεωμετρίαν ἐπιμελείας, ‘ἀκοῦσαι τούτου,’ εἶπεν ὁ νεανίας, ‘ἐπιθυμῶ καὶ τῶν αὐτοῦ διδασκάλων, καὶ ἣν ἔχουσι περὶ τὴν γεωμετρίαν κατανοῆσαι σπουδήν.’ ἔμαθε τοῦτο ὁ Μαμούμ, καὶ μετὰ περιχαρείας εἰσκαλεῖται τὸν νέον πολλῆς, καὶ παραγενόμενον ἐπυνθάνετο, εἰ γνῶσιν ἔχει τῆς τοιαύ- της δυνάμεως. συγκαταθεμένου δ' ἐκείνου ἠπίστει ὁ βάρβαρος καὶ διε- τείνετο μηδένα ἕτερον εἶναι, πλὴν τῶν ἐκείνου διδασκάλων τῆς γεωμετρι- κῆς ἐπιστήμης εἰδήμονα κατὰ τὴν τότε ἡμέραν. ἱμείρεσθαι δὲ φήσαντος τοῦ νεανίσκου τῆς αὐτῶν διδασκαλίας πεῖραν λαβεῖν, θᾶττον ἢ λόγος οὗτοι παρίσταντο, καὶ διεχαράττοντο σχήματα τρίγωνα καὶ τετρά- γωνα, καὶ κανόνες εἰς μέσον προὐτίθεντο τοῦ στοιχειωτοῦ, τὸ μέν, ὅτι τὸ σχῆμα τόδε τήνδε φέρει τὴν κλῆσιν καὶ τόδε τήνδε, διδάσκοντες, αἰτίαν δὲ καὶ λόγον καὶ τὸ διότι ἀπεδίδοσαν οὐδαμῶς. ὡς οὖν ἑώρα γαυρουμένους αὐτοὺς ὁ νεανίας καὶ μέγα φρονοῦντας ἐπὶ τῇ τῶν σχη- μάτων καταγραφῇ, ‘ἐπὶ παντὸς λόγου, ὦ οὗτοι,’ ὁ νεανίας ἔφη, ‘καὶ πράγματος τὸ διότι τὸ κράτος ἔχει. ὑμεῖς δὲ τὴν ὕπαρξιν μόνην λέγοντες, τοὺς δὲ λόγους παρατρέχοντες οὐχ ἥκιστά μοι διαμαρτάνειν δοκεῖτε, τὸ καιριώτερον ἀγνοοῦντες.’ τῶν δὲ διαπορησάντων καὶ τὰς αἰτίας τού- των διευκρινεῖν καὶ διδάσκειν παρακαλούντων, ἐπεὶ διερμηνεύοντα καὶ σαφηνίζοντα ταύτας εὕρισκον, ὡς τόδε μὲν διὰ τόδε, τόδε δὲ διὰ τόδε τὴν εἰρημένην ἔχει κλῆσίν τε καὶ γραφήν, καὶ ἅμα ὁ νοῦς αὐτῶν διη- νοίγετο καὶ τῶν λεγομένων συνίεσαν, θάμβει λοιπὸν συσχεθέντες, εἰ καὶ ἄλλους ἔχει τοιούτους τὸ Βυζάντιον, ἐπηρώτων. εἰρηκότος δὲ τού- του πλείστους ἐν αὐτῷ εἶναι, καὶ ἑαυτὸν τὸν ἔσχατον εἶναι τῶν μαθη- τῶν, ἀλλ' οὐ τῶν διδασκόντων, περὶ τοῦ διδασκάλου πάλιν διεπυν- θάνοντο, τίς τε εἴη, καὶ εἰ περίεστιν. ὁ δέ, ὅστις τε εἴη ἀπεκρίνατο, καὶ ὡς ἔτι περίεστιν ἀκτήμονα βίον ἄγων καὶ μηδέ τισιν ἄλλοις, ἀλλ' ἢ μόναις ταῖς ἐπιστήμαις προσέχων. γράμματα γοῦν εὐθὺς ὁ Μαμοὺμ πρὸς ἐκεῖνον διαχαράττει τόνδε τὸν νοῦν ἔχοντα· ‘ἐκ τοῦ καρποῦ τὸ δένδρον, καὶ ἐκ τοῦ μαθητοῦ ἔγνωμεν τὸν διδάσκαλον. ἐπεὶ γοῦν τηλι- κοῦτος ὢν περὶ τὴν τῶν ὄντων ἐπιστήμην ἄγνωστος εἶ τοῖς συμπολί- ταις, τῆς γνώσεως καὶ σοφίας καρπὸν μὴ δρεπόμενος, μὴ ἀπαξιώσῃς ἐλθεῖν πρὸς ἡμᾶς, καὶ τῆς σῆς μεταδοῦναι σοφίας. ἐρχομένῳ γάρ σοι αὐχένα ὑποκλινεῖ γένος ἅπαν τὸ τῶν Σαρακηνῶν, καὶ πλούτου καὶ δω-

[Mich3.15.50] ρεῶν ἀξιωθήσῃ ὧν οὐδείς πω τῶν ἀνθρώπων ἠξίωται.’ ταῦτα τὰ γράμ- ματα δοὺς τῷ νεανίσκῳ καὶ δώροις φιλοφρονησάμενος ἐκπέμπει πρὸς τὸν διδάσκαλον. ὁ δὲ διασωθεὶς πρὸς τὴν βασιλεύουσαν καὶ ζῶντα τὸν φιλόσοφον εὑρηκὼς ἐπιδίδωσι ταῦτα τὰ γράμματα. ὁ δὲ οὐκ ἀκίνδυνον εἶναι λογισάμενος, εἰ γραφὴν ἀπὸ τῶν ἐχθρῶν δέξοιτο εἰδήσεως ἄνευ βασιλικῆς, πρόσεισι τῷ λογοθέτῃ τοῦ δρόμου (Θεόκτιστος οὗτος ἦν, ὁ παρὰ τοῦ Βάρδα μετὰ ταῦτα ἀναιρεθείς) καὶ διηγεῖται, ὅπως τε ἀφί- κετο πρὸς αὐτὸν ὁ αἰχμάλωτος καὶ μαθητής, καὶ ὅπως γράμμα αὐτῷ προκεκόμικε τοῦ ἀμερμουμνῆ, καὶ ἅμα τὴν γραφὴν ἐκβαλὼν εἰς χεῖρας δίδωσιν. αὕτη ἡ αἰτία τῷ φιλοσόφῳ Λέοντι πρὸς τὸν βασιλέα γνῶσις γίνεται καὶ οἰκείωσις, καὶ ὁ λεχθεὶς μαθητὴς τὴν τοῦ Λέοντος σοφίαν ἔτι κρυπτομένην ἐδημοσίευσε. προσκαλεῖται γὰρ ὡς τάχος αὐτὸν ὁ βασιλεὺς καὶ πλουτίζει καὶ δημοσίᾳ διδάσκειν προτρέπεται, κατοι- κητήριον ἀφορίσας αὐτῷ τὸν θεῖον ναὸν τῶν τεσσαράκοντα καλλινί- κων μαρτύρων. ὁ δὲ Μαμοὺμ ἀπογνοὺς τὴν τοῦ φιλοσόφου ἄφιξιν ἀπορίας ἐκθέμενος γεωμετρικῶν καὶ ἀστρονομικῶν ζητημάτων καί τινων ἄλλων μαθημάτων ἐκπέμπει, τὰς λύσεις σαφηνισθῆναί οἱ ἐξαιτησάμενος. ὡς δ' ἑκάστην ὁ Λέων ζήτησιν διελύσατο ἁρμοδίως, προσέθετο δὲ κατα- πλήξεως χάριν καί τινα τῶν μελλόντων σημεῖα προγνωστικὰ καὶ τού- τῳ ἐξέπεμψε, τότε δὴ ἐπὶ χεῖρας λαβόντα τὸν ἀμερμουμνῆν τρωθῆναι δὴ τῷ τούτου ἔρωτι, μέγα τε ἀνακραγεῖν τὸν ἄνδρα τῆς σοφίας ὑπερα- γάμενον. εὐθὺς οὖν πρεσβεία πρὸς τὸν Θεόφιλον καὶ γράμματα ταύτην ἔχοντα τὴν διάνοιαν· ‘ἐβουλόμην μὲν αὐτὸς ἀφικέσθαι σοι, ἔργον γνη- σίου φίλου ἀποπληρῶν. ἐπεὶ δὲ ἡ ἀνακειμένη μοι ἀρχὴ ἐκ θεοῦ καὶ ὁ ὑπὸ τὴν χεῖρά μου τελῶν πλεῖστος κατ' ἐξουσίαν λαὸς τοῦτο οὐ συγ- χωρεῖ, ὃν ἔχεις ἐπὶ φιλοσοφίᾳ καὶ ταῖς ἄλλαις ἐπιστήμαις διαβόητον ἄνδρα, βραχύν τινα χρόνον αἰτῶ ἐξαποστεῖλαί μοι, τῆς αὐτοῦ ἐπιστή- μης μεταδώσοντά μοι ἐκκαιομένῳ καὶ ταύτης ἐρωτικῶς ἔχοντι. οὐκ ἀναβολὴ δὲ διὰ τὸ σέβας καὶ τὴν τοῦ γένους ἀλλοτριότητα ἔσεται, ἀλλὰ μᾶλλον, ὅτι τοιοῦτος ὁ ἀξιῶν, πέρας ἡ αἴτησις λήψεται παρὰ φίλοις ἐπιεικέσι τε καὶ χρηστοῖς. χάρις δέ σοι ὑπὲρ τούτου καταβληθή- σεται χρυσίου μὲν ἑκατὸν κεντηνάρια, εἰρήνη δὲ καὶ σπονδαὶ ἀτελεύ- τητοι καὶ ἀΐδιοι.’ δεξάμενος δὲ τὰ γράμματα ὁ Θεόφιλος, ἄτοπον κρίνας, εἰ τὴν τῶν ὄντων γνῶσιν, δι' ἣν τὸ Ῥωμαίων γένος θαυμάζεται, ἔκ- δοτον ποιήσει τοῖς ἔθνεσι, πρὸς τὰ αἰτηθέντα οὐκ ἐπένευσε. τὸν δὲ Λέοντα διὰ μείζονος ἦγε τιμῆς καὶ τῆς Θεσσαλονίκης προχειρίζεται πρόεδρον, τὸν πατριάρχην ἀναπείσας Ἰωάννην χειροτονῆσαι τοῦτον, καὶ αὐτῷ, ὡς ἤδη εἴπομεν, κατὰ γένος ᾠκειωμένον. τοῦτον οἱ Θεσσαλονι- κεῖς μετὰ τὴν χειροτονίαν ὑπερβαλλόντως ἐτίμησαν διὰ τὴν ἐνοῦσαν αὐτῷ σοφίαν καὶ τὴν περὶ πάντα τὰ μαθήματα ἀκρίβειαν, ἐξαιρέτως δ' ἐθαύμασαν ἀπὸ τῆσδε τῆς αἰτίας. ἄγονος ἦν ἡ γῆ καὶ ἄκαρπος κατ' ἐκεῖνο καιροῦ καὶ λιμὸς ἦγχε τοὺς ἐνοικοῦντας Θεσσαλονίκην τε καὶ τὰ πέριξ αὐτῆς, καὶ πάντες ἢ μετανάσται γενέσθαι τῆς πατρίδος, ἢ λιμῷ καὶ ἐνδείᾳ τῶν ἀναγκαίων διαφθαρήσεσθαι ἤλπιζον. ὁ δὲ Λέων τὴν ἀπορίαν τούτοις παραμυθούμενος καιρόν τινα, ὃν ἡ τῶν ἄστρων ὑπε- τίθει τούτῳ ἐπιτολή τε καὶ φάσις, παραδηλώσας αὐτοῖς, καὶ κατὰ τοῦτον τῇ γῇ καταβαλεῖν ἐπιτρέψας τὰ σπέρματα, τοσαύτης γέγονεν εὐφορίας αἴτιος, ὡς ἐπὶ πολλοὺς ἐπαρκέσαι χρόνους τοῖς ἐγχωρίοις τοὺς δρεφθέντας καρπούς. τὴν μὲν οὖν γραμματικὴν ἔλεγεν ὁ Λέων καὶ ποιητικὴν μυηθῆναι κατὰ τὴν βασιλίδα, ῥητορικὴν δὲ καὶ φιλοσοφίαν καὶ ἀριθμῶν ἀναλήψεις καὶ τὰς τῶν λοιπῶν ἐπιστημῶν ἐφόδους κατὰ τὴν νῆσον Ἄνδρον γενόμενος. ἐκεῖσε γὰρ σπουδαίῳ τινὶ ἐντυχὼν ἀνδρὶ Μιχαὴλ τῷ Ψελλῷ καὶ τὰς ἀρχὰς μόνον καί τινας λόγους καὶ ἀφορμὰς παρ' αὐτοῦ λαβών, ἐπεὶ μὴ ὅσον ἐβούλετο εὕρισκε, περιενόστει τὰ μονα- στήρια καὶ τὰς ἐν αὐτοῖς ἀποκειμένας βίβλους ἀνερευνῶν τε καὶ πορι- ζόμενος καὶ σπουδαίως ἐκμελετῶν πρὸς τὸ τῆς τοσαύτης γνώσεως ὕψος ἀνεβιβάσθη. εἰς κόρον δὲ τῶν μαθημάτων μετεσχηκὼς πρὸς τὴν βασιλεύουσαν αὖθις ὑπέστρεψε τὰ σπέρματα τῶν ἐπιστημῶν ταῖς τῶν βουλομένων διανοίαις καταβαλλόμενος.

[Mich3.16] Ἀλλὰ ταῦτα μὲν πρότερον. τῆς δὲ τῶν εἰκονομάχων αἱρέσεως καταβληθείσης καὶ τῶν ταύτης ἀντεχομένων καθαιρεθέντων, καθαιρε- θέντος δὲ καὶ Ἰωάννου τοῦ πατριάρχου, συγκαθῃρέθη καὶ οὗτος, ὃν ὁ Βάρδας, ὡς ἤδη φθάσαντες εἴπομεν, τῆς φιλοσόφου σχολῆς προστά- την ἀπέδειξε, καί τινα Σέργιον, φοιτητὴν αὐτοῦ γενόμενον (πατὴρ οὗτος τοῦ ἄνωθεν εἰρημένου νεανίσκου τοῦ τῆς γεωμετρίας διαιτητη- ρίου), καὶ Θεοδήγιον, συνήθη καὶ αὐτὸν τούτου ὑπάρχοντα, ἀριθμη- τικῆς καὶ ἀστρονομίας, δαψιλεῖς αὐτοῖς τὰς χορηγίας ἐπιμετρῶν. πολ- λάκις δὲ καὶ ἐπιφοιτῶν ἐκ φιλομαθείας, καὶ τῶν διδασκομένων τὰς προ- θυμίας ἐπιρρωννύς, διὰ βραχέος εἰς αὔξησιν τὴν γνῶσιν ἀνήγαγεν, ἀπεσβηκυῖαν τελέως πρὸ τοῦ καὶ μηδ' ἴχνος ὅλως δεικνῦσαν ἢ ζώπυρον.

[Mich3.17] Ὁ δ' αὐτὸς Βάρδας καὶ καῖσαρ γενόμενος συνεχῶς ἐφοίτα τοῖς τοῦ ἱπποδρόμου δικαστηρίοις καὶ τοὺς νόμους ἀνηβᾶν αἴτιος γέγονε, τοῦ χρόνου καὶ τὴν περὶ αὐτοὺς ἀκρίβειαν συγκαλύψαντος. ἀλλὰ τοσαῦτα καὶ τηλικαῦτα τῶν καλῶν τοῦ Βάρδα πλεονεκτήματα ὁ τῆς φιλοπρωτείας ἔρως, οἷά τις ἐγγενὴς μολυσμὸς καὶ σπῖλος ἄκρατος ὤν, ἠμαύρωσε καὶ ἠφάνισε, καὶ ἣν κατὰ τῆς ἐκκλησίας ἀνήγειρε στάσιν, κυκήσας αὐτὴν καὶ ταράξας. διὸ ἀντὶ τῆς κρείττονος δόξης τὴν ἐναν- τίαν ἠνέγκατο. Μεθοδίου γὰρ τοῦ τρισολβίου τὸν βίον μετηλλαχότος, ἐπὶ τέσσαρας μόνον χρόνους τὸν τῆς Κωνσταντινουπόλεως οἰακίσαν- τος θρόνον, Ἰγνάτιος ὁ Νικηφόρου μὲν τοῦ βασιλέως θυγατριδοῦς, υἱὸς δὲ Μιχαὴλ τοῦ τῆς βασιλείας ἐκπεπτωκότος, μετὰ τὸ τῆς βασιλείας ἀποπεσεῖν καὶ τὰ παιδογόνα ἀφαιρεθῆναι μόρια μοναχὸς γεγονὼς καὶ τῆς μονῆς τοῦ Σατύρου καθηγεμών, πρὸς τὸν τῆς πατριαρχίας θρόνον ἀνάγεται. οὗτος τὸν Βάρδαν ἐπὶ τῇ τῆς γυναικὸς ἀναιτίῳ ἀποβολῇ, τῇ δὲ τῆς οἰκείας νύμφης περιπλοκῇ τῆς ἐκκλησίας ἀπεῖργεν, ἐπεὶ μὴ τῶν θείων ἠμέλει κανόνων. ὃν ἐπεὶ πολλὰ λιτανεύων καὶ δυσωπῶν ὁ Βάρδας συγχωρήσεως ἀξιωθῆναι οὐκ ἠδυνήθη, τῶν ὅλων ἀπογνοὺς πρὸς ἄμυναν διανίσταται καὶ τῆς ἐκκλησίας ἐκβάλλει καὶ μετὰ πολλὰς κακώ- σεις καὶ ἀνυποίστους τελευταῖον τῷ τοῦ Κοπρωνύμου τάφῳ ἐναποκλείει, ἐπιστήσας αὐτῷ φύλακας δεινούς τε καὶ ὠμοτάτους. ἀπεβίω δ' ἂν ὁ ἱερώτατος αὗτος ἀνὴρ ἀπὸ τῆς πολυωδύνου κακώσεως, εἰ μή τις θεοσεβὴς ἄνθρωπος κατά τινας χρείας τῶν φρουρῶν ἀποδημούντων ἐξῆγέ τε τοῦ τάφου καὶ ἐπιμελείας ἠξίου τῆς προσηκούσης. ὃ μετὰ πολλὴν ὅσην τὴν κάκωσιν ὑπερόριον ἐν Μιτυλήνῃ ποιεῖ. ἔπαθον δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἐπισκόπων τὰ παραπλήσιά τε καὶ χείρω, ὅτι μὴ ἠρέσκοντο τοῖς γενο- μένοις, μηδ' ἄλλον δέξασθαι διαβοώμενοι, κἂν εἴ τι καὶ γένηται. ὅμως δ' ὑπενδόντες, οἱ μὲν ἀπειλαῖς, οἱ δὲ καὶ ὑποσχέσεσιν εἴκουσι τῷ τοῦ Βάρδα θελήματι, τῆς ἀρετῆς καὶ δόξης ἔρωτα χρημάτων καὶ λειποταξίαν ἀντ- αλλαξάμενοι. ὁ δὲ Βάρδας Φώτιον, ἄνδρα ἐπὶ σοφίᾳ γνώριμον, πρω- τοασηκρῆτις τηνικαῦτα ὑπάρχοντα, προχειρίζεται πατριάρχην. ἐπεὶ δὲ παρῆσαν καὶ τοποτηρηταὶ τοῦ πάπα Ῥώμης κατὰ τῶν εἰκονομάχων σταλέντες, πείθουσι καὶ αὐτοὺς τῆς ἑαυτῶν γενέσθαι θελήσεως. διὸ καὶ ἐν τῷ τῶν θείων ἀποστόλων τεμένει συνέδριον ἠθροικότες δεδημοσιευ-

[Mich3.17.34] μένῃ καθαιρέσει καθυποβάλλουσι τὸν Ἰγνάτιον, τῆς ἐξορίας μεταπεμψά- μενοι. ταῦτα μὲν τὰ τῆς φιλοπρωτείας τοῦ Βάρδα νεανιεύματα.

[Mich3.18] Τὰ δὲ ἐντὸς Εὐξείνου καὶ πᾶσαν τὴν αὐτοῦ παραλίαν ὁ τῶν Ῥῶς ἐπόρθει καὶ κατέτρεχε στόλος (ἔθνος δὲ οἱ Ῥῶς Σκυθικόν, περὶ τὸν ἀρκτῷον Ταῦρον κατῳκημένον, ἀνήμερόν τε καὶ ἄγριον), καὶ αὐτῇ δὲ τῇ βασιλίδι δεινὸν ἐπέσειε κίνδυνον. οἳ μετ' οὐ πολὺ θείας πειραθέντες ὀργῆς οἴκαδε ὑπενόστησαν, πρεσβεία τε αὐτῶν τὴν βασιλίδα καταλαμ- βάνει τοῦ θείου μεταλαχεῖν βαπτίσματος λιτανεύουσα, ὃ καὶ γέγονε· καὶ τῆς Κρήτης δὲ στόλος ἄλλος νῦν μὲν τὰς Κυκλάδας ἐδῄου, νῦν δὲ ἄχρι Προικοννήσου τὴν παράλιον ἅπασαν. ἐγένοντο δὲ καὶ κλόνοι γῆς φρικωδέστατοι. εἷς δὲ ὁ μέγιστος, καθ' ἣν ἡμέραν ἡ τοῦ κυρίου ἀνάληψις ἑορτάζεται, τὴν γῆν κατασείσας τό τε κατὰ τὸ Ἑξακιόνιον πρὸς γῆν ἠδάφισε τεῖχος καὶ ναοὺς εὐπρεπεῖς καὶ οἴκους λαμπροὺς καὶ τὴν κατὰ τὴν Χρυσῆν πύλην τῆς πόλεως ἱδρυμένην Νίκην καὶ τὰς ἐν τῷ Δευτέρῳ κατὰ τὴν ἁγίαν Ἄνναν παγίας ἱσταμένας κατέσεισεν, ἧς τὴν πτῶσιν ὁ φιλόσοφος Λέων προσημαίνειν ἀνεῖπε φανερῶς τὴν τοῦ μετὰ βασιλέα δυνάστου καταστροφήν. ἐγένοντο δὲ καὶ ποταμῶν ἀφάνειαι καὶ πηγῶν, καὶ ἄλλ' ἄττα παθήματα κατὰ πᾶσαν χώραν. ἃ πάντα κατενωτισά- μενος ὁ βασιλεὺς ὅλος εἴχετο τῶν ἱππικῶν ἀγώνων κατὰ τὸν ἐν τῷ Στενῷ ἀνεγηγερμένον ναὸν τοῦ ἁγίου μάρτυρος Μάμαντος.

[Mich3.19] Ἄξιον δὲ καὶ τόδε μὴ παραλιπεῖν τὸ λόγιον παραστατικὸν τυγχάνον τῆς τε τουτουῒ τοῦ βασιλέως ἀβελτηρίας καὶ τῆς τῶν προ- ηγησαμένων ἐπιμελείας. τὰς τῶν Σαρακηνῶν κατὰ τῆς τῶν Ῥωμαίων χώρας ἐπιδρομὰς οἱ πάλαι βασιλεῖς διαδήλους ποιεῖν ἐθέλοντες, ἵνα μὴ αἰφνίδιοι εἰσπίπτοντες ἐκπορθῶσι τὰς χώρας, ἐν ταῖς κώμαις καὶ τοῖς ἀγροῖς τοὺς ἐνοικοῦντας καταλαμβάνοντες, φρούριόν τι τῇ Ταρσῷ ἀγχίθυρον ἐπί τινος ὑψηλοτάτου λόφου καὶ ἐρυμνοῦ ἐδομήσαντο. Λοῦλον τῷ φρουρίῳ τὸ ὄνομα. οἱ ἐν τούτῳ τοίνυν φρουροὶ τῆς ἐκδρομῆς λαμβάνοντες αἴσθησιν πυρσὸν ἀνῆπτον, ὃν βλέποντες οἱ ἐν τῷ Ἀργαίῳ κατοικοῦντες βουνῷ ἄλλον ἀνῆπτον, καὶ αὖ οἱ κατὰ τὸν Ἴσαμον βουνόν. τοῦτόν τε πάλιν ὁρῶντες οἱ κατὰ τὸν Αἴγιλον ἔκαιον ἕτερον, καὶ αὖθις οἱ κατὰ τὸν λεγόμενον Μάμαντα. εἶτα τοῦτον ὁ Κύριζος διαδεχόμενος, καὶ τοῦτον πάλιν ὁ Μώκιλος, ἐκεῖνον δ' αὖθις ὁ τοῦ ἁγίου Αὐξεντίου βουνὸς τοῖς ἐν τῷ μεγάλῳ παλατίῳ ἐπὶ τούτῳ ἀφωρισμένοις διαιταρίοις δήλην ἐτίθει τὴν προνομήν. καὶ οὕτως κατὰ διαδοχὴν πυρσεύοντες γνῶσιν ἐν ἀκαρεῖ παρεῖχον τῷ βασιλεῖ, καὶ οἱ τῶν χωρῶν κάτοικοι πυνθανόμενοι τειχήρεις ἐγίνοντο καὶ τὰς ἐκδρομὰς διεδίδρασκον. τοιαύτης δὲ συνηθείας κρατούσης, συνέβη ποτὲ τοῦ Μιχαὴλ κατὰ τὸν τοῦ μάρτυρος Μάμαντος ναὸν ἡνιοχῆσαι μέλλοντος τὸν ἐκ τοῦ Φάρου ἀναφθῆναι πυρσόν. ὃν οὗτος θεασάμενος εἰς τοσοῦτον ἐνέπεσε φόβον, δέει τοῦ μὴ παροφθῆναι τὴν αὐτοῦ ἡνιοχείαν ὑπὸ τῶν θεατῶν διὰ τὴν ἀπαίσιον ἀγγελίαν, εἰς ὅσον ἄλλος τις ἦλθε κινδυνεύων ὑπὲρ ψυχῆς. οὕτως ἐκεῖνος θεατριζό- μενος οὐκ ᾐσχύνετο. ἵνα δὲ μή τι τῶν προσπιπτόντων ἀνιαρῶν δηλού- μενον μαλακωτέρους ποιήσῃ τοὺς θεατάς, προσέταξε μηκέτ' ἐνεργεῖν τοὺς τῇ βασιλίδι γειτονοῦντας φρυκτούς. ἄλλοτε πάλιν (δεῖ γὰρ ἐκφαν- τικωτέραν θέσθαι τὴν τοῦ ἀνδρὸς παράνοιαν) ἐφ' ἅρματος αὐτοῦ ἱστα- μένου καὶ τῆς ὕσπληγος μελλούσης αἴρεσθαι (ἐνεδέδυτο δὲ τὸ βένετον, καὶ πράσινος ἦν ὁ λογοθέτης τοῦ δρόμου Κωνσταντῖνος, λευκὸς δὲ ὁ Χειλᾶς καὶ ῥούσιος ὁ Κρασᾶς) ἀγγελία πεφοίτηκεν, ὡς Ἄμερ ὁ τῆς Μελιτηνῆς ἀμηρᾶς δεινῶς λεηλατεῖ τὴν Ἀσίαν καὶ ἤδη πρὸς τοῖς Μαλα- γίνοις ἐστὶ καὶ προσδοκῶνται ὅσον οὔπω δεινά. ἣν πυθόμενος ὁ πρωτονο- τάριος ἀπελθὼν μετὰ κατηφείας ἀπήγγειλε τῷ βασιλεῖ, καὶ ἅμα ἐπὶ χεῖρας ἔχων τὰ τοῦ δομεστίκου τῶν σχολῶν γράμματα ἐπεδίδου. ὁ δὲ βλοσυρὸν εἰς αὐτὸν ἐνιδὼν καὶ τιτανῶδες· ‘καὶ πῶς ἐτόλμησας, ὦ κακὴ κεφαλή,’ ἔφη, ‘κατὰ τὸν ἀναγκαῖον ἀγῶνα τουτονὶ περὶ τοιούτων μοι διαλέγεσθαι, οὐδὲν ἄλλο σπουδάζοντι, ἢ μὴ τὸν μέσον εὐώνυμον ἰδεῖν παρατετραμμένον, ὑπὲρ οὗ μοι πᾶς ὁ ἀγών.’ τοιοῦτος ἦν ἔκφορος καὶ τὸν λογισμὸν παρακεκινημένος. καὶ οὐχὶ τούτῳ μὲν τῷ πόθῳ ἢ πάθει ἡλίσκετο, τῶν δ' ἄλλων τῶν ἀπρεπεστέρων ἀπείχετο, ἀλλὰ τὸ μέτριον τάχα ἀμέτρως ἦθος μεταδιώκων ἐξέπιπτε τοῦ προσήκοντος καὶ τῆς βασιλικῆς ἀξίας ἀξίου.

[Mich3.20] Καί ποτε γυναίῳ συναντήσας ἐκ βαλανείου ἐπανιόντι καὶ κάλπιν ἐπὶ χεῖρας ἔχοντι (ἔτυχε δὲ τὸν ταύτης παῖδα ἐκ τοῦ θείου λουτροῦ υἱοθετησάμενος) τὸν ἵππον ἀποβὰς τοὺς μὲν συγκλητικούς, ὅσοι τούτῳ παρείποντο, κατὰ τὰ ἐκεῖσε ἀνάκτορα ἐξαπέστειλεν, ἃ δὲ προσηταιρίσατο καὶ παρέτρεφεν ἀκόλαστα καὶ πορνικὰ ἀνδράρια παραλαβὼν ἀπῄει μετὰ τῆς γυναικὸς τὴν κάλπιν τε τῶν ἐκείνης χειρῶν ἀφείλετο, καί· ‘ἄγε δή, ὦ γύναι’, εἶπε, ‘θαρροῦσα δέξαι με ἐν τῇ οἰκίᾳ σου, ψωμοῦ πιτυρώ- δους ἔφεσιν ἔχοντα καὶ ἀσβεστοτύρου’. ὡς δ' ἀπεπάγη πρὸς τὸν λόγον ἡ γυνὴ μηδενὸς εὐποροῦσα τῶν πρὸς ὑποδοχήν, ὁ Μιχαὴλ θᾶττον ἢ λόγος σινδόνα λαβών, ἣν ἤνεγκε τὸ γύναιον ἐκ τοῦ βαλανείου, ἔτι διάβροχον οὖσαν, ἀντὶ τῆς ὑπηρετούσης τῇ τραπέζῃ ὀθόνης ἥπλου ἐπὶ τοῦ ἐδάφους, τὴν κλεῖδα τὴν τῆς γυναικὸς ἀφελὼν αὐτὸς ἦν βασιλεύς, ἑστιάτωρ, μάγειρος, τραπεζοποιός, δαιτυμών. συνδειπνήσας δὲ τῇ γυναικὶ πεζὸς καὶ βάδην ἀπῄει πρὸς τὰ ἀνάκτορα, πολλῆς εὐηθείας καὶ τύφου καταγινώσκων τῶν πρὸ τοῦ βασιλέων κοσμιότητος ἀντιποιου- μένων.

[Mich3.21] Ταῦτ' οὖν ἅπαντα μισητὸν ἐποίει τὸν ἄνδρα, καὶ κατ' αὐτοῦ τὴν πάντων δικαίως ὑπεκίνει ὀργήν. καὶ τὸ δὴ χείριστον, ἡ φατρία τῶν παρεπομένων αὐτῷ κιναίδων καὶ πρὸς πᾶσαν αἰχρουργίαν ἐπιτηδείων, οὓς ἐκεῖνος διὰ τιμῆς ἄγων τε καὶ αἰδοῦς, τὰ θεῖα διαπαίζων τε καὶ ἐξορχούμενος, ἱερατικὰς στολὰς χρυσοϋφεῖς ἐνεδίδυσκε καὶ ἐπωμίδας, καὶ ἀσχημόνως ἠνάγκαζε καὶ ἀνάγνως τελεῖν τὰ θεῖα καὶ παναγέστατα, τὸν ἔξαρχον τούτων (Γρύλλος αὐτῷ ὄνομα) πατριάρχην καλῶν, τοὺς δὲ λοιποὺς ἕνδεκα μητροπολίτας. ἐτίθει δὲ καὶ ἑαυτὸν ἕνα τῶν θυηπόλων, καὶ τῆς Κολωνείας ὠνομάζετο πρόεδρος. ἐπεὶ δὲ ᾄδειν αὐτοὺς ἐχρῆν καὶ τελεῖν τὰ μυστήρια, διὰ κιθάρας τὰς ᾠδὰς ἐξεπλήρουν, νῦν μὲν ἠρέμα πως καὶ λιγυρῶς ἐπηχοῦντες, νῦν δὲ διαπρυσίως, ὥσπερ ἐν ταῖς ἱεραῖς λειτουργίαις οἱ ἱερεῖς τὰς ἐκφωνήσεις ποιοῦσι τῶν ἱερῶν. εἶχον δὲ καὶ σκεύη διάχρυσα καὶ διάλιθα. ταῦτα πληροῦντες ὄξους τε καὶ σινήπεος τοῖς μεταλαμβάνουσι μετεδίδοσαν, τῶν ἀχράντων οὕτω καταπαίζοντες μυστηρίων. τοῦτον τὸν μιαρὸν θίασον συνέβη ποτὲ Ἰγνατίῳ τῷ μακαρίτῃ συναντῆσαι κατὰ τὴν ὁδὸν πατριάρχῃ, μετὰ τοῦ ἱερατικοῦ κλήρου καὶ τῆς λιτῆς διερχομένῳ. ὃν ἰδὼν ὁ Γρύλλος ἰταμῶς ἅμα καὶ ἀνερυθριάστως μηδὲν ὑποστειλάμενος, φελόνην ἀναστείλας μετὰ τῶν σὺν αὐτῷ συμμυ- στῶν εὐτονωτέροις ἐχρῆτο τοῖς κρούμασι, καὶ τοὺς εὐαγεῖς ἐκείνους λοιδορίαις καὶ ἀναιδέσιν ἔβαλλε ῥήμασιν. ὁ τοιοῦτος αἴσχιστος βασιλεὺς καὶ Θεοδώραν τὴν ἑαυτοῦ μητέρα ἔτι τοῖς ἀνακτόροις ἐνδιατρίβουσαν μετεκαλέσατό ποτε, εὐλογηθησομένην τάχα παρὰ τοῦ πατριάρχου, πλασάμενος τοῦτον εἶναι τὸν μακαρίτην Ἰγνάτιον. ὡς οὖν ἐξῄει μετ' εὐλαβείας ἡ σεμνοτάτη γυνὴ καὶ ἔρριψεν εἰς τὸ ἔδαφος ἑαυτὴν ἐξαιτουμένη εὐχήν, μηδὲν ὅλως ὑποτοπήσασα, τοῦ μιαροῦ Γρύλλου τὴν γενειάδα

[Mich3.21.26] τέως κρύπτοντος, ἀναστὰς ὁ Γρύλλος ἀπέπερδε καὶ ῥήματά τινα ἐπεῖπε τοῦ οἰκείου στόματος ἄξια. ἡ δὲ ἐπὶ τῷ γεγονότι δεινοπαθήσασα ἀραῖς ἔβαλλε τὸν υἱὸν καὶ τῆς τοῦ θεοῦ προνοίας ἐκπεσεῖν προφητικῶς ἀπε- φοίβασε τοῦτον οὐκ εἰς μακράν.

[Mich3.22] Ἀλλ' οὐκ ἦν τὸν ἅπαξ παρατραπέντα τῆς εὐθείας ὁδοῦ βελτιω- θῆναι. ὅθεν καὶ ταχυτάτη κατειλήφει τοῦτον καταστροφή, καὶ πρὸ αὐτοῦ μὲν τὸν Βάρδαν, καὶ πρὸ ἐκείνου τὸν κανικλείου Θεόκτιστον, τοὺς χαριζομένους αὐτῷ καὶ μὴ τῶν πονηροτέρων ἀνακόπτειν θελήσαντας διδαγμάτων ὡς ἐπιτρόπους. καὶ ὅπως μὲν ὁ Θεόκτιστος ὤλετο, προλα- βὼν ὁ λόγος ἐδήλωσε, σημεῖα δὲ τὸν ὄλεθρον δηλοῦντα τοῦ Βάρδα προηγήσατο τάδε, ἐπιτολαὶ κομητῶν, ὄψεις ὀνειράτων ἀλλόκοτοι. ἔδοξε γὰρ καθ' ὕπνους οὗτος πρὸς τὴν μεγάλην ἐκκλησίαν μετὰ τοῦ Μιχαὴλ ἀπελθεῖν, ὡς τάχα πανηγύρεως οὔσης. ὡς οὖν ἀφίκοντο καὶ προσωτέρω ἐγένοντο τοῦ θείου ναοῦ, ὁρᾶν ἐδόκει λευκοφόρους τινὰς προηγουμένους, οἵτινες ὁδηγοῦντες αὐτὸν ἄγουσι πρὸς τὰς κιγκλίδας τοῦ θυσιαστηρίου, καὶ βλέπει μὲν ἄλλο οὐδέν, περὶ δὲ τὸν θρόνον τοῦ πατριάρχου καθήμενόν τινα γηραιόν (Πέτρον εἴκασε τοῦτον εἶναι τὸν κορυφαῖον τῶν ἀποστόλων), οὗ πρὸς τοῖς ποσὶν ὁ μακαρίτης ἐκυλινδεῖτο Ἰγνάτιος, ἐκδίκησιν ἐξαιτῶν, ὧν ἐπεπόνθει δεινῶν. τὸν δὲ ἑνὶ τῶν παρε- στώτων μάχαιραν δοῦναι καὶ εἰπεῖν· ‘ταύτῃ τὸν θεόργιστον’, οὕτω τὸν καίσαρα κατονομάσαντα, ‘τῇ τῶν εὐωνύμων χώρᾳ ἐγκαταστήσας μεληδὸν διάτεμνε. τὸν δ' ἀσεβότεκνον,’ διὰ τοῦ τοιούτου προσρήματος τὸν βασιλέα δηλοποιήσαντα, ‘κατάλεγε μὲν τοῖς δεξιοῖς, τὴν δ' ὁμοίαν δίκην ἀπεκδέχεσθαι πρόσειπε.’ καὶ ὁ μὲν ὄνειρος οὗτος. εἰ δὲ καὶ ἀπέβη τὰ θεαθέντα, δηλώσει τὰ μετὰ ταῦτα. ἄρτι κατὰ τῶν Κρητῶν ὁ Βάρδας πανδημεὶ μετὰ τοῦ Μιχαὴλ καθωπλίζετο, καὶ πρὸς τὸν τῆς θεοτόκου ναὸν τῶν ὁδηγῶν φοιτήσας εἰσῄει μετὰ λαμπάδων τὸν συντακτήριον ἐκπληρῶν. ὡς οὖν τοῖς ἀδύτοις προσήγγισεν, ἄφνω τῶν αὐτοῦ ὤμων ἡ χλαμὺς ὀλισθήσασα αἰσθέσθαι τοῦτον καινοτέρων δεινῶν παρεσκεύασε. καὶ αὐτὸς δὲ πρὸ μιᾶς ἡμέρας τοῦ μέλλειν ἀπαίρειν ἀπὸ τῆς πόλεως, εἴτ' ἀφ' ἑαυτοῦ εἴτε καὶ ἄλλως ὑπὸ τοῦ μέλλοντος ἐλαυνόμενος, συναγαγὼν εἰς ταὐτὸν τοὺς φίλους καὶ συμποσιάσας μεμνῆσθαί τε τῆς αὐτοῦ παρῄνει φιλίας καὶ ληγάτα, ὡς τοῦ βίου ἤδη γενόμενος ἔξω, παρέσχετο. ὡς οὖν κατὰ τῆς Κρήτης ἐξῄεσαν καὶ τῷ θέματι τῶν Θρᾳκησίων ἐπέβησαν, καὶ κατά τινα Χῶρον τόπον οὕτω λεγόμενον οἱ τούτῳ ὑπηρετοῦντες προκαταλαβόντες τὰς σκηνὰς κατεπήγνυον ἁμίλλῃ χρώμενοι καὶ σπουδῇ, ἐνταῦθά πως, εἴτε δὴ κατὰ πρόνοιαν εἴτε δὴ καὶ ἄλλως κατ' ἄγνοιαν, τὴν μὲν τοῦ βασιλέως ἐπὶ πεδινοῦ χωρίου αὐλαίαν ἐπήξαντο, εἴς τινα δὲ λόφον ὑπερανεστηκότα τὴν τοῦ καίσαρος ἀνεπέτασαν. ὅπερ ὡς ἕρμαιον λαβόντες οἱ τῷ Μιχαὴλ προσκείμενοι καὶ προσπολεμοῦντες τῷ καίσαρι κατῃτιῶντο τὸ γεγονὸς καὶ τὰς κατ' ἐκείνου ἐξέκαιον συμβουλάς. ὑπέθραττε δ' ὅμως αὐτοὺς καὶ νωθροτέρους ἐποίει πρὸς τὴν ἐγχείρησιν ἡ τοῦ καίσαρος κραταιοτέρα ἰσχύς. τήν τε γὰρ τοῦ δομεστίκου τῶν σχολῶν ἀρχὴν ὁ τούτου εἶχεν υἱὸς Ἀντίγονος, καὶ οἱ λοιποὶ στρατηγοὶ αὐτῷ ἐπειθάρχουν, καὶ Συμβάτιος ὁ λογοθέτης τοῦ δρόμου, γαμβρὸς ἐπὶ τῇ θυγατρὶ αὐτοῦ τυγχάνων, ἀναντιρρήτως τὰ ἐκείνου φρονεῖν ἐπιστεύετο. ἀλλ' ἔλαθεν ὁ Συμβάτιος ὑπὸ τοῦ βασιλέως κλαπεὶς καὶ τὸν φόνον τοῦ πενθεροῦ ἐργασάμενος αὐτός, καὶ οὐκ ἄλλος, σύνθημα τοῦ φόνου εὐτρεπι- σθείς. ἄρτι γὰρ ἐξῄει τὰς ἀναφορὰς ἀναγνούς, καὶ τὸ σημεῖον ἐδίδου τοῦ φόνου, σταυρὸν εἰς τὸ ἑαυτοῦ πρόσωπον ἐγχαράξας. ἀνεβάλλοντο δ' ὅμως οἱ συνωμότες, τὴν ἑταιρείαν παρισταμένην ὁρῶντες τοῦ καίσαρος. ὅπερ ὁ Μιχαὴλ εὐλαβηθείς, μή πως κατάφωρος γενόμενος καθ' ἑαυτοῦ τὴν μάχαιραν ἐπισπάσηται, διὰ πιστοῦ τινος ἐθαρσοποίει τοὺς ἄνδρας ταῖς ὑποσχέσεσι. καὶ κἂν παρῆλθε τὸν κίνδυνον ὁ καῖσαρ καὶ παρεκρού- σατο, τῷ δέει καταπλησσομένων καὶ κατεπτηχότων τῶν συνωμοτῶν, εἰ μὴ Βασίλειος ὁ μετὰ ταῦτα βασιλεύς, παρακοιμώμενος ὤν, διανέστη πρὸς τὴν ἐγχείρησιν. οὗτος γὰρ ἀπορρῖψαί τε πείθει τὸ δέος τοὺς συνωμότας καὶ πρὸς τὴν πρᾶξιν ἐπιρρωννύει. ξιφήρεις οὖν τοὺς ἄνδρας ἐπιόντας ἰδὼν ὁ Βάρδας ἀθρόως ἔγνωκέ τε τὸν θάνατον καὶ πρὸς τοὺς πόδας ἔρριψε τοῦ βασιλέως αὑτόν. ἀλλ' ἀποσπῶσι τοῦτον ἐκεῖθεν καὶ μεληδὸν κατατέμνουσιν, εἶτα κοντῷ τὰ παιδογόνα αὐτοῦ ἀπαιωρήσαν- τες μόρια παραδειγματίζουσιν. ἤρθη δὲ θόρυβος πολὺς καὶ τῷ βασιλεῖ κίνδυνον ἐπισείων. ὃν ὁ τῆς βίγλας δρουγγάριος Κωνσταντῖνος μετὰ πολλῶν εἰς μέσον ἀθρόως ἐπιφανεὶς διέλυσεν, εὐφημίαις τε βάλλων τὸν βασιλέα καὶ δικαίως ἀποθανεῖν τὸν Βάρδαν διαβεβαιούμενος.

[Mich3.23] Καὶ ὁ μὲν Βάρδας οὕτως ἐξ ἀνθρώπων ἐγένετο, καὶ οὕτως ἡ κατὰ Κρητῶν ἐκστρατεία ἐλέλυτο, τοῦ βασιλέως πρὸς τὸ Βυζάντιον ὑποστρέ- ψαντος. τοῦτο τὸ ἔργον εἰς βασιλείας ὕψος ἀνήγαγε τὸν Βασίλειον. φυσικῆς γὰρ ἀπορῶν γονῆς ὁ Μιχαὴλ καὶ τὰ κοινὰ διεξάγειν οὐχ οἷός τε ὢν εἰσποιεῖταί τε αὐτὸν εἰς υἱὸν τῇ τῶν μαγίστρων ἀξίᾳ τιμήσας, καὶ διάδημα μετὰ μικρὸν αὐτῷ περιτίθησι κατὰ τὴν μεγάλην ἐκκλησίαν γενόμενος. ἐγκρατὴς δ' οὗτος τῆς ἀρχῆς γεγονὼς ἀπεπειρᾶτο τὸν βασιλέα ὡς πορρωτάτω ἀπαγαγεῖν τῶν μισητῶν ἔργων καὶ ἐπιρρήτων. ἔλαθε δὲ διὰ τοῦτο ἑαυτῷ καθοπλίζων τὸν φθόνον. μὴ φέρων γὰρ τοὺς ἐλέγχους ὁ Μιχαὴλ καὶ τὸν Βασίλειον ἐκποδὼν ποιῆσαι διανοούμενος ὡς τῶν αὐτοῦ θελημάτων ἐμποδιστήν, Βασιλικῖνόν τινα τοῦ βασιλικοῦ δρόμωνος ἐρέτην ὑπάρχοντα εἰς μέσον ἀγαγὼν τὴν πυρφύραν τε ἐνδύει καὶ τὸ διάδημα περιτίθησι, καὶ πρὸς τὴν σύγκλητον ἐξάγει τῆς χειρὸς ἔχων αὐτόν, καὶ ἐξαγαγὼν τοιούτων τινῶν ῥημάτων ἀπήρξατο. ‘πάλαι μὲν ἔδει τουτονὶ τὸν ἄνδρα, ὦ φίλοι, εἰς τὸν περίβλεπτον κόσμον τῆς βασιλείας ἀναγαγεῖν, ἢ τὸν Βασίλειον. ἐφ' ᾧ καὶ μεταμεμέλημαι. πρόσεστι γὰρ αὐτῷ πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος, τὸ δεύτερον δὲ συμφυὲς πέλει στέφος. ἅπαντα δ' ἁρμόζουσι πρὸς τὴν ἀξίαν.

[Mich3.24] Αὕτη ἡ πρᾶξις καὶ ὁ λόγος οὗτος ἀρχὴ γέγονε καὶ αἰτία τῆς αὐτοῦ καταλύσεως. ἐπισυνέβη δέ τι καὶ ἄλλο· ἀκρατοποτῶν γὰρ ὁ Μιχαὴλ καὶ μεθυσκόμενος κατὰ τὸν τῆς μέθης καιρὸν πολλὰ καὶ ἄτοπα προσέταττε πράττεσθαι, τοῦ μὲν ἀφαιρεῖσθαι τὰ ὦτα, ἄλλου τὴν ῥῖνα, καὶ τὴν κεφαλὴν ἑτέρου. ἐκώλυε δὲ ταῦτα γίνεσθαι ὁ Βασίλειος, οὐ τοσοῦτον περὶ τῶν ἄλλων, ὅσον περὶ ἑαυτοῦ δεδοικώς. ὡς οὖν ἔγνω ὁ Μιχαὴλ ἐμπόδιον αὐτὸν ἔχων, μεγάλην κατ' αὐτοῦ συρράπτει ἐπιβουλήν. ἡ δὲ ἦν· ὑποτίθησί τινι λόγχην ἐπαφεῖναι λόγῳ μὲν κατὰ τοῦ θηρίου, ἔργῳ δὲ κατὰ τοῦ Βασιλείου. καὶ τοῦτο δῆλον γέγονε τοῦ κελευσθέντος ἐν τῷ μέλλειν ἀποθνῄσκειν ἐξαγορεύσαντος. ἀφῆκε μὲν οὖν οὗτος τὴν λόγχην, διήμαρτε δέ, καὶ σέσῳστο ὁ Βασίλειος. καὶ σωθεὶς δρᾶσαί τι μᾶλλον ἐσπούδασεν ἢ παθεῖν. καὶ σφάττεται ὁ Μιχαὴλ κατὰ τὰ ἀνάκτορα τοῦ ἁγίου Μάμαντος, ἐν ἔτει τῷ ͵ϚτοϚʹ, ὥρᾳ τρίτῃ τῆς νυκτός, ἄρξας μετὰ τῆς μητρὸς μὲν ἔτη δεκατέσσερα, δέκα δὲ καὶ ἓν μοναρχήσας. ἀλλὰ καὶ οὕτως ἐκμελῶς καὶ ἀναγώγως βιώσας οὐ παντάπασιν ἠμοίρησε τῶν ἐπαινετῶν. δισκοποτήριον γὰρ προσήνεγκε τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ πολυκάνδηλον τὰ πρῴην λίαν ὑπερελάσαντα.

[Bas1.t] ΒΑΣΙΛΕΙΟΣ Ο ΜΑΚΕΔΩΝ Ο ΚΕΦΑΛΑΣ

[Bas1.1] Ἀναιρεθέντος δ', ὡς εἴπομεν, τοῦ Μιχαὴλ τὸ τῆς μοναρχίας ἀνεδήσατο κράτος ὁ Βασίλειος. ὅστις δὲ οὗτος ἦν καὶ ὅθεν ὥρμητο, κἀκ ποίας αἰτίας εἰς τὴν βασίλειον ἀνῄει περιωπὴν ἐκ ταπεινῆς καὶ ἀλαμποῦς ὁρμώμενος τύχης, ἄνωθεν ἀναλαβὼν ὁ λόγος διατρανώσει. ἤνεγκε τοίνυν ἡ τῶν Μακεδόνων χώρα αὐτόν, εἷλκε δὲ τὸ γένος ἐξ Ἀρμενίων, ἐκ πάνυ λαμπρᾶς καταγόμενος τῆς τῶν Ἀρσακιδῶν σειρᾶς, ἐξ ἧς μόνης νόμος ἦν βασιλεύεσθαι Πάρθους καὶ Μήδους καὶ Ἀρμενίους διὰ τὸ κλέος τοῦ πρώτου Ἀρσάκου τοῦ ἀνακτησαμένου τοῖς Πάρθοις τὴν βασιλείαν ὑπὸ Περσῶν ἐσφετερισμένην. καὶ συνέβη μέχρι πολλοῦ τοὺς τοῦ Ἀρσάκου ἀπογόνους βασιλεύειν τῶν εἰρημένων ἐθνῶν. ἔσχατος δὲ τῆς βασιλείας ἐκπεσὼν Ἀρτάβανος τῆς προγονικῆς, καὶ ὁ τούτου ἀδελφὸς Κλειένης, φυγάδες εἰς τὸ Βυζάντιον παραγίνονται. Λέων ὁ μέγας τότε τὴν τῶν Ῥωμαίων ἴθυνε βασιλείαν. οὗτος οὖν τοὺς ἄνδρας ὑποδεξάμενος καὶ ἀξιοπρεπῶς τιμήσας οἴκησιν τὴν προσήκουσαν ἐν τῇ βασιλίδι ἀπένει- μεν. ὅπερ μαθὼν ὁ τῶν Περσῶν βασιλεὺς γράμμασιν αὐτοὺς μετεκαλεῖτο, εἰς τὴν πατρῴαν ὑπισχνούμενος ἡγεμονίαν ἐγκαταστῆσαι. δεξαμένων δ' ἐκείνων τὰ γράμματα καὶ περὶ τοῦ πρακτέου διασκοπουμένων, μηνύεται διά τινος τῶν ὑπηρετουμένων αὐτοῖς πάντα τῷ βασιλεῖ καὶ ἡ ἐπιστολὴ ἐγχειρίζεται. γνωσθέντος δὲ τοῦ πράγματος τούτου τῷ βασιλεῖ, καὶ ὅτι οἱ πλάνητες οὗτοι καὶ ἐπήλυδες τῶν ἐπισημοτέρων εἰσίν, εἴς τινα πολίχνην τῆς Μακεδονίας Νίκην ὀνομαζομένην μετὰ γυναικῶν καὶ τέκνων αὐτοὺς κατοικίζει. εἶτα πάλιν τῆς Περσῶν βασιλείας ὑπὸ τῶν Σαρακηνῶν ἀνατραπείσης τὰ παραπλήσια καὶ ὁ τηνικαῦτα ἀμερμουμνῆς διεπράξατο, καὶ γράμμασι μετεκαλεῖτο τοὺς ἐν Μακεδονίᾳ τῶν Ἀρσακιδῶν ἀπογόνους. φωραθέντος δὲ καὶ τούτου τοῦ δράματος Ἡρακλείῳ τῷ βασιλεῖ, καὶ ὅτι οὐκ εὐνοίᾳ τῇ πρὸς αὐτοὺς ἡ μετάκλησις γίνεται, ἀλλ' ὥστε δι' αὐτῶν τὸ τῶν Ἀρμενίων καὶ Πάρθων γένος ὑπήκοον γενέσθαι, εἰς Φιλίππους αὐτούς (μία δὲ καὶ αὕτη τῶν Μακεδονικῶν πόλεων) μετοικίζει, εἶτα πάλιν ἐκεῖθεν εἰς Ἀδριανούπολιν. εὐθέτου δὲ τοῦ τόπου φανέντος τοῖς ξένοις, εἰς πλῆθος κατέστησαν, ἀσύγχυτον τὸ γένος διαφυλάττοντες.

[Bas1.2] Χρόνοις δὲ ὕστερον, ἡνίκα Κωνσταντῖνος σὺν Εἰρήνῃ τῇ μητρὶ ἐβασίλευεν, ἀνήρ τις Μαΐκτης τοὔνομα, εἰς τὸ τῶν Ἀρσακιδῶν ἀναφέρων γένος, κατά τινα χρείαν εἰσῄει εἰς τὴν βασιλεύουσαν, ὃς ἀνδρὶ περι- τυγχάνει τυχαίως ὁμογενεῖ Λέοντι τοὔνομα, καὶ εἰς ὁμιλίαν αὐτῷ καταστὰς ὅλος τῆς τούτου φιλίας ἐγένετο. ὡς δὲ κατενόησε καὶ αὐτὸν τοῦ τῶν Ἀρσακιδῶν αἵματος εἶναι, ἐν Ἀδριανουπόλει οἰκοῦντα, προκρίνει τῆς ἰδίας τὴν ἀλλοτρίαν διὰ τὴν τοῦ ἀνδρὸς ἀρετήν, καὶ τὸ πρὸς αὐτὸν ἀσπασάμενος κῆδος μίαν τῶν αὐτοῦ θυγατέρων ἠγάγετο. ἐξ ὧν ὁ τοῦ ἱστορουμένου προῆλθε πατήρ, ῥώμῃ τε διαφέρων καὶ τῇ λοιπῇ τοῦ σώματος θέσει. ὃν γυνή τις εὐγενής, τῆς τοῦ μεγάλου Κωνσταντίνου, ὥς φασι, καταγομένη σειρᾶς, γαμβρὸν ἐπὶ τῇ ἰδίᾳ ἄγεται θυγατρὶ λίαν εὐπρεπεστάτῃ, ἐξ ἧς ἐτέχθη Βασίλειος, πολλὰ πρὸ τῆς γεννήσεως φέρων σύμβολα τῆς βασιλείας. ἐκ τοιούτων γεννητόρων προαχθεὶς ὁ Βασίλειος ἐλευθερίως ἀνήγετο. ἐπεὶ δὲ Κροῦμος ὁ τῶν Βουλγάρων ἄρχων, ταῖς κατὰ Ῥωμαίων νίκαις πεφυσημένος, μέγα στρατόπεδον ἀγείρας ἐπολιόρ- κει τὴν Ἀδριανούπολιν, μηδενὸς χεῖρα ἀντᾶραι τούτῳ τολμῶντος ἀνυποστάτῳ τυγχάνοντι διὰ τὰς προηγησαμένας εὐτυχίας, χρόνον τῇ πόλει περικαθίσας ἐφ' ἱκανὸν ὡμολόγει ταύτην διὰ τὴν τῶν ἀναγκαίων ἔνδειαν παραστήσασθαι καὶ πάντας τοὺς ἐν αὐτῇ, οἷς ἠριθμεῖτο καὶ ὁ τῆς πόλεως ἀρχιερεὺς Μανουήλ, εἰς Βουλγαρίαν μετέστησε. συνέβη μετὰ τῶν ἄλλων καὶ τοὺς τοῦ Βασιλείου γεννήτορας, ὑπομάζιον αὐτὸν ἔτι φέροντας, εἰς τὴν τῶν Βουλγάρων ἀπαχθῆναι γῆν. ἔνθα αὐτός τε ὁ κλεινὸς ἀρχιερεὺς καὶ οἱ τοῦ Βασιλείου γεννήτορες καὶ τὸ σὺν τῷ ἀρχι- ερεῖ πλῆθος ἀνόθευτον τὴν εἰς Χριστὸν πίστιν διατηρήσαντες πολλοὺς τῶν Βουλγάρων πρὸς τὴν ὀρθόδοξον πίστιν μετήγαγον, μήπω τοῦ ἔθνους μετηγμένου πρὸς θεοσέβειαν, καὶ πολλαχοῦ τῆς Βουλγαρικῆς γῆς Χριστιανικῆς διδασκαλίας κατεβέβληντο σπέρματα. ἀλλὰ Κροῦμος μὲν ἔφθη καταλύσασθαι τὴν ζωήν, Μουρτάγων δὲ ὁ τούτου διάδοχος πολλῷ τὸν ἀπελθόντα νικῶν εἰς θηριωδίαν, αὐτὸ τὸ γινόμενον οὐκ ἀγνοήσας, καὶ ὅτι τὸ τῶν Βουλγάρων ἠρέμα γένος πρὸς Χριστιανισμὸν μεταφέρεται, θυμοῦ τε πλήρης καθίσταται, καὶ τόν τε θεῖον ἀρχιερέα Μανουὴλ καὶ τοὺς ἐξοχωτάτους τῶν περὶ αὐτὸν μετὰ θυμοῦ παραστησάμενος πρῶτον μὲν ἠπίως μεταστῆσαι ἐπειρᾶτο καὶ ὁμαλῶς τῆς ὀρθοδόξου καὶ ἀμωμήτου τῶν Χριστιανῶν πίστεως, ἐπεὶ δὲ κρείττους αὐτοὺς κατενόησε καὶ ὑποσχέσεων καὶ ἀπειλῶν, μετὰ πολλὰς αἰκίας τῷ διὰ μαρτυρίου παρα- δίδωσι θανάτῳ. καὶ Μανουὴλ μὲν ὁ κλεινὸς ἀρχιερεὺς οὕτω τῷ διὰ μαρτυρίου τέλει συνάμα τοῖς ὑπ' αὐτὸν ἐμφανέσι τὴν ἑαυτοῦ ἐπισφραγίζει ζωήν, καὶ πολλοὺς τῶν καθ' αἷμα προσηκόντων συνέβη μαρτυρικῆς εὐκλείας ἀξιωθῆναι. ἐπεὶ δὲ ἔδει ποτὲ καθόδου τυχεῖν τοὺς ὑπολελειμ- μένους αἰχμαλώτους, ἄνωθεν τοῦ θεοῦ τὴν ἔξοδον αὐτοῖς πραγματευο- μένου, ὁ τῶν Βουλγάρων ἀρχηγὸς πολλάκις θραυσθείς, καὶ μὴ δυνά- μενος ἐπὶ πλέον πρὸς τὰς Ῥωμαϊκὰς δυνάμεις ἀντικαθίστασθαι, εἰρήνην ἀντὶ τῆς μάχης ἀσπάζεται καὶ ἀπολύει τῆς αἰχμαλωσίας τὸν λαόν. ἄρτι δὲ συναλιζόντων τῶν αἰχμαλώτων, καὶ μελλόντων ἤδη πρὸς τὰ πάτρια ἤθη παλινοστεῖν, ὁ ἄρχων θεωρὸς ἐγίνετο τῶν αἰχμαλώτων, καὶ τὸν παῖδα κατιδὼν Βασίλειον ἤδη τὴν παιδικὴν παραλλάσσοντα ἡλικίαν καὶ τῆς ἐφήβου ἁπτόμενον πρὸς ἑαυτὸν μετεκαλεῖτο, ἐλευθέριον ἰδὼν ἐνορῶντα καὶ χαρίεν ὑπογελῶντα καὶ περισκαίροντα, καὶ ἐγγὺς παρα- στάντα ταῖς χερσὶν <ἠθέλησε> κατασχεῖν καὶ ἀσπάσασθαι καὶ μῆλον ὑπερφυὲς τὸ μέγεθος αὐτῷ παρασχεῖν. ὅπερ οὗτος ἀκάκως πάνυ καὶ θαρραλέως τοῖς τοῦ ἄρχοντος ἐπερειδόμενος γόνασι διδόμενον ὑπεδέξατο, ἐν τῷ ἀπλάστῳ ἤθει καὶ ἀπεριέργῳ τὴν ἑαυτοῦ εὐγένειαν ἐνδεικνύμενος, ὡς ἐκπλαγῆναι μὲν τὸν ἄρχοντα, ἀγανακτεῖν δὲ λεληθότως τοὺς ὑπ' αὐτόν, εἰ τοιοῦτος ὢν ὁ νέος συγχωροῖτο οἴκοι παλινοστεῖν.

[Bas1.3] Ἀλλ' ἀπελύθησαν ὅμως εὐμενείᾳ θεοῦ πρὸς τὰ οἰκεῖα ὁ ἀπαθὴς αἰχμάλωτος τῶν Ῥωμαίων λαός, συνεξῆλθον δὲ καὶ οἱ τοῦ Βασιλείου γονεῖς, τὸν φίλτατον ἑαυτῶν παῖδα προσεπαγόμενοι. φασὶ δὲ καὶ πολλὰ σημεῖα συνενεχθῆναι τούτῳ, γνώριμον καθιστῶντα τὸν ἄνδρα, ὡς εἰς τὴν βασίλειον ἀναχθείη περιωπήν. ἀλλὰ τὰ μὲν ἄλλα παριτέον τῷ λόγῳ, ὡς παρολκὴν ἐμποιοῦντα. ὃ δ' οὐ θέμις παραδοῦναι σιγῇ, τοῦτο καὶ διηγήσομαι. θέρους ἦν ἀκμή, καὶ οἱ τὸν παῖδα γεγεννηκότες ἐξῆλθον εἰς τὸν ἴδιον ἀγρόν, τοὺς θεριστὰς πρὸς τὸ ἔργον ἐντείνοντες. καὶ οὗτοι μὲν ἦσαν πρὸς τούτοις, τὸ δὲ παιδίον, ἵνα μὴ ὑπὸ τοῦ θάλπους καταφλέγοιτο τοῦ ἡλίου, σκηνήν τινα σχεδιάσαντες ἐκ τοῦ συνδέσμου τῶν ἀσταχύων ἐν ταύτῃ τοῦτο κοιμηθησόμενον ἔθεντο, ἅμα μὲν τῆς τοῦ ἡλίου θέρμης τὸν καύσωνα ἀβλαβῶς διελθεῖν μηχανώμενοι, ἅμα δὲ καὶ ὡς ἀπερικόπως ὑπνώττοι, μὴ ὑπό τινος ἔξωθεν ἐνοχλούμενον. ἀλλ' ἐκεῖνοι μὲν τὴν στιβάδα, ὡς ὁ καιρὸς ἐδίδου, σχεδιάσαντες καὶ τὸν παῖδα κατακοιμήσαν- τες ᾤχοντο πρὸς τὸ ἔργον. τοῦ ἡλίου δὲ τὰς ἀκτῖνας ἐπαφιέντος τῷ παιδὶ καὶ οὐ μικρῶς τοῦτον παρενοχλοῦντος ἀετὸς ἐπικαταπτὰς ἡπλωμέναις

[Bas1.3.17] ταῖς πτέρυξι τὸ παιδίον ἐσκίαζεν. ἀρθείσης δὲ παρὰ τῶν ἰδόντων φωνῆς, μή τι καὶ πάθῃ παρὰ τοῦ ζῴου εὐλαβηθέντων, ἡ μήτηρ εὐθὺς πρὸς τὸν παῖδα δραμοῦσα, ὡς εὗρε τοῦτον ἡδέως καθεύδοντα, ἰδοῦσα δὲ καὶ τὸν ἀετὸν σκιὰν ταῖς πτέρυξι τῷ παιδὶ περιποιούμενον καὶ μηδὲ πρὸς τὴν ταύτης ἐκπλαγέντα ἐπέλευσιν, ἀλλ' ὥσπερ καὶ χάριν ἀπαιτοῦντα αὐτήν, κατὰ μὲν τὸ πρόχειρον οὐκ εἰς νοῦν ἐβάλλετο τὸ θεοπρόπιον, ἀλλ' ὡς εἶχε λίθον ἀπὸ τῆς γῆς λαβοῦσα τὸν ἀετὸν ἀπεδίωκε. καὶ οὗτος μὲν μικρὸν ἀπέπτη, τῆς δὲ γυναικὸς πρὸς τὸν ἄνδρα ὑποστρεψάσης πάλιν παρῆν ὁ ἀετὸς κατὰ τὸ πρότερον σχῆμα ἡπλωμέναις ταῖς πτέρυξι τὸ παιδίον ἐπισκιάζων. καὶ πάλιν ἦρτο φωνὴ παρὰ τῶν θεατῶν διωλύγιος, καὶ ἡ μήτηρ πρὸς τὸ παιδίον, καὶ λίθῳ πάλιν ὁ ἀετὸς ἀποσοβούμενος, καὶ ἡ τῆς μητρὸς πρὸς τοὺς ἐργαζομένους ὑποστροφή. ὡς δὲ καὶ τρὶς καὶ πολλάκις τοῦτο ἐγένετο, μόλις ποτὲ συναίσθησιν τοῦ θείου λαμβάνει συμβόλου, καὶ τεκμηριοῦται διὰ τῶν προλαβόντων τὰ γενόμενα ὕστερον. ἐτρέφετο τοίνυν διὰ πάσης ἐπιμελείας ὁ παῖς ὑπὸ μόνοις τοῖς φύσασιν.

[Bas1.4] Ἤδη δὲ αὐτοῦ τὴν τῶν νεανίσκων παραμείψαντος ἡλικίαν ὑπαπῄει μὲν ὁ πατὴρ τοῦ βίου, χηρεία δὲ περὶ τὴν μητέρα καὶ ὀρφανία περὶ τουτονὶ τὸν νεανίαν, καὶ ἐντεῦθεν ἀνίαι καὶ θλίψεις ἐφύοντο. ἐπέρρει δὲ καὶ φροντίδων ἑσμός, τῆς περὶ τὸν οἶκον ἐπιμελείας καὶ τῆς μητρικῆς προνοίας καὶ τῶν ἀδελφῶν ἄρτι ἀφ' ἑαυτοῦ ἐξημμένης. ἐπείπερ γεωργία μικρά τις ἐπικουρία ἐδόκει αὐτῷ καὶ συνεργὸς πρὸς τὸν βίον, βουλεύεται πρὸς τὴν βασιλεύουσαν εἰσελθεῖν, κἀντεῦθεν ἑαυτῷ τε καὶ τοῖς φιλτάτοις ἐπαξίως πορίσαι τὰ δέοντα. καὶ τοῦτον μὲν εἶχεν ὁ πρὸς τὴν βασιλεύ- ουσαν ἔρως, ἀνθεῖλκε δὲ καὶ κατεῖχεν ἡ μήτηρ, μὴ συγχωροῦσα ποιῆ- σαι τὸ βουλευόμενον, ἀλλὰ προσμένειν καὶ γηροτροφεῖν παρακαλοῦσα, ἀπελθοῦσαν δὲ παραπέμψαι ταῖς ἑαυτοῦ χερσὶ καὶ οὕτω πορείαν στεί- λασθαι τὴν αὐτῷ καταθύμιον· ἀλλὰ καὶ οὕτως αὐτὴν ἔχουσαν δυσαπο- σπάστως αἱ βιοτικαὶ φροντίδες ἀναπείθουσιν ἀπολῦσαι. ἄρας οὖν ἐκ Μακεδονίας τὴν βασιλίδα καταλαμβάνει. καὶ τὸ μεταξὺ διανύσας διά- στημα καὶ κατὰ τὰς χρυσᾶς πύλας τῆς βασιλίδος γενόμενος, καὶ δι' αὐτῶν εἰσελθὼν ἤδη πρὸς ἑσπέραν τῆς ἡμέρας οὔσης ἐν τῷ τοῦ ἁγίου μάρτυρος Διομήδους μοναστηρίῳ, κατὰ τὰ ἐν τοῖς προαυλίοις βάθρα πρὸ τοῦ πυλῶνος, κατάκοπος ὤν, ἀτημελῶς καὶ ὡς ἔτυχεν ἐπιρρίψας ἑαυτὸν ἀνεπαύετο. περὶ πρώτην δὲ φυλακὴν τῆς νυκτὸς ὄναρ τῷ τῆς μονῆς ἡγουμένῳ ὁ μάρτυς ἐφίσταται Διομήδης, κελεύων ἐξελθεῖν εἰς τὸν τῆς μονῆς πυλῶνα καὶ ὀνομαστὶ καλέσαι Βασίλειον καὶ τὸν ὑπακούσαντα εἰσαγαγεῖν εἰς τὸ μοναστήριον καὶ ἐπιμελείας ἀξιῶσαι. κεχρισμένον γὰρ εἶναι τοῦτον βασιλέα παρὰ θεοῦ, καὶ αὐτὸν μέλλειν εἰς ἀνοικοδομὴν καὶ αὔξησιν τῆς παρούσης γενέσθαι μονῆς. ὁ δὲ καθηγούμενος φάντασμα τὸ θεαθὲν εἶναι ὑπολογισάμενος ἐν οὐδενὶ λόγῳ τὰ λαληθέντα ἐποιή- σατο, ἀλλὰ πάλιν ἑαυτὸν τῷ ὕπνῳ ἐπεδεδώκει. τὰ ὅμοια δὲ πάλιν ἐκ δευτέρου θεασάμενος, ἐπεὶ μὴ ἀνέφερε νωθής τις ὢν καὶ ὑπνώδης, ἐκ τρίτου βλέπει τὸν μάρτυρα, οὐκεθ' ἡσύχως καὶ πράως παρακελευόμενον, ἀλλὰ καὶ λίαν σφοδρῶς ἀπειλοῦντα καὶ μάστιγας τῷ δοκεῖν ἐπιφέροντα, εἰ μὴ θᾶττον ὑπηρετήσει τοῖς λεγομένοις. τότε δ' οὖν ἔμφοβος διϋπνι- σθεὶς καὶ τὸν ὄκνον ἐκτιναξάμενος τῷ πυλῶνι ἐφίσταται καὶ κατὰ τὸ θεῖον πρόσταγμα ἐκάλει ’Βασίλειε.‘ καὶ ὃς εὐθύς· ’ἰδοὺ ἐγώ, κύριε. τί προσ- τάσσεις τῷ δούλῳ σου;‘ εἴσω δὲ αὐτὸν τῆς μονῆς εἰσαγαγὼν δεούσης τε θεραπείας καὶ ἐπιμελείας ἠξίωσε καὶ πάσης μετέδωκε φιλανθρωπίας. εἶτ' ἐχεμυθεῖν ἀσφαλισάμενος καὶ μὴ ἔκπυστον πρός τινα θέσθαι, ἀλλὰ παρ' ἑαυτῷ φυλάττειν τὸ μυστήριον παρεγγυάσας, τὴν τοῦ μάρτυρος αὐτῷ ἐφανέρωσε πρόρρησιν καὶ μεμνῆσθαι μετὰ τὴν ἔκβασιν τῶν πραγ- μάτων ἑαυτοῦ τε καὶ τῆς μονῆς ἐδυσώπει. τοῦ δὲ ὡς ὑπὲρ ἑαυτὸν τὸ πρᾶγμα ἀποσειομένου, καὶ μᾶλλον ἀξιοῦντος τὸν ἡγούμενον εἰσοικι- σθῆναί τινι τῶν ἐμφανεστέρων εἰς δουλείαν, ἀσπασίως ἑαυτὸν εἰς τοῦτο ἐκδέδωκεν ὁ ἡγούμενος, καὶ ἐπεὶ συνήθως εἶχε πρὸς τὴν τοιαύτην μονὴν ὁ τοῦ βασιλέως Μιχαὴλ καὶ Βάρδα τοῦ καίσαρος συγγενὴς Θεόφιλος, ὃν ὑποκοριζόμενοι διὰ τὸ μικρὸν τῆς ἡλικίας Θεοφιλίτζην ἐκάλουν, τούτῳ συνέστησε τὸν Βασίλειον ἀεὶ σπουδὴν ἔχοντι γενναίους καὶ εὐειδεῖς καὶ ἐπ' ἀνδρείᾳ διαβοήτους κεκτῆσθαι περὶ αὐτὸν ὑπηρέτας. τοιούτους γὰρ προσλαμβάνων σηρικαῖς τε εὐθὺς ἐκόσμει ἐσθῆσι καὶ τῇ ἄλλῃ καταστολῇ διαπρεπῶς κατελάμπρυνε. τούτοις ἐγκαταλεγέντα τὸν Βασίλειον καὶ κατὰ πολὺ προέχειν τῶν ἄλλων δοκοῦντα κατὰ τὴν σωματικὴν ῥώμην καὶ ψυχικὴν ἀνδρείαν πρωτοστράτωρα τοῦτον προ- βάλλεται. ἀεὶ δὲ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἡμέραν ἐξ ἡμέρας ἐπὶ πλέον ἠγαπᾶτο παρὰ τοῦ Θεοφίλου καὶ ἐπὶ τοῖς οἰκείοις προτερήμασιν ἐθαυμάζετο. ἦν γὰρ κατά τε χεῖρα γενναῖος καὶ κατὰ ψυχὴν θαρρα- λέος καὶ πρὸς πᾶν τὸ κελευόμενον ὀξύς τε καὶ ἐπιτήδειος.

[Bas1.5] Καὶ ὁ μὲν Βασίλειος ἦν ἐν τούτοις, ἡ δὲ μήτηρ αὐτοῦ ἐγλίχετο μαθεῖν, πῶς αὐτῷ τὰ κατὰ τὴν ὁδὸν ἔσχε καὶ ποία τις αὐτὸν παῦλα τῶν πόνων ἐδέξατο. δυσθυμοῦσα δὲ καὶ ἀσχάλλουσα ὁρᾷ καθ' ὕπνους μέγα φυτὸν κυπαρίσσῳ προσεοικός, ἔνδον τῆς αὐτῆς αὐλῆς ἑστηκός, χρυ- σοῖς πυκναζόμενον φύλλοις καὶ χρυσοῦς τοὺς κλάδους καὶ τὸ στέλεχος ἔχον, οὗ ἐφύπερθεν ὁ ταύτης υἱὸς Βασίλειος ἐκαθέζετο. διϋπνισθεῖσα δὲ διηγεῖται τὸ ὅραμά τινι τῶν εὐλαβῶν γυναικῶν. ἡ δὲ εὐθυμεῖν τε ἐπέ- τρεπεν ἐπὶ τῷ υἱῷ καὶ τὸ ὁραθὲν ἐπικρίνουσα βασιλέα Ῥωμαίων γενέσθαι τὸν υἱὸν αὐτῆς ἀπεφαίνετο. τοῖς προτέροις οὖν καὶ τοῦτο προσβαλοῦσα λοιπὸν ἡ μήτηρ οὐκέτι τὸ ἀπὸ τοῦδε περὶ αὐτοῦ ἐδυσφόρει, ἀλλ' ἔχαιρε καὶ χρηστὰς ἐπὶ τῷ υἱῷ ἔτρεφε τὰς ἐλπίδας.

[Bas1.6] Συνέβη δὲ κατ' ἐκεῖνο καιροῦ Θεόφιλον τὸν τοῦ Βασιλείου κύριον δημοσίων χάριν πραγμάτων ἀποσταλῆναι εἰς Πελοπόννησον. εἵπετο τούτῳ καὶ ὁ Βασίλειος, τὴν ἀφωρισμένην αὐτῷ ὑπηρεσίαν ἀποπληρῶν. ἐλθόντων δ' εἰς Ἀχαΐαν εἰσῄει μὲν ὁ Θεόφιλος εἰς τὸν τοῦ πρωτοκλήτου ἀποστόλου Ἀνδρέου ναὸν προσευξόμενος, οὐ συνεισῆλθε δ' αὐτῷ ὁ Βασίλειος τότε, τῇ οἰκείᾳ διακονίᾳ, ὡς ἔοικεν, ἀπασχοληθείς. ὕστερον δὲ καὶ αὐτὸς τῷ ἀποστόλῳ ἀποπληρῶν τὰ καθήκοντα, καιροῦ δρα- ξάμενος, εἴσεισι μόνος εἰς τὸν ναόν. ἐφήδρευε δέ τις τῷ θείῳ τεμένει τοῦ ἀποστόλου μοναχὸς ἀρετῆς ἀντιποιούμενος διὰ βίου. οὗτος τὸν μὲν Θεόφιλον εἰσελθόντα μετὰ τοσαύτης δορυφορίας οὔτε ὑπεδέξατο οὔτε ἀναστὰς κατησπάσατο οὔτε τινὸς ἠξίωσε μικρᾶς γοῦν προσρήσεως, ὕστερον δὲ τοῦ Βασιλείου εἰσερχομένου, ὡς εἴρηται, μόνου ὑπεξανέστη τε ὥς τινι τῶν κρειττόνων, καὶ τὴν ἐξ ἔθους τοῖς βασιλεῦσι πρέπουσαν εὐφημίαν προσήνεγκεν. ὅπερ τῶν ἐκεῖσε παρατυχόντων ἰδόντες τινὲς τῇ κατὰ τοὺς τόπους ἐκείνους πρωτευούσῃ κατά τε τρόπον καὶ εὐγέ- νειαν γυναικί, ἣ Δανιηλὶς ἀπὸ τοῦ ταύτης ἀνδρὸς ὠνομάζετο, ἀπαγγέλ- λουσιν. ἐκείνη δὲ τὸ διοπτικὸν τοῦ μοναχοῦ, μηδ' ὅτι προορατικοῦ χαρίσματος ἠξίωται ἀγνοοῦσα, οὐκ ἐγένετο περὶ τὸ λεχθὲν ἀμελής, ἀλλ' ἅμα τε ἤκουσε καὶ προσκαλεσαμένη τὸν μοναχὸν ὀνειδιστικὰ πρὸς αὐτὸν διεξῄει ῥήματα· ’τοσοῦτος χρόνος‘, λέγουσα, ’πάτερ πνευμα- τικέ, ἐξ οὗ σοι γνώριμος ἐγὼ καθέστηκα, καὶ οἶδάς με κατὰ τὸν τόπον ἐν πᾶσι τῶν πολλῶν διαφέρουσαν, καὶ οὐδέποτε οὔτε ἐπηγέρθης θεα-

[Bas1.6.23] σάμενός με, οὔτε ἐπηύξω μοι. ἀλλ' οὐδὲ τῷ ἐμῷ υἱῷ ἢ τῷ ἐκγόνῳ τὴν τοιαύτην ἀπένειμας φιλοφροσύνην. καὶ πῶς νῦν ἄνθρωπον εὐτελῆ καὶ ξένον καὶ πένητα διανύοντα βίον ἰδὼν ὑπεξανέστης καὶ ὡς βασιλέα ἐτίμησας;‘ ’οὐχ ὡς ἕνα τῶν τυχόντων εἶδον τὸν ἄνδρα ἐγώ,‘ ἀντέφησεν ὁ μοναχός, ’ἀλλ' ὡς ἐκ θεοῦ βασιλέα Ῥωμαίων ὑπὸ Χριστοῦ προκεχειρι- σμένον ἰδὼν ἐξανέστην καὶ ἐπευφήμησα. τοῖς γὰρ ὑπὸ θεοῦ τετιμημένοις ὀφειλομένη πάντως ἐστὶ καὶ ἡ ἐξ ἀνθρώπων τιμή.‘ ὁ μὲν οὖν Θεόφιλος τὰ προστεταγμένα ἀνύσας εἴχετο πάλιν τῆς ἐπὶ τὴν βασιλίδα ὁδοῦ, ὁ δὲ Βασίλειος ἀσθενείᾳ συσχεθεὶς σώματος αὐτόθι καταλιμπάνεται. ἐπιμελείας δὲ τῆς προσηκούσης τυχὼν πρὸς τὴν ἄνοδον ἡτοιμάζετο. ὃν μετακαλεσαμένη ἡ προρρηθεῖσα γυνὴ Δανιηλὶς δώροις αὐτὸν καὶ μεγάλοις δεξιοῦται χαρίσμασι, μηδὲν ἕτερον ἐπιζητήσασα παρ' αὐτοῦ, ἢ πνευματικῆς ἀδελφότητος συνδέσμῳ συνδεθῆναι πρὸς Ἰωάννην τὸν ταύτης υἱόν. ὁ δὲ πρὸς τὸ αὐτοῦ ἀποβλέπων εὐτελὲς καὶ τὸ περιφανὲς τῆς γυναικός, ὡς ὑπὲρ αὐτὸν μᾶλλον οὖσαν διωθεῖτο τὴν ἔντευξιν. πλείονα δὲ παράκλησιν δεξάμενος ἐκπληροῖ τὸν ταύτης σκοπόν. ἐκπλη- ρωθείσης δὲ τῇ γυναικὶ τῆς ἐφέσεως ἔδοξεν αὐτῇ μὴ ἐπικρύπτειν τὸ βού- λημα τοῦ θεοῦ, ἀλλὰ δημοσιεύειν καὶ φανερὰ τιθέναι τὰ μεγαλεῖα τοῦ θεοῦ, οἷς οἶδε τρόποις προλεγόμενα καὶ δηλοποιούμενα. ἰδίᾳ τοίνυν παραστησαμένη τὸν Βασίλειον· ’ἴσθι‘, ἔφη, ’ὦ τέκνον, ὡς ὁ θεός σε ἐπὶ μεγάλης μέλλει τιθέναι τῆς σκοπιᾶς καὶ κύριον ἀποδεικνύειν πάσης τῆς γῆς. εἰς ἔργον οὖν ἐκβάσης τῆς ἐμῆς προρρήσεως οὐδὲν ἕτερον αἰτῶ παρὰ σοῦ, ἀλλ' ἢ τὸ μόνον ἀγαπᾶσθαι καὶ ἐλεεῖσθαι ἐμέ τε καὶ τοὺς ἐξ ἐμοῦ.‘ ὁ δέ, εἰ δοίη τελεσθῆναι θεὸς τὰ μηνυόμενα, κυρίαν αὐτὴν ἀπο- φῆναι κατεπηγγείλατο πάσης, εἰ οἷόν τε, ἐκείνης τῆς γῆς. καὶ οὕτως ἀσπασάμενος τὴν γυναῖκα ἀνῄει πρὸς τὴν βασιλεύουσαν καὶ τὸν ἑαυτοῦ κύριον. ἀπὸ δὲ τῶν ἐντεῦθεν αὐτῷ προσγενομένων χρημάτων ἐξωνη- σάμενος ἐν Μακεδονίᾳ κτήσεις ἱκανὰς κατέστησεν ἐπὶ εὐπορίας ἅπαντας τοὺς προσήκοντας δαψιλοῦς, συνῆν δ' ὅμως καὶ διηκόνει τῷ κυρίῳ αὐτοῦ.

[Bas1.7] Ἔν τινι δὲ τῶν ἡμερῶν Ἀντίγονος ὁ τῶν σχολῶν ἀφηγούμενος, ὁ τοῦ καίσαρος Βάρδα υἱός, ἑστίασιν πολυτελῆ κατασκευασάμενος δαι- τυμόνα εἶχε τὰ πρῶτα τῶν ἀνακειμένων τὸν ἑαυτοῦ πατέρα Βάρδαν τὸν καίσαρα, ὃς πολλοὺς καὶ ἄλλους τῶν συγγενῶν καὶ φίλων καὶ συνή- θων παραλαβὼν πρὸς τὴν εὐωχίαν ἀπῄει. συμπαρῆσαν δ' αὐτῷ καὶ Βούλγαροι συνήθεις καὶ φίλοι, οὕτω παρατυχὸν τῇ βασιλίδι ἐνδιατρί- βοντες. οὐκ ἀπῆν δὲ τῆς πανδαισίας οὐδὲ Θεόφιλος ὁ τοῦ Βασιλείου κύριος, οἷα συγγενὴς καὶ αὐτὸς τοῦ καίσαρος. τοῦ δὲ πότου προϊόντος καὶ ἀκμαζούσης τῆς εὐωχίας, ἐπεὶ ἔτυχον οἱ Βούλγαροι ἔχοντές τινα μεθ' ἑαυτῶν ἄνδρα ἀθλητικὸν καὶ ἐπὶ ἰσχύϊ σεμνυνόμενον σώματος, ἐδόκουν ἐπ' αὐτῷ μέγα φρονεῖν καὶ ἠλαζονεύοντο, καὶ μηδένα εἶναι τὸν εἰς χεῖρας αὐτῷ συμπεσεῖν δυνάμενον ἐμεγαλαύχουν. λέγει γοῦν περὶ μέσας τραπέζας ὁ Θεόφιλος πρὸς τὸν καίσαρα, ὡς ’εἰ ἀρέσκει τῇ σῇ ἐξουσίᾳ, ἔστι τις τῶν ὑπηρετούντων μοι δυνάμενος συμπλακῆναι τῷ περιβοήτῳ τούτῳ Βουλγάρῳ. μέγα γὰρ ὄνειδος Ῥωμαίοις, εἰ οὗτος ἀκαταγώ- νιστος οὕτως ἐν Βουλγαρίᾳ παραγένηται.‘ ἀποδεξαμένου δὲ τὸν λόγον τοῦ καίσαρος καὶ προστάξαντος εἰς μέσον ἄγεσθαι τὸν νεανίαν ὁ πατρί- κιος Κωνσταντῖνος ὁ Θωμᾶ τοῦ λογοθέτου πατήρ, σφόδρα φιλίως πρὸς τὸν Βασίλειον διακείμενος, ἅτε καὶ αὐτὸς ἐξ Ἀρμενίων τὴν τοῦ γένους ἕλκων σειράν, κάθυγρον ἰδὼν τὸν τόπον, ἐν ᾧπερ ἔμελλον οἱ παλαισταὶ συμπλακῆναι, καὶ δείσας τὸν ἐκ τῆς ὑγρότητος ὄλισθον, κόνιν καὶ πρίσμα ἀπὸ ξύλων ἐπιρραίνει τῷ ἐδάφει. οὗ γενομένου συμπλακεὶς τῷ Βουλγάρῳ ὁ Βασίλειος, καὶ ὥσπερ τι παιδίον νεογνὸν πιέσας καὶ περισφίγξας αὐτόν, ὥσπερ τινὰ δεσμὸν χόρτου ἢ πόκον ἐρίου κούφως οὕτω καὶ ῥᾳδίως μετεωρίσας ἐπάνω τῆς τραπέζης ἀπέρριψε. τοῦτο γενόμενον χαρᾶς μὲν τοὺς Ῥωμαίους, αἰσχύνης δὲ τοὺς Βουλγάρους ἐνέπλησεν. ἀπ' ἐκείνης δὲ τῆς ἡμέρας ἐπὶ πλέον ἡ τοῦ Βασιλείου ἡπλοῦτο φήμη ἀνὰ τὴν βασιλεύουσαν, καὶ τοῖς ἁπάντων διεφέρετο στόμασι περίβλε- πτος ἤδη καθεστηκώς.

[Bas1.8] Συνέβη δὲ καὶ ἄλλο τι τὸ ἐπὶ πλέον δόξης ἐξᾶραν αὐτόν. ἵππος ἦν παρὰ τῷ βασιλεῖ Μιχαὴλ σκληραύχην τε καὶ δυσήνιος, ἡλικίᾳ μὲν καὶ κάλλει καὶ τάχει καὶ ὡραιότητι εἴδους τοὺς πώποτε θαυμαζομένους ὑπερβαλλόμενος, ὅς, εἰ ἔτυχε λυθεὶς τῶν δεσμῶν, ἢ ἄλλως πως ἀφεθείς, λίαν ἦν δυσχερὴς εἰς χεῖρας αὖθις ἐλθεῖν καὶ πολλὰ πράγματα πρὸς τὸ κατασχεῖν παρεῖχε τοῖς ἱπποκόμοις. τοῦτον ἐπικαθήμενος τὸν ἵππον ὁ βασιλεὺς πρὸς θήραν ἐξῄει, καὶ κατευστοχήσας λαγῳοῦ τῇ ῥάβδῳ τοῦ ἵππου καθήλατο πρὸς τὸ σφάξαι τὸν λαγῳόν. ἄφετος δὲ ὁ ἵππος καταλειφθεὶς ἀπεσκίρτα καὶ ἀπεπήδα. καὶ πολλῶν συνδραμόντων ἱππο- κόμων τε καὶ ἀρχόντων καὶ τῶν λοιπῶν τῶν περὶ τὸν βασιλέα οὐκ ἦν τινι δυνατὸν κατασχεῖν τὸν ἵππον, ὥστε θυμωθέντα τὸν βασιλέα κελεῦσαι, εἰ κρατηθείη, διακοπῆναι τοὺς ὀπισθίους αὐτοῦ τῶν ποδῶν. παρῃτεῖτο δὲ ὁ καῖσαρ καὶ ἐδεῖτο τοῦ βασιλέως, μὴ διὰ μίαν κακίαν τοσαύτην ἀρετὴν ἵππου μάτην παραπολέσθαι. καὶ οἱ μὲν ἦσαν ἐν διαλογισμοῖς τοιούτοις, ὁ δὲ Βασίλειος παραδραμὼν τῷ κυρίῳ αὐτοῦ· ’εἰ παραδράμω τὸν βασιλικὸν ἵππον,‘ ἔφη, ’καὶ ἀπὸ τοῦ ἐμοῦ ἵππου ἐκτιναχθεὶς ἔποχος αὐτῷ γένωμαι, ἆρά γε διὰ τὴν βασιλικὴν ἐφεστρίδα καὶ τὸν κοκκο- βαφῆ χαλινὸν ἀγανακτήσει ὁ βασιλεὺς κατ' ἐμοῦ;‘ τοῦ δὲ πρὸς οὖς ὑπομνήσαντος τὸν βασιλέα, κἀκείνου κελεύσαντος τοῦτο γενέσθαι, εὐ- φυῶς ὁ Βασίλειος τὸν ἑαυτοῦ παρελάσας ἵππον καὶ τῷ τοῦ βασιλέως κατὰ παράλληλον ἐξισώσας γραμμὴν ἥλατό τε εὐθέως καὶ πρὸς τὸν βασιλικὸν ἀπεπήδησεν ἵππον, μέγα θαῦμα ἐνεὶς τοῖς παρατυχοῦσι καὶ θεωμένοις. θαυμάσας δὲ καὶ ὁ βασιλεὺς τὴν μετ' ἀνδρείας εὐφυΐαν αὐτοῦ καὶ σύνεσιν, εὐθέως ἀποσπάσας αὐτὸν ἀπὸ τοῦ Θεοφιλίτζη ἐν τοῖς ἑαυτοῦ κατέταξε στράτωρσιν, ἠγάπα τε διαφερόντως αὐτὸν καὶ ταῖς κατὰ μικρὸν προόδοις εἰς τὴν τοῦ πρωτοστράτωρος τάξιν ἀνή- γαγε.

[Bas1.9] Κυνηγεσίας δέ ποτε γενομένης τῷ βασιλεῖ κατὰ τὸ Φιλοπάτιον, προεπορεύετο τούτου ὁ πρωτοστράτωρ ἔφιππος, ἐπιφερόμενος ἐπὶ ζώνης καὶ τὸ βασιλικὸν βαρδούκιον. θορύβου δὲ καὶ βοῆς γενομένης ὑπὸ τοῦ πλήθους λύκος τῆς ὕλης ἐξέθορε παμμεγέθης. ὁρμήσας δὲ κατ- όπιν αὐτοῦ ὁ Βασίλειος ἔρριψε κατ' αὐτοῦ τὸ βασιλικὸν βαρδούκιον, καὶ τυχὼν τοῦ θηρίου κατὰ τὸ μέσον τῆς κεφαλῆς ταύτην ἐδιχοτόμησεν. ὄπισθεν δὲ τοῦ βασιλέως κατὰ τὸ σύνηθες ἑπόμενος ὁ καῖσαρ, καὶ τὸ γεγονὸς θεασάμενος, εἰπεῖν λέγεται πρός τινα τῶν συνήθων ἐν μυστη- ρίῳ· ’τοῦτον, ὦ τᾶν, ἡγοῦμαι τὸν ἄνθρωπον ὄλεθρον γενήσεσθαι ἄρδην τῆς ἡμῶν γενεᾶς.‘ φασὶ δ', ὅτι καὶ Λέων αὐτὸ τοῦτο προεθέσπισεν ὁ φιλόσοφος, ὀνομαστὶ τὸν ἄνδρα καλέσας καὶ σημεῖα ὑποφήνας τινὰ καὶ τῷ δακτύλῳ δείξας, καὶ τοῦτον ἔσεσθαι προειπὼν τῆς συμπάσης ὑμῶν γενεᾶς τὸν ὄλεθρον.

[Bas1.10] Ἐνήδρευεν οὖν ἀεὶ ὁ καῖσαρ, ἤνυε δὲ οὐδέν. ἀκυρῶσαι γὰρ παγ- χάλεπον ἦν, ὅπερ ἅπαξ τῇ προνοίᾳ γενέσθαι ἐδόκει. περάσαντος δέ ποτε τοῦ βασιλέως πάλιν κυνηγεσίου χάριν εἰς τὸ Ἀρμάμεντον καὶ μετὰ τὴν κυνηγεσίαν εὐωχουμένου συνάμα τῇ μητρὶ Θεοδώρᾳ καί τισι τῶν συγγενῶν καὶ οἰκειοτάτων, εἰσεκλήθη ὁ πρωτοστράτωρ τοῦ βασιλέως

[Bas1.10.6] κελεύσαντος. πρὸς ὃν ἡ βασιλὶς πυκνότερον ἐνητένιζε, κατανοοῦσα καὶ παρεπισκοποῦσα τὰ κατ' αὐτόν. ἐπιγνοῦσα δέ τι γνώρισμα καὶ σημεῖον ἐν αὐτῷ, εὐθέως ἰλίγγῳ κατασχεθεῖσα καὶ λειποθυμίᾳ βληθεῖσα εἰς γῆν κατέπεσε. θορυβηθέντος δὲ τοῦ βασιλέως ἐπὶ τούτῳ καὶ τῶν περὶ τὸν βασιλέα ὕδωρ τε εὐθὺς ἐκομίζετο καὶ μύρα τῶν εὐωδῶν, οἷς ἐπιρραί- νοντες τὴν δέσποιναν ἀνεκαλοῦντο τοῦ πτώματος. μόλις δ' οὖν εἰς ἑαυτὴν ἐλθοῦσα καὶ τοῦ σκότου ἀνενεγκοῦσα, ὡς ἠρωτᾶτο παρὰ τοῦ υἱοῦ καὶ βασιλέως, ἐκ ποίας αἰτίας ἐπενεχθείη αὐτῇ τουτὶ τὸ πάθος, μόλις ἐφ' ἑαυτῆς γενομένη τάδε πρὸς τὸν υἱὸν ἀπεκρίνατο· ’ὅν, ὦ τέκνον, τοῦτον λέγεις Βασίλειον, ὁ τῆς ἡμετέρας ἐστὶν ἀφανισμὸς γενεᾶς. εἶδον γὰρ ἐν αὐτῷ σημεῖον πάλαι μοι παρὰ τοῦ σοῦ προεξηγηθὲν πατρός, πρὸς ὅπερ ἰλιγγιάσασα εἰς γῆν κατώλισθον.‘ ὁ δὲ βασιλεὺς τοῦτο μὲν λόγοις ἀποτρεπτικοῖς, τοῦτο δὲ καὶ πληροφορίαις ἐνωμότοις ἀπῆγε τὴν μητέρα τοῦ δέους, εἰς τὸ καθεστὼς ἐπανάγων καὶ παραμυθούμενος, ’τὸν ἄνθρωπον τοῦτον,‘ λέγων, ’ἴσθι, ὦ δέσποινα καὶ μῆτερ ἐμή, ἄνδρα μὲν εἶναι γενναῖον, ῥώμῃ τε ἀνυπόστατον καὶ ψυχῆς εὐγενείᾳ ἀσύγκριτον, πιστὸν δὲ τὰ εἰς ἡμᾶς καὶ εὔνουν καὶ κατ' οὐδενὸς κακονούστατον.‘ καὶ τότε μὲν τὴν τῆς τοιαύτης τύχης ἐπήρειαν οὕτω παρέδραμεν ὁ Βασίλειος.

[Bas1.11] Δαμιανοῦ δὲ τοῦ παρακοιμωμένου, ὃς εὐνοῦχός τε ἦν καὶ Σκύθης καὶ τῇ τῶν πατρικίων ἀξίᾳ τετίμητο, τὰ πραττόμενα παρὰ τοῦ βασι- λέως κακίζοντος, ὡς οὐ κατὰ τὸ δέον τελούμενα, ἐξαιρέτως δὲ τὰ παρὰ τοῦ θείου αὐτοῦ Βάρδα τοῦ καίσαρος, ἀνηρεθίσθη ποτὲ πρὸς ἐπιστρο- φὴν ὁ βασιλεύς, λίαν ἀμβλὺς καὶ νωχελὴς πρὸς ἀντίληψιν πραγμάτων ὑπάρχων, καὶ ἐνίας τῶν τοῦ καίσαρος πράξεων ἀνέτρεπε τάχα καὶ διωρθοῦτο. ὅπερ μὴ φέρων ὁ καῖσαρ λαθρηδὸν κατὰ τοῦ Δαμιανοῦ συσκευάζεται, καὶ πολλαῖς διαβολαῖς κατ' αὐτοῦ πρὸς τὸν βασιλέα χρησάμενος, καὶ πιθανῶς σοφισάμενος τὰς κατηγορίας, ἴσχυσε μετα- στῆσαι τὸν βασιλέα τῆς περὶ τὸν Δαμιανὸν εὐνοίας, ὡς καὶ διαδέξασθαι δυνηθῆναι τῆς οἰκείας ἀξίας αὐτόν. ἐξωσθέντος οὖν ἐκείνου ἐχήρευε λοιπὸν ἐπὶ χρόνον τινὰ τὸ τοῦ παρακοιμωμένου λειτούργημα. τοῦ καίσαρος δὲ καὶ τῆς περὶ αὐτὸν φατρίας ἄλλον καὶ ἄλλον εἰς τοῦτο προβιβαζόντων, ἡ τοῦ θεοῦ πρόνοια ἀοράτως, ὡς αὐτῇ βουλητόν, τὰ πράγματα διεξάγουσα πᾶσαν φρόνησιν καὶ πανουργίαν ἀπέδειξεν ἄπρακτον. μετὰ χρόνον γάρ τινα προβάλλεται παρακοιμώμενον ὁ βασιλεὺς τὸν Βασίλειον, τιμήσας αὐτὸν καὶ πατρικιότητι καὶ γυναικὶ συζεύξας εὐπρεπείᾳ τε σώματος καὶ κάλλει καὶ σωφροσύνῃ πασῶν πρωτευούσῃ τῶν κατ' αὐτήν. αὕτη δὲ ἦν θυγάτηρ τοῦ παρὰ πάντων ἐπὶ φρονήσει καὶ εὐγενείᾳ διαβοήτου Ἴγγερος, τοῦ γένους καταγομένου τῶν Μαρτινακίων. τούτου δὲ γενομένου καὶ προσθήκην τῆς πρὸς τὸν Βασίλειον τοῦ βασιλέως ἀγάπης ἐπιδιδούσης ἀεὶ ὁρῶν ὁ καῖσαρ, καὶ τῷ φθόνῳ δακνόμενος καὶ περὶ τοῦ μέλλοντος ὀρρωδῶν, ἔλεγε πολλάκις πρὸς τοὺς αὐτὸν ἀναπείσαντας ἀποσκευάσασθαι τὸν Δαμιανόν, ὅτι ’ταῖς κακοβουλίαις ὑμῶν πιθήσας ἐγώ, ἐξώσας ἀλώπεκα, λέοντα ἀν- τεισήγαγον, ἵνα πάντας ἡμᾶς ἀθρόως λαφύξηται‘.

[Bas1.12] Ἄρτι δὲ τοῦ βασιλέως Μιχαὴλ κατὰ Κρητῶν ἐξελάσαντος μετὰ Βάρδα καίσαρος τοῦ θείου αὐτοῦ καὶ σοβαρώτερον ἁπτομένου τῶν πραγμάτων τοῦ Βάρδα καὶ κατὰ μικρὸν ἀνιῶντος τὸν βασιλέα καὶ τοῖς περὶ αὐτὸν ὑπονοίας ἀφορμὴν διδόντος, ἐπεὶ ἐν τοῖς Κήποις ἐγένοντο (τόπος δὲ οἱ Κῆποι κατὰ τὴν παράλιον, ἔνθα πρὸς τὴν θάλασσαν εἰσ- βολὰς ποιεῖται ὁ Μαίανδρος ποταμός), ἐνταῦθα δὴ τῆς συσκευῆς καὶ μελέτης γενομένης τοῖς περὶ τὸν βασιλέα, ἵνα μὴ καταταχηθέντες πάθωσι μᾶλλον ἢ δράσωσιν, ἐπισπεύσαντες ἀναιροῦσι τὸν Βάρδαν, καθὼς ἄνωθεν ὁ λόγος διαρρήδην ἐδήλωσε, περιπλακέντα τοῖς τοῦ βασιλέως ποσί. πρώτην ἦγε τηνικαῦτα μὴν ὁ Ἀπρίλλιος τῆς τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως. ἀποκτανθέντος δὲ τοῦ Βάρδα εὐθὺς ὁ βασιλεὺς τήν τε στρατοπεδείαν καταλύει καὶ νόστου πρὸς τὴν βασιλεύουσαν μέμνηται. ἐπανελθὼν δὲ πρὸς τὸ Βυζάντιον, ἐπείπερ οἰκείας ἠμοίρει γονῆς, εἰσποι- εῖταί τε τὸν Βασίλειον καὶ εἰς τὴν τῶν μαγίστρων ἀναβιβάζει τιμήν.

[Bas1.13] Ὃ μὴ φέρων ὑπὸ φθόνου Συμβάτιος ὁ λογοθέτης τοῦ δρόμου, ὁ τοῦ καίσαρος Βάρδα γαμβρός, προφασισάμενος τὸ μὴ δύνασθαι ζῆν ἐπὶ τῆς βασιλίδος τὴν τῶν Θρᾳκησίων ἐξαιτεῖ στρατηγίαν, καὶ δὴ καὶ λαμβάνει. ὀλίγου δὲ καιροῦ παρελθόντος καὶ τῆς βασιλείου ἀρχῆς ἐπι- σφαλῶς κυβερνωμένης, ἅτε τοῦ βασιλέως πρὸς ἄλλοις, ἀλλ' οὐ ταῖς τῶν πραγμάτων διοικήσεσι τὸν νοῦν ἔχοντος, καὶ τοῦ θανάτου δὲ τοῦ Βάρδα καθαρῶς ἐλέγξαντος τὴν αὐτοῦ οὐθένειαν καὶ ἀφέλειαν (ἐκείνου γὰρ ἐπαγρυπνοῦντος ὡς κοινωνοῦ τῶν πραγμάτων καὶ τῆς διοική- σεως, καθ' ὅσον οἷόν τε ἀντεχομένου, τῇ τούτου ἐπιμελείᾳ καὶ σπουδῇ ἡ τοῦ βασιλέως οὐθένεια ἐκαλύπτετο. ἐπεὶ δ' ἐκεῖνος ἀπεσφάγη καὶ ἡ πᾶσα τῆς βασιλείας φροντὶς εἰς μόνον περιέστη τὸν βασιλέα, τότε δὴ καθαρῶς τὸ αὐτοῦ ἀνεπιτήδειον καὶ πρὸς τὰς πολιτικὰς πράξεις ἀποπεφυκὸς ἐξηλέγχετο), ἐγίνοντο γὰρ παρὰ τοῦ κοινοῦ συνεχεῖς διαγογγυσμοὶ κατὰ τοῦ βασιλέως, καὶ οὔθ' ἡ σύγκλητος οὔτε τὸ πολίτευμα τοῖς πρατ- τομένοις ἠρέσκοντο, καὶ αὐτὸ δὴ τὸ στράτευμα ἀνασεσεισμένον καὶ κεκινημένον ἐτύγχανεν. ἅτινα διὰ τῶν οἰκειοτάτων ὁ βασιλεὺς ἐνωτιζό- μενος, καὶ τὴν ἑαυτοῦ κατανοῶν πρὸς τὰς κοσμικὰς μεταχειρήσεις ἀν- επιτηδειότητα, ἅμα δὲ καὶ ἐπανάστασιν εὐλαβηθείς, κοινωνὸν ἔγνω τῶν πραγμάτων προσλαβέσθαι καὶ τῆς ἀρχῆς. καὶ ἐπεὶ πρὸ ὀλίγου, ὡς ἄνωθεν εἴπομεν, υἱοποιησάμενος ἦν τὸν Βασίλειον, ᾔδει δὲ αὐτὸν καὶ ἀνδρείᾳ καὶ συνέσει τῶν πολλῶν διαφέροντα καὶ ἱκανὸν ἀναπληροῦν αὐτοῦ τὸ ἐν τῇ κυβερνήσει τοῦ κοσμικοῦ σκάφους ὑστέρημα, τὸ πλέον δὲ καὶ ὑπερτάτης δυνάμεως ἐναγούσης εἰς τοῦτο αὐτόν, καὶ βασιλείας τιμῇ καὶ δόξῃ καὶ χρίσματι κατακοσμεῖ τὸν Βασίλειον, κατὰ τὴν ἁγίαν ἡμέραν τῆς πεντηκοστῆς, ἐν τῷ περιωνύμῳ τῆς τοῦ θεοῦ σοφίας ναῷ, δημοσίαν πρόοδον ποιησάμενος, καὶ τῷ Βασιλείῳ τὸν βασίλειον περι- τίθησι στέφανον, ἕκτην πρὸς εἴκοσιν ἄγοντος τοῦ Μαΐου μηνὸς τῆς τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως. τοῦτο μαθὼν ὁ Συμβάτιος μετρίως οὐκ ἤνεγκεν, ἀλλὰ συνεργὸν εἰληφὼς καὶ τὸν πατρίκιον Πηγάνην (στρατηγέτης δὲ καὶ οὗτος τοῦ Ὀψικίου ἐτύγχανε) πρὸς ἀπόστασιν εἶδον, Μιχαὴλ μὲν εὐφημοῦντες τὸν βασιλέα, ὡς ἂν ἐκ τούτου τὰ πλήθη ἐπάγοιντο, καὶ μὴ δοκοῖεν χεῖρας αἴρειν κατὰ τοῦ αὐτοκράτορος, δυσ- φημοῦντες δὲ τὸν Βασίλειον καὶ μυρίαις πλύνοντες ὕβρεσι. καὶ ταῦτα μὲν ἐπράττετο θέρους. χειμὼν δ' ἐπιστὰς τὰς συστάσεις τούτων διέλυσε, τῶν ἀργηγῶν τῆς ἀπονοίας φυγῇ τὴν σωτηρίαν πραγματευσαμένων. ὁ μὲν οὖν Συμβάτιος τὴν Πλατεῖαν Πέτραν (φρούριον δὲ τοῦτο ἐρυμνὸν καὶ δυσάλωτον κατὰ τὴν Ἀσίαν διακείμενον) ὑπεισέρχεται, ὁ δὲ Πηγά- νης κατέσχε τὸ Κοτυάειον. ἀλλὰ μετὰ μικρὸν καταπολεμηθέντες δέσμιοι πρὸς αὐτὸν ἀναφέρονται τὸν βασιλέα. οἳ καὶ τοὺς ὀφθαλμοὺς πηρωθέν- τες, τοῦ Συμβατίου δὲ καὶ τὴν δεξιὰν ἀποτμηθέντος, τοῦ Πηγάνου δὲ καὶ τὴν ῥῖνα, ἐξορίαις παραπέμπονται.

[Bas1.14] Πάντες δ' εὐφράνθησαν ἐπὶ τῇ ἀναρρήσει τοῦ Βασιλείου οἱ τῆς Ῥωμαίων βασιλείας ὑπήκοοι, γλιχόμενοι ἄνδρα θεάσασθαι ἐπὶ τῶν οἰάκων τῆς βασιλείας καθήμενον ἰδιωτικῆς τε τύχης πεπειραμένον καὶ μὴ ἀγνοοῦντα, οἷα πάσχουσιν ὑπὸ τῶν δυνατωτέρων οἱ ταπεινότεροι.

[Bas1.14.5] ἐλύπει γὰρ αὐτοὺς καὶ ἡ τοῦ βασιλέως Μιχαὴλ ἀρχὴ λίαν ὑγρὰ καὶ ἐκδεδιῃτημένη ὑπάρχουσα, καὶ μηδὲν ἄλλο ἔργον ἔχουσα, ἀλλ' ἢ κώ- μους καὶ μέθας καὶ εὐθηνοῦσαν ἱπποδρομίαν καὶ γελωτοποιοὺς καὶ τὰς ἄλλας τὰς παρεξηυλημένας τῶν πράξεων, ὧν ὡς ἐν παρόδῳ μνείαν ἄνωθεν ὁ λόγος διὰ βραχέων ἔθετο, τοὺς βασιλικοὺς θησαυροὺς κιναί- δοις καὶ ζαμβυκιστρίοις καὶ ὀρχηστρίσι καὶ ἀκολάστων ὅλων πληθύϊ δικράνοις ὅλοις ἀποκενοῦντος. ἀφ' ὧν τὰ μὲν Ῥωμαίων ἐστενοχωρεῖτο πράγματα, αὐτὸς δὲ στενοχωρούμενος ὑπὸ τῆς ἐνδείας, καὶ μὴ ἔχων, ὅ τι καὶ δράσειεν, ἀδίκους πόρους ἐπενοεῖτο, εἰς θεραπείαν τάχα τῆς χρείας, καὶ χεῖρας ἀνοσίους ἐπέβαλλε τοῖς κατὰ μηδὲν ὅλως αὐτῷ προσ- ήκουσι. κατέπαιζε δὲ καὶ τὸ θεῖον μετὰ μιαρῶν καὶ ἀσελγῶν ἀνδρο- γύνων. καὶ οὐδὲν ἦν ἀρρητούργημα, ὃ μὴ δι' αὐτοῦ καὶ τῶν ἄλλως παρατρεφομένων αὐτῷ καὶ ἐλέγετο καὶ ἐπράττετο. ἀποτρέπειν δὲ τῶν τοιούτων ἀθεμίτων ἔργων τοῦτον βουλόμενος ὁ Βασίλειος πολλάκις πει- ραθεὶς οὐ μόνον οὐκ ἴσχυσε, μᾶλλον μὲν οὖν καὶ πρὸς ὀργὴν ἀνηρέθισε, καὶ μελετᾶν κατ' αὐτοῦ σκαιὰ καὶ ἄτοπα ἀνεκίνησε, καθὼς ἐν τοῖς ἔμ- προσθεν εἴρηται.

[Bas1.15] Ταῖς δὲ κατ' αὐτοῦ συνεχέσιν ἐπιβουλαῖς καὶ μελέταις ἐκδει- ματωθεὶς ὁ Βασίλειος δρᾶσαί τι μᾶλλον πρὸ τοῦ παθεῖν ἠγωνίσατο. οὐκοῦν καὶ παρασκευασάμενος μετά τινων οἰκείων τε καὶ συγγενῶν καὶ τῶν προκοιτούντων ἐν τοῖς βασιλείοις στρατιωτῶν ἀναιρεῖ τὸν βασιλέα ἐν τοῖς παλατίοις τοῦ ἁγίου μεγαλομάρτυρος Μάμαντος. καὶ Μιχαὴλ μὲν οὕτω βιοὺς ἀνειμένως καὶ μαλθακῶς τοιοῦτον καὶ τὸ τέλος ἐδέξατο, ἀναγορεύεται δὲ μόναρχος εὐθὺς ὁ Βασίλειος παρά τε τῶν συνωμοτῶν πρῶτον, εἶτα καὶ τῆς συγκλήτου βουλῆς καὶ τῶν βασιλι- κῶν ταγμάτων καὶ παντὸς τοῦ στρατεύματος καὶ τῆς πληθύος τῆς ἀστικῆς. ἅμα δὲ τῷ παρελθεῖν ἐπὶ τὴν τῶν ὅλων ἀρχήν, προσκαλεσά- μενος αὐτίκα τὴν γερουσίαν καὶ τοὺς ἐν ἀξιώμασι προὔχοντας, τὸν βασι- λικὸν ἀνέῳξε θησαυρόν, καὶ οὐδὲν ἕτερον ἐκ τοῦ τοσούτου τῶν χρη- μάτων πλήθους εὑρέθη, εἰ μή, ὡς καὶ πρόσθεν εἴρηται, τρία μόνα κεν- τηνάρια. ζητήσας οὖν ὁ βασιλεὺς τὴν τῆς ἐξόδου ἀπογραφήν, καὶ ταύτην εὑρὼν παρά τινι γέροντι εὐνούχῳ, καὶ μαθών, ὅπῃ ταῦτα ἐχώρησε, βουλὴν περὶ τούτου προὔθετο τοῖς ἀρίστοις. ψήφου δὲ παρὰ πάντων δοθείσης ἐκείνους τοὺς κακῶς ταῦτα λαβόντας ἀντιστρέψαι τὰ ληφθέντα πρὸς τὸ δημόσιον, ὁ Βασίλειος, τοῦ ἄγαν ὑπενδιδούς, τὰ ἡμίση ὧν ἕκαστος ἔλαβεν ἀντιστρέψαι πρὸς τὸ βασιλικὸν ταμιεῖον ἐκέ- λευσε. καὶ οὕτως ἀπὸ τούτων ἐπισυνήχθη τῷ δημοσίῳ χρυσίου κεντη- νάρια τριακόσια. ἐποιήσατο δὲ καὶ πρόοδον ὁ βασιλεὺς δημοσίαν ἐπὶ τὸν μέγαν τῆς τοῦ θεοῦ λόγου σοφίας ναόν, καὶ χρήματα πολλὰ ἐν τῷ ὑποστρέφειν τῷ πλήθει διένειμεν, οὐκ ἐκ τῶν δημοσίων, ἀλλ' ἐκ τῶν ἰδίᾳ διαφερόντων αὐτῷ. προσεγένετο δὲ αὐτῷ πλῆθος χρημάτων ἀπροσ- δόκητον καὶ ἀπὸ θησαυρῶν κεκρυμμένων ἀναφανέντων τῆς γῆς. εὑ- ρέθη δὲ καὶ ἐν τῷ εἰδικῷ χρυσίον οὐκ ὀλίγον, ὅπερ ὁ προβεβασιλευκὼς Μιχαὴλ συνέλεξε, τὴν θρυλουμένην ἐκείνην πλάτανον χωνεύσας καὶ τοὺς δύο ὁλοχρύσους γρῦπας καὶ τοὺς δύο χρυσοῦς σφυρηλάτους λέον- τας καὶ τὸ ὁλόχρυσον ὄργανον καὶ ἕτερα τῶν ἐπὶ τῆς τραπέζης χρυσω- μάτων ἔργα διάφορα, καὶ βασιλικὰς καὶ αὐγουστικὰς στολάς, οἷσπερ ἔμελλεν ἀποχρήσασθαι πρὸς τὰ αὐτῷ καταθύμια, φθάσαν δὲ τὸ χρεὼν εἰς Βασίλειον ταῦτα διεβιβάσθη. ἀλλὰ ταῦτα μὲν ὕστερον.

[Bas1.16] Ἄρτι δὲ τῆς ἀρχῆς ἐπιβὰς ὁ Βασίλειος πρῶτον μὲν ἐπὶ τὰς ἀρχὰς ἀδωροτάτους ἐκλεγόμενος προεβάλλετο καὶ μαρτυρουμένους τὰς ἰδίας χεῖρας καθαρὰς παντοίου διαφυλάττειν λήμματος, εἶθ' οὕτως δικαιο- σύνης ἐπεμελεῖτο, καὶ ἰσονομίαν ἐμπολιτεύεσθαι τοῖς ἀρχομένοις καὶ τὸ μὴ καταδυναστεύεσθαι ὑπὸ τῶν πλουσίων τοὺς πενεστέρους ἐπραγμα- τεύσατο. πανταχοῦ δὲ διατάγματα ἐξετίθει τέλεον ἐξαρθῆναι τὴν ἀδικίαν ὁρίζοντα. δικαστάς τε ἔταξε, σιτηρεσίοις καὶ φιλοτιμίαις παν- τοδαπαῖς αὐτοὺς μεγαλύνας καὶ τάξας διημερεύειν καὶ τὰς διενέξεις δια- λύειν τῶν φιλονεικούντων, τόπους ἐπιτηδείους ἀφορίσας αὐτοῖς, τήν τε Μαγναύραν καὶ τὸν καλούμενον ἱππόδρομον καὶ τὴν λεγομένην Χαλκῆν, χρόνῳ μογήσασαν καὶ ὅσον οὐδέπω πεσεῖν κινδυνεύουσαν ἐπισκευάσας καὶ καινουργήσας. ἔταξε δὲ καὶ τροφὴν τοῖς πενεστέροις τῶν τὰς δίκας ἐχόντων, ἵνα μὴ ὑπὸ ἐνδείας πιεζόμενοι ταῖς δίκαις ἀπα- γορεύοιεν. ἐπεδίδου δὲ καὶ ἑαυτὸν εἰς τὸ τοιοῦτον μέρος, ὁπηνίκα τῶν στρατειῶν ἔτυχεν ἄγων σχολὴν καὶ τοῦ χρηματίζειν ταῖς ἁπανταχόθεν πρεσβείαις, καὶ εἰς τὸ λεγόμενον γενικὸν κατιὼν τοὺς εἰσπραττομένους ἐσκόπει παρὰ τοῦ δημοσίου, μή που τις ἀδίκως εἰσπράττοιτο, καὶ οὕτως τοῖς ἀδικουμένοις ἐπήμυνε. λέγεται δ', ὅτι κατελθόντος αὐτοῦ εἰς τὴν εἰρημένην διατριβήν, ὡς οὐδεὶς ἔτυχεν ἐγκαλῶν, ὑποτοπάσας εἴργεσθαι ὑπό τινων τῆς εἰς αὐτὸν εἰσόδου τοὺς δεομένους, ἀπέστειλέ τινας τῶν δορυφόρων κατὰ πολλὰ μέρη τῆς πόλεως ζητήσοντας, εἴ τίς ἐστι βοηθείας δεόμενος. ὡς δ' ἐπανῆλθον ἐκεῖνοι μηδένα μηδαμῶς εὑρηκέναι λέγοντες, μεθ' ἡδονῆς τε ἀπέσταξε δάκρυον καὶ θεῷ τὴν εὐχαριστίαν ἀπέδωκεν. ὁρῶν δέ, ὅτι ἔστι τις τοῖς πονηροῖς εἰς τὸ ἀδικεῖν ἀφορμὴ διὰ τὸ σύντομον ἀπὸ τῶν ἐν τοῖς ἀριθμοῖς μορίων, τοῦ ἡμίσεώς φημι καὶ ἕκτου καὶ δωδεκά- του καὶ τῶν τοιούτων, χρωμένων τοῖς παλαιοῖς σημείοις τῶν γραφέων, ἠθέλησε καὶ τὴν τοιαύτην τῶν ἀδικεῖν ἑλομένων περιελεῖν ἀφορμήν, καὶ διωρίσατο γράμμασι λιτοῖς, ἃ καὶ τοῖς ἀγροίκοις ἀναγινώσκεσθαι ῥᾴδιον, τὰ τοιαῦτα γράφεσθαι σημεῖα, οἴκοθεν καταβαλὼν καὶ τὴν τῶν χαρτίων δαπάνην καὶ τὴν τῶν γραμμάτων καὶ τὴν τῶν γραφέων. ἐπιστροφὴν δ' ἐποιήσατο καὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων, ἐκβαλὼν μὲν τῆς ἀρχιερωσύνης μετὰ συνόδου συναθροισθείσης τὸν ἐπεισπηδήσαντα τῇ ἀρχῇ Φώτιον, σχολάζειν κελεύσας, ἕως ἂν τὸν δικαίως ταχθέντα πρὸς αὐτὸν μεταστήσῃ θεός, ἀντεισαγαγὼν δὲ τὸν κακῶς καὶ παρανόμως ἐκβληθέντα παρὰ τοῦ Βάρδα Ἰγνάτιον, καὶ οὕτω γαληνιᾶν τὰς ἐκκλησίας τοῦ θεοῦ παρεσκεύασεν. ἀλλὰ καὶ τοὺς πολιτικοὺς νόμους πολλὴν ἀσά- φειαν καὶ σύγχυσιν ἔχοντας ἰδὼν καὶ τούτους κατὰ τὸ προσῆκον προσφό- ρως ἐπανορθώσασθαι ἔσπευσε, καὶ τῶν μὲν ἀνῃρημένων τὴν ἀχρηστίαν περιελεῖν, τῶν δὲ κυρίων ἀνακαθᾶραι τὸ πλῆθος. οὐκ ἔσχε δὲ καιρὸν προκαταληφθεὶς θανάτῳ. ἐξεπλήρωσε δὲ τὸ ἔργον Λέων ὁ υἱὸς αὐτοῦ μετὰ ταῦτα.

[Bas1.17] Κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ Βασιλείου ἐπιβουλὴ καὶ συσκευή τις ἐγένετο κατ' αὐτοῦ, Γεωργίου καὶ Συμβατίου ἐξαρχόντων τῆς μελέτης τῶν πατρικίων. φωραθέντος δὲ τοῦ κακουργήματος, προφα- νῶν δὲ γενομένων καὶ τῶν ἐλέγχων, οὗτοι μὲν ἐκκόπτονται τοὺς ὀφθαλ- μοὺς ὡς πρωτουργοὶ τῆς συμβουλῆς, τὸ δὲ λοιπὸν ἅπαν στῖφος τῶν συνωμοτῶν πομπευθέντες ἐξωρίσθησαν. ἀνακόπτων δὲ τὰς ἐπιβουλὰς τῶν βασιλειώντων στέφει Κωνσταντῖνον καὶ Λέοντα τοὺς οἰκείους υἱούς. τῷ δὲ τρίτῳ ἔτει τῆς μοναρχίας ἀναγορεύει καὶ Ἀλέξανδρον τὸν τρίτον υἱόν. τὸν δὲ νεώτερον πάντων Στέφανον ἱεροῖ καὶ τῇ τοῦ θεοῦ καταλέγει ἐκκλησίᾳ. ἐπεὶ δὲ καὶ τέσσαρες ἦσαν αὐτῷ θυγατέρες, ἐν τῷ θείῳ σεμνείῳ τῆς πανευφήμου μάρτυρος Εὐφημίας καὶ ταύτας καθιεροῖ.

[Bas1.18] Οὕτω δ', ὡς ἐδόκει, εὖ διαθεὶς τὰ οἰκεῖα, ἠπείγετο καὶ κατὰ τῶν ἀντιτασσομένων τῇ Ῥωμανίᾳ ἐκστρατεῦσαι. καὶ δὴ τοὺς στρατιωτικοὺς καταλόγους ἐλαττωθέντας παρὰ τοῦ πρῴην βεβασιλευκότος Μιχαὴλ

[Bas1.18.4] ἐκ τοῦ διακοπῆναι τὰς ῥόγας αὐτῶν καὶ τὰ σιτηρέσια, διὰ νέων συλλογῆς ἀναπληρώσας τὰς φάλαγγας κατὰ τῶν βαρβάρων ἐστράτευσε, καὶ πρότερον μὲν κατὰ τῆς Τεφρικῆς, ἧς ὁ Χρυσόχειρ ἡγεῖτο, ἐπ' ἀνδρείᾳ καὶ συνέσει διαφέρειν δοκῶν καὶ σφόδρα τὰ Ῥωμαίων κατατρέχων καὶ ληϊζόμενος. κατὰ τούτου καὶ τῆς πόλεως ἐκστρατεύει ὁ βασιλεύς. τοῦ δὲ μὴ ὑποστάντος τὴν ἐπέλευσιν, ἀλλ' εἴσω τειχῶν γενομένου, καταδραμὼν τὴν ὑπ' αὐτὸν ἅπασαν χώραν ὁ βασιλεὺς καὶ ληϊσάμενος, καὶ πρὸς αὐτῷ τῷ τείχει τῆς Τεφρικῆς ἔθετο τὴν παρεμβολήν, διὰ προσεδρείας μακρὰς ἑλεῖν τὸ ἔρυμα οἰηθείς. ἐπεὶ δὲ κατενόησε πάντοθεν κατωχυρωμένον αὐτό, καὶ ἀνέλπιστον ἦν ἁλωθῆναι πολιορκίᾳ (ἤδη γὰρ κατεδήδοτο καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναγκαῖα), ἔλυσε τὴν πολιορκίαν, τὰ πλησιάζοντα τῇ Τεφρικῇ φρούρια ἐκπορθήσας, τὴν Ἄβαραν, τὸν Κοπτόν, τὴν Σπάθην καὶ ἄλλα πολλά. ἀγείρας δὲ τὸν στρατὸν ἐκεῖθεν ἐπανῄει μετὰ λαμπρῶν τῶν τροπαίων τε καὶ λαφύρων. ληϊζομένης δὲ τῆς περὶ τὴν Τεφρικὴν χώρας καὶ πορθουμένης ἡ γειτονοῦσα ταύτῃ πόλις τῶν Ἰσμαηλιτῶν, ᾗ Τάρας ἡ ἐπωνυμία, ὁμαιχμίαν ἔχουσα καὶ κοινοπραγίαν μετὰ τῆς Τεφρικῆς, ὀρρωδήσασα τὸν κίνδυνον, πρέσβεις πέμψασα εἰρήνης ἠξίου τυχεῖν καὶ ταῖς συμμαχίσιν ἐγγραφῆναι Ῥωμαίων. καὶ δὴ καὶ ἔτυχε τοῦ βασιλέως μετὰ προσηνείας δεξαμένου τὴν πρεσβείαν. προσερρύη δὲ καὶ ὁ Κουρτίκιος, γένος ὢν Ἀρμένιος, ὃς κατεῖχε τὴν Λώκαναν καὶ τὰς ἐσχατιὰς τῶν Ῥωμαίων συνεχῶς ἐπόρθει καὶ κατεστρέφετο, ἑαυτὸν παραδοὺς τῷ βασιλεῖ καὶ τὴν πόλιν καὶ τὸν ὑπείκοντα αὐτῷ λαόν. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λαὸν ὁ βασιλεὺς ἐκπέμψας κατὰ τῆς λεγομένης Ζαπέτρας ἐπιλέκτων πολεμιστῶν, καὶ τῶν Σαμοσάτων εὐτύχησεν, ἐξ ἐφόδου τὰ στενὰ τοῦ στρατοῦ διελθόντος αὐτῇ τε τῇ πόλει ἐξαίφνης ἐπεισπεσόντος· κατεσχέθη τε γὰρ ἡ πόλις τῷ ἀπροσδο- κήτῳ, καὶ λαὸς ἀπεσφάγη πολὺς καὶ αἰχμαλωσία ἐλήφθη ἄπειρος καὶ δέσμιοι Ῥωμαῖοι χρονίων δεσμῶν ἠλευθερώθησαν. πυρπολήσας δ' ὁ πεμφθεὶς λαὸς τὰ συμπαρακείμενα τῆς χώρας καὶ τὰ Σαμόσατα ἐξεπόρθησε καὶ ὁμοίᾳ ῥύμῃ περαιωθεὶς τὸν Εὐφράτην καὶ πᾶσαν τὴν περαίαν αἰχμα- λωτίσας καὶ πολλὴν συλλέξας αἰχμαλωσίαν καὶ λάφυρα, ὑπέστρεψεν ἀσινὴς πρὸς τὸν αὐτοκράτορα πρὸς τῷ Ἀτζαρνοὺκ ποταμῷ τὴν παρεμβολὴν ἔχοντα. ἐντεῦθεν ἄρας ὁ βασιλεὺς μετὰ παντὸς τοῦ στρατοῦ τὴν ἐπὶ Μελιτηνὴν ἄγουσαν ὥδευε. προσπελάσας δὲ τῷ Εὐφράτῃ καὶ ὥρᾳ θέρους πελαγίζοντα τοῦτον εὑρὼν καὶ παντελῶς ἄβατον γεφυρώσας τὸν ποταμὸν διεπέρασε. καὶ πολλὰ τῆς χώρας λυμηνάμενος καὶ κατα- στρεψάμενος, ἑλὼν δὲ καὶ τὸ φρούριον, ὃ Ῥαψάκιον λέγεται, μέρος δὲ τοῦ στρατοῦ τὴν μεταξὺ Ἀρσίνου καὶ Εὐφράτου χώραν ἐκπέμψας καταδραμεῖν ἐκέλευσε, οἳ πᾶσαν αὐτὴν ἀπτέρῳ τάχει διαδραμόντες τό τε λεγόμενον Καρκίκιον καὶ τὸ Χαχὸν καὶ τὸ Ἄμαν καὶ τὸ Μουρὴξ καὶ τὸ Ἄβδηλα ἐξεπόρθησαν. αὐτὸς δὲ τῇ Μελιτηνῇ προσβαλὼν εὐανδρούσῃ τότε καὶ πληθύϊ βαρβάρων γεγανωμένῃ, ἐπεὶ τοῖς τείχεσιν ἐπλησίασε, βαρβαρικὰς ὑπεδέξατο φάλαγγας μετὰ φρυαγμάτων καὶ ἀλαλαγμῶν ἀπαντώσας αὐτῷ, οἷς νεανικῶς ἐμμίξας καὶ πρῶτος τῆς φάλαγγος προ- ϊστάμενος τοὺς ἀντιτεταγμένους ἐτρέψατο, εἶθ' οἱ λοιποὶ τοὺς ἄλλους, καὶ μέχρι τοῦ ἄστεος ἀναιροῦντες ἐδίωκον, ὡς καταστρωθῆναι τὸ μεταξὺ ἔδαφος καὶ πληρωθῆναι νεκρῶν, ἁλῶναι δὲ καὶ ζῶντας οὐκ ὀλίγους, τοὺς δὲ λοιποὺς ἀγεννῶς εἴσω τειχῶν συγκλεισθῆναι. ἐβουλήθη μὲν οὖν ὁ βασιλεὺς ἑλεπόλεσι καὶ μηχαναῖς ἀποπειρᾶσθαι τοῦ χωρίου. ὡς δ' ἑώρα τὴν πόλιν εὔπυργον καὶ πλήθει τῶν ἀμυνομένων ἀπὸ τοῦ τείχους βρίθουσαν, ἐπύθετο δὲ καὶ παρὰ τῶν αὐτομόλων ἀφθονίαν ἔχειν πολλὴν τῶν ἐπιτηδείων καὶ μὴ δεδιέναι χρονίαν πολιορκίαν, ἄρας ἐντεῦθεν τῇ Μανιχαίων προσβάλλει γῇ καὶ πάντα τὰ ἐν ποσὶν ἐκτεφρώσας τὸ Ἀργαοὺθ λεγόμενον φρούριον καὶ τὸ Κουτακίου καὶ τὸ Στεφάνου καὶ τὸ Ἀραχὰχ ἐμπρήσας κατέσκαψεν. ἐκεῖθεν ἀγείρας τὸν στρατὸν τῆς ἐπὶ τὴν βασιλεύουσαν εἴχετο. τοὺς μὲν οὖν ἀριστεύσαντας τῶν στρατιωτῶν τιμήσας ἀπέλυσεν, αὐτὸς δὲ τὴν βασιλίδα καταλαβὼν καὶ περαιωθεὶς εἰς Θρᾴκην, ἐκ τοῦ Ἑβδόμου τε δημοσίαν ποιησάμενος πρόοδον, διὰ τῆς Χρυσῆς πόρτης εἰσελθὼν καὶ θρίαμβον καταγαγὼν μεγαλοπρεπέστατον τοῦ δήμου παντὸς ἐπινικίαις φωναῖς καὶ εὐφημίαις αὐτὸν μεγαλύνοντος ἄχρι τοῦ ναοῦ τῆς τοῦ θεοῦ ἐνυποστάτου σοφίας. ἐκεῖσε γὰρ γενόμενος καὶ τῷ θεῷ εὐχαριστηρίους ἀποδοὺς ὕμνους παρὰ Ἰγνατίου τε τοῦ πατριάρχου ταινιωθεὶς νικητικοῖς στεφάνοις ἐπανῆκεν εἰς τὰ βασίλεια, μικρόν τε συνησθεὶς τῇ γυναικὶ καὶ τοῖς τέκνοις τῶν πολιτικῶν αὖθις εἴχετο διοικήσεων.

[Bas1.19] Τῷ δ' ἐπιόντι χρόνῳ τοῦ τῶν Μανιχαίων ἐξηγουμένου Χρυσό- χειρος εἰς τὴν τῶν Ῥωμαίων ἐμβαλόντος βαρεῖ στρατῷ καὶ ταύτην ληϊζομένου ἀποστέλλει κατ' αὐτοῦ συνήθως ὁ βασιλεὺς τὸν τῶν σχολῶν ἐξηγούμενον. οὗτος δὲ πάντα τὸν Ῥωμαϊκὸν στρατὸν συμπαρειληφώς, ἐπειδὴ σταδαίᾳ μάχῃ κρῖναι τὸ πᾶν ἐδειλία, παρείπετο τέως αὐτῷ ἀπό τινος διαστήματος καὶ τὰς μερικὰς ἀνεῖργε καταδρομὰς καὶ οὐ συνεχώρει κατὰ τῆς χώρας ἀδεῶς διασκίδνασθαι. ὡς οὖν τὰ μὲν δρῶν, τὰ δὲ ἀπρακτῶν ὁ βάρβαρος ἤδη καὶ τῆς πρὸς τὰ οἴκοι ἐπανόδου ἐμέμνητο, καὶ μετὰ λείας συχνῆς ὑπέστρεψεν, ὁ δομέστικος τῶν σχολῶν δύο τῶν στρατηγῶν ἀφώρισε, τόν τε τοῦ Χαρσιανοῦ καὶ τῶν Ἀρμενιακῶν, μετὰ τῆς περὶ αὐτὸν δυνάμεως ἕκαστον συμπαρομαρτεῖν τῷ Χρυσόχειρι ἄχρι τοῦ λεγομένου Βαθυρρύακος, κἀκεῖθεν εἰ μὲν ἐπαφήσει, φησί, κατὰ τῶν Ῥωμαϊκῶν ὁρίων στρατόν, δῆλα θέσθαι αὐτῷ τὰ περὶ τούτου, εἰ δ' οἴκαδε ἀμεταστρεπτὶ βαδίζειεν, ἐάσαντας τοῦτον αὖθις ἐπανελθεῖν πρὸς αὐτόν. ἑσπέρας οὖν καταλαβούσης, καὶ τοῦ βαρβαρικοῦ στρατεύματος γεγονότος κατὰ τὸν Βαθυρρύακα αὐλισαμένου τε κατὰ τὴν τοῦ ὄρους ὑπώρειαν, τῶν δὲ εἰρημένων στρατηγῶν κατασχόντων τὰ τούτου μετεωρότερα καὶ τὸ μέλλον ἀποσκοπούντων, ἐμπίπτει τις ἔρις περὶ πρωτείων καὶ ἅμιλλα τοῖς τῶν δύο θεμάτων στρατιώταις. οἱ μὲν γὰρ τοῦ Χαρσιανοῦ ἑαυτοῖς τὰ τῆς ἀνδρείας ἐνίσταντο ἁρμόζειν πρωτεῖα, ἔμπαλιν δὲ ἑαυτοῖς οἱ Ἀρμενιακοί. ὡς οὖν ἐπὶ πλεῖστον ἐχώρει τὰ τῆς φιλονεικίας καὶ πρὸς τὸ μεγάλαυχον ἑκάτερον ἔρρεπε τῶν ταγμάτων, ἐνταῦθα δὴ λέγεται παρά τινος λεχθῆναι τοῦ τῶν Ἀρμενιακῶν συστή- ματος, ὡς ’ἵνα τί μάτην, ὦ συστρατιῶται, ἀπρεπῶς θρασυνόμεθα, ἐξὸν τοῖς ἔργοις ἀναμφισβήτητον ἀρετὴν ἐπιδείξασθαι; οἱ πολέμιοι γὰρ οὐ μακράν, καὶ ἔξεστιν ἐπὶ τῶν ἔργων φανῆναι τοὺς ἀριστεῖς.‘ τοὺς τοιούτους τοίνυν λόγους διενωτισθέντες οἱ στρατηγοὶ καὶ τὴν πρὸς ἀνδρείαν ὁρμὴν κατανοήσαντες τοῦ λαοῦ, καταμαθόντες δὲ καὶ τὴν ἀπὸ τοῦ τόπου βοήθειαν, ὅτι ἐξ ὑπερδεξίων μέλλουσιν ἐπιτίθεσθαι τοῖς πολεμίοις ἐν κοίλῳ κειμένοις τόπῳ, διχῇ διαιροῦσι τὴν δύναμιν. καὶ τὸ μὲν ἔκκριτον ταύτης ἄχρις ἑξακοσίων μετ' αὐτῶν γε τῶν στρατηγῶν προσβαλεῖν ἐκρίθη τῷ τῶν βαρβάρων στρατῷ. τὸ δὲ λοιπὸν καὶ εὐαρίθμητον τῆς Ῥωμαϊκῆς στρατιᾶς εἰς δόκησιν πλήθους αὐτοῦ που συσκευάσαντες πρὸς τὰ μετέωρα καὶ σύνθημα δόντες, ἵν' ὅταν οὗτοι προσβάλωσι τοῖς ἐχθροῖς, κἀκεῖνον σὺν ἀλαλαγμῷ μεγίστῳ καὶ σάλπιγξιν ἐκπληκτικὴν βοὴν ἀναρρήξωσι, συνεπηχούντων καὶ τῶν ὀρέων, καὶ οὕτως ἀφανῶς διὰ τῆς νυκτὸς τῇ στρατοπεδείᾳ τῶν ἐχθρῶν πλησιάζωσι. καὶ τοιούτου δοθέντος

[Bas1.19.38] συνθήματος, οὔπω τοῦ ἡλίου τὰς ἀκρωρείας αὐγάζοντος, βοῇ στιβαρᾷ παιανίσαντες καὶ τὸ ’σταυρὸς νενίκηκε‘ συμβοήσαντες ἐπιτίθενται τοῖς ἐχθροῖς, συνεπαλαλαξάντων ἀπὸ τοῦ ὄρους καὶ τῶν λοιπῶν. εὐθὺς οὖν οἱ βάρβαροι τῷ ἀνελπίστῳ καταπλαγέντες καὶ μήτε συστῆναι, μήτε τὸ ἐπιὸν πλῆθος, ὅσον ἐστί, λαβόντες καιρὸν κατιδεῖν, μήτ' ἄλλο τι σωτήριον ἑαυτοῖς ἐκ τοῦ παραχρῆμα βουλεύσασθαι, ὥρμησαν πρὸς φυγήν. τῶν οὖν διωκόντων Ῥωμαίων καὶ τοὺς μὴ συνόντας ἐπιβοωμένων στρατη- γοὺς καὶ τὰ τάγματα καὶ τὸν τῶν σχολῶν ἀφηγούμενον, καθάπερ αὐτοῖς συνετέτακτο, καὶ τῶν φευγόντων εἰς πλείονα συνελαυνομένων φόβον καὶ ταραχήν, συνέβη μέχρι μιλίων τριάκοντα γενέσθαι τὴν δίωξιν καὶ τὸν μεταξὺ χῶρον ἀπείροις καταστρωθῆναι νεκροῖς. τότε δὴ καὶ ὁ ἀναιδὴς Χρυσόχειρ σὺν ὀλίγοις φεύγων τῶν μετ' αὐτοῦ, ἐπεὶ καταδιώκειν ἔγνω Ῥωμαῖόν τινα Πουλάδην τὴν προσηγορίαν, ὃν αἰχμάλωτον ἔλαβέ ποτε κατὰ τὴν Τεφρικὴν καὶ διὰ ἀστεϊσμὸν καὶ χάριτα καὶ συνήθη εἶχε καὶ γνώριμον, θεασάμενος αὐτὸν καὶ γνωρίσας, ἐπιστραφείς· ’τί σοι‘, φησίν, ’ὦ ἄθλιε, διεπραξάμην, Πουλάδη, κακόν, ὅτι με οὕτω καταδιώκεις μανιω- δῶς ἐπιθυμῶν ἀνελεῖν;‘ ὁ δὲ συντόμως ὑπολαβών· ’τῶν εὐεργεσιῶν σου, πάτρων, τὴν ἀμοιβήν‘, ἔφη, ’ἀποδοῦναί σοι κατὰ τὴν παροῦσαν ἡμέραν πεποιθώς εἰμι ἐν θεῷ.‘ ὁ μὲν οὖν προῄει οἷά τις ἐμβρόντητος καὶ βεβλαμ- μένος τὰς φρένας, ὁ δὲ ἐφείπετο μετ' εὐτολμίας νεανικῆς. τάφρῳ δὲ βαθείᾳ ὁ διωκόμενος ἐντυχὼν καὶ ὑπερπηδῆσαι ταύτην τὸν ἵππον μὴ συγχωρῶν βάλλεται κατόπιν παρὰ τοῦ Πουλάδη φθάσαντος κοντῷ κατὰ τῆς πλευρᾶς. καὶ ὁ μὲν εὐθέως περιδινηθεὶς τῷ ἀλγήματι κατερρύη τοῦ ἵππου, τῶν δὲ σὺν αὐτῷ τις (Διακονίτζης τούτῳ ἦν τὸ ἐπώνυμον) τοῦ ἵππου ῥίψας ἑαυτὸν ἐπιμελείας ἠξίου τὸν πεσόντα, τοῖς τε οἰκείοις γόνασι τὴν ἐκείνου κεφαλὴν ἐπιθεὶς καὶ τὸ συμβὰν ὀδυρόμενος. ἐν τοσούτῳ δὲ προσγίνονται τῷ Πουλάδῃ καὶ ἕτεροι, καὶ καθαλλόμενοι τῶν ἵππων τὴν τοῦ Χρυσόχειρος ἀποτέμνουσι κεφαλὴν ἤδη θανατῶντος καὶ ἐκλιμπά- νοντος. δεσμοῦσι δὲ καὶ τὸν Διακονίτζην καὶ τοῖς ἄλλοις αἰχμαλώτοις συγκαταλέγουσιν. εὐθὺς οὖν εὐαγγέλια πρὸς τὸν βασιλέα ἐκπέμπονται, μεθ' ὧν ἦν καὶ ἡ τοῦ Χρυσόχειρος κεφαλή. πεσόντος οὖν τοῦ Χρυσόχειρος συναπεμαράνθη πᾶσα ἡ ἀνθοῦσα τῆς Τεφρικῆς εὐανδρία. καὶ τὰ μὲν κατὰ τὴν Τεφρικὴν τοιοῦτον ἔσχε τὸ τέλος, καὶ ἐν ὥρᾳ μιᾷ ἡ ἐπὶ μεῖζον δόξης ἀρθεῖσα ὕψος τῶν Μανιχαίων πληθὺς ὡσεὶ καπνὸς διελύθη.

[Bas1.20] Ἰγνατίου δὲ τοῦ πατριάρχου τὴν παροῦσαν ἀλλαξαμένου ζωὴν ἀπέδωκεν αὖθις τὴν ἐκκλησίαν Φωτίῳ ὁ βασιλεύς.

[Bas1.21] Κατὰ τοῦτον τὸν καιρὸν ἐπιβουλὴ μηνύεται τῷ βασιλεῖ παρά τινος τῶν συνωμοτῶν, ἔξαρχον ἔχουσα τὸν πατρίκιον Ῥωμανὸν τὸν Κουρκούαν. καὶ δὴ συλληφθέντων τῶν ἐπιβουλευσάντων, ὁ μὲν Κουρκούας ἐπηρώθη τοὺς ὀφθαλμούς, οἱ δὲ λοιποὶ τυφθέντες καὶ καρέντες ἐξωρίσθη- σαν.

[Bas1.22] Ὁ αὐτὸς βασιλεὺς καὶ τὸ Λοῦλον φρούριον ὑπὸ Σαρακηνῶν κατεχόμενον ἀνεκτήσατο. προσέθετο δ' αὐτῷ καὶ τὸ Μελοῦος καὶ δεσπότην τὸν βασιλέα ἀνηγόρευσεν. ἐξεπόρθησε δὲ καὶ τὴν τῶν Μανιχαίων μητρόπολιν τὴν Κάμαν δι' ἑαυτοῦ.

[Bas1.23] Ἔαρος δὲ ἤδη λάμποντος τὸν πρεσβύτερον τῶν υἱῶν εἰληφὼς Κωνσταντῖνον ἐκστρατεύει κατὰ Συρίας. καὶ τὴν πρὸς τῷ Ἀργέῳ Καισάρειαν τὴν πρώτην καταλαβὼν τῶν Καππαδοκῶν ἐκεῖσέ τε αὐλισά- μενος τὴν μὲν ἄλλην πληθὺν τακτικαῖς ἐξεπόνει μελέταις, μοῖραν δὲ τοῦ στρατοῦ ἀποτεμὼν κατόπτας ἐξέπεμψεν, αὐτὸς δὲ κατόπιν ἐφείπετο. οἱ δὲ προόπται καὶ πρόδρομοι τὰς ἐρήμους ὀξέως διαδραμόντες φρούριον τὸ λεγόμενον Ψιλόκαστρον καὶ τὸ ἕτερον τὸ καλούμενον Φυρόκαστρον ἐξεπόρθησαν καὶ τοὺς ἐποίκους τούτων ἠνδραποδίσαντο. ἐφ' οἷς κατα- πλαγέντες οἱ τὸ τοῦ Φαλακροῦ λεγόμενον κάστρον οἰκοῦντες ἑκουσίως προσεχώρησαν τοῖς Ῥωμαίοις. ὁ δὲ τοῦ Ἄμβρων υἱὸς Ἀπάβδελε, ὁ τῆς Ἀναβάρζης ἀμηρᾶς, ἕως μὲν μακρὰν ἀπεῖχεν ὁ βασιλεύς, βαρβαρικῶς ἐθρασύνετο, ἐπεὶ δὲ ἤγγιζε, τῷ τῶν Μελιτηνῶν στίφει συμμίξας φυγῇ τὴν μετ' αὐτοῦ σωτηρίαν ἐπραγματεύσατο. ὁ δὲ βασιλεὺς τήν τε Κασάμαν ἐξεπόρθησε καὶ τὴν Καρβὰν τὴν Ἄρδαλάν τε καὶ τὴν Ἐρημοσυκέαν, ὁπηνίκα καὶ Σήμας ἐκεῖνος ὁ τοῦ Ταὴλ τὰς δυσχωρίας κατέχων τοῦ Ταύρου καὶ ἐξ ἐφόδου τὰς τῶν Ῥωμαίων λυμαινόμενος ἐσχατιὰς πρὸς τὸν βασιλέα κατέφυγε. μετὰ ταῦτα τὸν Ὀνοπνίκτην λεγόμενον ποταμὸν καὶ τὸν Σάρον διαπεράσας ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ ἦλθεν εἰς Κουκουσόν, καὶ τὰς ἐκεῖ λόχμας ἀποκαθάρας καὶ τὴν ἄβατον εὐπόρευτον πεποιηκὼς τῶν ἐνταῦθα λόχων ἐκράτησε. πρὸς δὲ τὴν Καλίπολιν καὶ Παδασίαν φθάσας δυσβάτοις τε περιτυχὼν καὶ ἀποκρήμνοις ὁδοῖς τοὺς ὑπὸ χεῖρα παραμυθούμενος πεζῇ καὶ βάδην αὐτὸς προεπορεύετο τοῦ στρατοῦ. ὑπερβὰς δὲ τὰ στενὰ τοῦ Ταύρου τῇ Γερμανικείᾳ προσβάλλει. ἐπεὶ δὲ τὸ ἀνθιστάμενον ἅπαν τοῖς τείχεσι συνεκλείετο καὶ οὐδεὶς ἐτόλμα εἰς χεῖρας ἐλθεῖν, τὰ πρὸ τῆς πόλεως κάλλη κείρας καὶ πυρὶ παραδοὺς πρὸς Ἄδαταν παρεγένετο τὴν πόλιν. καὶ τῶν ταύτης δὲ ἐποίκων μὴ τολμώντων ἐν τοῖς ὑπαίθροις διαγωνίζεσθαι, ἀλλ' εἴσω συνελαθέντων τειχῶν, τὰ ἔξω τῆς πόλεως ληϊσάμενος καὶ ἀποτεφρώσας, ἐκπολιορκήσας δὲ καὶ τὸ πολίχνιον, ὃ Γέροντα ἐκάλουν, καὶ διαρπάσαι ἐφεὶς τοῖς στρατιώταις, τελευταῖον αὐτοῖς προσβάλλει τοῖς τείχεσι, καὶ παντοδαπὰς προσέφερε μηχανάς, καὶ ἐνεργὸς ἦν ἐν τῇ πολιορκίᾳ, ἐλπίδας οὐ μικρὰς ἔχων αἱρήσειν τὴν πόλιν διὰ τὸ τῆς περὶ αὐτὸν δυνάμεως βάρος. εὐρώστους δὲ τοὺς ἔνδον εὑρὼν καὶ ἀδεῶς τὰ προσπίπτοντα φέροντας, ἀνοχὴν τῷ πολέμῳ δοὺς ἐπυνθάνετο τῶν ἔνδον, ἐφ' ὅτῳ πεποιθότες, τῆς πατρίδος αὐτῶν ἤδη μελλούσης παραλαμβάνεσθαι, ὀλίγον αὐτοῦ λόγον ποιούμενοι φαίνονται. πρὸς ὃν ἀπεκρίνατό τις τῶν γεραιτέρων πληροφορίαν ἐσχηκέναι οὐχ ὑπὸ σοῦ νῦν πολιορκηθῆναι τὴν πόλιν, ἀλλ' ὑφ' ἑτέρου τινὸς πεπρωμένον εἶναι ταύτην ληφθῆναί σοι κατὰ γένος προσήκοντος (Κωνσταντῖνος τούτῳ τὸ ὄνομα), καὶ διὰ τοῦτο μὴ καταπλήττεσθαι τοῖς προσπίπτουσι. τοῦ δὲ τὸν υἱὸν ἐπιδείξαντος, καὶ ὡς Κωνσταντῖνος καλεῖται εἰπόντος, οὐ τοῦτον ὁ ἐξηγούμενος ἔλεγεν εἶναι τὸν Κωνσταν- τῖνον, ὃς αὐτῶν μέλλει ποιῆσαι τὴν πόλιν ἀνάστατον, ἄλλον δέ τινα μετὰ χρόνον συχνὸν τῶν ἀπογόνων τῶν σῶν. ἐφ' οἷς ὁ βασιλεὺς ὀργισθεὶς καὶ ἔργοις ἐξελέγξαι βουληθεὶς ψεῦδος τὴν πρόρρησιν συντονώτερον ἥπτετο τῆς πολιορκίας. ὡς δὲ πάντων πονούντων μὴ προβαίνουσαν ἑώρα τὴν σπουδήν, ἐπεγένετο δὲ καὶ κρύος ἀμήχανον τοὺς ἐν ὑπαίθρῳ σφοδρῶς λυμαινόμενον, ἔλυσε τὴν πολιορκίαν. ἐν δὲ τῷ ὑποστρέφειν τὸ πολὺ τῶν αἰχμαλώτων διὰ τὸ βάρος ξίφει κελεύσας ἀποφορτίσασθαι τῆς πρὸς τὴν βασιλεύουσαν εἴχετο, πολὺ δέος τοῖς ἐκ τῆς Ἄγαρ καταλιπών. προσδοκήσας δὲ ἐπιθήσεσθαι αὐτοῖς, κατὰ τὰ στενὰ λόχους ἐν τοῖς ἐπικαίροις ἀφεὶς πολλοὺς τῶν ἐλλοχώντων ἐζώγρησε. πρὸς ἅπερ Ἀβδελο- μέλερ ὁ τοῦ τόπου κατάρχων ἀπειρηκὼς πρέσβεις ἐκπέμψας ἀδείας καὶ εἰρήνης ἐδεῖτο τυχεῖν· οὗ τὴν δέησιν δεξάμενος ὁ βασιλεὺς σύμμαχον αὐτὸν τὸ ἀπὸ τοῦδε ἔσχε κατὰ τῶν ὁμοφύλων ἐθελοντήν. ἐκεῖθεν τὸν Ἀργέον διελθὼν πρὸς Καισάρειαν γενόμενος ἔκ τε Κολωνείας καὶ Μεσοποταμίας ἐπινικίους ἀγγελίας ἐδέξατο, κομισθέντων αὐτῷ λαφύρων καὶ αἰχμαλώ- των πολλῶν Κούρτων τε καὶ Σαρακηνῶν, οὓς ἅπαντας τῷ ξίφει ἀπεσκευά-

[Bas1.23.58] σατο. ἦν γὰρ προκαταπεπλησμένον τὸ στράτευμα λαφύρων καὶ αἰχμαλώ- των πολλῶν ἀπό τε Συρίας καὶ Τεφρικῆς, καὶ οὐκ ἐβούλετο καὶ τούτους ἔχειν δύσχρηστον παρακολούθημα. ἐν Μηδαείῳ δὲ γενόμενος καὶ τιμὰς διανείμας τοῖς ἀριστεῦσι καὶ πρὸς παραχειμασίαν ἐκπέμψας αὐτὸς εὔζωνος πρὸς τὴν βασιλεύουσαν ἔφθασε, καὶ κατὰ τὸ εἰωθὸς διὰ τοῦ πατριάρχου τὸν τῆς νίκης ἐδέξατο στέφανον καὶ παρὰ τοῦ πλήθους τὰς ἐπινικίους ᾠδάς.

[Bas1.24] Ἤδη δὲ τῆς Τεφρικῆς ἀπομαρανθείσης ἡ τῶν Ταρσιτῶν ἰσχὺς θάλλειν καὶ αὐξάνεσθαι ἤρχετο, καὶ πάλιν ἀπὸ τούτων αἱ τῶν Ῥωμαϊκῶν ὁρίων ἐσχατιαὶ δεινῶς ἐπιέζοντο. καθ' ὧν Ἀνδρέας ἐκεῖνος ὁ στρατηλάτης ὁ ἐκ Σκυθῶν πολλάκις ἠνδρίσατο, καὶ πολλοὺς τῶν εἰς προνομὴν ἐκ- τρεχόντων ἀνῄρει καὶ αἰχμαλώτους ἐλάμβανεν. ὃν ὁ βασιλεὺς πατρι- κιότητί τε ἐτίμησε καὶ εἰς τὴν ἀρχὴν τῶν σχολῶν προβιβάζει. τότε δὴ μᾶλλον ἀπὸ μείζονος ἐξουσίας τε καὶ δυνάμεως ὁ Ἀνδρέας ἐμφανέσι μάχαις πολλάκις πρός τε τοὺς ἀπὸ Μελιτηνῆς καὶ τοὺς ἀπὸ Ταρσοῦ παρετάξατο καὶ νενίκηκε. καί ποτε μετὰ φρυάγματος γράμματα πέμψαντος τῷ Ἀνδρέᾳ τοῦ ἀμηρεύοντος τῆς Ταρσοῦ βλασφημίας ἀνάπλεα, δηλοῦντα ὡς· ’ἴδω, εἴ σε ὁ τῆς Μαρίας ὠφελήσει υἱὸς καὶ αὕτη ἡ τοῦτον τεκοῦσα, ὅταν ἐξέλθω κατὰ σοῦ μετὰ τῆς περὶ ἐμὲ δυνάμεως,‘ τὸ λοίδορον γραμματεῖον οὗτος δεξάμενος τῇ εἰκόνι τῆς θεομήτορος ἀπεκρέμασεν, ἐπειπών· ’ἴδε, ὦ μῆτερ τοῦ λόγου τε καὶ θεοῦ, καὶ σύ, ὁ ταύτης υἱός τε καὶ θεός, οἷα ὠνείδισε καὶ ἐφρυάξατο κατὰ σοῦ καὶ τοῦ σοῦ περιουσίου λαοῦ ὁ βάρβα- ρος οὗτος καὶ ἀλαζών.‘ ταῦτα δὲ εἰπὼν ἄρας τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπῄει κατὰ Ταρσοῦ. καὶ δὴ κατὰ τὸ Ποδανδὸν γενόμενος, κἀκεῖ τοῖς ἐναντίοις συμμίξας τρέπεται φόνῳ πολλῷ τὸ τῶν βαρβάρων πλῆθος, πρότερον αὐτοῦ πεσόντος τοῦ ἀμηρᾶ. ὀλίγοι δέ τινες μόγις πρὸς Ταρσὸν ἀποσώζονται. θάψας δὲ τοὺς οἰκείους καὶ τοὺς πολεμίους εἰς ἕνα χῶρον συναγαγὼν καὶ μέγαν ποιησάμενος κολωνὸν εἰς στήλην καὶ τοῖς μετέπειτα πρὸς τὰ οἰκεῖα ὑπέστρεψε μετὰ λαφύρων καὶ αἰχμαλωσίας πολλῆς. ἔγραψε δὲ καὶ τῷ βασιλεῖ δηλοποιήσας τὴν νίκην.

[Bas1.25] Οἷα δὲ φιλεῖ ποιεῖν ὁ φθόνος, ἐνδιαβάλλουσιν οἱ πονηροὶ τὸν ἄνδρα πρὸς βασιλέα, καὶ ῥᾴδιόν οἱ κατασχεῖν λέγοντες τὴν Ταρσόν, ὁ δὲ μελλήσει καὶ ῥᾳθυμίᾳ προήκατο τὸν καιρόν. ὑφ' ὧν πολλάκις λεγομένων ἀναπεισθεὶς ὁ βασιλεὺς παραλύει τῆς ἀρχῆς τὸν ἄνδρα, καὶ ἀντ' ἐκείνου προβάλλεται τὸν Στυπειώτην λεγόμενον, τήν τε Ταρσὸν ἐξελεῖν ὑπισχνού- μενον καὶ ἄλλα πολλὰ φρυαττόμενον. ὃς αὐτίκα παραλαβὼν τὰς δυνάμεις ἦγε κατὰ Ταρσοῦ, μηδὲν στρατηγικὸν ἐννοήσας μηδ' εὐβουλίας ἐπάξιον. πλησίον δὲ γενόμενος τῆς Ταρσοῦ αὐλίζεται κατά τινα τόπον, ὃς Χρυσόβουλλον λέγεται, μήτε τάφρον ἀξιόλογον μήτε στρατοπεδείαν ὀχυρὰν προστησάμενος. ὃν κατανοήσαντες οἱ Ταρσεῖς ἀμελῶς διακείμενον ἐπιτίθενται τούτῳ νυκτὸς στρατηγήματι χρησάμενοι τοιούτῳ. ὀλιγαν- δροῦντες γὰρ ἐκ τῆς πρὸς τὸν Ἀνδρέαν ἥττης, καὶ μὴ ὄντες ἀξιόμαχοι πρὸς παράταξιν, ἵππους συναγαγόντες συχνοὺς καὶ βύρσας ξηρὰς ἐξάψαντες ἀπὸ τῶν ἱππείων οὐρῶν, ὑφ' ἓν παράγγελμα κατὰ πολλὰ τοῦ Ῥωμαϊκοῦ στρατοπέδου ἐπαφιᾶσι μέρη, ὄπιθεν δὲ αὐτοὶ ταῖς σάλπιγξι καὶ τοῖς τυμπάνοις ἐπιδουπήσαντες μέσον τοῦ χάρακος γυμνοῖς τοῖς ξίφεσιν εἰσεπήδησαν. ταραχῆς οὖν ἐμπεσούσης τῷ τῶν Ῥωμαίων στρατεύματι καὶ δειλίας, συνταραχθέντων ὁμοῦ καὶ τῶν ἀνδρῶν καὶ τῶν ἵππων καὶ ἀλλήλοις περιπιπτόντων, συνέβη τοὺς βαρβάρους κρατῆσαι καὶ φόνον ἄπειρον ἀπεργάσασθαι τῶν Ῥωμαίων, τῶν πλείστων δυσκλεῶς συμπατουμένων καὶ συμπνιγομένων ὑφ' ἑαυτῶν. οὕτω δὲ παραδόξως κρατήσαντες οἱ Ταρσεῖς καὶ τὴν Ῥωμαϊκὴν ἰσχὺν κατακόψαντες βαρβαρι- κοῖς ἀλαλαγμοῖς ἐπαιάνιζον.

[Bas1.26] Καὶ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οὕτως εἶχε, τὰ δὲ πρὸς ἑσπέραν ἄπεισι λέξων ὁ λόγος. καὶ τούτων γάρ, ὁμοίως τοῖς λοιποῖς, ἐπὶ πλέον ἀμεληθέντων ἐπὶ τῆς βασιλείας τοῦ Μιχαήλ, καὶ πάσης σχεδὸν Ἰταλίας, ὅση τῇ βασιλείᾳ Ῥωμαίων ἀνήκει, καὶ τῶν πλείστων τῆς Σικελίας ὑπὸ τῆς τῶν Καρχηδονίων δυνάμεως καταπολεμηθείσης καὶ ὑποφόρου τοῖς βαρβάροις γεγενημένης, ἔτι δὲ καὶ τῶν ἐν Παννονίᾳ καὶ Δαλματίᾳ καὶ τῶν ἐπέκεινα τούτων διακειμένων Σκυθῶν, Χωροβάτων φημὶ καὶ Σέρβων καὶ Ζαχλούβων Τερβουνιωτῶν τε καὶ Καναλιτῶν καὶ Διοκλητιανῶν καὶ Ῥεντανῶν, τῆς ἀνέκαθεν Ῥωμαίων ἐπικρατείας ἀφηνιασάντων καὶ αὐτονόμων καθεστηκότων, συνεπέθεντο μετὰ τοῦ καιροῦ καὶ οἱ ἀπὸ Καρχηδόνος Ἀγαρηνοί. καὶ ἄρχοντας ἐπιστήσαντες τόν τε Σολδάνον καὶ Σάβαν καὶ τὸν Καλφούς, ἐμπειρίᾳ πολεμικῇ διαφέρειν μεμαρτυρη- μένους τῶν ὁμοφύλων, ἓξ καὶ τριάκοντα πλοίων πολεμικῶν κατὰ Δαλμα- τίας στόλον ἀπέστειλαν, ὑφ' οὗ διάφοροι πόλεις ἑάλωσαν Δαλματῶν, οἷον ἥ τε Βούτομα, ἡ Ῥῶσα καὶ τὰ κάτω Δεκάτορα. προχωρούντων δὲ κατὰ νοῦν τῶν πραγμάτων τοῖς Ἀγαρηνοῖς, ἦλθον καὶ ὑπὸ τὴν τοῦ ὅλου ἔθνους μητρόπολιν, ἣ Ῥαούσιον λέγεται, καὶ ταύτην ἐπὶ χρόνον ἐπολιόρ- κουν πολύν, ἐκθύμως τῶν ἔνδον ἀγωνιζομένων. ἐπεὶ δὲ χρόνῳ ταλαιπω- ρούμενοι οἱ Ῥαούσιοι εἰς τὰς ἐσχάτας συνηλαύνοντο ἀπορίας, πέμπουσι πρέσβεις ὡς βασιλέα ὑπὸ τῆς ἀνάγκης στενοχωρούμενοι, ἐπαμῦναι παρακαλοῦντες τοῖς κινδυνεύουσιν ὑποχειρίοις γενέσθαι τῶν ἀρνητῶν τοῦ Χριστοῦ. μήπω δὲ τῶν πρέσβεων ἀφικομένων Μιχαὴλ μὲν ὁ βασιλεὺς θνῄσκει, καταλαμβάνουσι δὲ τὸν Βασίλειον οἱ πρεσβευταί. ὧν ἐπιμελῶς ἀκροασάμενος καὶ ὅλος τοῦ πάθους γενόμενος, στόλον ἐξαρτυσάμενος νεῶν ἑκατόν, καὶ ἄνδρα τούτοις ἐπιστήσας ἐμπειρίᾳ καὶ συνέσει τῶν πολλῶν διαφέροντα τὸν πατρίκιον Νικήταν καὶ δρουγγάριον τῶν πλωΐμων τὸν τὴν ἐπωνυμίαν Ὠορύφαν, κατὰ τῶν πολεμίων ἐκπέμπει. οἱ δὲ τῇ πολιορκίᾳ τοῦ Ῥαουσίου προσμένοντες Ἀγαρηνοὶ διά τινων αὐτομόλων μαθόντες τὴν πρὸς τὸν βασιλέα τῶν Ῥαουσίων πρεσβείαν, ἀπεγνωκότες δὲ καὶ τὴν σύντομον ἅλωσιν, τοῦτο δὲ καὶ τὴν ἐκ βασιλέως φοβηθέντες ἀφίξεσθαι μέλλουσαν βοήθειαν, λύουσι τὴν πολιορκίαν, κατὰ δὲ τὴν Ἰταλίαν, ἣ νῦν Λαγγοβαρδία ὠνόμασται, διαπεράσαντες τὸ κάστρον τῆς Βάρεως ἐξεπόρθησαν καὶ αὐτόθι κατασκηνώσαντες, καὶ τοῖς ἐγγίζουσι καθ' ἑκάστην ἐπιτιθέμενοι καὶ ἀεί τι προσλαμβάνοντες πᾶσαν τὴν Λαγγοβαρδίαν ἄχρι καὶ αὐτῆς σχεδὸν τῆς ποτε μεγαλοδόξου Ῥώμης ἐκράτησαν. τὸ δὲ γενόμενον ἐν Δαλματίᾳ παρὰ τῆς Ῥωμαϊκῆς ἐπικουρίας, καὶ τὰ προμνημονευθέντα γένη τῶν Σκυθῶν θεασάμενα, οἵ τε Χρωβάτοι καὶ Σέρβοι καὶ οἱ λοιποί, πρέσβεις πρὸς βασιλέα στέλλου- σιν ἀξιοῦντες ζεύγλῃ τῆς Ῥωμαϊκῆς ἐξουσίας ὑπεισελθεῖν. ὧν ὡς εὐλό- γου τῆς δεήσεως ἐπακούσας ὁ βασιλεὺς φιλανθρώπως αὐτοὺς προσε- δέξατο, καὶ πάντες τῇ Ῥωμαϊκῇ ἐπανῆλθον ἀρχῇ, δεξάμενοι ἄρχοντας τῶν οἰκείων καὶ ὁμοφύλων, τῶν δὲ περικαθημένων Ἀγαρηνῶν τὸ Ῥαού- σιον ἔτι περὶ τὴν Ἰταλίαν διατρεχόντων καὶ συνεχῶς κατατριβόντων αὐτήν, φροντίζων ὁ βασιλεὺς, ὅπως τούτους ἀποσκευάσηται, ἐπεὶ ἐγίνωσκε μὴ ἀξιόμαχον εἶναι τὸν μετὰ τοῦ Ὠορύφα στόλον, πρὸς Δολοῗχον, τὸν ῥῆγα Φραγγίας καὶ τὸν πάπαν Ῥώμης διαπρεσβεύεται, συνεπικουρῆσαι ταῖς ἑαυτοῦ δυνάμεσιν ἐξαιτῶν καὶ μετὰ τούτων κατὰ τῶν ἀθέων συμπαρατάξασθαι, καὶ τὰς ὀλίγῳ πρόσθεν μνημονευθείσας χώρας τῶν Σκλαβηνῶν κελεύσας συνεπιλαβέσθαι, τοῦ ἔργου καὶ τοὺς τοῦ Ῥαουσίου οἰκήτορας. ὧν ὁμοῦ πάντων γεγενημένων καὶ μεγάλης

[Bas1.26.51] ἀθροισθείσης δυνάμεως, ἐπεὶ καὶ ὁ Ῥωμαίων ναύαρχος ἐμπειρίᾳ στρατη- γικῇ ἐκεκόσμητο, θᾶττον ἡ Βάρις ἁλίσκεται. τὸν δὲ Σουλδάνον καὶ τὸν ὑπ' αὐτὸν λαὸν τῶν Ἀγαρηνῶν ὁ ἄρχων Φραγγίας ἀναλαβόμενος αἰχμαλώτους ἐπ' οἶκον ἀπήγαγε. καὶ ἡ μὲν κατὰ τὴν ἑσπέραν πρώτη στρατεία τῷ Βασιλείῳ τοιοῦτον πέρας ἐδέξατο.

[Bas1.27] Ὁ δὲ Σουλδάνος αἰχμάλωτος, ὡς εἴρηται, παρὰ τοῦ ῥηγὸς ληφθεὶς καὶ ἐν Καπύῃ ἀχθείς, ἐπὶ διετίαν ὅλην ἐνδιατρίψας οὐδέποτε παρά τινος ὤφθη γελῶν. ὁ δὲ ῥὴξ τῷ κατάφωρον αὐτὸν γελῶντα πεποι- ηκότι χρυσίου δόσιν κατεπηγγείλατο. προσήγγειλεν οὖν τίς ποτε τῷ ῥηγὶ γελῶντα τὸν Σουλδάνον θεάσασθαι, καὶ τούτου παρείχετο μάρ- τυρας. ὃν καλέσας ὁ ῥὴξ τὴν μεταβολὴν τοῦ γέλωτος ἐπυνθάνετο. ὁ δέ· ’ἅμαξαν‘, φησί, ’κατιδὼν καὶ τοὺς ταύτης κατανοήσας τροχούς, πῶς ὁ μὲν ταπεινὸς αἴρεται, ὁ δὲ μετέωρος ταπεινοῦται, καὶ ὡς εἰκόνα ταῦτα λαβὼν τῆς ἀσταθμήτου καὶ ἀβεβαίου τῶν ἀνθρώπων εὐδαιμονίας, ἐγέλασα, ἅμα μὲν ἐνθυμηθείς, πῶς ἐφ' οὕτως ἀβεβαίῳ πράγματι ἐπαι- ρόμεθα, ἅμα δὲ καὶ οὐκ ἀδύνατον οἰηθεὶς τὸ καὶ ἐμέ, ὥσπερ ἐκ μετεώρου γεγονότα ταπεινόν, οὕτω καὶ ἐκ τοῦ χαμερποῦς ἐνδέχεσθαι πάλιν ἀρθῆναι πρὸς μέγεθος.‘ τούτων ἀκούσας ὁ ῥὴξ καὶ ἔννοιαν τῶν οἰκείων λαβὼν συνετόν τε τὸν ἄνδρα λογισάμενος διά τε τὴν προηγησαμένην ἀρχὴν καὶ τὸ γῆρας καὶ τὸ εὐτυχίας τε ἅμα καὶ δυστυχίας πειραθῆναι, παρ- ρησίας τε μετεδίδου αὐτῷ καὶ συνδιαιτήσεως.

[Bas1.28] Ὁ δὲ δόλιος ὢν καὶ πανοῦργος μηχανὴν ῥάπτει κατὰ τοῦ ῥηγός, ἥτις τὸν μὲν ῥῆγα τῆς Καπύης ἐδίωξεν, ἑαυτῷ δὲ τὴν πρὸς τὰ οἰκεῖα ὑποστροφὴν ἐχαρίσατο. εἰδὼς γὰρ ὁ τοιοῦτος, ὡς αἱ δύο Ἰταλικαὶ πόλεις αὗται, ἥ τε Καπύη καὶ ἡ Βενεβενδός, οὐ πρὸ πολλοῦ προσκτη- θεῖσαι τῷ ῥηγὶ βεβαίαν οὐ φυλάττουσι τὴν πρὸς αὐτὸν πίστιν, ἀλλ' ἀεὶ τὴν ἐλευθερίαν φαντάζονται, οὐκ ἀγνοῶν δέ, ὅτι καὶ διὰ φροντίδος ἐστὶ τῷ ῥηγὶ ἡ τούτων βεβαία καὶ ἀσφαλὴς κατάσχεσις, πρόσεισι τῷ ῥηγὶ καί φησιν· ’ὁρῶν σε διὰ παντός, ὦ βασιλεῦ, μεριμνῶντα καὶ φροντίζοντα, πῶς ἂν ἀσφαλῶς καθέξεις τὰς Ἰταλικὰς ταύτας πόλεις, ἔρχομαι προσ- οίσων βουλήν. ἴσθι οὖν, ὦ γενναιότατε, ὡς οὐκ ἄλλως σοι ἀμετάπτωτος ἡ τῶν πόλεων τούτων κατάσχεσις ἔσεται, εἰ μὴ τοὺς προὔχοντας τού- των εἰς τὰ ἤθη μετοικίσεις τῶν Φράγγων. φύσει γὰρ τὸ ἀκουσίως δου- λούμενον ἀντέχεται τῆς ἐλευθερίας, καὶ καιροῦ λαβόμενον ἐκρήσσει τὸ σπουδαζόμενον.‘ τούτοις ἡσθεὶς τοῖς λόγοις ὁ ῥήξ, καὶ λυσιτελεῖν αὐτῷ οἰηθείς, ἐγνώκει οὕτω ποιεῖν. κλοιοὶ τοίνυν ἐχαλκεύοντο καὶ δεσμὰ λεληθότως, ὡς ἐπί τινι τάχα χρείᾳ κατεπειγούσῃ. οὕτω δὲ τὸν ῥῆγα εὐμηχάνως ὁ Σουλδάνος ἀνδραποδίσας πρόσεισι τοῖς ἐξάρχοις τῶν πολιτῶν (καὶ γὰρ δὴ καὶ τούτοις συνήθης ἐγένετο καὶ συνεχῶς ὁμιλῶν διετέλει), καί φησι πρὸς αὐτούς· ’ἀπόρρητόν τι ἐξενεγκεῖν βού- λομαι πρὸς ὑμᾶς, δέδοικα δέ, μὴ ἔκπυστον γενόμενον ἐμοί τε ὄλεθρον, καὶ ὑμῖν κίνδυνον προξενήσῃ.‘ τῶν δὲ διομοσαμένων ἐχεμυθήσειν καὶ ἀνέκφορον τηρῆσαι τὸ λαληθέν, τὸν ῥῆγα ἔφη βούλεσθαι πάντας ὑμᾶς πρὸς τὴν ἑαυτοῦ χώραν τῆς Φραγγίας σιδηροδεσμίους ἐκπέμψαι, ὡς οὐκ ἄλλως οὔσης αὐτῷ ἀσφαλοῦς τῆς τῶν ὑμετέρων διακρατήσεως πόλεων. τῶν δὲ ἐνδοιαζόντων καὶ μὴ πιστὰ τὰ λεγόμενα ἡγουμένων, ζητούντων δὲ σαφεστέραν τῶν μηνυμάτων κατάληψιν, λαβόμενός τινος τῶν ἀρχόντων ἀπῆλθεν εἰς τοὺς χαλκεῖς, καὶ διερευνᾶσθαι παρεκελεύετο, τίνα τὰ μετ' ἐπιτάσεως χαλκευόμενα· ἐπεὶ δὲ μάθοι, ὅτι ἁλύσεις εἰσὶ καὶ πέδαι, ἐπανελθὼν πληροφορίαν ἐδίδου τοῖς ἄρχουσιν εὐνοϊκῶς τὸν ἄνδρα λαλεῖν, καὶ τὰ λαλούμενα ἀληθῆ τυγχάνειν καὶ ταῖς ἡμῶν σωτή- ρια πόλεσι. πληροφορίαν οὖν λαβόντες οἱ ἄρχοντες καὶ σύνεδροι τῶν ῥηθεισῶν πόλεων τρόπον ἐζήτουν, ὅπως τὸν ῥῆγα ἀμύνωνται. καὶ δὴ πρὸς κυνηγέσιον ἐξελθόντος ποτὲ ἀποκλείουσι κατ' αὐτοῦ τὰς πύλας καὶ οὐκέτι συγχωροῦσιν αὐτῷ τὴν εἴσοδον. ὁ δὲ μηδὲν ἐκ τοῦ παρα- χρῆμα δυνάμενος διαπράξασθαι πρὸς τὴν ἑαυτοῦ ὑπενόστησε χώραν. πρόσεισιν οὖν τοῖς ἄρχουσιν ὁ Σουλδάνος τὴν χάριν τῆς μηνύσεως ἀπαιτῶν. ἡ δὲ ἦν τὸ ἀπολυθῆναι καὶ ἐλευθερίως συγχωρηθῆναι ἀπελ- θεῖν εἰς τὴν ἑαυτοῦ πατρίδα. ἀπολυθεὶς οὖν, ὡς τάχα εὐεργετήσας, καὶ εἰς Καρχηδόνα γενόμενος καὶ τὴν ἰδίαν ἀνακτησάμενος ἀρχήν, ἐκστρα- τεύει κατὰ Καπύης καὶ τῆς Βενεβενδοῦ. καὶ χάρακα πήξας ὀχυρὸν ἐνερ- γῶς ἐπολιόρκει τὰς πόλεις. στενοχωρούμενοι δὲ ὑπὸ τῆς πολιορκίας οἱ πολῖται διαπρεσβεύονται πρὸς τὸν ῥῆγα, συγγνώμην τε τῆς ἁμαρ- τάδος αἰτοῦντες καὶ συμμαχίαν ζητοῦντες. ἀλλὰ μεθ' ὕβρεως ἀποπέμ- πονται, ἐπιχαίρειν εἰπόντος τῇ ἀπωλείᾳ αὐτῶν. ἀπράκτων δὲ τῶν πρεσβευτῶν ἐπαναστρεψάντων διαπορούμενοι, καὶ μὴ ἔχοντες, ὅ τι καὶ δράσειαν, πιεζόμενοι δὲ δεινῶς καὶ ταῖς τῆς πολιορκίας ἀνάγκαις, στέλλουσιν ἄγγελον πρὸς Βασίλειον τὸν βασιλέα Ῥωμαίων, βοήθειαν ἐξαιτούμενοι. οὗτος δὲ τὴν πρεσβείαν δεξάμενος θᾶττον ἐκπέμπει τὸν πρεσβευτήν, θαρρεῖν παρεγγυήσοντα, ὡς μετὰ μικρὸν ἥξει τε αὐτοῖς ἀποχρῶσα βοήθεια καὶ τῆς ἀνάγκης αὐτοὺς ἐξελεῖται. ὑποστρέψας οὖν ὁ πρεσβευτὴς αἰχμάλωτος ἐγένετο τοῖς ἐχθροῖς. ὃν παραστησάμενος ὁ Σουλδάνος ’δυοῖν‘, ἔφη, ’προκειμένοιν ὁδοῖν ἔξεστί σοι τὴν ὠφελιμωτέραν ἑλέσθαι. εἰ μὲν γὰρ θέλεις τὴν σεαυτοῦ σωτηρίαν δωρεῶν τε τυχεῖν καὶ χαρίτων πολλῶν, λάλησον πρὸς τοὺς πέμψαντας ἐν ἐπηκόῳ, ὡς ἀπείρηται τῷ βασιλεῖ Ῥωμαίων ἡ πρὸς ὑμᾶς συμμαχία, καὶ σωθήσῃ. τῶν ἀληθινῶν δ' ἐπαγγελιῶν ἐχομένῳ σοι ἕψεται ταχύτατος θάνατος.‘ τοῦ δ' ἀγγελιαφόρου συνθεμένου τὸ θέλημα ποιήσειν τοῦ ἀμηρᾶ, ἐπεὶ ὡς ἀπὸ τόξου βολῆς τῷ τείχει προσήγγισαν, τοὺς πρώτους ὁ πρε- σβευτὴς παραγενέσθαι τῆς πόλεως ἐξῃτήσατο. καὶ δὴ παραγενομένων, τοιούτων πρὸς αὐτοὺς ἤρξατο λόγων· ’εἰ καὶ πρόδηλός μοι τυγχάνει ὁ θάνατος, ὦ πατέρες, καὶ τὸ ξίφος ἐν τῇ σφαγῇ, ἀλλ' ὅμως οὐκ ἀποκρύ- ψομαι τὴν ἀλήθειαν. αἰτῶ δὲ ἀποδοῦναί μοι τὴν χάριν εἰς τὰ ἐμὰ ἔκγονα καὶ τὴν σύνευνον. ἐγὼ γάρ, ὦ κύριοί μου, εἰ καὶ ταῖς τῶν πολεμίων κατέχομαι χερσίν, ἀλλά γε τὴν πρεσβείαν μου ἐξεπλήρωσα καὶ συν- τόμως προσδέχεσθε τὴν ἐκ τοῦ βασιλέως τῶν Ῥωμαίων βοήθειαν. διὸ στῆτε γενναίως. ἔρχεται γὰρ ὁ ῥυόμενος ὑμᾶς, εἰ καὶ μὴ ἐμέ.‘ οὗτος μὲν οὖν τοσαῦτα καὶ τοιαῦτα εἰπὼν εὐθέως ὑπὸ τῶν ὑπηρετῶν τοῦ Σουλ- δάνου τοῖς ξίφεσιν εἰς μικρὰ μέρη καὶ μόρια κατετμήθη. ὁ Σουλδάνος δὲ τὴν ἐκ τοῦ βασιλέως ἐλευσομένην βοήθειαν ὀρρωδήσας ἔλυσε τὴν πολιορκίαν καὶ οἴκαδε ὑπεχώρησεν. αἱ δὲ εἰρημέναι πόλεις τὸ ἀπὸ τοῦδε διετέλεσαν φίλαι καὶ σύμμαχοι καθεστῶσαι Ῥωμαίων. post Ῥωμ. add. ACEB: μόνην τὴν περιφανεστέραν τῆς Ἰταλίας πόλιν Ἰοντὸν ἐρεί- πιον θεὶς καὶ τὸν ἐν αὐτῇ λαὸν σὺν ἑαυτῷ λαβὼν εἰς Καρχηδόνα μετήγαγεν. ἀλλ' ὁ βασιλεὺς ἀντ' αὐτῆς ἑτέραν ἀνήγειρε περικλυζομένην θαλάσσῃ πάντοθεν, μόνην δὲ τὴν εἴσοδον ξηρὰν ἔχουσαν στενωτάτην λίαν καὶ μόνην παρεχομένην τοῖς εἰσιοῦσι τὴν δι' ἑαυτῆς πάροδον. ἐπεὶ δὲ καὶ οἰκητόρων ἔδει αὐτῇ, ἐκ τοῦ Πόντου ἀγαγὼν λαὸν ταύτην ἐνῴκισεν, ἐκ πόλεως Ἡρακλείας τοῦτον λαβών, Καλίπολιν ἐπονομάσας αὐτήν. ὅθεν καὶ Ῥωμαϊκοῖς ἔθεσι καὶ στολαῖς καὶ τῇ ἄλλῃ πάσῃ πολιτικῇ καταστάσει ἄγονται ἄχρι τῆς σήμερον.

[Bas1.29] Κατὰ τοῦτον τὸν χρόνον καὶ Ἐσμὰν ὁ τῆς Ταρσοῦ ἀμηρᾶς τῇ προηγησαμένῃ ἐπαιρόμενος νίκῃ τριάκοντα πλοῖα μέγιστα ἐξαρ-

[Bas1.29.3] τυσάμενος (κουμπάρια ταῦτα καλεῖν εἰώθασιν οἱ Σαρακηνοί) τῇ πόλει ἐπιτίθεται τοῦ Εὐρίπου. προγνόντος δὲ τοῦτο τοῦ βασιλέως ὁ στρατηγὸς τῆς Ἑλλάδος (ὁ Οἰνιάτης οὗτος ἦν) κελεύσει βασιλικῇ τὸν ἱκανὸν εἰς φυλακὴν τῆς πόλεως λαὸν ἀπὸ πάσης Ἑλλάδος εἰσή- γαγε καὶ τοῖς τείχεσι τὴν προσήκουσαν παρασκευὴν προσηνέγκα- το, πετροβόλα τε ὄργανα καὶ τοξοβόλα τεκτηνάμενος, καὶ ἁπλῷ λόγῳ μηδὲν τῶν δυναμένων ἀποσοβεῖν πολιορκίαν ἀμυντηρίων ἀπολιπών. ἐπεὶ δὲ κατέλαβε καὶ ὁ τῶν Ταρσέων στόλος καὶ τοῖς τείχεσιν ἤδη προσήγγιζε, καὶ βελῶν ἀφέσει συχνῶν ἀναστέλλειν ἠγωνίζετο τοὺς ἀπὸ τῶν τειχῶν ἀμυνομένους, θυμοῦ καὶ προθυμίας πλήρεις οἱ τοῦ Εὐ- ρίπου γενόμενοι τοῖς πετροβόλοις τῶν ὀργάνων καὶ τοῖς καταπελτικοῖς βέλεσι καὶ τοῖς τόξοις καὶ τοῖς ἐκ χειρῶν λίθοις ἀπὸ τῶν τειχῶν γεν- ναίως ἠμύνοντο, καὶ συχνοὺς τῶν βαρβάρων καθ' ἑκάστην ἀνήλισκον. ἐπιτηρήσαντες δὲ καὶ πνεῦμα ἐπίφορον ἐπαφήκασι τὰς ἑαυτῶν τριήρεις ταῖς ἐναντίαις, καὶ πολλὰς τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. πρὸς ἅπερ ἀμηχανῶν ὁ βάρβαρος καὶ εἰδώς, ὡς ἔφεσις καὶ ἔρως χρημάτων πολλοὺς παρασκευάζει καταφρονεῖν τοῦ θανάτου, ἀσπίδα μεγάλην πρὸ τοῦ χάρακος θεὶς καὶ χρυσίου ταύτην πεπληρωκὼς τοῦτο γέρας ἔφη δώσειν μετὰ καὶ παρθένων ἐπιλέκτων αἰχμαλωτίδων ἑκατόν, τῷ πρώτως ἐπι- βάντι τοῦ τείχους καὶ τοῖς ὁμοφύλοις τὴν νίκην βραβεύσαντι. ὅπερ οἱ ἐκ τῆς πόλεως θεασάμενοι, εὐθύς τε τὸν νοῦν τῶν πραττομένων κατα- νοήσαντες, παρακλητικοῖς τε λόγοις καὶ διεγερτικοῖς πρὸς ἀλκὴν ἑαυτοὺς παραθαρρύναντες, καὶ ὑφ' ἓν σύνθημα τὰς πύλας τῆς πόλεως ἀνοίξαν- τες ἀνδρείως κατὰ τῶν βαρβάρων ἐξώρμησαν. καὶ κατὰ τὴν πρώτην συμβολὴν καιρίαν δεξαμένου τοῦ ἀμηρᾶ πληγὴν καὶ πεσόντος, καὶ πολλῶν ἄλλων σὺν αὐτῷ ἀναιρεθέντων, οἱ λοιποὶ ἐτράπησαν πρὸς φυγήν. ἐπικειμένων δὲ τῶν διωκόντων μέχρι τῶν ὑπολοίπων νεῶν κατεσφάττοντο, καὶ φόνος ἐγένετο τῶν βαρβάρων πολύς. οἱ δὲ περι- λειφθέντες ὀλίγας πληρώσαντες τῶν νεῶν μετ' αἰσχύνης ἀπέφυγον πρὸς τὰ ἴδια. καὶ ὁ μὲν ἐκ τῆς Ταρσοῦ στόλος τοιοῦτον ἔσχε τὸ πέρας.

[Bas1.30] Ἕτερος δὲ πάλιν ἀπὸ τῆς Κρήτης ἀντηγείρετο στόλος. Σαὴτ γὰρ τοῦ Ἀπόχαψ ἀρχηγοῦ τῆς Κρήτης ὑπάρχοντος Φωτιός τις ἀνὴρ πολεμιστὴς καὶ δραστήριος παρ' αὐτοῦ κατὰ Ῥωμαίων ἐστέλλετο μετὰ ἑπτὰ καὶ εἴκοσι κουμπαρίων καὶ πλήθους μυοπαρώνων καὶ πεντηκον- τόρων, ἃς δὴ γαλέας κατονομάζειν εἰώθασιν, ὃς ἐξορμήσας ἐκ Κρήτης τὰς ἐν τῷ Αἰγαίῳ νήσους καὶ τὰς παραλίους κατεληΐζετο καὶ μέχρι τῆς ἐν Ἑλλησπόντῳ Προικοννήσου κατέλαβε, τὰ παρατυχόντα ἀνδραποδι- ζόμενός τε καὶ διαφθείρων. τούτῳ συναντήσας μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου ὁ πατρίκιος Νικήτας καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Ὠορύ- φας καὶ τοῦ Ῥωμαϊκοῦ στόλου κατάρχειν λαχὼν περὶ τὸ στόμα τοῦ Αἰγαίου παρὰ τὴν Καρδίαν, καὶ μάχην καρτερὰν συστησάμενος, εὐθὺς τὰ μὲν εἴκοσι τῶν Κρητικῶν σκαφῶν τῷ ὑγρῷ πυρὶ συγκατέφλεξε, καὶ τοὺς ἐν αὐτοῖς βαρβάρους μάχαιρα καὶ πῦρ καὶ ὕδωρ διεμερίσαντο. ὅσα δὲ τὸν ἐκ τῆς ναυμαχίας καὶ τὸν ἐκ τῆς θαλάσσης διέφυγον κίνδυνον, φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο.

[Bas1.31] Ἀλλὰ καίπερ οὕτως δεινῶς θραυσθέντες οἱ Κρῆτες οὐκ ἠγάπη- σαν ἠρεμεῖν, ἀλλὰ πάλιν τῶν κατὰ θάλασσαν ἀντείχοντο πραγμάτων καὶ λῃστρίδας ἐξαρτυσάμενοι ναῦς τὴν Πελοπόννησον καὶ τὰς κάτω- θεν αὐτῆς νήσους ἐλύπουν, τὸν ἄνωθεν ῥηθέντα Φώτιον ναύαρχον ἔχοντες. ἐξορμᾷ καὶ κατὰ τούτων ὁ τοῦ Ῥωμαϊκοῦ στόλου ἐξηγούμενος Νικήτας πατρίκιος ὁ Ὠορύφας, ἐπιφόρῳ δὲ καὶ αἰσίῳ χρησάμενος πνεύ- ματι δι' ὀλίγων ἡμερῶν καταλαμβάνει τὴν Πελοπόννησον καὶ τῷ λιμένι προσίσχει τῶν Κεγχρεῶν. μαθὼν δέ, ὅτι τὰ τῶν ἐχθρῶν σκάφη τὰ δυτικώτερα μέρη Πελοποννήσου ληΐζεται, Μεθώνην καὶ Πύλον καὶ Πάτρας καὶ τὰ προσεχῆ Κορίνθῳ χωρία, βουλὴν βουλεύεται συνετὴν καὶ σοφήν. ἰλιγγιάσας γὰρ περιοδεῦσαι τὴν Πελοπόννησον διά τε Ταινάρου καὶ Μαλεοῦ, καὶ χιλίων μιλίων μῆκος τηνάλλως ἀναμετρή- σασθαι καὶ τοῦ προσήκοντος ὑστερῆσαι καιροῦ, ὡς εἶχεν, εὐθὺς ἐν νυκτὶ διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ, πολυχειρίᾳ χρησάμενος, πρὸς τὴν ἐκεῖθεν θάλασσαν κατὰ τὸ ξηρὸν διαβιβάζει τὰς ναῦς. ἐμβιβάσας τε τὸν λαὸν ἐν αὐταῖς ἔργου εἴχετο. καὶ οὕτω μηδὲν πεπυσμένοις περὶ αὐτοῦ τοῖς πολεμίοις αἰφνίδιον ἐπιτίθεται καὶ τῷ παρ' ἐλπίδας δέει συγχέας καὶ συνταράξας αὐτῶν τοὺς λογισμοὺς οὐδὲ συστῆναι καὶ ἀλκῆς μνησθῆναι συνεχώρησεν, ἀλλ' εὐθὺς ἰδεῖν πρὸς φυγήν. τὰς μὲν οὖν πυρπολήσας, τὰς δὲ καταποντώσας τῶν πολεμίων νεῶν, καὶ τῶν βαρβάρων τοὺς μὲν ἀνελὼν τῷ ξίφει, τοὺς δὲ ὑποβρυχίους τῷ βυθῷ ποιησάμενος, καὶ τὸν τῶν νεῶν ἀρχηγὸν ἀνελών, τοὺς λοιποὺς δια- σκεδασθῆναι κατὰ τὴν νῆσον ἠνάγκασεν. αὐτὸς δὲ σαγηνεύων ὕστερον καὶ ζωγρῶν διαφόροις τιμωρίαις ὑπέβαλλε, τοὺς μὲν τὴν τῆς σαρκὸς δορὰν ἀφαιρούμενος, καὶ μᾶλλον τοὺς ἀρνησαμένους τὸ βάπτισμα τοῦ Χριστοῦ, τοῦτο παρ' αὐτῶν ἀφαιρεῖσθαι λέγων καὶ οὐδὲν ἴδιον, ἐκ δὲ τῶν ἱμάντας ἀπὸ τοῦ ἰνίου ἄχρι τῶν σφυρῶν μετ' ὀδύνης ἐξέλκων, ἄλλους σχοινίοις αἰωρῶν, εἶτα πρὸς λέβητας πίσσης καχλαζούσης μεστοὺς καθιμῶν, καὶ ἄλλους παντοίαις ἄλλαις κακῶν καθυποβάλλων ἰδέαις. καὶ ταῦτα διαπραξάμενος δέος εἰς αὐτοὺς ἐνέβαλε, καὶ ὀκνηροτέ- ρους ἐποίησε, μὴ κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐκστρατείας ἐκπέμπειν.

[Bas1.32] Καὶ ἄλλη δὲ δύναμις ναυτικὴ ἀπὸ τῆς ἑσπέρας ὥσπερ τις λαῖ- λαψ ἢ καταιγὶς κατὰ τῆς Ῥωμανίας ἐπήλασεν. ὁ γὰρ τῆς Ἀφρικῆς ἡγεμὼν παμμεγέθεις ναῦς ἑξήκοντα τὸν ἀριθμὸν κατασκευασάμενος κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐξώρμησε καὶ τὰ μεταξὺ ληϊζόμενος καὶ πολλὰ σώματα λαμβάνων αἰχμάλωτα ἄχρι Κεφαληνίας καὶ Ζα- κύνθου τῶν νήσων ἀφίκετο. εὐθὺς οὖν ὁ μετὰ τὸν Νικήταν τῶν ναυτι- κῶν κατάρχων δυνάμεων (Νάσαρ δὲ οὗτος ἦν) μετὰ δυνάμεως ἐκπέμ- πεται ἁδρᾶς τριήρων καὶ ἄλλων νεῶν ταχυναυτουσῶν. σύντομον δὲ τὸν ἔκπλουν ποιησάμενος οὗτος καὶ οὐρίῳ χρησάμενος πνεύματι δι' ὀλίγου χρόνου τὴν Μεθώνην κατέλαβε. θᾶττον δὲ ἐπιθέσθαι τοῖς πολε- μίοις διεκωλύθη ἀπὸ τοιαύτης αἰτίας. τῶν γὰρ ἐρετῶν οὐκ ὀλίγοι πρὸς τὸν κίνδυνον ἀποδειλιάσαντες κατ' ὀλίγους λαθραίως ἀπέφευγον. ὧν τῇ λειποταξίᾳ τὸ προσῆκον τάχος ἀφῃρέθη ὁ στρατηγός. οὐ γὰρ ἔκρινε δέον ἐμφρόνως κεκενωμένων αὐτοῦ τῶν σκαφῶν ἐπελθεῖν τοῖς ἐχθροῖς. μηνύει δὲ τὸ συμβὰν διὰ ταχυδρόμου τῷ βασιλεῖ. ὁ δὲ καὶ λόγου θᾶττον τοὺς λειποτάκτας ἐζώγρησε καὶ ποινὴν εἰς ἐκφόβησιν τῶν λοιπῶν τῷ δοκεῖν ἐπιτίθησι, κελεύσας νυκτὸς ἄνδρας τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῶν ἐν τῷ πραιτωρίῳ κατεχομένων Σαρακηνῶν ἀφελέσθαι τούτων τε ἀσβόλῃ τὰ πρόσωπα ἀλλοιῶσαι, κἀν τῷ ἱπποδρόμῳ τε ἀγαγεῖν, διὰ μαστίγων τε ἐπεξελθεῖν καὶ ἀτίμως ἐκπεμφθῆναι εἰς Πελο- πόννησον, ὡς τάχα πρωτουργοὺς τῆς φυγῆς, κἀκεῖσε ἀναιρεθῆναι, ὅθεν δὴ καὶ πεφεύγασιν. ὃ δὴ καὶ γέγονε, καὶ ἀνεσκολοπίσθησαν οἱ τριάκοντα Σαρακηνοί, ὡς δῆθεν οἱ λειποτάκται. καὶ φόβος ἐγένετο μέγας εἰς πάντα τὸν Ῥωμαϊκὸν στόλον, καὶ πᾶσαν μαλακίαν ἀπέθεντο καὶ τρυφήν, καὶ ἄγειν ταχέως πρὸς τοὺς πολεμίους παρεκάλουν τὸν ἡγεμόνα.

[Bas1.33] Ἐν τούτοις δὲ καὶ αὐτὸς τὸ λεῖπον τῆς στρατιᾶς ἀπὸ τῶν ἐκ Πελοποννήσου στρατιωτῶν ἀναπληρώσας καὶ τὸν στρατηγὸν τοῦ τόπου συνεργὸν προσλαβόμενος πρὸς ἐπίθεσιν εὐτρεπίζεται. τῶν δὲ Σαρακηνῶν κατωφρυωμένων ἤδη καὶ πολλὴν δειλίαν καταγνόντων

[Bas1.33.5] τοῦ Ῥωμαϊκοῦ στόλου διὰ τὴν πρόσθεν ἀργίαν, καὶ ἐπ' ἀδείας πολλῆς ἐξερχομένων ἀπὸ τῶν οἰκείων νεῶν καὶ τὰ προσπίπτοντα ληϊζομένων, ἐξαίφνης πλησίον αὐτῶν ἐφάνη ὁ τῶν Ῥωμαίων ναύαρχος καὶ σύνθημα δοὺς ἐπιτίθεται τοῖς πολεμίοις ἀπροόπτως ἐν τῇ νυκτί. καὶ μήτε συστῆναι, μήτε πρὸς ἀλκὴν τραπῆναι σχόντες καιρὸν ἀκλεῶς ἀπεσφάττοντο, καὶ αἱ νῆες πυρὶ μετὰ τῶν ἐπιβατῶν παρεδίδοντο. τὰς δὲ ληφθείσας ἀσινεῖς ὥσπερ ἀνάθημά τι ὁ στρατηγὸς Νάσαρ δίδωσι τῷ θεῷ, τῇ κατὰ Με- θώνην ἐκκλησίᾳ αὐτὰς ἀποχαρισάμενος. ὃν ἐπὶ τοῖς πεπραγμένοις ἐπαινέσας ὁ βασιλεὺς προσωτέρω χωρεῖν ἐκελεύετο. ἐπὶ τοῖς προτέροις οὖν προτερήμασι προθύμου τοῦ στρατοῦ τυγχάνοντος διαπεραιοῦται πρὸς Σικελίαν καὶ τὰς ἐνταῦθα πόλεις, ὅσαι τοῖς Καρχηδονίοις ὑπῆρχον ὑπόφοροι, ἐπιὼν ἐπόρθει καὶ κατεστρέφετο, καὶ φορτηγῶν νεῶν παμ- πόλλων ἐκράτησεν, ὧν ὁ φόρτος ἄλλα τε ἦν πολλὰ τῶν τιμιωτέρων καὶ δὴ καὶ ἔλαιον δαψιλές. ἐς τοσοῦτον δέ φασιν εὔωνον τότε γενέσθαι τὸ ἔλαιον, ὥστε ὀβολοῦ τὴν λίτραν πιπράσκεσθαι. περαιωθεὶς δὲ καὶ πρὸς τὰ τῆς Ἰταλίας μέρη ὁ αὐτὸς στόλος καὶ ταῖς ἐκεῖσε ἱππικαῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἑνωθείς, ὧν Προκόπιος ἡγεῖτο ὁ τοῦ βασιλέως πρωτοβεστιάριος καὶ Λέων πατρίκιος ὁ Θρᾳκῶν καὶ Μακεδόνων ἀρχη- γέτης, ὃν Ἀποστύπην ἐκάλουν, ἀξιέπαινα ἔργα εἰργάσατο. τόν τε γὰρ ἐξ Ἀφρικῆς πάλιν ἐξελθόντα στόλον ἐν τῇ νήσῳ ταῖς Στήλαις συγκυρή- σας κατεπολέμησε καὶ τὰ ὑπὸ τῶν Ἀγαρηνῶν κατεχόμενα φρούρια ἔν τε Καλαβρίᾳ καὶ Λογγιβαρδίᾳ πλὴν ὀλίγων τῆς βαρβαρικῆς χειρὸς ἠλευθέρωσε καὶ τῇ Ῥωμαϊκῇ ἐξουσίᾳ ἐπανεσώσατο. καὶ ὁ μὲν Νάσαρ καὶ ὁ μετ' αὐτοῦ Ῥωμαϊκὸς στόλος τοιούτων τροπαίων εὐμοίρησεν ἐκ θεοῦ καὶ μετὰ πολλῶν λαφύρων καὶ νικητικῶν στεφάνων ἐπανῆλθε πρὸς βασιλέα.

[Bas1.34] Αἱ δὲ κατὰ Λογγιβαρδίαν πεζικαὶ δυνάμεις οὐ πάντῃ τὴν βάσκανον διέφυγον νέμεσιν, ἀλλ' ἔργα μὲν ἀνδρικὰ καὶ λαμπρὰ διεπρά- ξαντο, ἐξ ἔριδος δὲ καὶ φιλονεικίας κατ' αὐτὸν συμπεσούσης τὸν ἀγῶνα ἀπολωλέναι συνέβη τὸν μείζονα στρατηγόν. τοῦ γὰρ Λέοντος κατά τι διενεχθέντος πρὸς τὸν Προκόπιον καὶ πρὸ τοῦ διαλλαγῆναι συμβολῆς γενομένης πρὸς τοὺς ἐχθρούς, συνέβη τὸν μὲν Ἀποστύπην μετὰ τῶν Θρᾳκῶν καὶ Μακεδόνων κατὰ τὸ δεξιὸν μέρος ἀγωνιζόμενον κρατεῖν τῶν ἐχθρῶν καὶ πολὺν φόνον ἐργάζεσθαι τῶν Σαρακηνῶν, κατὰ θάτερον δὲ τὸν Προκόπιον ἀντιταττόμενον, μετὰ τῶν Σκλαβηνῶν καὶ δυτικῶν ὑπὸ τῶν ἐναντίων πιέζεσθαι. μὴ πεμφθείσης δὲ παρὰ τοῦ συστρατήγου βοηθείας τῷ πονοῦντι διὰ τὴν προηγησαμένην φιλονει- κίαν, ἐνέκλινε πρὸς τροπὴν τὸ κατὰ τὸν Προκόπιον μέρος, καὶ αὐτὸς ἐκεῖνος ἀπεσφάγη ἡρωϊκῶς ἀγωνισάμενος καὶ κατ' αὐτὸν τὸν ἀγῶνα πεσών. ὁ δὲ Λέων θέλων τι καὶ ἕτερον ἀπεργάσασθαι λαμπρὸν καὶ τὸ ἐκ τῆς ἔριδος συσκιάσαι συμβὰν ἀτύχημα, τὸ οἰκεῖον στράτευμα λαβὼν καὶ τοὺς διασωθέντας ἐκ τῆς τροπῆς τῶν ταττομένων ὑπὸ τὸν Προκό- πιον συμπαραλαβών, τὸ Τάραντος κάστρον ἔτι παρὰ τῶν Ἀγαρηνῶν κατεχόμενον ἐξεπολιόρκησε καὶ πάντα τὸν ἐν αὐτῷ λαὸν ἐξηνδραπο- δίσατο, ἐξ ὧν τό τε στρατιωτικὸν ὠφέλησεν ἀποχρώντως καὶ τῷ βα- σιλεῖ προσήγαγε λάφυρα. ἀλλ' οὐκ ἐξιλέωσεν ἐν τούτοις τὸν βασιλέα, ἀλλὰ μαθὼν τὴν αἰτίαν τῆς τοῦ Προκοπίου σφαγῆς τῆς τε ἀρχῆς τοῦτον παρέλυσε καὶ ἐξόριστον κατὰ τὸ Κοτυάειον, ἔνθα τὴν οἴκησιν εἶχε, παρέπεμψε.

[Bas1.35] Βαϊάνου δὲ τοῦ πρώτου τῶν ἱπποκόμων αὐτοῦ καί τινων ἄλλων τῶν ἐξυπηρετησαμένων αὐτῷ γραφὴν καθοσιώσεως ἐνστησα- μένων κατ' αὐτοῦ, μαθόντες τοῦτο Βάρδας καὶ Δαβὶδ οἱ παῖδες αὐτοῦ τὸν μὲν Βαϊάνον ἀναιροῦσι, φοβηθέντες δὲ τὴν ἐκ βασιλέως ὀργὴν διὰ τὸ τόλμημα, ἀνειληφότες καὶ τὸν σφῶν πατέρα, ὥρμησαν πρὸς Συρίαν φυγεῖν. ὅπερ πυθόμενος ὁ βασιλεὺς ἀπέστειλε τὸν τῆς ἑταιρείας ἄρχοντα μετὰ καί τινων στρατιωτῶν, ἐντειλάμενος καταταχῆσαι καὶ κατασχεῖν αὐτούς. οἳ δὴ καὶ ἐπισπεύσαντες καταλαμβάνουσιν αὐτοὺς ἐν Καππα- δοκίᾳ συντόνως τὴν ἐπὶ Συρίαν ἐλαύνοντας. μέλλοντες δὲ κωλῦσαι τούτους προσωτέρω χωρεῖν εὗρον ἀνθισταμένους. καὶ συμπληγάδος γενομένης οἱ μὲν δύο παῖδες αὐτοῦ μαχόμενοι πίπτουσιν, αὐτὸς δὲ ζωγρίᾳ ληφθεὶς ἤχθη πρὸς βασιλέα καὶ τοῖς νόμοις ἐξεδόθη. καταψη- φισθεὶς οὖν ἐξεκόπη τὸν ἕνα τῶν ὀφθαλμῶν, ἀφῃρέθη δὲ καὶ τὴν μίαν τῶν χειρῶν, καὶ τὸ λοιπὸν ἐν μεσημβρίᾳ ἐξόριστος κατεγήρασεν.

[Bas1.36] Ἐν ᾧ δ' οὕτω κατὰ τὴν ἑσπέραν διὰ τῶν στρατηγῶν τῷ βασιλεῖ κατεπράττετο, οἱ ἐκ μεσημβρίας Ἄραβες σχολάζειν τὸν βασι- λέα νομίσαντες ἀνεθάρσησαν καὶ πάλιν τῶν κατὰ θάλασσαν ἅπτεσθαι πραγμάτων διέγνωσαν. ναῦς οὖν τεκτηνάμενοι κατά τε τὴν Αἴγυπτον καὶ τὰς ἐν Φοινίκῃ καὶ Συρίᾳ παραλίους πόλεις κατὰ Ῥωμαίων ἐκστρα- τεύειν διενοοῦντο, σκοποὺς πέμψαντες πρότερον, ἐφ' ᾧ μαθεῖν, πῶς ἔχει τὰ βασιλέως. οὐδ' ἀλαοσκοπίην εἶχεν ὁ βασιλεύς, ἀλλὰ πάντα διέγνωστο αὐτῷ τὰ ἐν Συρίᾳ πραττόμενα. ναυπηγήσας οὖν καὶ αὐτὸς στόλον ἀξιόμαχον συνεῖχεν ἐν τῇ βασιλίδι καὶ τὸ μέλλον ἐκαραδόκει. ἵνα δὲ μὴ ἀργὸς ὑπάρχων ὁ στόλος ἄτακτος γίνοιτο (τίκτει γὰρ κατὰ τὸν ποιητὴν οὐδὲν ἐσθλὸν εἰκαία σχολή), ἐν τῇ ἀνοικοδομῇ τοῦ κατὰ τὴν βασίλειον αὐλὴν ἐγειρομένου τότε ναοῦ εἰς ὄνομα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀρχιστρατήγων καὶ Ἠλιοῦ τοῦ Θεσβί- του διωρίσατο αὐτοὺς ὑπουργεῖν, ἑτοίμους ὄντας, ἵν', ὅταν ὑπερκύψῃ τῶν ὁρίων Συρίας ὁ στόλος, ἐμπαρασκεύους αὐτοὺς ἀποσταλῆναι πρὸς τὴν ἐκείνων ἀντιπαράταξιν. καὶ ὁ μὲν βασιλεὺς ᾠκονομήσατο οὕτως. ὁ δὲ τῶν Σαρακηνῶν σκοπὸς καταλαβὼν τὴν βασιλίδα καὶ πάντα εὐτρεπῆ κατιδὼν ἐπανελθὼν πρὸς τοὺς πέμψαντας, ὅσα εἶδεν, ἀπήγγει- λεν. οἱ δὲ καταπτήξαντες τὴν ἡσυχίαν ἠγάπησαν.

[Bas1.37] Καρχηδόνιοι δὲ πάλιν διὰ τὰς προηγησαμένας ἥττας δεδιότες, μή πως Ῥωμαϊκὸς στόλος κατὰ τῆς αὐτῶν ἐκπεμφθῇ χώρας, ναῦς ἱκανὰς ἐτεκτήναντο. ἦρος δὲ ἐπιλάμποντος, ὡς οὐδεμίαν δύναμιν ἐκ βασιλέως ἐκπεμφθεῖσαν ἐμάνθανον, ὑποτοπήσαντες πρὸς ἄλλους ἄσχολον εἶναι τὸν βασιλέα ἐκστρατεύουσι κατὰ Σικελίας, καὶ δὴ πρὸς τὴν πόλιν τὰς Συρακούσας προσσχόντες ταύτην ἐπολιόρκουν, καὶ τὰ ἐκτὸς ἐδῄουν τῆς χώρας καὶ ἐληΐζοντο. τοῦ δὲ στρατηγοῦ τῆς Σικελίας δῆλα ταῦτα θέντος τῷ βασιλεῖ, εὐθέως ἡ προευτρεπισθεῖσα ναυτικὴ δύναμις κἀν τῇ κτίσει τοῦ ναοῦ προσεδρεύουσα πρὸς Σικελίαν ἐκπέμπεται, Ἀδρια- νὸν τὸν πατρίκιον ἔχουσα ναύαρχον. ὃς τῆς βασιλίδος ἀπάρας, μὴ εὐθυπλοῶν δέ, μόλις κατῆλθεν εἰς Πελοπόννησον, κατὰ δὲ τὴν Μονεμ- βασίαν ἐν τῷ καλουμένῳ λιμένι τοῦ Ἱέρακος προσορμίσας ἐπίφορον ἐξεδέχετο πνεῦμα. ἐπὶ πολὺ δὲ χρονοτριβοῦντος αὐτοῦ κατὰ τὸν εἰρη- μένον λιμένα, καὶ μὴ βουλομένου κατὰ τὰς νηνεμίας εἰρησίᾳ χρῆσθαι, μηδὲ πρὸς ἐναντίον παραβάλλεσθαι κῦμα, τῶν Ἀγαρηνῶν σφοδρό- τερον ἐπικειμένων τῇ πολιορκίᾳ, συνέβη τὴν πόλιν ἁλῶναι καὶ τῶν ἐν αὐτῇ φόνον γενέσθαι πολύν, τοὺς δὲ λοιποὺς αἰχμαλωτισθῆναι, κατα- σκαφῆναι δὲ καὶ τὴν πόλιν, καὶ τοὺς ἐν αὐτῇ πυρποληθῆναι θείους ναούς, περιβόητον καὶ λαμπρὰν μέχρι τοῦδε γενομένην καὶ πολλοὺς βαρβαρικοὺς ἀποσεισαμένην πολέμους, ἐν ἀκαρεῖ δὲ χρόνου πᾶσαν ἀποβεβληκυῖαν τὴν εὔκλειαν. τοῦ δὲ συμβάντος αἴσθησιν ἔλαβεν ὁ Ἀδριανὸς τοῦτον τὸν τρόπον. τόπος ἐστὶ κατὰ τὴν Πελοπόννησον Ἔλος προσαγορευόμενος, διὰ τὸ συνηρεφὲς τῆς ἐκεῖσε ὕλης ταύτην λαχὼν τὴν προσωνυμίαν. ἐν τούτῳ τὸ τῶν Ῥωμαίων ηὐλίζετο ναυτι-

[Bas1.37.25] κόν. μιᾷ γοῦν τῶν νυκτῶν τῶν ἐκεῖσε ἐγκατοικούντων δαιμόνων πρὸς ἀλλήλους διαλεγομένων ἤκουσαν οἱ νομεῖς, ὡς ἑάλω τὴν χθὲς ἡμέραν Συράκουσα καὶ κατάσκαπται. ἐξ ἑτέρου δὲ πρὸς ἕτερον διαπορθμευο- μένου τοῦ λόγου ἔφθασε καὶ πρὸς Ἀδριανὸν τὸ διήγημα. ὁ δὲ τοὺς ποιμένας μετακαλεσάμενος καὶ πολυπραγμονήσας εὗρε τὰ ἀκουσθέντα τοῖς ἐκείνων ἐπιβεβαιούμενα λόγοις. βουληθεὶς δὲ καὶ αὐτήκοος γενέσθαι μετὰ τῶν ποιμένων ἐν τῷ τόπῳ γενόμενος καὶ δι' αὐτῶν ἐρώτησιν τοῖς δαίμοσι προσαγηοχὼς ἤκουσεν, ὡς ἤδη ἑάλω Συράκουσα. ἀδη- μονίᾳ δὲ καὶ λύπῃ ληφθεὶς πάλιν ἀνέφερε καὶ παρεμυθεῖτο ἑαυτόν, μὴ χρῆναι πιστεύειν κρίνων λόγοις δαιμονίων ἀπατηλοῖς. ἐσημειώσατο δὲ τέως τὴν ἡμέραν. καὶ μετὰ δεκάτην ἧκον αὐτάγγελοι τῶν φυγάδων τὸ γεγονὸς ἀτύχημα διηγούμενοι. ἀφ' ὧν πληροφορηθεὶς ὁ Ἀδριανὸς εὐθὺς ἀνεζεύγνυ, καὶ τὴν βασιλίδα ταχέως μετὰ τοῦ στόλου καταλαμ- βάνει, καὶ τῇ μεγάλῃ ἐκκλησίᾳ ἱκέτης προσέφυγεν. ἀλλ' οὐδὲν αὐτὸν εἰς παντελῆ ἀποφυγὴν ὤνησεν ἡ καταφυγή. ἐκεῖθεν γὰρ ἀποσπασθεὶς ἐξωρίσθη. ἀποστέλλεται δὲ Στέφανος ὁ τὴν προσηγορίαν Μαξέντιος ὁ Καππαδόκης μετά τε Θρᾳκῶν καὶ Μακεδόνων καὶ Καππαδοκῶν ἐπιλέ- κτων στρατηγὸς Λογγιβαρδίας. καὶ ταύτην καταλαβὼν καὶ διὰ ἀνανδρίαν καὶ τρυφὴν μηδὲν ἄξιον λόγου διαπραξάμενος παραλύεται τῆς ἀρχῆς.

[Bas1.38] Ἀποστέλλεται δὲ ἀντ' αὐτοῦ Νικηφόρος ὁ κατὰ τὸν Φωκᾶν προσαγορευόμενος, ἀνὴρ γενναῖός τε καὶ δραστήριος. ἐπήγετο δὲ μεθ' ἑαυτοῦ δύναμίν τε ἱκανὴν καὶ τάγμα Μανιχαίων, ἔξαρχον ἔχον τὸν τοῦ Χρυσόχειρος ἐκεῖνον Διακονίτζην. καταλαβὼν οὖν τὸν τόπον καὶ ταῖς μετὰ τοῦ Στεφάνου δυνάμεσιν ἑνωθεὶς πολλὰ καὶ ἀξιέπαινα κατὰ τῶν Σαρακηνῶν ἐστήσατο τρόπαια. πρῶτον μὲν γὰρ ἀντιταξαμένους ἐτρέψατο τοὺς ἐχθρούς, ἐχειρώσατο δὲ μετὰ ταῦτα καὶ τὴν πόλιν Ἀμαντίαν καὶ τὰς Τρόπας καὶ τὴν ἁγίαν Σεβηρίνην, καὶ μάχαις ἄλλαις πολλαῖς καὶ ἀντιπαρατάξεσι κατηγωνίσατο τοὺς ἀντιπάλους. καὶ τὰ μὲν ἐν τοῖς καιροῖς τοῦ Βασιλείου γεγονότα πολεμικὰ ἔργα τοιαῦτά τε καὶ τοσαῦτα.

[Bas1.39] Ὁ δὲ τὸν μέγιστον ἐν μάρτυσι Διομήδην κειμηλίοις πολυτι- μοτάτοις καὶ ἀναθήμασι λαμπροῖς λαμπρῶς κατεκόσμησε καὶ κτημάτων ἐπιδόσει εὐπροσόδων ἐφιλοτιμήσατο καὶ παντοίως ὑπερῆρε καὶ κατεπλού- τισε.

[Bas1.40] Καὶ τῆς Δανιηλίδος τὸν υἱόν, ὃν ἀδελφότητος συνδέσμῳ πνευ- ματικῆς ᾠκειώσατο, τῷ τῶν πρωτοσπαθαρίων ἐτίμησεν ἀξιώματι καὶ παρρησίας μεγίστης μετέδωκε. καὶ Δανιηλίδα τὴν γραῦν πρὸς ἑαυτὸν μετεστείλατο. ἥτις, ἐπεὶ μὴ οἵα τε ἦν ἔποχος ἵππῳ γενέσθαι, ἐπὶ σκίμπο- δος ἑαυτὴν ἀνακλίνασα καὶ τριακοσίους τῶν οἰκετῶν ἀπολέξασα νέους καὶ ἰσχυροὺς βασταζομένη τῆς πορείας εἴχετο, ἀμοιβαδὸν αἰρόντων τὸν σκίμποδα. καταλαβοῦσα δὲ τὴν βασιλίδα τῶν πόλεων, δοχῆς γενομένης, ὡς ἔθος, ἐν τῇ Μαγναύρᾳ, εἰσήχθη πρὸς βασιλέα ἐντίμως, εἰσαγαγοῦσα καὶ δῶρα πολυτελῆ· ὧν ἕκαστον διεξιέναι ἀπειροκαλίας γραφὴν παρεισά- γει. ἀποδεχθεῖσα δὲ ἀναλόγως τῆς προθυμίας καὶ ἐνδιατρίψασα κατὰ τὴν βασιλίδα, ἐφ' ὅσον αὐτῇ φίλον ἦν, πρὸς τὴν οἰκείαν χώραν ἀνθυ- πενόστησε. συνέβη δ' αὐτὴν καὶ πάλιν εἰσελθεῖν εἰς τὴν βασιλίδα. τοῦ γὰρ βασιλέως ἀποθανόντος καὶ τὴν ἀρχὴν τοῦ υἱοῦ αὐτοῦ Λέοντος διαδεξαμένου εἰσῆλθε πάλιν ἡ γραῦς μεθ' ὁμοίων τῶν δώρων, καὶ τοῦτον ἀσπασαμένη καὶ κληρονόμον τῆς ὑπάρξεως γράψασα κατελθοῦσα εἰς τὰ ἴδια μετὰ μικρὸν ἐτελεύτησεν. ἀλλὰ ταῦτα μὲν ὕστερον.

[Bas1.41] Βασίλειος δὲ ὁ βασιλεὺς καὶ τῶν θείων ναῶν πολλοὺς ὑπὸ τῶν προηγησαμένων κλόνων διαρραγέντας τε καὶ κατασεισθέντας, τινὰς δὲ καὶ τελέως καταβληθέντας, ἐπιμελείας ἠξίωσε, τοὺς μὲν ἐκ καινῆς ἀναστή- σας, τοῖς δὲ τὴν ἀσθένειαν ἐπιρρώσας, τοῖς δὲ κάλλος καὶ ὡραιότητα χαρισάμενος. πρῶτον μὲν γὰρ τῆς τοῦ θεοῦ μεγάλης σοφίας τὴν πρὸς δύσιν ἁψῖδα τὴν μεγάλην τε καὶ μετάρσιον εἰς πολλὰ διαρραγεῖσαν καὶ πεσεῖν κινδυνεύουσαν ἐμπειρίᾳ τεχνιτῶν περισφίγξας ἀσφαλῆ καὶ μόνιμον ἀπειργάσατο. ἐν ᾗ καὶ τὴν τῆς θεομήτορος εἰκόνα βρέφος ἠγκαλισμένην ἀνιστόρησε, καὶ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων παρ' ἑκάτερα ἀνεστήλωσε. καὶ τὰ λοιπὰ δὲ ῥήγματα καὶ τὰ σαθρώματα τῶν τοίχων ἐπηνωρθώσατο. παρεμυθήσατο δὲ καὶ τὰς προσόδους ἐλαττωθείσας, ἐνδείᾳ ἐλαίου τῶν ἱερῶν λύχνων ἀποσβεσθῆναι κινδυνευόν- των, δωρεᾷ μεγίστου κτήματος, ὃ προσαγορεύεται Μάνταια, τοῖς τε λύχνοις τὸ φῶς ἄσβεστον ἐχορήγησε καὶ τοῖς ὑμνοπόλοις τοῦ θείου ναοῦ δαψιλέστερον χορηγεῖσθαι ἐποίησε τὰ ὀψώνια ἐκ τῆς προσόδου τοῦ κτήματος. καὶ τὸν θεῖον δὲ τῶν ἁγίων μαρτύρων Σεργίου καὶ Βάκχου νεών, τῆς προτέρας εὐπρεπείας διαπεσόντα, οἷα τῶν ἐν αὐτῷ ἱερῶν εἰκόνων ἀποξεσθεισῶν, ἐξ ὅτου Ἰωάννης πατριάρχης ἐγεγόνει, ὁ τὴν ἡγουμενείαν τῶν ἐν αὐτῷ διενεγκὼν μο- ναχῶν, ἐπὶ Θεοφίλου τοῦ πάλαι βασιλεύσαντος, ὑπομνήσει Ἰγνατίου τοῦ ἡγια- σμένου πατριάρχου ἱεραῖς εἰκόσι κατεκόσμησε, περιποιησάμενος καὶ τἆλλα τὰ περὶ τοῦτον σαθρώματα. τοῦτον καλοῦσι μὲν τοῦ Ὁρμίσδου, ἐδομήθη δὲ ἐκ καινῆς κατὰ τὸ σχῆμα τῆς μεγάλης ἐκκλησίας ὑπὸ Ἰουστινιανοῦ τοῦ μεγάλου, καθὼς ἡ ἐν τῇ στεφάνῃ τῆς τοιαύτης ἐκκλησίας ἐπιγραφὴ μαρτυρεῖ, ἔχουσα οὕτως: ἄλλοι μὲν βασιλῆες ἐτιμήσαντο θανόντας ἀνέρας, ὧν ἀνόνητος ἔην πόνος. ἡμέτερος δὲ εὐσεβείην σκηπτοῦχος Ἰουστινιανὸς ἀέξων Σέργιον αἰγλήεντι δόμῳ θεράποντα γεραίρει Χριστοῦ παμμεδέοντος, τὸν οὐ πυρὸς ἀτμὸς ἀνάπτων, οὐ ξίφος, οὐχ ἑτέρη βασάνων ἐτάραξεν ἀνάγκη, ἀλλὰ θεοῦ τέτληκεν ὑπὲρ Χριστοῖο δαμῆναι, αἵματι κερδαίνων δόμον οὐρανόν. ἀλλ' ἐνὶ πᾶσι κοιρανίην βασιλῆος ἀκοιμήτοιο φυλάξοι, καὶ κράτος αὐξήσειε θεοστεφέος Θεοδώρης, ἧς νόος εὐσεβείῃ φαιδρύνεται, ἧς πόνος αἰεὶ ἀκτεάνων θρεπτῆρες ἀφειδέες εἰσὶν ἀγῶνες. καὶ τὸν θεῖον δὲ τῶν ἀποστόλων ναὸν τῆς προτέρας εὐπρεπείας δια- πεσόντα ἐρείσμασι καὶ ταῖς τῶν πεπονηκότων βοηθείαις κατοχυρώσας θῆκε νέον ἡβώοντα κατὰ τὴν ποίησιν. καὶ τὸν ἐν τῇ Πηγῇ δὲ τῆς θεο- τόκου ναὸν τὸ ἀρχαῖον ἀποβαλόντα κάλλος ἀνενεώσατο. καὶ τὸν ἕτερον τῆς θεοτόκου ναόν, ὃς τὸ Σίγμα κατονομάζεται, τέλεον ὑπὸ σεισμοῦ καταπεσόντα ἐκ βάθρων ἀνῳκοδόμησε καὶ ἑδραῖον καὶ ὡραιό- τατον ἢ πρότερον ἀπειργάσατο. καὶ τὸν ἐν Αὐρηλιαναῖς Στεφάνου τοῦ πρωτομάρτυρος ἄχρις ἐδάφους καταπεσόντα ἐκ θεμελίων ἀνήγειρε. καὶ τοὺς δύο δὲ τοῦ βαπτιστοῦ σηκοὺς ἔν τε τῇ Στροβιλαίᾳ καὶ Μακεδονιαναῖς, τὸν μὲν ἐκ βάθρων, τοῦ δὲ τὸ πλεῖστον ἀνῳκοδόμησε. καὶ τὸν τοῦ ἀποστό- λου δὲ Φιλίππου, καὶ τὸν πρὸς ἑσπέραν αὐτοῦ κείμενον τοῦ εὐαγγελιστοῦ Λουκᾶ, πτῶμα πεσόντας δεινὸν ἐκ βάθρων ἀνέκτισεν. ἐπεποιήσατο δὲ καὶ τὸ μέγα τέμενος Μωκίου τοῦ μάρτυρος καὶ τὸ ἄδυτον τούτου κατα- βληθὲν ἄχρι γῆς, ὡς καὶ τὴν ἱερὰν κατεάξαι τράπεζαν, ἐπιμελείας ἠξίωσε καὶ τοῦ πτώματος ἤγειρε. καὶ τὸν πλησιάζοντα δὲ τούτῳ Ἀνδρέου τοῦ πρωτο- κλήτου ναὸν πεσόντα εἰς τὸ ἀρχαῖον κάλλος ἀνήγαγε. καὶ τὸν τοῦ ἁγίου Ῥωμανοῦ καὶ τὸν τῆς ἁγίας Ἄννης ἐν τῷ Δευτέρῳ καὶ τὸν τοῦ μεγα- λομάρτυρος Δημητρίου καὶ τὸν τοῦ μάρτυρος Αἰμιλιανοῦ τὸν ἐν τῇ Ῥάβδῳ ἐκ παλαιῶν νέους εἰργάσατο. ἐπὶ τούτοις καὶ τὸν τοῦ ἁγίου Ναζαρίου καταπεσόντα ἀνέστησε. κἀν τοῖς ἐμβόλοις τοῦ Δομνίνου τὸν τῆς Χριστοῦ ἀναστάσεως καὶ Ἀναστασίας τῆς μάρτυρος περικαλλῆ ναὸν ἐπισκευάσας ἐλάμπρυνε, λιθίνην ἀντὶ ξυλίνης τὴν ὀροφὴν ἐργασά-

[Bas1.41.59] μενος. καὶ Πλάτωνος τοῦ μεγάλου ἐν μάρτυσι πεσόντα ἀνέστησε, καὶ τὸν ἐγγίζοντα τούτῳ τῶν καλλινίκων μαρτύρων ναὸν Ἑσπέρου τε καὶ Ζωῆς ἐπεποιήσατο. καὶ τὸν τοῦ μάρτυρος Ἀκακίου ἐν τῷ Ἑπτασκάλῳ πτῶσιν ἀπειλοῦντα ἐπισκευάσας τοῦ πτώματος ἥρπασε. παραπλησίως καὶ τὸν τοῦ προφήτου Ἠλιοῦ κατὰ τὸ Πετρίον λαμπρῶς ἀνεκτήσατο. ἀνήγειρε δὲ καὶ ἐκ καινῆς ἐν ταῖς βασιλείοις αὐλαῖς εἰς ὄνομα τοῦ δεσπότου Χριστοῦ καὶ τοῦ πρώτου τῶν ἀγγέλων Μιχαὴλ καὶ Ἠλιοῦ τοῦ προφή- του. ἔτι δὲ καὶ τῆς θεομήτορος καὶ Νικολάου τοῦ περιωνύμου ἐν ἱεράρχαις τὸν περικαλλῆ τουτονὶ ναόν, ὃν Νέαν ἐκκλησίαν κατονομάζουσιν, εἰς εὐπρέπειαν καὶ κάλλος καὶ ὡραιότητα μηδενὶ ἑτέρῳ ὑπερβολὴν ἢ σύγκρισιν καταλιμπάνοντα, προσόδους τε ἔταξεν ἱκανὰς εἴς τε φωταγωγίαν καὶ χρείαν τῶν δοξολογούντων. καὶ τί δεῖ διεξιόντα ἐπὶ πλέον μηκύνειν; αὐτὸ τὸ ἔργον τοῖς θεωμένοις παρίστησι τὴν οἰκείαν καλλονὴν καὶ πολυτέ- λειαν. καὶ ἄλλους δὲ πολλοὺς θείους ναοὺς ἐντὸς τοῦ παλατίου ἐδομήσατο, εἰς ὄνομα Ἠλιοῦ τοῦ προφήτου καὶ τοῦ μάρτυρος Κλήμεντος καὶ τοῦ σωτῆρος Χριστοῦ καὶ τοῦ ἀποστόλου Πέτρου καὶ τοῦ ἀρχιστρατήγου, ὧν τὴν ὡραιότητα παραστήσασθαι ποιητικὴ ἂν ἠτόνησε μεγαληγορία. πολλὰ δὲ κἀν τοῖς βασιλείοις ἀνέστησεν, ὡς ἄν τις εἴποι, βασιλείων βασίλεια. ταῦτα δὲ ἀριθμεῖσθαι οὐκ ἀναγκαῖον. ἔργον δὲ τούτου τοῦ βασιλέως καὶ ὁ λεγόμενος οἶκος τὰ Μάγγανα καὶ ὁ ἕτερος ὁ Νέος καλού- μενος. οὓς ἀπὸ τοιαύτης κατεσκεύασε προαιρέσεως. μὴ βουλόμενος γὰρ τὰ δημόσια πράγματα εἰς οἰκείας καταναλίσκειν χρείας τοὺς τοιούτους ἀνῳκοδόμησεν οἴκους, καὶ προσόδους ἐκ γεωργίας ἀπέταξεν αὐτοῖς ἱκανάς, ἀφ' ὧν ἡ βασιλικὴ πανδαισία αὐτοῦ τε καὶ τῶν ἀνὰ πᾶν ἔτος ὑπ' αὐτοῦ κεκλημένων ἄφθονον καὶ δικαίαν τὴν χορηγίαν ἔμελλεν ἔχειν ἀεί. ἐδομήσατο δὲ καὶ τὰ ἐν Πηγαῖς παλάτια καὶ τὰ ἐν τοῖς Ἱερείοις ἐκαλλωπίσατο, ἀνακαθάρας καὶ τὴν ἀπογαιωθεῖσαν κινστέρναν, ἣν Ἡράκλειος ὁ βασιλεὺς προσχώσας παράδεισον φυτῶν καὶ λαχάνων εἰργάσατο. ὅπερ ἐποίησε καὶ ἐν ταῖς οὔσαις ἐντὸς τοῦ παλατίου, τῇ τε πρὸ τῆς Μαγναύρας καὶ τῇ μεταξὺ Ἰουστινιανοῦ τρικλίνου καὶ τοῦ Λαυσιακοῦ. ὁ γὰρ εἰρημένος βασιλεὺς Ἡράκλειος παρὰ Στεφάνου τοῦ φιλοσόφου μαθών, τὴν γένεσιν αὐτοῦ πολυπραγμονήσαντος, ὡς ἐξ ὕδα- τος αὐτὸν δεῖ τελευτᾶν, τὰς τῶν κινστερνῶν, ὡς εἴρηται, προσχώσεις εἰργάσατο. τὰ ἐν τοῖς Ἱερείοις ἀποκαθάρας βασίλεια εἰς τὸ ἀρχαῖον σχῆμα ἀνήγαγε, καὶ ἀντὶ παραδείσου δοχεῖον ἀπειργάσατο ὕδατος ἀφθόνου καὶ διειδοῦς. ἐδείματο δὲ κἀν τῷ φόρῳ ναὸν περικαλλέστατον ἐπ' ὀνόματι τῆς θεοτόκου, ὡς ἂν ἔχοιεν αὐτὸν οἱ πραγματευόμενοι οἶκον προσευχῆς, ὁπότε ταῖς πραγματείαις ἐμβραδύνωσι. καὶ τὸν τοῦ ἁγίου Φωκᾶ δὲ ναὸν ἐν τῷ Στενῷ ἐπισκευάσας καὶ καλλωπίσας οἰκητή- ριον μοναχῶν ἀπετέλεσε, τάξας προσόδους ἱκανὰς εἰς διάρκειαν τῶν ἐν αὐτῷ ἀσκουμένων. ἀνεκαίνισε δὲ καὶ τὸν μέγαν τοῦ ἀρχιστρατήγου ναὸν τὸν ἐν τῷ Σωσθενίῳ ἤδη καταπεσόντα, καὶ εἰς τὸ φαινόμενον κάλλος μετήγαγε.

[Bas1.42] Πολλοὺς δὲ καὶ τῶν Ἰουδαίων δωρεῶν ἐπαγγελίαις καὶ δόσεσι καὶ δώρων ἀνταλλαγαῖς τοῦ θείου κατηξίωσε βαπτίσματος. καὶ τὸ τῶν Βουλγάρων δὲ γένος ἀρτιπαγὲς ὂν πρὸς θεοσέβειαν μοναχῶν ἀποστολῇ εὐλαβῶν καὶ ἱερέων ἀρετῇ κεκοσμημένων ἐβεβαίωσε πρὸς τὴν πίστιν. καὶ τοῖς Ῥῶς δὲ συμβάσεις θέμενος ἐν μετοχῇ γενέσθαι τοῦ σωτηρίου βαπτί- σματος αἴτιος γέγονε, πεμφθέντος αὐτοῖς καὶ ἀρχιερέως.

[Bas1.43] Ἀλλ' ἄξιον διηγήσασθαι καὶ τὸ γεγονὸς θαῦμα παρὰ τοῦ πεμφθέντος ἀρχιερέως. ἔτι γὰρ τῇ δεισιδαιμονίᾳ κατεχόμενος αὐτός τε ὁ ἄρχων καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ τὸ ἅπαν ἔθνος, καὶ σκοπούμενοι περί τε τῆς πρῴην αὐτῶν θρησκείας καὶ τῆς τῶν Χριστιανῶν πίστεως, εἰσκαλοῦσι τὸν ἄρτι πρὸς αὐτοὺς φοιτήσαντα ἀρχιερέα. ὃν ὁ ἄρχων ἐπηρώτα, τίνα τὰ παρ' αὐτοῦ καταγγελλόμενα καὶ αὐτοῖς διδάσκεσθαι μέλλοντα. τοῦ δὲ τὴν ἱερὰν τοῦ θείου εὐαγγελίου προτείναντος βίβλον, καί τινα θαύματα ἐξηγουμένου τῶν ὑπὸ τοῦ θεοῦ ἐν τῇ ἀνθρωπίνῃ ἐπιδημίᾳ τερατουργηθέντων, ’εἰ μή τι τῶν ὁμοίων τὸ πλῆθος‘, ἔφη, ’τῶν Ῥῶς καὶ ἡμεῖς θεασόμεθα, καὶ μάλιστα, ὁποῖον λέγεις ἐν τῇ καμίνῳ τῶν τριῶν παίδων γενέσθαι, οὐκ ἄν σοι ὅλως πιστεύσωμεν.‘ ὁ δὲ τῷ ἀψευδεῖ πιστεύσας λόγῳ τοῦ εἰπόντος ὅτι· ’ὃ ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, λήψεσθε,‘ καὶ ’ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, καὶ αὐτὸς ποιήσει, καὶ μείζονα τούτων ποιήσει‘, ἔφη πρὸς αὐτούς· ’εἰ καὶ μὴ ἔξεστιν ἐκπειράζειν κύριον τὸν θεόν, ὅμως, εἰ ἐκ ψυχῆς διεγνώκατε προσελθεῖν τῷ θεῷ, αἰτήσασθε, ὅπερ βούλεσθε, καὶ ποιήσει τοῦτο πάντως διὰ τὴν πίστιν ὑμῶν ὁ θεός, κἂν ἡμεῖς ἐσμεν ἐλάχιστοι καὶ ἀνάξιοι‘. οἱ δὲ εὐθέως ᾐτήσαντο τὴν τοῦ θείου εὐαγγελίου πυκτίδα ἐν τῇ παρ' αὐτῶν ἀνα- φθείσῃ ῥιφῆναι πυρκαϊᾷ, καὶ εἰ ἀβλαβὴς αὕτη τηρηθείη, προσελθεῖν καὶ αὐτοὺς τῷ παρ' αὐτοῦ κηρυσσομένῳ θεῷ. ἔδοξε ταῦτα, καὶ τοῦ ἱερέως πρὸς θεὸν τοὺς ὀφθαλμοὺς καὶ τὰς χεῖρας ἐπάραντος καί· ’δόξασόν σου τὸ ἅγιον ὄνομα, Ἰησοῦ Χριστέ, ὁ θεὸς ἡμῶν‘ εἰπόντος, ἐν ὀφθαλμοῖς τοῦ ἔθνους τουτουῒ ἐρρίφη εἰς τὴν κάμινον ἡ τοῦ ἁγίου εὐαγγελίου βίβλος. ἐφ' ὥρας δὲ ἱκανὰς τῆς καμίνου ἐκκαιομένης, εἶτα καὶ τέλεον μαρανθείσης, εὑρέθη τὸ ἱερὸν πυκτίον διαμεῖναν ἀπαθὲς καὶ ἀλώβητον, μηδεμίαν ὑπὸ τοῦ πυρὸς δεξάμενον λύμην. ὅπερ ἰδόντες οἱ βάρβαροι, καὶ τῷ μεγέθει καταπλαγέντες τοῦ θαύματος, ἀνενδοιάστως πρὸς τὸ βάπτισμα ηὐτο- μόλουν.

[Bas1.44] Κατὰ τοῦτον τὸν χρόνον Κωνσταντῖνος ὁ πρεσβύτερος τῶν τοῦ βασιλέως υἱῶν τὸν βίον ἐξέλιπε νόσῳ πυρεκτικῇ, πένθος ἀμύθητον καταλιπὼν τῷ πατρί· ἀλλὰ τοῦτο μὲν ὁ βασιλεὺς πράως ἤνεγκε, παρεμυ- θήσατο δὲ τὴν σύζυγον καὶ τὰ τέκνα.

[Bas1.45] Ἐναγόμενος δὲ παρὰ τῶν προϊσταμένων τοῦ δημοσίου ὁ βασιλεὺς ἐπόπτας εἰς τὰ θέματα ἐκπέμψαι, ὡς ἂν δυναμένων ἐκ τούτου τῶν δημοσίων συντελειῶν ἐπιδοῦναι, προσποιησάμενος ἀποδέχεσθαι τὴν ὑπόμνησιν, ἐκλέξασθαι καὶ εὐτρεπίσαι προσέταξε, καὶ αὐτῷ προσαγαγεῖν τοὺς μέλλοντας τὸ τοιοῦτον ἔργον ἐπιτελέσαι καλῶς. ἐπιλεξάμενος δ' ὁ γενικός, οὓς ἐδόκει διακονῆσαι πρὸς τὸ τοιοῦτον ἔργον ὀρθῶς, καὶ τὰς τῶν ἐκλεγέντων προσηγορίας εἰσαγαγών, πολλῆς ἐνομίσθη μέμψεως ἄξιος, εἰ τοιούτους οἴοιτο λειτουργοὺς ἔσεσθαι ἀξίους πρὸς τοιοῦτον λειτούργημα. τοῦ δὲ μὴ ἔχειν κρείττονας ἀνθυπενεγκόντος ἐν ὅλῳ τῷ πολιτεύματι, ὑπολαβὼν ὁ βασιλεύς· ’τὸ τῆς προκειμένης διακονίας ἔργον τοιοῦτον παρ' ἐμοὶ κρίνεται, ὥστε, εἴπερ οἷόν τε ἦν, αὐτὸν ἐμὲ πρὸς τὴν τούτου διοίκησιν ἐξελθεῖν. ἐπεὶ δὲ τοῦτό ἐστι καὶ ἀπρεπὲς καὶ ἀδύνατον, ἐξ ἀνάγκης ἐπὶ τοῖς δυσὶ τῆς πολιτείας μαγίστροις, οἳ καὶ χρόνῳ καὶ πείρᾳ καὶ ταῖς πολλαῖς ἐν τῷ μακρῷ βίῳ τῶν πολιτικῶν ἀρχῶν διοική- σεσιν, ἐν αἷς ἐξητάσθησαν, ἀκίβδηλον καὶ καθαρὸν τῆς ἀρετῆς ἐξενηνόχασι τὸ δοκίμιον, τὰς ἐλπίδας σαλεύων, καὶ τὴν διακονίαν ὑπὸ τούτων ἀνυσθῆναι δεόντως θαρρῶ. ἀπελθὼν οὖν‘, φησίν, ’αὐτὸς σὺ ἀπάγγειλον αὐτοῖς τὸ τῆς διακονίας εἶδος καὶ τὸ θέλημα τὸ ἐμόν. καὶ βουλομένων ἐξελθεῖν ἐπευδοκῶ καὶ αὐτός.‘ ὡς δ' ἀκούσαντες οἱ ἄνδρες ἦλθον εἰς ἔκπληξιν, καὶ τὸ γῆρας ἀνθ' ἱκετηρίας προὐβάλλοντο καὶ τοὺς προηγη- σαμένους ὑπὲρ τοῦ πολιτεύματος κόπους, καὶ παρενεχθῆναι ἐξ αὐτῶν τὴν

[Bas1.45.22] τοιαύτην ὑπηρεσίαν ἱκέτευσαν, ὑπέστρεψεν ἄπρακτος ὁ πεμφθεὶς καὶ τῷ βασιλεῖ τὰ παρ' ἐκείνων λαληθέντα ἀπήγγειλεν. ἅπερ ἀκούσας· ’εἰ τὸ ἐμὲ ἐξελθεῖν δοκεῖ εἶναι ἀδύνατον, παραιτοῦνται δὲ τὴν ὑπουργίαν καὶ οἱ λαμπρότατοι μάγιστροι, οὐδένα ἔχων τοῦ πράγματος διοικητὴν ἀξιόχρεων καταλειφθῆναι τοῦτο ἀνεπίσκεπτον βούλομαι. κρεῖττον γάρ‘, φησί, ’παρακερδαίνειν τινὰς ἀπὸ τῶν τοῦ δημοσίου μὴ καλῶς, ἢ κακῶς ὑποπτεύειν ζημίαν ὑποστῆναί τινα ἐπιτρίβουσαν αὐτὸν καὶ συμπνί- γουσαν. καὶ διὰ τοῦτο πάντα τὸν τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἔμεινεν ἀνεξίσωτος, ἢ φάναι μᾶλλον, ἐλεύθερος καὶ ἀδιάπρακτος ὁ ὑπὸ τὴν Ῥωμαϊκὴν ἐξουσίαν ἅπας τῶν ὅλων θεμάτων λαός.

[Bas1.46] Τοῦ πρεσβυτέρου δὲ τῶν υἱῶν τοῦ βασιλέως Κωνσταντίνου, ὡς εἴπομεν, τὸν βίον μετημειφότος, καὶ τοῦ φίλτρου καὶ τῶν ἐλπίδων ἐπὶ τὸν δεύτερον υἱὸν Λέοντα μεταπεσόντων, δεινῶς ὁ φθόνος ὁπλίζεται κατ' αὐτοῦ. καὶ ὅπως, τὰ ἑπόμενα δηλώσει τρανότερον. μοναχὸς ἦν τις τῶν πάνυ φιλουμένων καὶ πιστευομένων Βασιλείῳ τῷ βασιλεῖ, ἦν δὲ καὶ ἱερεύς, ὃν Σανδαβαρηνὸν κατωνόμαζον. ὃς εἰ καὶ παρὰ τοῦ βασιλέως ἐστέργετο, ἀλλ' οὐκ εἶχε παρὰ τοῖς ἄλλοις δόξαν χρηστήν, καὶ διὰ τοῦτο πολλάκις καὶ παρὰ Λέοντος τοῦ υἱοῦ τοῦ βασιλέως διεκωμῳδεῖτο, ὡς ἀπατεὼν καὶ γόης καὶ τὸν βασιλέα τῶν καθηκόντων ἐξάγων λογισμῶν καὶ εἰς ἃ μὴ δεῖ παρασύρων. ὑφ' ὧν δακνόμενος ἐκεῖνος τὴν ψυχὴν καὶ ἀνταμύνασθαι σπεύδων τὸν λυποῦντα φιλίαν ὑποκρίνεται πρὸς τὸν Λέοντα, καί ποτέ φησι πρὸς αὐτόν· ‘ἵνα τί, ὦ βασιλεῦ, νεανίας ἤδη ὢν καὶ παρὰ τῷ πατρί σου φιλούμενος, μὴ ἐπιφέρῃ ῥομφαίαν, ἢ μάχαιραν, ὅταν κατ' ἀγροὺς συνιππάζῃ σου τῷ πατρί, ἵνα καὶ αὐτῷ, εἰ κατὰ θηρίου χρείαν σχῇ, ἐπιδίδως; καὶ εἴ τι λαθραῖον πολλάκις κατ' αὐτοῦ ἐπιβού- λευμα γένηται, μὴ ἄνοπλος εὑρεθῇς, ἀλλ' ἔχῃς τι, μεθ' ὅτου δυνήσῃ τοὺς πατρικοὺς ἐχθροὺς ἀνταμύνασθαι;’ οὐχ ὑπειδόμενος δὲ τὸν δόλον ὁ Λέων, οὐδὲ συννοήσας τὴν μηχανὴν δέχεται τὴν συμβουλήν, καὶ μάχαιραν ἐντὸς τοῦ ὑποδήματος ἐπιφέρεσθαι πείθεται. γνοὺς δὲ ὁ Σανδαβαρηνὸς εἰς ἔργον χωρήσασαν τὴν αὐτοῦ σκευωρίαν, πρόσεισι τῷ βασιλεῖ καί φησι· ‘γνωστόν σοι ἔστω, ὦ βασιλεῦ, ὡς ἐπιβουλεύει τῇ ζωῇ σου ὁ σὸς υἱός. καὶ εἰ ἀπιστεῖς, ὅταν κατὰ θήραν ἐξίῃς, κέλευσον περιαιρεθῆναι τὰ πέδιλα τῶν ποδῶν αὐτοῦ καὶ εἰ εὑρεθείη ξίφος ἐπιφερόμενος, ἔσται πάντως ἡ ἐμὴ συμβουλὴ συμφέρουσα.’ ἐλέχθη ταῦτα, ἔξοδος κατηγγέλθη βασιλι- κή, συνεξῆλθεν ἅπαν τὸ εἰωθός, ἔξεισι καὶ Λέων ὁ τοῦ βασιλέως υἱός. καὶ κατά τινα τόπον γενόμενος ὁ βασιλεὺς προσποιεῖται χρείαν ἔχειν μαχαίρας, καὶ ἐπεζήτει ταύτην μετ' ἐπιτάσεως. μηδὲν οὖν τῶν ὑπονοου- μένων τῷ πατρὶ προειδόμενος ὁ υἱός, ἀπονήρως ἐφελκυσάμενος, ἣν ἐπεφέρετο μάχαιραν ἐπιδίδωσι τῷ πατρί. τούτου γενομένου αἱ μὲν τοῦ Σανδαβαρηνοῦ προσαγγελίαι εὐθὺς ἐπιστεύοντο, αἱ δὲ παρὰ τοῦ Λέοντος ἀπολογίαι μάταιοι καὶ κεναί. ὑποστρέψας οὖν ὁ βασιλεὺς εἰς τὰ βασίλεια πρὸς ὀργὴν κατὰ τοῦ υἱοῦ διανίσταται, καὶ ἔν τινι τῶν βασιλείων οἴκων, ὃς Μαργαρίτης κατονομάζεται, ἔμφρουρον τοῦτον πεποίηκεν, ἀφαιρεῖται δὲ καὶ τὰ τῆς βασιλείας παράσημα. διηρεθίζετο δὲ παρὰ τοῦ Σανδα- βαρηνοῦ καὶ τοὺς λύχνους ἀποσβέσαι τῶν ὀφθαλμῶν αὐτοῦ. ἀλλὰ τοῦτο μὲν ἐκωλύθη ποιῆσαι ὑπὸ τοῦ πατριάρχου καὶ τῆς συγκλήτου βουλῆς, τῆς εἱρκτῆς δὲ ὅμως εἶχεν ἐντός. χρόνου δὲ παραδραμόντος συχνοῦ καὶ πολλάκις τῆς συγκλήτου βουληθείσης διαπρεσβεύσασθαι περὶ τούτου, καὶ κατ' ἄλλην καὶ ἄλλην αἰτίαν ἄλλως καὶ ἄλλως κωλυομένης πρόφασις δίδοται εὔλογος, ἐξ ἧς ὡδηγήθησαν εἰς τὸ κατανύσαι τὰ σπουδαζό- μενα. ζῷον ἦν τι πτηνὸν ἐν κλωβῷ κατὰ τὰ βασίλεια αἰωρούμενον πρὸς θέαν καὶ τέρψιν τῶν θεωμένων καὶ ἀκουόντων (ψιττακὸς ὄνομα τῷ ζῴῳ), μιμηλὸν καὶ πολύφωνον. ὅπερ, εἴτε πρός τινων διδαχθέν, εἴτ' ἄλλως πως ἐξ αὐτομάτου πολλάκις ‘αἲ αἲ κῦρι Λέον’ ἐφθέγγετο. εὐωχίας δέ ποτε τελουμένης τῷ βασιλεῖ καὶ τῶν πρώτων τῆς βουλῆς συνεστιω- μένων αὐτῷ, καὶ τοῦ ὄρνιθος πολλάκις φθεγγομένου τὸ προρρηθέν, ἐπιστυγνάσαντες οἱ δαιτυμόνες τῆς εὐωχίας ἐπαύσαντο καὶ ἐπὶ συννοίας ἐκάθηντο. οἷσπερ προσσχὼν ὁ βασιλεὺς τὴν αἰτίαν τῆς ἀποχῆς τῶν βρωμάτων ἐπήρετο. οἱ δὲ δακρύων ὑποπλησθέντες τοὺς ὀφθαλμούς· ‘τίνα, ὦ δέσποτα’, εἶπον, ‘βρῶσιν φαγούμεθα, οὕτως ὑπὸ τῆς φωνῆς τοῦ ἀλόγου τούτου ὀνειδιζόμενοι, δοκοῦντες ἡμεῖς λογικοί τε καὶ φι- λοδέσποτοι, ὅτι αὐτὸ μὲν τὸ ἄλογον ζῷον τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τρυφῶντες λήθην τοῦ μηδὲν ἀδικήσαντος ἐλάβομεν δεσπότου. εἰ μὲν γὰρ ἀδικῶν ἐλέγχεται καὶ κατὰ τοῦ πατρὸς εὐτρεπίσας τὴν δεξιάν, αὐτόχειρες ἡμεῖς τούτου γενησόμεθα πάντες, τοῦ αἵματος αὐτοῦ μὴ λαμβάνοντες κόρον. εἰ δ' ἐφ' οἷς ἐνεκλήθη διαφεύγει τὸν ἔλεγχον, μέχρι τίνος ἡ συκοφάντις γλῶσσα κατ' αὐτοῦ δυναμοῦται;’ μαλαχθεὶς οὖν τοῖς τοιούτοις λόγοις ὁ βασιλεὺς τότε μὲν καθεσθῆναι τούτους προσέταξε, σκοπῆσαι δ' αὐτὸς περὶ τοῦ πράγματος ἐπηγγείλατο. μετ' οὐ πολὺ δὲ πρὸς τὴν φύσιν ἐπανελθὼν ἐξάγει τε τῆς φρουρᾶς καὶ εἰς ὄψιν ἄγει τὸν υἱὸν καὶ τὴν πένθιμον ἀμείβει στολὴν καὶ τὸ περιττὸν τῆς ἐν τῇ λύπῃ τραφείσης κόμης περιαιρεῖ καὶ τὴν προτέραν τῆς βασιλείας τιμὴν ἀποδίδωσιν.

[Bas1.47] Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ διαρροίας νόσῳ ἁλίσκεται, καὶ κατὰ μικρὸν τῇ τοιαύτῃ τηκεδόνι κατεμαραίνετο. διαθεὶς δ', ὡς ἐδόκει, τὰ τῆς βασιλείας, καὶ τὸν κληρονόμον καὶ διάδοχον γνώριμον ποιησάμενος τὸν βίον ἀπέλιπε, συμβασιλεύσας μὲν τῷ πρὸ αὐτοῦ Μιχαὴλ χρόνον ἕνα, ἑτέροις δὲ ἐννεακαίδεκα χρόνοις περὶ τὴν αὐτοκράτορα τῆς βασιλείας ἐνδιαπρέψας ἀρχήν. διαδέχεται δὲ τὴν ὅλην τῆς ἐξουσίας ἀρχὴν Λέων ὁ καθ' ἡλικίαν πρῶτος τῶν περιόντων υἱῶν.

[Leo6.t] ΛΕΩΝ Ο ΦΙΛΟΣΟΦΟΣ

[Leo6.1] Λέων δὲ τῶν ὅλων γενόμενος κύριος, τῶν ἄλλων τῶν συμβαλλο- μένων τῷ πολιτεύματι ὀλίγα ἢ τὸ παράπαν μὴ φροντίσας, τῷ θυμῷ δὲ σφαδᾴζων, καὶ τὴν παρὰ τοῦ Σανδαβαρηνοῦ κατ' αὐτοῦ συστᾶσαν σκευωρίαν ἔναυλον ἔχων, εὐθὺς διαναστῆναι ἔκρινε πρὸς ἐκδίκησιν, προκαταστησάμενος εὐλογοφανεῖς αἰτίας, ὡς ἂν δόξειε τὰ πραττόμενα μετ' εὐλόγου πράττεσθαι ἀφορμῆς, καὶ τὰ ἐμπόδια ἐκ μέσου περιελών. εἰδὼς γάρ, ὡς οὐκ ἄν τι δυνηθείη φλαῦρον ἐνδείξασθαι κατὰ τοῦ Σανδα- βαρηνοῦ, Φωτίου τὸν πατριαρχικὸν ἰθύνοντος θρόνον· προστήσεσθαι γὰρ αὐτοῦ γενναιότερον καὶ ἀντιλήψεσθαι ὑπετόπασε, καὶ μὴ συγχωρῆ- σαι τυραννικόν τι παθεῖν. καὶ γὰρ δὴ καὶ ἐφέρετο λόγος, ὡς αὐτὸς ὁ Φώτιος οἰκείῳ συγγενεῖ μνηστευόμενος τὴν βασιλείαν καὶ τῷ Σανδα- βαρηνῷ κοινολογησάμενος, καὶ δόξαν ἀμφοῖν μὴ ἄλλως ἐπιτυχεῖν τοῦ ἐφετοῦ, εἰ μὴ ὁ Λέων ἐκποδὼν γένοιτο, τὴν προειρημένην ἔρραψαν κατ' αὐτοῦ συκοφαντίαν. τοῦτον οὖν ἔγνω πρῶτον μετακινῆσαι τοῦ θρόνου, καὶ ταχέως ἐκπέμψας τὸν μάγιστρον Ἀνδρέαν τὸν στρατηλάτην, ἅμα τῷ μαγίστρῳ Ἰωάννῃ καὶ γεγονότι λογοθέτῃ τοῦ δρόμου τῷ Ἁγιο- πολίτῃ, κατὰ τὴν μεγάλην ἐκκλησίαν ἀνελθεῖν ἐν τῷ ἄμβωνι τῆς ἐκκλη- σίας προσέταξε, καὶ τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας πάντων εἰς ἐπήκοον ἀναγνόντας τοῦ θρόνου τοῦτον καταγαγεῖν, κἀν τῇ τῶν Ἁρμονιανῶν περιορίσαι μονῇ. κατὰ πόδας δὲ Στέφανον σύγκελλον, τὸν ἑαυτοῦ ἀδελφόν, ὁ βασιλεὺς πατριάρχην προβάλλεται, ὅτι μὴ τοῖς ζῶσιν ἠριθμεῖτο ὁ Ἡρακλείας, ὑπὸ Θεοφάνους χειροτονηθέντα τοῦ

[Leo6.1.23] πρωτοθρόνου. πέμψας δὲ διὰ ταχέων εἰς τὴν Εὐχάϊτα, τὸν Σανδαβαρηνὸν Θεόδωρον τὴν εἰρημένην ἐκκλησίαν πηδαλιουχοῦντα εἰσαγαγεῖν ὡς αὐτὸν προσέταξεν.

[Leo6.2] Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, τὸν στρατηλάτην Ἀνδρέαν καὶ ἄλλους συγκλητικοὺς πολλοὺς εἰς τὸ ἐν Χρυσοπόλει τοῦ Φιλιππικοῦ μοναστήριον ἐκπέμψας μετὰ κλήρου καὶ κηρῶν καὶ λαμπάδων καὶ ἀρωμάτων ἐξαγαγεῖν τοῦ τάφου τὸν ἀναιρεθέντα βασιλέα Μιχαὴλ διωρίσατο, ἐν κυπαρισσίνῳ τε λάρνακι καταθεῖναι, καὶ ἐντίμως καὶ βασιλικῶς περιστείλαντας ἐν τῇ πόλει εἰσαγαγεῖν κἀκεῖθεν μετὰ ᾠδῶν καὶ ὕμνων ἄχρι τοῦ ναοῦ τῶν ἁγίων ἀποστόλων προπέμψαι, ἑπομένων ἐκεῖσε καὶ τῶν τοῦ βασιλέως ἀδελφῶν Ἀλεξάνδρου καὶ Στεφάνου τοῦ πατριάρχου, καὶ ἐν λάρνακι καταθεῖναι μαρμαρίνῃ. ὃ καὶ ἐγένετο.

[Leo6.3] Προεβάλλετο δὲ καὶ Στυλιανὸν τὸν Ζαουτζᾶν μάγιστρον καὶ λογοθέτην τοῦ δρόμου. ἤδη γὰρ ἤρξατο πλησιάζειν τῇ αὐτοῦ θυγατρί, ζώσης ἔτι τῆς κατὰ νόμους συνεζευγμένης αὐτῷ γυναικὸς τῆς αὐγούστης Θεοφανοῦς, ἀκουούσης καὶ βλεπούσης τὰ γινόμενα, καὶ μηδαμῶς τῷ τῆς ζηλοτυπίας πάθει ἀναφλεχθείσης ποτέ.

[Leo6.4] Κατὰ πόδας δὲ παρελήφθη παρὰ τῶν Ἀγαρηνῶν καὶ ἡ κατὰ τὸ Χαρσιανὸν διακειμένη πόλις ἡ Ὑψηλή, καὶ ᾐχμαλωτίσθη ἅπας ὁ ἐν αὐτῇ λαός.

[Leo6.5] Ἐγένετο δὲ καὶ ἐμπρησμὸς κατὰ τὸ μεσημβρινὸν μέρος τῆς πόλεως, ἐν τῇ λεγομένῃ Σιδηρᾷ. ἔργον δὲ τούτου γέγονε καὶ ὁ ναὸς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ὃν τεφρωθέντα καὶ αἰθάλην γενόμενον ὁ βασιλεὺς αὖθις πολυτελῶς ἀνεκαίνισεν.

[Leo6.6] Εἰσήχθη δὲ καὶ ὁ Σανδαβαρηνὸς εἰς τὴν πόλιν, καὶ ὑπέθεντο τῷ βασιλεῖ Ἀνδρέας ὁ στρατηλάτης καὶ Στέφανος μάγιστρος, οἱ πολλὰ παρὰ τοῦ Σανδαβαρηνοῦ πρὸς Βασίλειον τὸν βασιλέα διαβληθέντες, ἐξετάσαι τὰ τῆς γενομένης κατ' αὐτοῦ τοῦ βασιλέως γραφῆς. διεβεβαιοῦντο δὲ καὶ δυνατὸν εἶναι ἐξελεγχθῆναι, ὡς βουλόμενοι Φώτιός τε ὁ πατριάρχης καὶ αὐτὸς ὁ Σανδαβαρηνός τινα τῶν τοῦ Φωτίου συγγενῶν εἰς τὴν βασιλείαν ἀναγαγεῖν τὸ μελετηθὲν ὑπεκρίναντο δρᾶμα. πεμφθέντες οὖν τινες πρὸς βασιλέως ἀγαγεῖν τόν τε Φώτιον καὶ τὸν Σανδαβαρηνὸν ἐν τοῖς παλατίοις τῶν Πηγῶν ἐκελεύσθησαν, ἰδίᾳ μέντοι ὥριστο φρουρεῖ- σθαι ἑκάτερον. ἐξετασταὶ δὲ καὶ διαγνώμονες τῶν κατ' αὐτῶν κινου- μένων αὐτός τε ὁ στρατηλάτης ἐπέμφθη Ἀνδρέας καὶ ὁ μάγιστρος Στέφανος καὶ ὁ μάγιστρος ὁ Ἁγιοπολίτης καὶ Κρατερὸς καὶ Γοῦβερ οἱ πατρίκιοι. ἀγαγόντες οὖν τὸν πατριάρχην Φώτιον καὶ ἐντίμως ἐπὶ θρόνου καθίσαντες, καὶ αὐτοὶ καθεσθέντες, τὴν ἐξέτασιν ἐποιοῦντο. καί φησιν ὁ στρατηλάτης πρὸς τὸν πατριάρχην· ‘γνωρίζεις, ὦ δέσποτα, τὸν μοναχὸν Θεόδωρον;’ ὁ δὲ· ‘μοναχοὺς οἶδα Θεοδώρους πολλούς. ποῖον δὲ Θεόδωρον λέγεις, οὐκ οἶδα.’ τοῦ δὲ Ἀνδρέου προσθεμένου τὴν τοῦ Σανδαβαρηνοῦ προσηγορίαν, ὁ πατριάρχης· ‘γινώσκω’, ἔφη, ‘τὸν ἄνδρα, ἐπίσκοπον τῶν Εὐχαΐτων ὑπάρχοντα.’ ἐνεχθέντος δὲ καὶ τοῦ Σανδα- βαρηνοῦ φησι πρὸς αὐτὸν ὁ Ἀνδρέας· ‘ὁ βασιλεύς σοι δηλοῖ, ποῦ εἰσὶ τὰ χρήματα καὶ τὰ πράγματα τῆς βασιλείας μου;’ ὁ δὲ ὑπολαβών· ‘παρ' ἐκείνοις, οἷς δέδωκε ταῦτα ὁ κατὰ τὴν ἡμέραν βασιλεύς. ἐπεὶ δὲ νῦν ἐπιζητεῖ ταῦτα ὁ ἄρτι κρατῶν, ἐξουσίαν ἔχει καὶ ζητεῖν ταῦτα καὶ λαμβάνειν.’ καὶ ὁ Ἀνδρέας· ‘εἰπὲ τέως, σὺ τίνα ἐβουλεύου βασιλέα ποιῆσαι, τῷ πατρὶ τοῦ βασιλέως ὑποτιθεὶς τοῦ οἰκείου παιδὸς ἐξορύξαι τοὺς ὀφθαλμούς; σὸν συγγενῆ, ἢ τοῦ πατριάρχου;’ ὁ δὲ ἐξώμνυτο μηδέν, ὧν κατηγορεῖται, εἰδέναι. καί φησιν ὁ μάγιστρος Στέφανος· ‘εἶτα, ὦ πολύτροπε καὶ μηχανορράφε, πῶς ἐμήνυσας τῷ βασιλεῖ ἐξελέγξειν περὶ τούτου τὸν πατριάρχην;’ καὶ ὅς, ὡς ἤκουσε τούτου τοῦ λόγου, εὐθέως ἐπιλαμβάνεται τῶν τοῦ πατριάρχου ποδῶν, ‘ὁρκίζω σε, δέσποτα, κατὰ τοῦ θεοῦ’, λέγων, ‘πρότερόν με καθαιρῆσαι, καὶ τότε γυμνὸν ἱερω- σύνης παραλαβέτωσαν καὶ κολαζέτωσαν ὡς κακοῦργον. οὐδὲν γὰρ τοιοῦ- τον σύνοιδα ἐμαυτῷ, οὔτε τῷ βασιλεῖ ἐμήνυσα.’ ὁ δὲ πατριάρχης ἀναλαμ- βάνων αὐτὸν καὶ τῶν ποδῶν ἀνιστῶν φησί· ‘μὰ τὴν ἐμὴν σωτηρίαν, κῦρι Θεόδωρε, ἀρχιεπίσκοπος εἶ καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι.’ θυμωθεὶς δὲ Ἀνδρέας ὁ στρατηλάτης· ‘καὶ οὐκ ἐμήνυσας δι' ἐμοῦ τῷ βασιλεῖ, ἀπατεὼν καὶ γόης, τὸν πατριάρχην περὶ τούτου ἐλέγξαι;’ ὁ δὲ καὶ πάλιν ἀπηρνεῖτο μηδὲν εἰδέναι. ὑποστρεψάντων δὲ τῶν ἀρχόντων καὶ τὰ λαληθέντα γνώριμα θεμένων τῷ βασιλεῖ, αὐτὸς τῷ θυμῷ φλεγμαίνων, καὶ πλέον διὰ τὸ μὴ κατὰ τοῦ πατριάρχου εὔλογον αἰτίαν εὑρεῖν, ἀποστείλας ἐμάστιξε τὸν Σανδαβαρηνὸν ἀπηνῶς καὶ ἐν Ἀθήναις ἐξώρισε, καὶ κατόπιν ἀποστείλας ἐτύφλωσε καὶ κατὰ τὴν ἕω μετέθηκε. μετὰ δὲ χρόνων πολλῶν παρολκὴν ἀνεκαλέσατο τοῦτον, καὶ σιτήσεις τούτῳ ἀφώρισεν ἀπὸ τῆς νέας ἐκκλησίας. ἐτελεύτησε δὲ μετὰ θάνατον Λέοντος, ἐπὶ Ζωῆς τῆς αὐτοῦ γυναικὸς καὶ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ βασι- λευόντων.

[Leo6.7] Τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Λέοντος Ἀγίων ὁ Λογγιβαρδίας δούξ, γαμβρὸς δὲ τοῦ ῥηγὸς Φραγγίας, τὸν θάνατον πυθόμενος Βασιλείου τοῦ βασιλέως ἀπέστη τῆς πρὸς Ῥωμαίους φιλίας καὶ πᾶσαν τὴν χώραν ὑφ' ἑαυτὸν ἐποιήσατο. τοῦτο γνοὺς ὁ βασιλεὺς τὸν πατρίκιον Κωνσταν- τῖνον, τὸν ἐπὶ τῆς αὐτοῦ τραπέζης, μετὰ τῶν δυτικῶν ἐκπέμπει κατ' αὐτοῦ θεμάτων. συμβολῆς δὲ γενομένης οἱ περὶ τὸν Κωνσταντῖνον ἡττήθησαν καὶ κατεκόπησαν, μόγις ἐκείνου περισωθέντος.

[Leo6.8] Κατὰ τοῦτον τὸν καιρὸν ἐγένετο καὶ ἡλίου ἔκλειψις περὶ ὥραν τῆς ἡμέρας ἕκτην, ὥστε καὶ ἀστέρας φανῆναι, ἀνέμων τε βιαία πνοὴ καὶ ἀστραπαὶ καὶ βρονταὶ φρικώδεις καὶ σκηπτοὶ καυσώδεις, ὑφ' ὧν καὶ ἄνδρες ἑπτὰ ἐν τοῖς ἀναβαθμοῖς τοῦ ἁγίου Κωνσταντίνου ἐν τῷ φόρῳ ἐκεραυνώθησαν.

[Leo6.9] Ἐπολιορκήθη δὲ καὶ ὑπὸ Σαρακηνῶν ἡ Σάμος, συμπαραληφθέντος καὶ τοῦ στρατηγοῦντος ἐν αὐτῇ Κωνσταντίνου πατρικίου τοῦ Πασπαλᾶ.

[Leo6.10] Ὁ δὲ βασιλεὺς τῷ πρὸς Ζωὴν τὴν θυγατέρα τοῦ Ζαουτζᾶ φίλτρῳ νικώμενος τιμᾷ τὸν ταύτης πατέρα βασιλεοπάτορα, αὐτὸς τὸ ἀξίωμα καινουργήσας μὴ πρότερον ὄν. ἡ γὰρ Ζωὴ μέγιστον ἐπὶ κάλλει καὶ εὐπρεπείᾳ τῷ τότε διαλάμπουσα συνέζευκτο μὲν ἀνδρὶ Θεοδώρῳ πατρικίῳ τῷ Γουνιαζίτζῃ, ἐκείνου δὲ δολοφονηθέντος φαρμάκῳ ἐπαλλα- κεύετο τῷ βασιλεῖ καὶ ζώσης τῆς αὐτοῦ γυναικός.

[Leo6.11] Τῷ δ' ἐπιόντι ἔτει Στέφανος ὁ τοῦ βασιλέως ἀδελφὸς καὶ πατριάρ- χης ἀπέλιπε τὴν ζωήν, καὶ προεχειρίσθη Ἀντώνιος ἀντ' αὐτοῦ πατριάρ- χης, ὁ τὴν ἐπωνυμίαν Καυλέας.

[Leo6.12] Καὶ τὰ μὲν κατὰ πόλιν ἐφέρετο οὕτως, Συμεὼν δ' ὁ τῶν Βουλγάρων ἄρχων τὰς πρὸς Ῥωμαίους σπονδὰς διαλύσασθαι σπεύδων πρόφασιν εὗρε τοιαύτην. δοῦλος ἦν εὐνοῦχος τῷ βασιλεοπάτορι Μουσικὸς καλού- μενος. οὗτος συμφιλιωθεὶς ἀνδράσιν ἐμπορικοῖς καὶ φιλοκερδέσι, βουλό- μενος κερδαίνειν αὐτούς, τῇ πρὸς τὸν Ζαουτζᾶν χρησάμενος παρρησίᾳ τὰς ἐκ Βουλγαρίας εἰσαγομένας πραγματείας εἰς τὴν πόλιν εὐθέως μετέστησεν ἐν Θεσσαλονίκῃ, καὶ τοὺς εἰρημένους ἐμπόρους τελώνας ἐκεῖσε κατέστησεν, οἵτινες κακῶς διετίθεσαν τοὺς τὰς πραγματείας μετιόν- τας Βουλγάρους, βαρέα εἰσπραττόμενοι τελωνήματα. τῶν δὲ Βουλγάρων ἀναγγειλάντων ταῦτα τῷ Συμεών, καὶ τούτου δῆλα τῷ βασιλεῖ κατα- στήσαντος, ἐπεὶ τῇ πρὸς τὸν Ζαουτζᾶν προσπαθείᾳ νικώμενος πάντα ὡς λῆρον ἡγήσατο καὶ οὐδεμιᾶς ἠξίωσεν ἐπιστροφῆς, μανεὶς ὁ Συμεών, καὶ ἄλλως, ὡς εἴρηται, πρόφασιν εὐπρόσωπον ζητῶν, αἴρει κατὰ Ῥωμαίων τὰ ὅπλα. ὅπερ ἀκούσας ὁ βασιλεὺς καὶ αὐτὸς ἀνθοπλίζεται, καὶ

[Leo6.12.15] Προκόπιον τὸν Κρηνίτην τὴν τοῦ στρατηλάτου μετιόντα λειτουργίαν λαῷ πολλῷ καὶ ἄρχουσι καθοπλίσας, δούς τε αὐτῷ καὶ Κουρτίκιον τὸν Ἀρμένιον, ἐκπέμπει κατὰ τοῦ Συμεών. συρραγέντων δ' ἐν Μακεδονίᾳ τῶν στρατευμάτων ἡττῶνται Ῥωμαῖοι, καὶ κατασφάττεται αὐτός τε ὁ Κρηνίτης καὶ ὁ Κουρτίκιος Ἀρμένιος καὶ ἄλλοι πολλοὶ τῶν κατασχεθέν- των ἀπὸ τῆς ἑταιρείας τοῦ βασιλέως, τοῦ Συμεὼν ἀποτεμόντος τὰς ῥῖνας καὶ εἰς τὴν πόλιν ἐκπεπομφότος πρὸς αἰσχύνην Ῥωμαίων. τῷ τοιούτῳ δὲ πάθει καὶ τῷ προπηλακισμῷ τοῦ Συμεὼν περιαλγὴς ὁ βασιλεὺς γενόμενος Νικήταν πατρίκιον τὸν τὴν ἐπωνυμίαν Σκληρὸν διὰ τοῦ Ἴστρου πρὸς τοὺς Τούρκους τοὺς καὶ Οὔγγρους καλουμένους ἀπέστειλεν, ἐφ' ᾧ περαιώσασθαι τὸν ποταμὸν καὶ τὴν Βουλγαρίαν τὸν ἐνόντα τρόπον λυμήνασθαι. ὁ δὲ τοῖς Τούρκοις συμμίξας καὶ πείσας κατὰ Βουλ- γάρων ὅπλα κινεῖν ὁμήρους τε λαβὼν εἰς βασιλέα ὑπέστρεψεν. ἀλλὰ δὴ καὶ αὐτὸς ὁ βασιλεὺς διά τε γῆς καὶ θαλάττης ἐγνώκει Βουλγάροις πολεμεῖν. διὰ μὲν οὖν θαλάσσης Εὐστάθιον ἐκπέμπει τὸν πατρίκιον καὶ δρουγγάριον, διὰ δὲ γῆς τὸν πατρίκιον Νικηφόρον τὸν Φωκᾶν, προ- βαλλόμενος αὐτὸν μετὰ τὸν Ἀνδρέου θάνατον δομέστικον τῶν σχολῶν. ὧν μέχρι Βουλγαρίας ἀφικομένων ὁ βασιλεὺς ἔτι τὴν εἰρήνην στέργων τὸν κοιαίστωρα Κωνσταντινάκιον ἐκπέμπει πρὸς Συμεών. ὃν οὗτος κατασχὼν τίθησιν ἐν φρουρᾷ, δολίως πρὸς αὐτὸν ἀφικέσθαι νομίσας. ἀσχολουμένου δὲ ἐπὶ τὸ στράτευμα τὸ περὶ τὸν Φωκᾶν τοῦ Συμεὼν οἱ Τοῦρκοι περαιωθέντες τὸν ποταμὸν πᾶσαν τὴν Βουλγαρίαν ἐληΐσαντο. ὅπερ ὡς ἠγγέλθη τῷ Συμεών, τὸν Φωκᾶν ἀφεὶς κατὰ τῶν Τούρκων ἐτράπετο. γλιχόμενοι δὲ καὶ αὐτοὶ συμπλακῆναι τοῖς Βουλγάροις περαιωθέντες τὸν Ἴστρον τούτοις προσβάλλουσι καὶ νικῶσι κατὰ κράτος, μόλις τοῦ Συμεὼν ἐν Δοροστόλῳ περισωθέντος, ὃ καὶ Δρίστρα καλεῖται. νικήσαντες οὖν οἱ Τοῦρκοι ᾐτήσαντο τὸν βασιλέα τοὺς κατασχεθέντας ὑπ' αὐτῶν αἰχμαλώτους ὠνήσασθαι. πρὸς ὃ καὶ κατανεύσας τοὺς πολίτας ἐξαπέστειλεν εἰς τὴν τούτων ἐξώνησιν. θραυσθεὶς οὖν ὁ Συμεὼν διὰ τοῦ δρουγγαρίου Εὐσταθίου τὸν βασιλέα ἱκέτευε περὶ τῆς εἰρήνης. πρὸς ἣν ὑπεῖξεν ὁ βασιλεὺς καὶ τὸν Χοιροσφάκτην Λέοντα ἐπὶ τῷ ποιήσασθαι ἐξαπέστειλε τὰς σπονδάς, καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Φωκᾶς καὶ ὁ δρουγγάριος ὑποστρέψαι μετὰ τοῦ λαοῦ ἐκελεύσθησαν. ὁ δὲ Συμεὼν ἀπελθόντα πρὸς αὐτὸν τὸν Χοιροσφάκτην Λέοντα ἐν εἱρκτῇ κατέσχε, μηδὲ λόγου αὐτὸν ἀξιώσας. ἐκστρατεύσας δὲ βαρεῖ στρατῷ κατὰ τῶν Τούρκων, μὴ δυνηθέντος τοῦ βασιλέως διὰ τὸ αἰφνί- διόν τε καὶ ἀπροσδόκητον βοήθειαν αὐτοῖς παρασχεῖν, αὐτούς τε ἐτρέψατο καὶ τὴν χώραν πᾶσαν κατέδραμε. γαυριῶν δ' ἐπὶ τῇ νίκῃ καὶ φρυαττόμενος ἔγραψε πρὸς τὸν βασιλέα, μὴ πρότερον ποιῆσαι εἰρήνην, πρὶν ἂν ἀπολήψεσθαι τοὺς αἰχμαλώτους Βουλγάρους. ἐπένευσε πρὸς τοῦτο ὁ βασιλεύς. ἦλθεν οὖν μετὰ τοῦ Χοιροσφάκτου Θεόδωρός τις οἰκεῖος ὢν τῷ Συμεών, καὶ παρειλήφει πάντας.

[Leo6.13] Ἐξόχως δὲ τὸν δομέστικον Νικηφόρον τὸν Φωκᾶν ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον ὁ βασιλεοπάτωρ Ζαουτζᾶς γαμβρὸν ἐσπούδαζε ποιῆσαι. ἀπαναινομένου δὲ πρὸς τοῦτο καὶ ὀργὴν ὑποπτεύοντος ἐκ βασιλέως θυμωθεὶς ὁ Ζαουτζᾶς καὶ αἰτίας κατ' αὐτοῦ ῥάψας παρέλυσε τοῦτον τῆς ἀρχῆς. προβαλλόμενος ἀντ' αὐτοῦ Κατακαλὼν μάγιστρον τὸν Ἀβίδηλαν. ἐπ' ὀλίγον δὲ σχολάσας ὁ Νικηφόρος στρατηγὸς τῶν Θρᾳκησίων προβάλλεται. ἀριστείας δὲ πολλὰς ἐν πάσαις ταῖς αὐτοῦ ἀρχαῖς διαπραξάμενος καὶ πολλὰ κατὰ τῶν Ἀγαρηνῶν καὶ ἄλλων ἐθνῶν στήσας τρόπαια τελευτᾷ τὸν βίον ἐν γήρει βαθεῖ, δύο παῖδας καταλιπὼν Βάρδαν καὶ Λέοντα.

[Leo6.14] Ὁ δὲ βασιλεύς, μὴ θελήσαντος τοῦ Συμεὼν τὰς σπονδὰς ἐκπληρῶ- σαι, ἔγνω δεῖν αὐτὸν καταπολεμῆσαι καὶ τελείῳ ἀφανισμῷ παραδοῦναι. διορισάμενος τοίνυν πάντα περαιωθῆναι τὰ τῆς ἀνατολῆς θέματά τε καὶ τάγματα, παρασκευάσας δὲ καὶ τὰ δυτικὰ καὶ ἄλλον οὐκ ὀλίγον λαόν, ἐκπέμπει κατὰ τοῦ Συμεών, ἔξαρχον αὐτοῖς ἐπιστήσας καὶ ἡγεμόνα τὸν δομέστικον τῶν σχολῶν Κατακαλών, συνεπόμενον ἔχοντα καὶ τὸν πατρίκιον Θεοδόσιον καὶ πρωτοβεστιάριον. ἐρχομένῳ τοίνυν τῷ Συμεὼν συναντῶσι κατὰ τὸ Βουλγαρόφυγον, καὶ πολέμου κροτηθέντος τρέπονται Ῥωμαῖοι, καὶ πολὺς ἐγένετο φθόρος, ἀπώλετο δὲ καὶ αὐτὸς ὁ πρωτο- βεστιάριος, αἰσχρῶς τοῦ δομεστίκου μετ' ὀλίγων τινῶν ἐν τῷ Βουλγαρο- φύγῳ περισωθέντος.

[Leo6.15] Ἀπελθόντος δὲ τοῦ βασιλέως ἐν τοῖς λεγομένοις ἀγροῖς τοῦ Δα- μιανοῦ μετὰ Ζωῆς τῆς τοῦ Ζαουτζᾶ, καὶ δόξαν αὐτῷ μεῖναι ἐκεῖ, ἐπιβου- λὴν συνεστήσαντο κατ' αὐτοῦ ὁ τοῦ Ζαουτζᾶ υἱὸς Λέων, Χριστοφόρος ὁ Τζάντζης καί τινες ἄλλοι. τῆς δὲ Ζωῆς τὸν θροῦν ἐνωτισθείσης ὁ βασι- λεὺς διϋπνίσθη, ἐν πλοίῳ τε εἰσελθὼν εὐθὺς ἀπὸ Πηγῶν διεπέρασε κατὰ τὰ βασίλεια. καὶ Ἰωάννην μὲν τὸν τῆς βίγλας δρουγγάριον διεδέξατο ὡς ῥᾴθυμον τάχα περὶ τὴν ἑαυτοῦ φυλακήν, τὸν δὲ Ζαουτζᾶν ἀπεστρέφετο μέχρι τινός, ἕως οὗ Λέων ὁ μάγιστρος, ᾧ Θεοδοτάκης ἐπώνυμον, φίλος ὢν ἀμφοῖν, τούτους κατήλλαξε.

[Leo6.16] Τῆς δὲ αὐγούστης Θεοφανοῦς τελευτησάσης στέφει Λέων ὁ βασιλεὺς Ζωὴν τὴν θυγατέρα τοῦ Ζαουτζᾶ καὶ εὐλογεῖται παρά τινος κληρικοῦ τοῦ παλατίου. καὶ ὁ μὲν εὐθὺς καθῃρέθη, ἡ δὲ μετὰ τὴν ἀνα- γόρευσιν ἔτος ἓν καὶ μῆνας ὀκτὼ ζήσασα ἐτελεύτησε. λάρνακος δὲ ἑτοι- μαζομένης, ὥστε τὸ ταύτης ἀποτεθῆναι σῶμα, γράμματα εὑρέθησαν ἐν αὐτῇ ἐγκεκολαμμένα οὑτωσὶ διεξιόντα· ‘θυγάτηρ Βαβυλῶνος ἡ ταλαί- πωρος.’

[Leo6.17] Βασίλειος δὲ ὁ ἐπείκτης τοῦ βασιλέως, ἀνεψιὸς ὢν τοῦ Ζαουτζᾶ, μελετῶν κατὰ τοῦ βασιλέως τὸ ἀπόρρητον ἐκοινώσατο Σαμωνᾷ κου- βικουλαρίῳ τῷ ἐξ Ἀγαρηνῶν, πίστεις λαβών, ὡς ἀνέκφορον διαφυλάξει τὸ μυστήριον. δόντος δὲ πίστεις ἐξέφηνεν αὐτῷ πάντα τὰ βουλευόμενα. ὁ δὲ εὐθέως ἐξιππασάμενος ἄπεισι πρὸς τὸν βασιλέα, καὶ ἰδίᾳ παραλα- βὼν αὐτόν· ‘θέλω τί σοι εἰπεῖν, ὦ βασιλεῦ, ὅπερ ἐμοὶ μὲν ῥηθέν, σοὶ δὲ σιωπηθὲν θάνατον προξενεῖ.’ καὶ διεξῆλθε πᾶσαν τὴν τοῦ Βασιλείου ἐπιβουλήν. τοῦ δὲ βασιλέως διαπιστοῦντος, ὁ Σαμωνᾶς πληροφορῆσαι τοῦτον βουλόμενος δύο τινὰς τῶν οἰκειοτάτων ἐξαποστεῖλαι πρὸς τὴν αὐτοῦ οἰκίαν ᾐτήσατο, ἀξιώσας ἐν ἀποκρύφῳ στῆναι τούτους, ὁπηνίκα ὁ Βασίλειος ἀφίκηται πρὸς αὐτόν, κἀπειδὰν οὗτος παραγένηται καὶ ὁμιλῶσιν ἀλλήλοις, τὰ λεγόμενα παρ' ἀμφοῖν ἀπογράφεσθαι. ἐδέξατο τὸν λόγον ἡδέως ὁ βασιλεύς, καὶ πέμπει Χριστοφόρον τὸν πρωτοβε- στιάριον καὶ Καλοκυρὸν ἕνα τῶν ἑαυτοῦ προκοίτων, οἵπερ ἐν τῇ κατα- γωγῇ γενόμενοι τοῦ Σαμωνᾶ κἀκεῖσε κρυβέντες προσέμενον τὸ μέλλον. ἀπατηθέντος δὲ τοῦ Βασιλείου καὶ παραγενομένου πρὸς τὸν Σαμωνᾶν, τῆς διαλέξεώς τε χώραν λαμβανούσης, ἐκφαυλιζομένων δὲ καὶ τῶν ἀπορρήτων, οἱ παρὰ τοῦ βασιλέως πεμφθέντες τὰ λεγόμενα ἀπεγρά- φοντο, καὶ τελευταῖον ἐκείνους ἀριστῶντας καταλιπόντες κρυφίως τε ὑπεξελθόντες ἀπῆλθον πρὸς βασιλέα τὰ γραφέντα κομίζοντες. ἀναγνοὺς δὲ ταῦτα τὸν μὲν Βασίλειον παραυτίκα εἰς Μακεδονίαν ἀπέστειλεν, ἐπὶ διανομῇ τάχα ψυχικῶν τῆς θείας αὐτοῦ Ζωῆς, κατέσχε δὲ καὶ τὸν τῆς βίγλας δρουγγάριον διὰ τοῦ Στυπειώτου, ὑπεξήγαγε δὲ καὶ τῆς πό- λεως Νικόλαον τὸν ἑταιρειάρχην. εἶτα ἀγαγὼν ἀπὸ Μακεδονίας τὸν Βασίλειον καὶ ἀνακρίνας ἐν μέσῃ τε θριαμβεύσας τῇ πόλει ἐν Ἀθήναις ἐξώρισε. συγκαλεσάμενος δὲ πᾶσαν τὴν σύγκλητον, ἐπ' αὐτῶν ἀνέγνω τὰ ὑπὸ τοῦ Σαμωνᾶ μηνυθέντα. οἱ δὲ τοῦτον ἐπαινέσαντες μεγίστης

[Leo6.17.28] εἶναι τιμῆς ἄξιον προσειρήκασι. καὶ ὁ βασιλεὺς παραυτίκα τῇ τοῦ πρωτοσπαθαρίου τοῦτον ἀξιοῖ τιμῇ, καὶ οἰκεῖον αὐτῷ κατεστήσατο.

[Leo6.18] Τελευτήσαντος δὲ καὶ τοῦ πατριάρχου Ἀντωνίου προχειρί- ζεται ὁ μυστικὸς Νικόλαος, ἐπὶ συνέσει καὶ σοφίᾳ δοκῶν πρωτεύειν.

[Leo6.19] Λέων δὲ ὁ βασιλεὺς μὴ δυνάμενος τὰ κατὰ τύπον ἐκτελεῖν κλη- τώρια, αὐγούστης μὴ οὔσης, στέφει Ἄνναν τὴν θυγατέρα Ζωῆς τῆς τοῦ Ζαουτζᾶ. ἠγάγετο δὲ καὶ κόρην ἐκ τοῦ Ὀψικίου, ὡραίαν τε καὶ περικαλλῆ, τοὔνομα Εὐδοκίαν, ἣν δὴ καὶ ἔστεψεν. ἐγκύμων δὲ γενο- μένη καὶ μέλλουσα τίκτειν ἀπέθανε καὶ αὐτὴ καὶ τὸ ἔμβρυον.

[Leo6.20] Τιμῶν δὲ τὴν προτέραν αὐτοῦ γαμετὴν Θεοφανὼ ὁ βασιλεὺς ἐπ' ὀνόματι ταύτης ᾠκοδόμησε ναὸν ἀγχοῦ τῶν ἁγίων ἀποστόλων περικαλλῆ. ἀνήγειρε δὲ καὶ ναὸν ἄλλον κατὰ τοὺς τόπους εἰς ὄνομα τοῦ ἁγίου Λαζάρου, ἐν ᾧ καὶ τὸ τοῦ ἁγίου μετακομίσας ἀπέθετο σῶμα, καὶ τῆς ἀδελφῆς αὐτοῦ Μαρίας τῆς Μαγδαληνῆς.

[Leo6.21] Τοῦ δὲ στόλου ἐν ταῖς τῶν τοιούτων κτίσεσιν ἀσχολουμένου ὁ τῶν Ἀγαρηνῶν στόλος τὸ ἐν Σικελίᾳ ἐξεπολιόρκησε Ταυρομένιον, καὶ πολὺς τῶν Ῥωμαίων ἐγένετο φόνος. κατεσχέθη δὲ καὶ ἡ νῆσος Λῆμνος ὑπὸ τῶν Ἀγαρηνῶν καὶ ἠνδραποδίσθη λαὸς οὐκ ὀλίγος. συνήθους δὲ προελεύσεως γενομένης κατὰ τὴν ἡμέραν τῆς μεσοπεντηκοστῆς ἐν τῷ ναῷ τοῦ ἁγίου Μωκίου, ἀπῆλθε μετὰ προόδου καὶ Λέων ὁ βασιλεύς. ἐν δὲ τῷ μέλλειν εἰσοδεύειν καὶ πλησίον γενέσθαι τῶν ἁγίων θυρῶν, ἄν- θρωπός τις ἐκπεπηδηκὼς ἐκ τοῦ ἄμβωνος ῥάβδῳ παχείᾳ καὶ ἰσχυρᾷ ἔπαισεν αὐτὸν κατὰ κεφαλῆς. καὶ κἂν ἐθανάτωσε παρευθύ, εἰ μὴ τὸ ἄκρον τῆς ῥάβδου τῷ αἰωρημένῳ λύχνῳ προσκεκρουκὸς τῆς βιαίας μικρὸν ἀνεσχέθη φορᾶς. αἵματος δὲ σφοδροῦ ἐκ τῆς τοῦ βασιλέως καταρρέον- τος κεφαλῆς ταραχή τε καὶ φυγὴ τῶν ἀρχόντων ἐγένετο. Ἀλέξανδρος δὲ ὁ τοῦ βασιλέως ἀδελφὸς νόσον σκηψάμενος οὐ παρῆν ἐν τῇ εἰσόδῳ, καὶ δέδωκεν ὑπόνοιαν τοῖς πολλοῖς τὴν τοιαύτην ἐπιβουλὴν αὐτὸς συρράψαι. ὁ δὲ τὸν βασιλέα πλήξας κατασχεθεὶς καὶ πολλὰς ὑπομείνας βασάνους, ἐπεὶ μηδένα καθωμολόγει συνίστορα, χεῖρας καὶ πόδας ἐκτμηθεὶς ἐν τῇ τοῦ ἱππικοῦ ἐκαύθη Σφενδόνῃ. ἐσχόλασε δ' ἔκτοτε καὶ ἡ τοιαύτη προέλευσις, κἂν ὁ σοφώτατος μοναχὸς Μάρκος, οἰκονόμος ὢν τῆς τοιαύτης μονῆς, ὁ τὸ τετραῴδιον τοῦ μεγάλου <σαββάτου> ἀναπληρώσας <τοῦ μεγάλου> Κοσμᾶ, πολλὰ κατεδεήθη τοῦ βασιλέως. τούτου γὰρ δεομένου καὶ τοῦ βασιλέως ἀπαναινομένου φησὶν ὁ μονα- χός. ‘μὴ ὀργίζου, μηδὲ χαλέπαινε, ὦ βασιλεῦ. προγεγραμμένον γὰρ ἦν παθεῖν σε παρὰ τοῦ προφήτου Δαβίδ, εἰρηκότος· ’ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.‘ δεῖ οὖν σε, δέσποτα, ἀπὸ τοῦ νῦν ἐπ' ἄλλα δέκα ἔτη κατα- σχεῖν τὴν βασιλείαν.’ ὃ δὴ καὶ γέγονεν. ἀπέθανε γὰρ κατ' αὐτὴν τὴν ἡμέραν μετὰ δέκα χρόνους, ἐν ᾗ καὶ ἐπλήγη.

[Leo6.22] Ἠγάγετο δὲ καὶ τετάρτην γυναῖκα Λέων ὁ βασιλεύς, Ζωὴν τὴν Καρβωνοψίναν, ἥτις ἐβίω χρόνον συχνὸν μετ' αὐτοῦ ἀστεφής.

[Leo6.23] Τῶν δὲ Βουλγάρων ταῖς ἐφόδοις Ῥωμαίους ἐπιτριβόντων, οἱ ἐξ Ἄγαρ μαθόντες τοῦτο στόλον ἐξαρτύσαντες κατὰ τῶν παραλίων τῆς ἀρχῆς Ῥωμαίων ἐκπέμπουσιν, ἐπιστήσαντες τῷ στόλῳ ναύαρχον Λέοντα τὸν Ἀτταλέα, τὴν Χριστιανῶν ἐξομοσάμενον πίστιν, κἀν τῇ Τριπόλει οἰκήσαντα, κἀξ αὐτῆς εἰληφότα τὴν προσηγορίαν. ἔφθασε δὲ τὸν βασι- λέα ἡ περὶ τοῦ Τριπολίτου ἀγγελία κατὰ τὸ ἐμπόριον τοῦ Βοαιτίου, ἐκεῖσε γενόμενον ἐπὶ τῷ ἀνακαινίσαι τὴν μονὴν Χριστοφόρου πρωτο- βεστιαρίου αὐτοῦ. προσετίθεσαν δ' οἱ ἀγγελιαφόροι, ὡς κατ' αὐτῆς ἔχει τὴν ὁρμὴν τῆς βασιλίδος. πέμπει οὖν ὁ βασιλεὺς Εὐστάθιον τὸν τηνικαῦτα δρουγγάριον τῶν πλωΐμων μετὰ τοῦ στόλου, ὃς μὴ δυνη- θεὶς ἀντιτάξασθαι τῷ Τριπολίτῃ ὑπεστράφη κενός. ἑπόμενος δὲ τούτῳ ὁ Τριπολίτης εἰσῆλθεν εἰς τὰ στενὰ τοῦ Ἑλλησπόντου, καὶ μέχρι τοῦ Παρίου κατέλαβεν. ὅπερ τῷ βασιλεῖ ἀγγελθὲν εἰς μεγάλην ἐνέβαλεν ἀθυμίαν καὶ ταραχήν. Ἱμερίῳ γοῦν τῷ πρωτοασηκρῆτις τὴν ναυτικὴν ἐγχειρίσας δύναμιν κατὰ τοῦ Τριπολίτου ἀπέστειλεν, ὃς Ἄβυδον διελ- θὼν καὶ τὸ Αἰγαῖον πέλαγος Στροβίλῳ προσορμίζει, εἶτα καταίρει πρὸς Ἴμβρον. Σαμοθρᾴκην δὲ διαβὰς κατέλαβε τοὺς πολεμίους ναυλοχοῦντας ἐν Θάσῳ. πλὴν πλήθει τε καὶ προθυμίᾳ ὑπερέχοντας αὐτοὺς ἰδών, οὐδὲ πλησιάσαι τούτοις τετόλμηκεν. ὁ δὲ Τριπολίτης ὀπισθόρμητος γεγονὼς καὶ κατὰ Θεσσαλονίκην γενόμενος ταύτην ἐπολιόρκησε, κατασχεθέντος καὶ Λέοντος τοῦ στρατηγοῦ ἐν αὐτῇ, ᾧ Χατζιλάκιος τὸ ἐπώνυμον. ἐγένετο δὲ χύσις αἱμάτων πολλὴ καὶ αἰχμαλωσία.

[Leo6.24] Ῥοδοφύλης δέ τις κουβικουλάριος κατά τινα χρείαν ἐν Σικελίᾳ πεμφθεὶς μετὰ χρυσίου λιτρῶν ἑκατόν, νόσῳ περιπεσὼν ἐν Θεσσαλο- νίκῃ εἰσῆλθεν ἐφ' ᾧ ἐπιμελείας ἀξιωθῆναι. ὃνπερ κατασχὼν ὁ Τριπο- λίτης καὶ πολλὰ βασανίσας διὰ τὸ χρυσίον ἀπέκτεινε μηδὲν ἔχειν ἰσχυ- ριζόμενον. τοῦτο γὰρ ἔτυχε καταλιπὼν ἐν τῇ ὁδῷ, ὅπερ Συμεὼν ἀση- κρῆτις διερχόμενος ἀνείλετο. καὶ τοῦ Τριπολίτου βουληθέντος καταστρέ- ψαι τὴν πόλιν ὁ Συμεὼν λαβεῖν αὐτὸν χρυσίον ἐμήνυσε καὶ τῆς κατα- στροφῆς ἀποσχέσθαι. ὃ καὶ γέγονε, καὶ λαβὼν τὸ χρυσίον ὁ Τριπολίτης ἀπενόστησεν. ἀποδεξάμενος δὲ τὸν Συμεὼν τοῦ ἔργου ὁ βασιλεὺς πα- τρίκιον καὶ πρωτοασηκρῆτις τετίμηκε. πυθόμενος δὲ τὴν τῶν Σαρακηνῶν ὑποστροφὴν ὁ ναύαρχος Ἱμέριος πρὸς τὴν κατ' αὐτῶν διανίσταται δίωξιν. οἱ δὲ τῇ Κρήτῃ προσίσχουσι, καὶ ἀπόμοιραν δόντες τοῖς Κρησὶ τῆς λείας ἀβλαβεῖς οἴκαδε ἀπενόστησαν, ἄπρακτον ἐν Λήμνῳ κατα- λιπόντες τὸν Ἱμέριον. ὁ δὲ βασιλεὺς πρὸς τὴν ἕω δύο γενναιοτάτω ἐκ- πέμπει στρατηγώ, Εὐστάθιόν τε τοῦ γένους τῶν Ἀργυρῶν καταγό- μενον καὶ Ἀνδρόνικον τὸν ἐκ τοῦ Δουκός, οἵτινες πολλὰ τρόπαια ἐστή- σαντο κατὰ τῶν Ἀγαρηνῶν.

[Leo6.25] Σαμωνᾶς δὲ ὁ τὴν ἐπιβουλὴν καταμηνύσας διαφερόντως τιμώ- μενος τῷ βασιλεῖ ἐξελθεῖν ἐν τῇ αὐτοῦ μονῇ προφασισάμενος φυγῇ ἐχρή- σατο ἅμα χρήμασι καὶ ἵπποις, τοὺς ἐν ἑκάστῳ σταθμῷ δημοσίους ἵπ- πους ἀγκυλοκοπῶν. ἀποστέλλει οὖν ὁ βασιλεὺς καταδιῶξαι αὐτὸν Βασίλειον ἑταιρειάρχην τὸν Καματηρὸν καὶ τὸν Κρηνίτην Γεώργιον. ἤδη δὲ τὸν Ἅλυν διαπερῶντα τὸν Σαμωνᾶν κατέλαβε Νικηφόρος δρουγγάριος ὁ Καμινᾶς, καὶ κατέσχεν ἱκετεύοντα πολλὰ καὶ ὑπισχνού- μενον δώσειν. ἐπεὶ δὲ οὐκ ἔπειθεν, εἰς τὸν ἐν τῷ Σιριχᾷ καταφεύγει σταυ- ρὸν εὐχῆς χάριν ἐληλυθέναι προφασισάμενος. ἐλθὼν οὖν Κωνσταντῖνος ὁ τοῦ Ἀνδρονίκου τοῦ Δουκὸς υἱὸς καὶ τοῦτον ἀναλαβὼν ἐν τῇ πόλει ὑπέστρεψεν. εἰσελθόντων δὲ ἐν Κωνσταντινουπόλει, τὸν μὲν ἐν τῇ τοῦ καίσαρος Βάρδα οἰκίᾳ φυλάττεσθαι προσέταξεν ὁ βασιλεύς, Κωνσταν- τίνῳ δὲ τῷ Δουκί, ἐπείπερ ἐπληροφορήθη, ὡς ταῖς ἀληθείαις προσφεύ- γων ἦν ἐν Μελιτηνῇ ὁ Σαμωνᾶς, παρήγγειλε, μὴ τοῦτο ἐνώπιον τῆς συγκλήτου εἰπεῖν, ἀλλ' ὅτι ἐν τῷ Σιριχᾷ χάριν εὐχῆς ἀπῄει. ἐβούλετο γὰρ συγγνώμης τοῦτον τυχεῖν. ἕωθεν δὲ προσκαλεσάμενος τὴν σύγκλη- τον καὶ εἰς μέσον τὸν Κωνσταντῖνον παραγαγὼν ἠρώτα μεθ' ὅρκων, οὑτωσὶ λέγων· ‘πρὸς τοῦ θεοῦ καὶ τῆς ἐμῆς κεφαλῆς, ἔφευγεν ἐν Συρίᾳ ὁ Σαμωνᾶς ἢ οὔ;’ ὁ δὲ τοὺς ὅρκους εὐλαβηθείς (παρηγγέλθη γὰρ ἄνευ ὅρκων πρῶτον τὴν ἀλήθειαν ἀποκρύψασθαι) ὡμολόγησε πάντων ἐνώ- πιον, ὅτιπερ εἰς τὴν ἑαυτοῦ πατρίδα ἀπῄει Μελιτηνήν. ὁ δὲ βασιλεὺς τὸν μὲν Κωνσταντῖνον μετ' ὀργῆς ἀπεπέμψατο, τὸν δὲ Σαμωνᾶν ἐν

[Leo6.25.23] τοῖς τοῦ καίσαρος κατέχεσθαι διωρίσατο. καὶ μετὰ ταῦτα ἐκεῖθέν τε ἐξεβλήθη καὶ τῆς προτέρας ἠξιώθη τιμῆς.

[Leo6.26] Ἐτέχθη δὲ τῷ βασιλεῖ ἀπὸ Ζωῆς τῆς τετάρτης αὐτοῦ γαμετῆς παιδίον ἄρρεν, οὗπερ ἐν τῇ γεννήσει κομήτης ἐφάνη, τὰς ἀκτῖνας ἐπ' ἀνατολὰς ἀφιεὶς καὶ λάμπων ἄχρι τεσσαράκοντα ἡμερῶν. ἐβάπτισε δὲ τὸ παιδίον ἐν τῇ ἁγίᾳ σοφίᾳ Νικόλαος ὁ πατριάρχης, ἀναδεξαμένων αὐτὸ ἀπὸ τῶν ἁγιασμάτων Ἀλεξάνδρου <τοῦ αὐταδέλφου> τοῦ βα- σιλέως, τοῦ πατρικίου Σαμωνᾶ καὶ τῶν τῆς συγκλήτου ἐξόχων. εὐλο- γήθη δὲ μετὰ Ζωῆς ὁ Λέων ὑπὸ Θωμᾶ πρεσβυτέρου, ὅστις καὶ καθῃ- ρέθη, καὶ <αὐγοῦσταν> αὐτὴν ἀνηγόρευσε. διὰ ταύτην οὖν τὴν αἰτίαν ὁ πατριάρχης εἰς τὴν ἐκκλησίαν εἰσέρχεσθαι διεκώλυε τὸν βασιλέα, ὅθεν διὰ τοῦ δεξιοῦ μέρους διήρχετο εἰς τὸ μιτατώριον.

[Leo6.27] Προεβλήθη δὲ καὶ ὁ πατρίκιος Σαμωνᾶς παρακοιμώμενος, πρὸς πᾶσαν παρανομίαν καὶ κακίαν συνεργὸς αὐτῷ καθεστὼς δεξιώτατος. παρεσκεύασε γὰρ τὸν βασιλέα ἀναγκάσαι τὸν πατριάρχην καὶ ἄκοντα προσδέξασθαι αὐτὸν ἐν τῇ ἐκκλησίᾳ. ὁ δὲ κατὰ τὴν ἀρχὴν τοῦ Φεβρουα- ρίου μηνὸς μεταπεμψάμενος αὐτὸν λιπαρῶς ἐδεῖτο προσδεχθῆναι. ἐπεὶ δὲ μὴ προσίετο τὴν ἔντευξιν, ἀπὸ τοῦ λεγομένου Βουκολέοντος πλοίῳ μακρῷ ἐμβιβάσαντες διαπερῶσιν ἐν τῇ Ἱερείᾳ, ἀφ' ἧς πεζῇ τὴν ὁδοιπορίαν ποιούμενον ἄγουσιν εἰς τὸ παρ' αὐτοῦ κτισθὲν μοναστήριον τῶν Γαλα- κρηνῶν. οὐ πολὺς παρῆλθε καιρός, καὶ χειροτονεῖται πατριάρχης ὁ σύγ- κελλος Εὐθύμιος, ἀνὴρ θεοσεβὴς καὶ ἀρετῆς ἥκων εἰς τὸ ἀκρότατον. φασὶ δ', ὅτι καὶ ἀπαναινόμενος τὴν ἱερωσύνην θείᾳ ἀποκαλύψει ἐπείσθη αὐτὴν καταδέξασθαι. διενοεῖτο δὲ ὁ βασιλεύς, πολλῶν ἐλλογίμων ἀνδρῶν εἰς τοῦτο συνεργούντων αὐτῷ, νόμον θεῖναι τοῦ ἄγεσθαι τὸν ἄνδρα κατὰ ταὐτὸν τρεῖς ἢ καὶ τέσσαρας γυναῖκας. ἀλλὰ τοῦτο μὲν πάσῃ σπουδῇ διεκώλυσεν ὁ πατριάρχης.

[Leo6.28] Ἰουνίῳ δὲ μηνὶ προσεκλήθη Λέων ὁ βασιλεὺς παρὰ Κωνσταν- τίνου τοῦ Λιβὸς εἰς τὴν καινουργηθεῖσαν παρ' αὐτοῦ μονὴν ἔγγιον τῶν ἁγίων ἀποστόλων, ἐφ' ᾧ τὰ ἐγκαίνια ἐπιτελέσαι καὶ ἀριστῆσαι. ἐξαίφ- νης οὖν ἔπνευσεν ἄνεμος λὶψ σφοδρός, καὶ συνέσεισεν οἰκοδομὰς πολλὰς καὶ συνετάραξε τοὺς ἀνθρώπους καὶ ἐξεφόβησεν, ὡς πάντας φεύγειν ἐκ τῶν οἰκιῶν εἰς τὰ ὕπαιθρα. ὄμβρος δὲ ἐπιγενόμενος ἔστησε τὴν τοιαύ- την καταιγίδα.

[Leo6.29] Στόλου δὲ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων ἐξελθόντος ὁ βασι- λεὺς Ἱμέριον τὸν λογοθέτην τοῦ δρόμου ἀρχηγέτην τοῦ Ῥωμαϊκοῦ κατεστήσατο στόλου. προσετάχθη δὲ καὶ Ἀνδρόνικος ὁ Δοὺξ συνεισελ- θεῖν αὐτῷ καὶ ἀγωνίσασθαι κατὰ τῶν Ἀγαρηνῶν. ὁ δὲ Σαμωνᾶς τῷ τῶν Δουκῶν γένει ἀκατάλλακτος ὢν ἐχθρὸς διὰ τὴν παρὰ τοῦ Κωνσταν- τίνου κατάσχεσιν ὑποθείς τινι τῶν Ἀνδρονίκου φίλων ἔπεισε γράψαι λαθραίως, μὴ ἐν τοῖς πλοίοις εἰσελθεῖν, τοῦ Ἱμερίου παράγγελμα ἔχοντος ἐκ βασιλέως, ὑποβολῇ τοῦ Σαμωνᾶ, ἐκτυφλῶσαι αὐτόν. ὡς οὖν ἐ- δέξατο τὸ γράμμα, οὐκ ἤθελε τῷ Ἱμερίῳ συνελθεῖν. διὸ καὶ μόνος ἠναγ- κάσθη κατὰ τὴν ἕκτην τοῦ Ὀκτωβρίου μηνὸς συμβαλεῖν τοῖς ἐχθροῖς. καὶ συμβαλὼν ἐτρέψατο κατὰ κράτος καὶ ἠφάνισε. τοῦτο μαθὼν ὁ Ἀν- δρόνικος καὶ τοῖς ὅλοις ἀπεγνωκώς, συσκευασάμενος ἅμα συγγενέσι καὶ δούλοις αὐτοῦ ἀπελθὼν κατέσχε τι φρούριον ἄνωθεν τοῦ Ἰκονίου διακείμενον, ὃ Καβάλαν ὠνόμαζον, καὶ εἰς ἀποστασίαν ἔβλεψεν. οὐκ ἀνίει δ' ὁ Σαμωνᾶς ἀφορμῆς δραξάμενος καὶ παροξύνων καὶ συνταράσσων τὸν βασιλέα, καὶ λέγων, ὡς ‘ἐγὼ πάλαι κατανενοήκειν τὸν ἄνθρωπον, καὶ ὡς ἀποστασίαν ὠδίνει, καὶ ὡς χρὴ προκαταλαβεῖν τὰς ὁρμὰς αὐτοῦ. ἐπεὶ δὲ τῇ σῇ μελλήσει, ὦ βασιλεῦ, παρεῖται μὲν ὁ ἐπιτήδειος καὶ ῥᾷστος καιρός, καὶ ᾤχετο ἐκ μέσων ἡμῶν τῶν χειρῶν ὁ πολέμιος, τὸν δεύτερον κἂν πλοῦν ποιητέον, μὴ καὶ λάθῃ δράσας τι μᾶλλον, ἢ παθών. τούτοις τοῖς λόγοις ὥσπερ ὑπό τινος πλήκτρου νυγεὶς ὁ βασιλεὺς τὸν Ἰβηρίτ- ζην Γρηγορᾶν, δομέστικον τῶν σχολῶν καὶ κηδεστὴν Ἀνδρονίκου τυγ- χάνοντα, μετὰ δυνάμεως ἁδρᾶς ἀποστέλλει κατ' Ἀνδρονίκου. ὅπερ μαθὼν ἐκεῖνος, καὶ ὡς ὁ πατριάρχης Νικόλαος, ᾧ τὰ πολλὰ ἐθάρρει, ἐξεβλήθη τῆς ἐκκλησίας, καταλιπὼν τὴν Καβάλαν πανοικὶ προσέφυγε τοῖς Ἀγαρηνοῖς. ὃν ὁ ἀμερμουμνῆς ἐντίμως καὶ μεγαλοπρεπῶς ὑπεδέξατο. ἀναλογιζόμενος δ' ὁ βασιλεύς, οἷον ἀπώλεσε στρατηγόν, καὶ οἷον ἕξειν πολέμιον ἔμελλεν, ἤσχαλλε καὶ ἐδυσφόρει καὶ τρόπον ἐζήτει, πῶς ἂν αὐτὸν Ῥωμαίοις ἐπανασώσηται. ἐγένετο οὖν γράμμα βασιλικὸν πᾶσάν τε ἀμνηστίαν αὐτῷ κακῶν χαριζόμενον, τὴν οἴκαδέ τε ἐπιστροφὴν ἐπι- τρέπον, καὶ τὴν προτέραν εὐημερίαν καθυπισχνούμενον, καὶ μυρίας ἄλλας δωρεὰς καὶ εὐεργεσίας. ὅπερ ἐλίξαντες κηρῷ λαμπάδι προσεοι- κότι διδοῦσί τινι τῶν Σαρακηνῶν ἀπὸ τοῦ πραιτωρίου ἐκβληθέντι καὶ μεγαλοπρεπῶς φιλοφρονηθέντι, ἐπισκήψαντες ἀπελθεῖν ἐν Συρίᾳ καὶ ἐγχειρίσαι τοῦτο τῷ Ἀνδρονίκῳ. ἀπελθόντα γοῦν τὸν Σαρακηνὸν προσλαβόμενος ἰδίᾳ ὁ Σαμωνᾶς· ’οἶδας, ὃ κατέχεις;‘ ἠρώτα, τὸν κηρὸν αἰνιξάμενος. ἀγνοεῖν δ' ἐκείνου φήσαντος ’ὁ δοθείς σοι κηρός, ὦ φίλος,‘ ἔφη, ’τῆς Συρίας ἐστὶν ἡ ἀπώλεια. καὶ εἴ τι κήδῃ τοῦ ἔθνους τοῦ σοῦ καὶ τῶν ὁμοπίστων, χερσὶ κατάθου τοῦτο τοῦ Οὐζήρ.‘ ὥστε δὲ διακο- νῆσαι τοῖς ὑπ' αὐτοῦ παραγγελθεῖσι, καὶ δώροις αὐτὸν μεγίστοις πολυ- τελῶς ἐφιλοφρονήσατο. ἀπελθὼν οὖν ὁ Σαρακηνὸς ἐνεχείρισε τῷ Οὐζὴρ τὸν κηρόν. ὃν καθελὼν ἐκεῖνος καὶ τὸ γραμμάτιον εὑρών, καὶ τὸν ἐν τούτῳ κείμενον ἀναλεξάμενος νοῦν, ἀπήγγειλε τῷ ἀμερμουμνῇ. καὶ εὐθὺς Ἀνδρόνικον καὶ τοὺς σὺν αὐτῷ τὸ δεσμωτήριον ὑπεδέχετο. ἐπὶ πολὺ οὖν κακουχούμενοι, καὶ μὴ φέροντες τὰ ἐκ τῆς φυλακῆς λυπηρά, ἠναγκάσθησάν τινες τὴν οἰκείαν ἐξομόσασθαι πίστιν. ὁ μὲν οὖν Ἀνδρό- νικος οὕτω καὶ τὸν βίον κατέλυσε. Κωνσταντῖνος δὲ ὁ τούτου υἱὸς πρὸ τοῦ θανεῖν ἐκεῖνον, εἰδήσει καὶ τοῦ πατρός, συσκευασάμενος μετὰ καί τινων ἄλλων τῶν περὶ αὐτόν (ἐτύγχανον γὰρ συχνοὶ μετ' αὐτοῦ ἔτι ἐν τῇ φρουρᾷ καθειργμένοι διὰ τὸ μὴ θελῆσαι τὸ οἰκεῖον ἀπώμοτον θέσθαι σέβας) τὰ δεσμὰ διαρρήξαντες ἐξέρχονται τῆς φυλακῆς, καὶ καλωδίῳ ἑαυτοὺς καθιμήσαντες ἵππων τε εὐπορήσαντες ἀπεδίδρασκον. στρατιωτῶν δὲ πεμφθέντων εἰς τὴν κατάσχεσιν τούτων, νῦν μὲν ὑπο- στρέφοντες καὶ πολεμοῦντες, νῦν δὲ χρυσίον ῥιπτοῦντες ἀπεσκευάζοντο τοὺς διώκοντας, καὶ οὕτως ἴσχυσαν ἐπιβῆναι τῶν ὁρίων Ῥωμαίων. ταχὺ μὲν οὖν ὁ βασιλεὺς τὸν Κωνσταντῖνον μετεπέμψατο, καὶ ὡς αὐτὸν ἀγαγὼν δώροις παντοίοις αὐτὸν καὶ τοὺς περὶ αὐτὸν ἐφιλοφρονήσατο.

[Leo6.30] Πληρωθείσης δὲ τῆς ἐντυχίας, ἐν τῷ μέλλειν ἀπὸ τοῦ χρυσοτρι- κλίνου ἐξιέναι τὸν Κωνσταντῖνον (ἐκεῖσε γὰρ ἐποιήσατο τὴν αὐτοῦ δοχὴν ὁ βασιλεύς) ὑποστρέψαι κελεύσας αὐτόν, ἐνατενίσας πρὸς τὰς ἐστηλωμένας ἄνωθεν τῆς πύλης εἰκόνας τοῦ Χριστοῦ καὶ τῆς θεομήτορος ὁ βασιλεύς, τάδε πρὸς τὸν Κωνσταντῖνον εἰρήκει· ’μή σε πλανάτω, ὦ Κωνσταντῖνε, τὸ ὄνομα, μηδὲ διὰ τοῦτο οἴου κατάρξειν Ῥωμαίων. ἡ βασιλεία γὰρ τῷ ἐμῷ υἱῷ Κωνσταντίνῳ ἐκ θεοῦ τεταμίευται, καὶ τοῦτό μοι δῆλον γέγονεν ἐκ προρρήσεων θείων ἀνδρῶν καὶ προορᾶν τὰ μέλλοντα διὰ καθαρότητος κτησαμένων. ἔμμενε οὖν τῇ δοθείσῃ σοι τάξει, καὶ μὴ φαντάζου τὰ ὑπὲρ σεαυτόν. ἢ μὴν ἴσθι, ὡς τυραννήσαντος ἡ κεφαλή σου σώματος ἄτερ διὰ τῆσδε τῆς πύλης εἰσελεύσεται.‘ ὃ καὶ γέγονεν ὕστερον. μετὰ θάνατον γὰρ τοῦ Λέοντος τυραννήσας ὁ Κωνσταντῖνος ἀνῃρέθη

[Leo6.30.13] ἐν τῷ τοῦ γενικοῦ σεκρέτῳ, καὶ διὰ τῆς ῥηθείσης πύλης λύθρῳ καὶ αἵματι σταζομένη εἰσήχθη ἡ τούτου κεφαλὴ εἰς τὰ βασίλεια. ὁ δὲ βασιλεὺς διά τινα ὑπόνοιαν Εὐστάθιον μάγιστρον τὸν Ἀργυρὸν μετεκίνησε τῆς ἀρχῆς (ἦν γὰρ δρουγγάριος τῆς βίγλας), ὃς καὶ ἀπιὼν οἴκαδε φαρμάκῳ κατεργασθεὶς ἐτελεύτησε, πολὺν πόθον αὐτοῦ τῷ τε στρατῷ καὶ τῷ στόλῳ καταλιπών, μεμνημένοις τῶν ἀνδραγαθημάτων αὐτοῦ. ἐτάφη δὲ κατὰ τὸ Χαρσιανὸν ἐν τῇ μονῇ τῆς ἁγίας Ἐλισάβετ, ἣν Λέων ὁ πάπ- πος αὐτοῦ ἐκαινούργησεν, ὃς καὶ τὸ τῶν Ἀργυρῶν ἐπίθετον ἐκληρώ- σατο πρῶτος, εἴτε διὰ καθαρότητα βίου, εἴτε καὶ δι' εὐπρέπειαν σώ- ματος, εἴτε καὶ διά τινα τρόπον τῆς αὐτοῦ γενναιότητος. τοσοῦτον γὰρ περιῆν ὁ ἀνὴρ τῶν ἐπὶ τοῦ βασιλέως Μιχαὴλ γενομένων ἀνθρώπων, ὥστε μόνος μετὰ τῶν οἰκογενῶν συνερρήγνυτο τοῖς ἐκ Τεφρικῆς Μανι- χαίοις καὶ τοῖς ἐκ Μελιτηνῆς Ἀγαρηνοῖς, καὶ τούτους ῥᾳδίως ἐτρέπετο. καὶ τὸ ὄνομα αὐτοῦ μόνον φημιζόμενον φόβητρον ἦν πᾶσι τοῖς ἀντι- πάλοις.

[Leo6.31] Χάριν δὲ ἀλλαγίου ἐκπεμφθέντες ἀπό τε Ταρσοῦ καὶ Μελιτηνῆς ὅ τε Ἀβελβάκης ἐκεῖνος, καὶ ὁ τοῦ Σαμωνᾶ πατὴρ κατέλαβον τὴν βα- σιλεύουσαν. καὶ τούτους ὁ βασιλεὺς ἐδέξατο μεγάλην δοχὴν ποιήσας καὶ κόσμῳ πολλῷ τὴν Μαγναύραν κατακοσμήσας. ἐκαλλώπισε δὲ καὶ τὴν μεγάλην ἐκκλησίαν πολυτελῶς, καὶ εἰσήγαγε τούτους ἐκεῖσε, καὶ τὰ τίμια ὑπέδειξεν ἅπαντα καὶ τὰ τῇ θείᾳ λατρείᾳ λειτουργοῦντα σκεύη. τοῦτο δὲ ἀνάξιον ἦν Χριστιανικῆς καταστάσεως, ἀλλοφύλοις ἀνθρώ- ποις καὶ ἀλλοπίστοις ἐκθεατὰ ποιεῖν τὰ καὶ τοῖς μὴ καλῶς βιοῦσιν εὐσεβέσιν ἀθέατα. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ τὴν παρρησίαν, ἣν ὁ τού- του υἱὸς εἶχε πρὸς βασιλέα, καὶ τὴν τιμὴν θεασάμενος καὶ τὴν δόξαν, ᾑρετίσατο συνεῖναι τῷ υἱῷ, Μελιτηνὴν τὴν πατρίδα ἀπαρνησάμενος. Σαμωνᾶς δὲ οὐ συνεχώρει, παρῄνει δὲ μᾶλλον εἰς τὰ οἰκεῖα ὑπονοστῆσαι καὶ τῆς ἰδίας ἔχεσθαι πίστεως, προσμένειν δὲ καὶ αὐτόν, εἰ καιροῦ λά- βοιτο, ἐκεῖσε γενέσθαι.

[Leo6.32] Τῆς δὲ ἑορτῆς ἐπιστάσης, ἐν ᾗ τὸ πνεῦμα τὸ ἅγιον ἐν πυρίναις γλώσσαις τοῖς ἀποστόλοις ἐφοίτησεν, ἔστεψε τὸν οἰκεῖον υἱὸν Κωνσταν- τῖνον ὁ βασιλεὺς διὰ Εὐθυμίου τοῦ πατριάρχου. σπεύδων δὲ ὁ Σαμωνᾶς τὴν τῆς βασιλίδος πρὸς ἑαυτὸν ἐπισπάσασθαι εὔνοιαν Κωνσταντῖνον τὸν ἑαυτοῦ ὑπηρέτην ἐκτομίαν ὄντα καὶ τῆς τῶν Παφλαγόνων ὁρμώ- μενον χώρας τῇ αὐγούστῃ παρέσχεν ὑπηρετεῖν. τοσοῦτον δὲ οὗτος ἠγαπήθη παρ' αὐτῆς καὶ Λέοντος τοῦ βασιλέως, ὡς καὶ αὐτὸν τὸν Σαμωνᾶν διερεθίσαι πρὸς φθόνον, καὶ διαλοιδορεῖσθαι αὐτῷ πρὸς βασι- λέα, ὡς τῇ αὐγούστῃ τάχα πλησιάζοντι. ὅπερ ὡς ἀληθὲς πιστεύσας, ἀποστείλας ἀπέκειρεν αὐτὸν μοναχὸν ἐν τῇ τοῦ ἁγίου Ταρασίου μονῇ δι' αὐτοῦ τοῦ Σαμωνᾶ. μετ' ὀλίγον δὲ πάλιν μεταγνοὺς καὶ προσλαβεῖν τοῦτον ἐθέλων μετήγαγε δι' αὐτοῦ τοῦ Σαμωνᾶ εἰς τὴν μονὴν τῶν Σπειρῶν. ἐν τῷ Δαματρύϊ οὖν ἐξελθὼν ὁ βασιλεὺς καὶ ἐν τῇ τοῦ Σαμωνᾶ ἀριστήσας μονῇ, καὶ θεασάμενος τὸν Κωνσταντῖνον εὐθέως διεκελεύσατο, καὶ ἀπέδυσαν αὐτὸν τὰ τοῦ μονήρους βίου ἄμφια καὶ ἐνέδυσαν στολὴν κοσμικήν. καὶ εὐωχούμενός τε παρ' αὐτοῦ δοθῆναί οἱ ἐκέλευσε τὸ ποτή- ριον ἐν τῷ ἀρίστῳ, καὶ εἰσερχόμενος ἐν τῷ παλατίῳ ἐφείλκετο καὶ αὐτὸν μετ' αὐτοῦ. ὁρῶν δὲ ὁ Σαμωνᾶς αὐξανομένην τὴν πρὸς τὸν Κωνσταντῖνον τοῦ βασιλέως ἀγάπην ἐπιβουλὴν κατ' αὐτοῦ ῥάπτει, τόνδε συντε- θειμένην τὸν τρόπον. κοινολογησάμενος Μεγίστῳ τῷ κοιτωνίτῃ καὶ Μιχαὴλ τῷ Τζιρίθωνι γραμμάτιον συντίθησι λοιδορίας ἔχον κατὰ τοῦ βασιλέως ἀπείρους, Κωνσταντίνου τοῦ Ῥοδίου, ὃς ὑπεγραμμάτευε τῷ Σαμωνᾷ, τοῦτο συνθέντος. ὅπερ γράψαντες καὶ σφραγίσαντες ἐν τῷ μιτατωρίῳ ἔρριψαν. τοῦ δὲ βασιλέως δημοσίαν πρόοδον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ποιησαμένου, κἀν τῷ μιτατωρίῳ εἰσελθόντος, καὶ ἐν ᾧ ηὔχετο τόπῳ τοῦτο ἐρριμένον ἰδόντος, εἰληφότος, τε καὶ ἀναγνόντος πολλὴ κατέσχεν ἀπορία τοὺς συμπαρόντας, διστάζοντος ἑκάστου καὶ ἀγνο- οῦντος τὸν ῥίψαντα. κατέσχε δὲ καὶ τὸν βασιλέα ἀθυμία πολλή, καὶ τὸν πεποιηκότα ἐζήτει. γέγονε δὲ κατὰ τὸν αὐτὸν χρόνον καὶ ἔκλειψις σελήνης μεγίστη, δι' ἣν ὁ βασιλεὺς τὸν μητροπολίτην Συνάδων μετεκα- λέσατο Παντολέοντα, τῆς ἀστρονομικῆς παιδείας ἐν μυήσει τυγχάνοντα, τὸ τῆς ἐκλείψεως ἀποτέλεσμα μαθεῖν ὀριγνώμενος. ὃν εἰσερχόμενον πρὸς τὸν βασιλέα ὁ Σαμωνᾶς ἰδίᾳ παραλαβὼν ἠρώτησεν, εἰς τίνα τὴν κάκω- σιν ἔσεσθαι, καὶ τόνδε φάναι, ὅτι ’εἰς σέ. τὴν τρισκαιδεκάτην δὲ τοῦ Ἰουνίου διερχόμενος ἡμέραν οὐδὲν ἔκτοτε πείσῃ κακόν.‘ ἐρωτηθεὶς δὲ καὶ παρὰ τοῦ βασιλέως περὶ τούτου εἶπεν, ὅτι εἰς τὸ δεύτερον πρόσω- πον ἡ κάκωσις ἀποσκήψει. ὑπώπτευεν οὖν ὁ βασιλεὺς δεύτερον πρόσω- πον εἶναι τὸν ἑαυτοῦ ἀδελφὸν Ἀλέξανδρον. καὶ τὰ μὲν τῆς προρρήσεως, ἣν ἔσχεν ἀπόβασιν, προϊὼν ὁ λόγος δηλώσει. Μιχαὴλ δὲ τοῦ Τζιρί- θωνος κατ' ἰδίαν τῷ βασιλεῖ προσελθόντος καὶ καταμηνύσαντος, ὡς ὁ Σαμωνᾶς εἴη τὸ πιττάκιον πεποιηκώς, παρευθὺ καταβιβάζεται εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀποκείρεται μοναχός, εἶτα ἐν τῇ μονῇ τοῦ πατριάρχου Εὐθυμίου ἀπάγεται, κἀκεῖθεν διαλοιδορηθεὶς εἰς τὴν τοῦ Μαρτινακίου μετατίθεται. ταῦτα δὲ ἐπράχθη, μήπω τῆς ὡρισμένης προθεσμίας παρὰ τοῦ μητροπολίτου διαδραμούσης. ἐποίησε δὲ ἀντ' αὐτοῦ τὸν Κωνσταν- τῖνον παρακοιμώμενον. ἔκτισε δὲ αὐτῷ καὶ μοναστήριον ἐν ταῖς Νοσιαῖς, ἐπ' ὀνόματι τοῦ σωτῆρος, ἣν καὶ ἐνεκαίνισεν ἅμα Εὐθυμίῳ τῷ πατριάρχῃ.

[Leo6.33] Ἀγαρηνῶν δὲ ἐξελθόντων μετὰ πλοίων τριακοσίων, ὧν ἡγεῖτο Δαμιανός τε ὁ τῆς Τύρου ἀμηρᾶς καὶ Λέων ὁ Τριπολίτης, Ἱμέριος ὁ λογοθέτης ναύαρχος ὢν τῶν Ῥωμαίων κατὰ τὸν Ὀκτώβριον μῆνα συνήντησε τούτοις κατὰ τὴν Σάμον, ἧς ἐστρατήγει Ῥωμανὸς ὁ Λακαπη- νός. καὶ συμπλακεὶς τοῖς μετ' αὐτοῦ ἡττήθη, καὶ τῶν ὑπ' αὐτὸν νεῶν διασκεδασθεισῶν μόλις αὐτὸς διεσώθη εἰς Μιτυλήνην.

[Leo6.34] Κοιλιακῷ δὲ νοσήματι ληφθεὶς ὁ βασιλεύς, καὶ ἐπὶ χρόνον τῷ τοιούτῳ πάθει κατεργασθεὶς καὶ εἰς ἐσχάτην ἀδυναμίαν ἐληλακώς, μόλις ἠδυνήθη ἐν τῷ τῆς ἐγκρατείας καιρῷ τὴν συνήθη ποιήσασθαι δημηγο- ρίαν. συνηθροισμένης γὰρ τῆς συγκλήτου τοιούτων ἤρξατο πρὸς αὐτοὺς λόγων· ’τὸ μὲν ἐμὸν σαρκίον, ὦ φίλοι, νόσῳ ἐκτρυχωθὲν ἀπέρ- ρευσε, καὶ ἡ ἰσχὺς ἐπιλέλοιπε, καὶ τάχα οὐκέτι μεθ' ὑμῶν βιοτεύω, οὐδὲ καταλήψομαι τὴν τοῦ δεσπότου Χριστοῦ ἀνάστασιν. μίαν τοίνυν καὶ τελευταίαν ὑμᾶς αἰτῶ τήνδε τὴν χάριν, ἀπομνημονεῦσαι ἣν εἶχον πρὸς ὑμᾶς χρηστὴν διάθεσιν, καὶ ἀντὶ ταύτης εὔνοιαν τῇ ἐμῇ συζύγῳ διατηρῆ- σαι καὶ τῷ υἱῷ.‘ καὶ ἡ μὲν τοῦ βασιλέως δημηγορία τοιαύτη, ἡ δὲ σύγκλητος βουλὴ ὑπέσχετο δακρυρροοῦσα καὶ μετ' ὀλοφυρμῶν λύπῃ μὲν συνέχεσθαι ἀπαραμυθήτῳ τοιούτου στερισκομένη δεσπότου καὶ βασιλέως, εὔνοιαν δὲ διατηρήσειν εἴς τε τὴν δέσποιναν καὶ τὸν ἡμέτερον δεσπότην καὶ βασιλέα τὸν σὸν υἱόν, ὥστε, εἰ δεήσει, μυριάκις ἔμπροσθεν αὐτῶν ἀποθανεῖν. ταῦτα εἰποῦσα ἡ σύγκλητος καὶ τελευταῖον ἀσπα- σμὸν ἀποδοῦσα τῷ βασιλεῖ ἀπηλλάγη. οὐ μήν γε καὶ εὐθὺς ὁ βασιλεὺς ἐτελεύτησεν, ἀλλὰ διετέλεσε νοσηλευόμενος καὶ σφακελιζόμενος ἄχρι τῆς ἑνδεκάτης τοῦ Μαΐου μηνός, καθ' ἣν ἀπηλλάγη τοῦ βίου Ἀλεξάνδρῳ τῷ αὐτοῦ ἀδελφῷ τὰ τῆς βασιλείας παραδοὺς σκῆπτρα. ὃν ἰδών, ὥς φασιν, ἐρχόμενον κατὰ τὴν τελευταίαν ἐντυχίαν εἰπεῖν λέγεται· ’ἴδε ὁ κακὸς καιρὸς μετὰ τοὺς δεκατρεῖς μῆνας.‘

[Leo6.34.22] προσέκειτο δὲ τοῖς μαθήμασιν ὁ τοιοῦτος βασιλεύς, καὶ μάλιστα τῇ περὶ τὴν ἀστρονο- μίαν ἀποτελεσματικῇ. καὶ στιχηρὰ δὲ μελίσας τῇ ἐκκλησίᾳ παρέδωκε ψάλλεσθαι πάσης ἡδύτητος ἀνάπλεα. καὶ ἐπιστολαὶ δὲ αὐτοῦ καὶ ἄλλα πονήματα πάσης παιδεύσεως περί- πλεα φέρονται, πρὸς τὸν ἀρχαῖον χαρακτῆρα ἀποτετορευμένα. ἀνέγνωσε δὲ καὶ τὰ Ἀρχιμήδεια ἀκριβῶς καὶ ὡς οὐδεὶς ἕτερος τῶν κατ' αὐτόν. παραδοὺς τοίνυν, ὡς εἴρηται, τὸ τῆς βασιλείας κράτος, καὶ πολλὰ παρα- καλέσας τὸν αὐτοῦ υἱὸν Κωνσταντῖνον παιδοτροφῆσαι καὶ ἐπιμελείας ἀξιοῦν προσηκούσης, τελευταῖον δὲ καὶ διάδοχον αὐτοῦ καταλιπεῖν, ἐτελεύτησεν.

[Alexand.t] ΑΛΕΞΑΝΔΡΟΣ

[Alexand.1] Ἀλέξανδρος δὲ ὁ τοῦ Λέοντος ἀδελφός, ἤδη νεανίας ὢν καὶ τὸ εἰκοστὸν τῆς ἡλικίας αὐτοῦ παραμείβων ἔτος, τοῦ Λέοντος ἀποθανόντος παρέλαβε τὰς τῆς βασιλείας ἡνίας, συμβασιλεύοντος αὐτῷ καὶ Κωνσταν- τίνου τοῦ Λέοντος παιδός. ὃς ἅμα τε ἐπέβη τῆς βασιλείας καὶ ἅμα ἐκπέμψας ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν τὸν πατριάρχην, καὶ τοῦ θρόνου καταγα- γὼν τὸν Εὐθύμιον ἀνήγαγε τὸ δεύτερον τὸν Νικόλαον. καὶ ἅμα αὐτῷ καθεσθεὶς ἐν τῇ Μαγναύρᾳ, σελεντίου γενομένου, τὴν τοῦ Εὐθυμίου καθαίρεσιν ἐποιήσατο. ὃν οἱ προσκείμενοι τῷ Νικολάῳ κληρικοὶ ἅμα τῇ καθαιρέσει ὥσπερ ἄγριοι ἐμπηδῶντες θῆρες ἔπληττον, κονδύλους ἐνέτριβον, ἐκολάφιζον, τὴν ἱεροπρεπῆ ἀπέτιλλον γενειάδα, ἐπὶ τράχηλον ὤθουν, καὶ ἄλλας ἀνυποίστους ποινὰς τούτῳ ἐπέφερον, ἐπιβάτην ἀποκαλοῦντες καὶ μοιχὸν καὶ ἀλλοτρίᾳ ἐπεισπηδήσαντα γυναικί. ὁ δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ πράως πάντα καὶ ἡσύχως ὑπέφερεν. ὑπερόριος οὖν ἐν τοῖς Ἀγαθοῦ σταλείς, καὶ μετὰ μικρὸν χρόνον ἀποβιούς, ἐν τῇ πόλει εἰσαχθεὶς θάπτεται εἰς τὴν αὐτοῦ μονήν. ὁ δὲ κληρικὸς ὁ τὰς πολιὰς αὐτοῦ τίλας ὑποστρέψας κατ' αὐτὴν τὴν ὥραν εἰς τὴν οἰκίαν αὐτοῦ εὗρε ταύτην ἐμπεπρησμένην καὶ τὴν θυγατέρα παρειμένην καὶ ἐκλελυμένην, ἥτις καὶ διήρκεσεν ἐπὶ χρόνους ἱκανοὺς μεταιτοῦσα καὶ τὰς πρὸς τὸ ζῆν ἀφορμὰς συλλέγουσα.

[Alexand.2] Ὁ δὲ βασιλεὺς Ἀλέξανδρος καὶ πάλαι βίον ἁβροδίαιτον ἔχων καὶ διακεχυμένον καὶ πρὸς μόνα ἐπτοημένον τὰ κυνηγέσια καὶ τὰς ἄλλας ἀκολάστους καὶ ἐκδεδιῃτημένας τῶν πράξεων, καὶ μηδὲν βασιλέως ἔργον εἰδὼς διαπράττεσθαι, ἀλλὰ τρυφαῖς καὶ ἀσελγείαις σχολάζειν ἠγαπηκώς, ἐπεὶ τῆς βασιλείας καὶ τῶν ὅλων ἐγένετο ἐγκρατής, οὐδὲν ἄξιον λόγου ἢ διενοήσατο ἢ κατεπράξατο. μοναρχήσας γὰρ Ἰωάννην τινὰ ἀγύρτην καὶ μηδενὸς ἄξιον λόγου (Λαζάρης τούτῳ ἐπώνυμον) ῥαίκτωρα πεποίη- κεν, ὃς καὶ μετὰ μικρὸν κακῶς ἀπέρρηξε τὴν ζωήν, ἐν τῷ Ἑβδόμῳ σφαιρίζων ὁ κληρικός. ὡσαύτως καὶ Γαβριηλόπωλον καὶ Βασιλίτζην, συμπαίστορας αὐτῷ ὄντας πρὸ τῆς βασιλείας καὶ τῶν ἀκολάστων πράξεων κοινωνοὺς καὶ θεράποντας, πλείστοις τε χρήμασι περιήντλησε καὶ εἰς πατρικιότητος τιμὴν ἀνεβίβασεν. ἐβούλετο δ', ὥς φασιν, εἰ μὴ θεὸς ἐπέσχε, τὸν Βασιλίτζην εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν καὶ Κωνσταντῖνον τὸν οἰκεῖον εὐνουχίσαι ἀνεψιόν. ὃ καὶ ἐγένετο ἄν, εἰ μὴ θεὸς μὲν πρότερον διεκώλυσεν, ἔπειθ' οἱ πρὸς Λέοντα τὸν τοῦ παιδὸς πατέρα διαφυλάττοντες εὔνοιαν, ποτὲ μὲν λέγοντες, ὡς νήπιός ἐστι, ποτὲ δέ, ὡς ἀσθενής, καὶ οὕτω κατὰ μικρὸν ἀποβουκολήσαντες τὸν Ἀλέξανδρον τὸν παῖδα διεσώσαντο, τοῦ θανάτου καταλαβόντος ἐκεῖνον.

[Alexand.3] Ἐπὶ τούτου βασιλεύσαντος ἐφάνη κομήτης ἐκ δύσεως, ὃν ξιφίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί. τοῦτον δὲ ἔλεγον αἱμάτων χύσιν προση- μαίνειν ἐν τῇ βασιλίδι.

[Alexand.4] Ὁ δὲ βασιλεὺς πλάνοις καὶ γόησιν ἐκδεδωκὼς ἑαυτὸν καὶ πυν- θανόμενος περὶ τῆς ἑαυτοῦ βασιλείας, εἰ μακροχρόνιος ἔσεται, ὑπέσχοντο μακρόβιον αὐτὸν ἔσεσθαι, εἰ ὁ ἐν τῷ ἱππικῷ ἑστηκὼς σύαγρος ὁ χαλκοῦς, αἰδοῖα καὶ ὀδόντας μὴ ἔχων, προσλάβοι παρ' αὐτοῦ. στοιχεῖον γὰρ αὐτοῦ εἶναι τοῦτον προφανῶς· Λέοντι γὰρ ἀντιμάχεται τῷ αὐτοῦ, φασίν, ἀδελφῷ. οἷς πεισθεὶς ὁ ταῖς ἀληθείαις χοιρόβιος τὰ λείποντα μέρη τῷ χοίρῳ προσανενέωσε. τῇ τοιαύτῃ οὖν ἐχόμενος ἀπονοίᾳ ἱππικὸν πεποιη- κὼς τοὺς ἱεροὺς τῶν ἐκκλησιῶν πέπλους καὶ τοὺς θείους λύχνους καὶ τοὺς λαμπτῆρας ἀναλαβὼν τὸ ἱππικὸν κατεκόσμησε, τὰ θεῷ ἀνατεθειμένα κοινῶν, ἢ μᾶλλον εἰπεῖν, τοῖς εἰδώλοις ἀνατιθεὶς ὁ δείλαιος.

[Alexand.5] Ἱμέριον δὲ τὸν λογοθέτην ἐκ τῆς ἥττης τῶν Ἀγαρηνῶν ὑποστρέ- ψαντα καὶ τὴν βασιλίδα κατειληφότα ἀποστείλας περιώρισεν ἐν τῇ μονῇ τῶν Καλυπῶν, ἐπαπειλούμενος, ὡς ἐχθρῷ τούτῳ χρήσασθαι διὰ τὸ καὶ αὐτὸν πολλὰ κατ' αὐτοῦ συνθέσθαι ἐν ταῖς ἡμέραις τοῦ ἀδελφοῦ. οὗτος δὲ μικρὸν τῇ ἐξορίᾳ βιοὺς ἀπέθανεν ὑπὸ τῆς θλίψεως κατεργασθείς.

[Alexand.6] Τοῦ Βουλγάρων δὲ ἄρχοντος Συμεὼν πρέσβεις πεπομφότος τοὺς πευσομένους, εἰ τὴν εἰρήνην ἀσπάζοιτο καὶ τιμὴν φυλάττοι πρὸς αὐτόν, ὁποίαν ὁ προβεβασιλευκὼς ἀδελφὸς αὐτοῦ, τοὺς μὲν πρέσβεις ἀτίμως ἐξέπεμψεν, ὑπερόγκους καὶ ἀλαζόνας λόγους καὶ φρυαγματώδεις ἐκπέμ- ψας καὶ ἀπειλαῖς χρησάμενος κατὰ Συμεών, ἐν τούτοις καταπλήττειν τοῦ- τον οἰόμενος. ὑποστρεψάντων δὲ τῶν πρέσβεων πρὸς τὸν Συμεών, μὴ ἐνεγκὼν οὗτος μετρίως τὰς ἐκ τοῦ Ἀλεξάνδρου ὕβρεις καὶ τὰ φρυάγματα καὶ τὰς ἀπειλὰς ἔλυσε τὴν εἰρήνην καὶ κατὰ Ῥωμαίων ἔκρινεν ὅπλα κινεῖν.

[Alexand.7] Ἀλέξανδρος δὲ τῇ ἕκτῃ τοῦ Ἰουνίου μηνὸς λουσάμενος καὶ ἀριστή- σας καὶ οἰνωθεὶς μετὰ τοὺς ὕπνους κατῆλθε σφαιρίσων. πόνου δέ τινος γεννηθέντος ἐν τοῖς ἐγκάτοις αὐτοῦ ἀπὸ τῆς τῶν βρωμάτων ἀπληστίας καὶ τῆς μέθης ἀνελθὼν ἐν τῷ παλατίῳ, αἵματος αὐτοῦ πολλοῦ ἐκ τῶν ῥινῶν καὶ τῶν αἰδοίων ῥυέντος, μετὰ μίαν ἡμέραν ἐτελεύτησεν, ἐπιτρό- πους καταλιπὼν τὸν πατριάρχην Νικόλαον, τὸν μάγιστρον Στέφανον, τὸν μάγιστρον Ἰωάννην τὸν Ἐλαδᾶν, Ἰωάννην τὸν ῥαίκτορα, τὸν Βασι- λίτζην καὶ τὸν Γαβριηλόπωλον, τὴν βασιλείαν παραδοὺς Κωνσταν- τίνῳ τῷ οἰκείῳ ἀνεψιῷ. ἀποθανὼν δὲ ἐτέθη μετὰ τοῦ πατρὸς αὐτοῦ Βασι- λείου.

[Const7.t] ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΥΙΟΣ ΛΕΟΝΤΟΣ

[Const7.1] Οὕτω μὲν τὸν τρόπον, ὃν εἴπομεν, ἀποθανόντος Ἀλεξάνδρου ἐς Κωνσταντῖνον τὸν υἱὸν Λέοντος, ἕβδομον τῆς ἡλικίας ἄγοντα ἔτος, τὸ βασίλειον περιελήλυθε κράτος, ὑπὸ ἐπιτρόπους τελοῦντα τοὺς ἄνωθεν ἠριθμημένους. λαβόμενος οὖν τῆς ἐξουσίας Νικόλαος ὁ πατριάρχης, ὡς καὶ αὐτὸς ἐπιτρόπος ὤν, συνάμα τοῖς ἄλλοις ἐπηδαλιούχει τὰ τοῦ κοινοῦ.

[Const7.2] Τῶν δὲ πραγμάτων οὕτως ἐχόντων, καὶ τῆς βασιλείας, ὡς εἴπομεν, παρὰ τῶν ἐπιτρόπων ἰθυνομένης, Κωνσταντῖνος ὁ τοῦ Δουκὸς Ἀνδρο- νίκου υἱός, δομέστικος τῶν σχολῶν τυγχάνων καὶ δυναστείαν περιβε- βλημένος μεγίστην, γράμμασι τῶν ἐν τῇ βασιλίδι φίλων καὶ συγγενῶν αὐτοῦ παρακινηθείς, γεγραφότων ἀκέφαλον εἶναι τὴν βασιλείαν, καὶ κακῶς διεξάγεσθαι, καὶ μικρὸν ὅσον κινδυνεύειν ὀλεθρίῳ κινδύνῳ ὑποπε- σεῖν, αὐτόν τε ἀνακαλουμένων ὡς ἐχέφρονα καὶ ἀνδρεῖον καὶ μόνον δυνάμενον ἐπαξίως κυβερνᾶν τὴν περιβόητον τῶν Ῥωμαίων ἀρχήν, προσθεμένων δ', ὅτι καὶ ἡ σύγκλητος αὐτὸν ἀσπάζεται καὶ ὁ πολιτικὸς ὄχλος, καὶ ἐπισπευδόντων, ὡς τάχος καταλαβεῖν, συνειδότος, ὥς φασι, καὶ τοῦ πατριάρχου Νικολάου καὶ τοῖς γραφεῖσι συνευδοκοῦντος διὰ τὸ μήπω τὰς διαθήκας Ἀλεξάνδρου ἀναγνωσθῆναι, μηδὲ γνωσθῆναι αὐτῷ, ὡς ἐπίτροπος γέγραπται καὶ αὐτὸς τοῦ παιδός, Ἀρταβάσδου πρὸς τοῦτο διακονήσαντος καὶ παρὰ τοῦτο πρώτου τῶν ἱερέων τῆς μεγάλης ἐκκλησίας μετέπειτα γενομένου. πατὴρ δ' ὁ Ἀρτάβασδος ἦν Ἀνδρέου

[Const7.2.16] τοῦ ἐπὶ ζωγραφικῇ τέχνῃ λάμψαντος. ὁ Κωνσταντῖνος καὶ πρότερον ὀνειροπολῶν τὴν βασιλείαν καὶ διὰ παντὸς αὐτῆς ἐφιέμενος, καὶ μηδέ- ποτε ἄλλοσέ πῃ, ἀλλ' ἢ πρὸς τὴν τοιαύτην ὄρεξιν τετραμμένον ἔχων τὸν νοῦν δεξάμενος τὰ γράμματα ταχύ τε ἐπείσθη καὶ ταχὺ τὴν βασιλίδα κατέλαβεν, ἑπομένους ἔχων τοὺς τῶν στρατευμάτων ἐκκρίτους. καὶ τῶν νυκτῶν ἀωρὶ διὰ πυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, πλησίον οὔσης τῆς ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ μαγίστρου Γρηγορᾶ τοῦ Ἰβηρίτζη (πενθερὸς δὲ ὁ Γρηγορᾶς τοῦ Κωνσταντίνου) παρεγένετο, ἐν ᾗ διανυκτηρεύων μετὰ τῶν σὺν αὐτῷ διετέλει. Νικήτας δὲ ἀσηκρῆτις τὴν ἔλευσιν αἰσθόμενος τοῦ Κωνσταντίνου τῷ πατρικίῳ Κωνσταντίνῳ τῷ Ἐλαδικῷ τυγχάνοντι μοναχῷ θᾶττον ἐμήνυσε, καὶ παρειληφὼς αὐτὸν κατὰ τὴν αὐτὴν νύκτα πεφοιτήκασι πρὸς τὸν Δοῦκα. βουλὴν δὲ ποιη- σάμενοι, μήπω τῆς ἡμέρας καταλαμπούσης, μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὄχλου τὴν τοῦ ἱπποδρόμου πύλην καταλαμβάνουσι, Κωνσταντῖνον ἀνευφημοῦντες αὐτοκράτορα. τῶν δὲ ἔνδον εὐσθενῶς ἀντεχομένων καὶ μὴ ἀνοιγνύντων οἱ τὰς πύλας ὁ τοῦ Κωνσταντίνου πρῶτος τῶν ἱπποκόμων ἐπ' ἀνδρείᾳ μέγα φρονῶν καὶ βιαιότερον, ἢ μᾶλλον εἰπεῖν, ἀτακτότερον τῇ ἀνοίξει ἐπιχειρῶν τῶν πυλῶν λογχεύεται παρά τινος τῶν εἴσω διὰ τῆς ἁρμογῆς τῶν θυρῶν. καὶ θνῄσκει μὲν οὗτος εὐθύς, ὁ Κωνσταντῖνος δὲ ἀποκρουσθεὶς ἐκεῖθεν καὶ τῷ τῆς βασιλείας ἔρωτι οἷά τινι μέθῃ κάτοχος ὢν καὶ μὴ καθεστῶτας ἔχων τοὺς λογισμοὺς ἄρας ἐκεῖθεν εἰς τὸ ἱπποδρόμιον παραγίνεται, κακὸν οἰωνὸν τὴν τοῦ ἱπποκόμου ἔχων σφαγήν, ὅμως δὲ τῶν δεδογμένων οὐκ ἀφιστάμενος. ἐκεῖθεν οὖν εὐφημούμενος κατέλαβε τὴν λεγομένην Χαλκῆν καὶ δι' αὐτῆς εἰσελθὼν ἔφθασεν ἄχρι τῶν ἐξκουβίτων. ὁ δὲ μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς, εἷς ὑπάρχων τῶν ἐπιτρόπων, ἐκλογήν, ὡς ὁ καιρὸς ἐδίδου, τῶν ἑταιρειῶν καὶ τῶν ἐλατῶν ποιησάμενος καὶ καθοπλίσας, ὅπως ποτὲ ἕκαστος ἅρματος εὐπόρει, ἀπέστειλε κατὰ τοῦ Δουκός. οἵτινες φθάσαν- τες τοῖς περὶ τὸν Δοῦκα συμπλέκονται καὶ γίνεται φόνος πολὺς ἑκατέρω- θεν. ἔπεσε δὲ καὶ Γρηγορᾶς ὁ τοῦ Δουκὸς υἱὸς καὶ Μιχαὴλ ὁ ἀνεψιὸς αὐτοῦ καὶ Κουρτίκιος ὁ Ἀρμένιος. ταῦτα ταραχῆς οὐ μικρᾶς τὸν Κωνσταν- τῖνον ἐμπίπλησι. σπεύδων οὖν ἐπιρρῶσαι τὸ ἑαυτοῦ μέρος, τὸν ἵππον ἐλάσας ἠπείγετο συμμῖξαι τοῖς ἔμπροσθεν. ὁ δ' ἵππος ταῖς ἐκεῖσε ὑπεστρω- μέναις κατολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβαλε, καί τις αὐτὸν κατὰ γῆς ἐρριμένον καὶ μεμονωμένον καταλαβών (οἱ γὰρ ἄλλοι διεσκεδάσθησαν ἅπαντες) ξίφει τὴν τούτου ἀπέτεμε κεφαλὴν καὶ δρο- μαίως τῷ βασιλεῖ ἀπήνεγκε Κωνσταντίνῳ. τὸ δὲ τοιαύτην αὐτὸν καταλήψεσθαι τύχην προεγνωσμένον ἦν τοῖς ἐπιτρόποις καὶ ἐξ ἑτέρας αἰτίας. Νικόλαός τις δημοσιώνης τῶν ἐν Χαλδίᾳ εἰσπράξεων τὰς συντε- λείας κατασπαθήσας καὶ μὴ ἔχων, ὅθεν ἀποδῷ τὸ δημόσιον ὄφλημα, φυγὰς εἰς Συρίαν ᾤχετο, ἐξομοσάμενος τὴν καθ' ἡμᾶς εὐσεβῆ θρησκείαν ἀστρολογίας ἀντεποιεῖτο. οὗτος ἐν ὀθόνῃ μελαίνῃ γράμματα γράψας ἀπεστάλκει τῷ λογοθέτῃ Θωμᾷ, καὶ τῆς ὀθόνης ῥυφθείσης δι' ὕδατος φανερὰ τὰ γράμματα γέγονεν. ἦν δὲ ὁ νοῦς τῶν γεγραμμένων οὗτος· ’μὴ φοβηθῆτε ἀπὸ τοῦ πυρροῦ πετεινοῦ τοῦ Δουκός. νεωτερισθήσεται γὰρ ἀφρόνως, καὶ εὐθέως ὀλοθρευθήσεται.‘ τοιοῦτον δὲ τέλος λαβούσης τῆς ἀποστασίας, παραυτίκα μὲν ὁ μάγιστρος Γρηγορᾶς καὶ πενθερὸς τοῦ Κωνσταντίνου μετὰ Λέοντος πατρικίου τοῦ Χοιροσφάκτου τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ σοφίας προσέδραμον. οὓς ἐκεῖθεν ἀποσπάσαντες οἱ ἐπίτροποι ἀπέκειραν μοναχοὺς ἐν τῇ τοῦ Στουδίου μονῇ. Κωνσταντῖνον δὲ πατρίκιον τὸν Ἐλαδικὸν βουνεύροις τύψαντες ἀφειδῶς διὰ μέσης τῆς πόλεως ἐθριάμβευσαν καὶ ἐν τῇ μονῇ τοῦ Δαλμάτου ἀπέκλεισαν. Λέοντα δὲ πατρίκιον τὸν Κατακαλίτζην καὶ Ἀβεσσαλὼμ πατρίκιον τὸν τοῦ Ἀροτρᾶ ἐκτυφλώσαντες ἐν ἐξορίᾳ παρέπεμψαν, Κωνσταντῖνον τε τὸν τοῦ Εὐλαμπίου καὶ ἑτέρους σὺν αὐτῷ Φιλόθεος ὁ ἔπαρχος ἐν τῇ τοῦ ἱππικοῦ σφενδόνῃ ἀπέτεμε. Νικήτας δὲ ὁ ἀσηκρῆτις καὶ Κωνσταντῖνος ὁ Λίψ, καίπερ ἀναζητηθέντες πολλά, οὐχ εὑρέθησαν. τὸν δὲ πατρίκιον Αἰγίδην, τὸν ἐπ' ἀνδρείᾳ περιβόητον, καί τινας σὺν αὐτῷ στρατηγοὺς οὐκ ἀσήμους, ἀπὸ τῆς ἐν Χρυσοπόλει δαμάλεως καὶ μέχρι τοῦ τόπου τοῦ λεγομένου Λευκατίου ἀνεσκολόπισαν. πολλοὶ δ' ἂν καὶ ἄλλοι ἀπωλώ- λεισαν τῶν συγκλητικῶν παρὰ τῶν λεγομένων ἐπιτρόπων ἀνηλεῶς τε καὶ ἀναιτίως, εἰ μή τινες παρρησιασάμενοι τῶν δικαστῶν τῆς ἀδίκου ὁρμῆς ἀνεχαίτισαν, φάμενοι, ὡς ’παιδὸς ὄντος τοῦ βασιλέως καὶ μὴ νοοῦντος τὰ πεπραγμένα, πῶς ἄνευ τῆς αὐτοῦ κελεύσεως τολμᾶτε τοιαῦτα διαπράττεσθαι;‘ οἱ δὲ ἐπίτροποι καὶ τὴν τοῦ Δουκὸς ἀποκείραν- τες γυναῖκα εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῆς ἐξαπέστειλαν. ἐξέτεμον δὲ καὶ Στέφανον τὸν ταύτης υἱόν.

[Const7.3] Ἀλλὰ τούτων κατὰ τὴν πόλιν πραττομένων Συμεὼν ὁ Βουλγαρίας ἄρχων μετὰ βαρείας δυνάμεως εἰσβολὴν κατὰ Ῥωμαίων ἐποιήσατο, καὶ τὴν βασιλίδα φθάσας χάρακα περιέβαλεν ἀπό τε Βλαχερνῶν καὶ μέχρι τῆς λεγομένης Πόρτης χρυσῆς καὶ μετέωρος ἦν ταῖς ἐλπίσι ῥᾳδίως ταύτην ἑλεῖν. καταμαθὼν δὲ τὴν ὀχυρότητα τῶν τειχῶν καὶ τὸ πλῆθος τῶν τειχοφυλακούντων καὶ τὴν τῶν πετροβόλων καὶ τοξοβόλων ὀργάνων δαψίλειαν, ἀφέμενος τῶν ἐλπίδων ἐν τῷ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς ἐξαιτούμενος. τῶν δ' ἐπιτρόπων ἀσμενέστατα δεξαμένων τὸν λόγον ἀποστέλλει ὁ Συμεὼν τὸν ἑαυτοῦ μάγιστρον Θεόδωρον ὁμιλῆσαι περὶ εἰρήνης. οὗ παραγενομένου καὶ λόγων κινηθέντων πολλῶν ὁ πατριάρχης ἅμα τοῖς λοιποῖς ἐπιτρόποις ἀναλαβόντες τὸν βασιλέα ἐν τοῖς παλατίοις ἦλθον τῶν Βλαχερνῶν, καὶ ὁμήρους δόντες ἀξιολόγους εἰσήγαγον τὸν Συμεὼν ἐν τῷ παλατίῳ, καὶ συνειστιάθη τῷ βασιλεῖ, τοῦ Συμεὼν ὑποκλίναντος τῷ πατριάρχῃ τὴν κεφαλὴν καὶ εὐχὴν δεξαμένου παρ' αὐτοῦ, ἐπιθέντος, ὥς φασι, τῇ τοῦ βαρβάρου κεφαλῇ ἀντὶ στεφάνου τὸ ἴδιον ἐπιρριπτάριον. μετὰ δὲ τὴν ἑστίασιν, ἀσυμβάτων γενομένων περὶ τῆς εἰρήνης, δώροις ὅ τε Συμεὼν καὶ οἱ τούτου παῖδες φιλοφρονη- θέντες εἰς τὴν ἰδίαν ἀπηλλάγησαν χώραν. καὶ ταῦτα μὲν ἐπράττετο τῇδε.

[Const7.4] Τοῦ δὲ βασιλέως Κωνσταντίνου διὰ παντὸς ὀδυρομένου καὶ τὴν ἑαυτοῦ ἀνακαλουμένου μητέρα (ἤδη γὰρ αὐτὴν κατήγαγε τοῦ παλατίου Ἀλέξανδρος) ἀναβιβάζουσι καὶ ἄκοντες πάλιν αὐτήν. ἀνελθοῦσα οὖν καὶ ἐγκρατὴς γενομένη τῆς βασιλείας προσλαμβάνεται τὸν παρακοιμώ- μενον Κωνσταντῖνον καὶ Ἀναστάσιον καὶ Κωνσταντῖνον τοὺς αὐτ- αδέλφους τοὺς τὴν ἐπωνυμίαν Γογγυλίους. συμβουλεύσαντος δὲ καὶ Ἰωάννου τοῦ Ἐλαδᾶ καταβιβάζουσι τοὺς οἰκείους Ἀλεξάνδρου, Ἰωάννην τὸν ῥαίκτωρα, τὸν Γαβριηλόπωλον, τὸν Βασιλίτζην καὶ τοὺς λοιπούς. προβάλλεται δὲ καὶ Ζωὴ αὐγοῦστα Δομίνικον ἑταιρειάρχην δραστήριον δοκοῦντα καὶ τοῖς αὐτῆς προσκείμενον προστάγμασιν, οὗ τῇ συμβουλῇ καταβιβάζεται ὁ πατριάρχης τοῦ παλατίου. καὶ ὁ μάγιστρος δὲ Ἰωάννης ὁ Ἐλαδᾶς κατῆλθεν ἑκουσίως, νόσῳ βληθείς, ὑφ' ἧς καὶ ἀπεβίω Κωνσταντῖνος δὲ ὁ παρακοιμώμενος ὑφ' ἑαυτὸν ἀγαγεῖν τὴν ἅπασαν τῆς βασιλείας ἡνίαν βουλόμενος, καὶ μηδένα ἔχειν τὸν ἐμποδίζοντα, διαβάλλει τὸν ἑταιρειάρχην εἰς τὴν αὐγοῦσταν ὡς σφετεριζόμενον τὴν βασιλείαν εἰς τὸν ἑαυτοῦ ἀδελφόν. οὗ τοῖς λόγοις πεισθεῖσα πατρίκιον αὐτὸν τιμᾷ, καὶ κατελθόντα, ὡς ἔθος, λαβεῖν εὐχὴν οἴκοι μένειν προσέταξε. προχειρίζε-

[Const7.4.18] ται δὲ ἀντ' αὐτοῦ Ἰωάννην τὸν Γαριδᾶν ἑταιρειάρχην, καὶ Δαμιανὸν εὐνοῦχον ἀρτιφανῆ τῆς βίγλας δρουγγάριον.

[Const7.5] Ἄγοντος δὲ καὶ φέροντος τοῦ Συμεὼν τὰ Θρᾳκῷα μέρη, καὶ τῆς αὐγούστης φροντιζούσης μετὰ τῶν ἐν τέλει, ὅπως αὐτοῦ παύσωσι τὰς ἐπιδρομάς, Ἰωάννης ὁ Βογᾶς ὑπέσχετο πατρίκιος τιμηθεὶς ἀγαγεῖν κατ' αὐτοῦ Πατζινάκας, καὶ τυχὼν τῆς αἰτήσεως, δῶρα λαβὼν ἄπεισιν εἰς Πατζινακίαν. καὶ σπεισάμενος καὶ ὁμήρους εἰληφὼς ἐπάνεισιν ἐν τῇ πόλει, συνθεμένων τῶν Πατζινάκων τὸν Ἴστρον περαιώσασθαι καὶ Βουλγάροις πολεμεῖν. ηὐτομόλησε δὲ τότε καὶ Ἀσώτιος ἀνὴρ ὀνομαστός, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόντων. ἐλέγετο δὲ οὗτος ῥάβδον σιδηρᾶν ἀμφοτέραις χερσὶ τῶν ἄκρων λαμβάνων περικλᾶν τῇ τῶν χειρῶν βίᾳ καὶ κάμπτειν, τῆς ἀντιτύπου τοῦ σιδήρου βίας ὑπεικούσης τῇ τῶν χειρῶν ἰσχύϊ. ὃν φιλοφρόνως ἡ δέσποινα δεξαμένη οἴκαδε πάλιν ὑπονοστῆσαι πεποίηκε.

[Const7.6] Πολιορκοῦντος δὲ τοῦ Συμεὼν τὴν Ἀδριανούπολιν ἐφ' ἡμέρας ἱκανὰς καὶ μηδὲν ἀνύοντος, Παγκρατούκας τις γένος ὢν Ἀρμένιος καὶ εἷς τῶν φυλάττειν τεταγμένων τὴν πόλιν χρυσίῳ δελεασθεὶς προὔδωκεν αὐτὴν τῷ Συμεών. μετ' ὀλίγον δὲ ἀπεστάλη παρὰ τῆς αὐγούστης Βασίλειος πατρίκιος ὁ ἐπὶ τοῦ κανικλείου καὶ Νικήτας ὁ Ἑλλαδικός, καὶ χρυσίῳ καὶ χρήμασι πλείστοις πάλιν αὐτὴν ἀνεκτήσαντο.

[Const7.7] Τούτῳ τῷ ἔτει καὶ Δαμιανὸς ὁ τῆς Τύρου ἀμηρᾶς μετὰ πολεμικῶν πλοίων καὶ δυνάμεως πολλῆς εἰσβολὴν ἐποιήσατο κατὰ Ῥωμαίων, καὶ τὴν Στρόβηλον καταλαβὼν ἐνεργῶς αὐτὴν ἐπολιόρκει. καὶ ἐξεπόρθησεν ἄν, εἰ μὴ νοσήσας ἀπεβίω, ὑποστρεψάντων διὰ κενῆς τῶν Σαρακηνῶν.

[Const7.8] Μὴ φέρουσα δὲ Ζωὴ ἡ βασιλὶς τὰς τοῦ Συμεὼν συνεχεῖς ἐπιδρομὰς καὶ βουλομένη ταύτας ἀνακόψαι, δέον ἐγνώκει μετὰ τῆς συγκλήτου εἶναι σπείσασθαι τοῖς Σαρακηνοῖς, καὶ πάντα τὸν ἐν τῇ ἕῳ στρατὸν διαπερᾶσαι πρὸς τὴν ἑσπέραν, καὶ ἑνωθέντων τῶν τε ἑῴων καὶ τῶν δυτικῶν στρατευ- μάτων πόλεμον συστήσασθαι κατὰ τῶν Βουλγάρων, καὶ τελέως ἀφανίσαι αὐτούς. ἔδοξε τοῦτο, καὶ πεμφθεὶς εἰς Συρίαν Ἰωάννης πατρίκιος ὁ Ῥαδηνὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς ἐσπείσαντο τοῖς Σαρακηνοῖς. καὶ δὴ τῆς ἀπ' αὐτῶν ἀπαλλαγεῖσα φροντίδος ἡ βασιλὶς τὴν συνήθη διανομὴν τῆς ῥόγας κελεύσασα γενέσθαι τῶν στρατευμάτων, Λέοντι τε μαγίστρῳ τῷ Φωκᾷ ταῦτα παραδοῦσα, δομεστίκῳ τῶν σχολῶν τυγχάνοντι, ἀπᾶραι κατὰ Βουλγάρων ἐπέτρεψεν. ἀθροισθέντων δὲ πάντων τῶν θεμάτων καὶ τῶν ταγμάτων κατὰ τὴν Διάβασιν (πεδίον δὲ ἡ Διάβασις μέγα καὶ πρὸς ὑποδοχὴν στρατοῦ ἐπιτήδειον) ἀποσταλεὶς ὁ πρωτοπαπᾶς τοῦ παλατίου μετὰ τῶν τιμίων ξύλων παρεσκεύασε προσκυνήσαντας πάντας ἐπομόσασθαι συναποθνῄσκειν ἀλλήλοις. καὶ τοῦ ὅρκου τελεσθέντος πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. ἦρχον δὲ τοῦ μὲν τάγματος τῶν ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, ἀνὴρ πολεμικὸς καὶ πολλάκις ἐν μάχαις ἀνδραγαθήσας, τοῦ δὲ ἱκανάτου Ὀλβιανὸς ὁ Μαρούλης, ἀνὴρ δεδοκιμασμένος, καὶ Ῥωμανὸς καὶ Λέων οἱ τοῦ Ἀργυροῦ παῖδες καὶ Βάρδας ὁ Φωκᾶς ἑτέρων ταγμάτων ἐξῆρχον. συνῆν δὲ τούτοις καὶ Μελίας ὁ μάγιστρος μετὰ τῶν Ἀρμενίων καὶ πλεῖστοι ἄλλοι στρατηγοὶ τῶν θεμάτων. παρείπετο δὲ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Λίψ, ὡς τάχα σύμβουλος Λέοντι τῷ δομεστίκῳ τῶν σχολῶν. κατὰ δὲ τὴν ἕκτην τοῦ Αὐγούστου μηνός, τῆς πέμπτης ἰνδικτιῶνος, πολέμου συρραγέντος Ῥωμαίοις τε καὶ Βουλγάροις πρὸς τῷ Ἀχελῴῳ φρουρίῳ τρέπονται κατὰ κράτος οἱ Βούλγαροι, καὶ φόνος αὐτῶν ἐγένετο πολύς. ἱδρῶτι δὲ τοῦ δομεστίκου περιρρανθέντος πολλῷ καὶ λειποθυμήσαντος καὶ τοῦ ἵππου ἀποβάντος ἐπί τινι πηγῇ καὶ τὸν ἱδρῶτα ἀποπλύνοντος καὶ ἑαυτὸν ἀποψύχοντος, τὸν δεσμὸν ἀπορρήξας ὁ ἵππος τυχαίως ἔθει διὰ τοῦ στρατοπέδου κενὸς ἐπιβάτου. ὃν οἱ στρατιῶται θεώμενοι γνώριμον ὄντα, καὶ τὸν δομέστικον πεσεῖν ὑποτοπάσαντες εἰς πτοίαν ἐνέπεσον καὶ κατεβλήθησαν τὰς ψυχὰς καὶ τῆς διώξεως ἔστησαν, ἔνιοι δὲ καὶ παλίντρο- ποι γεγόνασιν. ἐξ ὑπερδεξίων δὲ ταῦτα θεώμενος ὁ Συμεών (οὐ γὰρ ἔτυχεν ἀσύντακτον τὴν φυγὴν ποιησάμενος) ἐπαφῆκε τοὺς Βουλγάρους κατὰ Ῥωμαίων. οἱ δὲ καὶ πρότερον, ὡς εἴπομεν, τὰς γνώμας θλασθέντες καὶ τεθηπότες, ὡς καὶ αἰφνίδιον ἐπιόντας ἐθεάσαντο τοὺς Βουλγάρους, τρέπονται πανστρατί, καὶ γέγονε φυγὴ φρικωδεστάτη, τῶν μὲν ὑπ' ἀλλήλων συμπατουμένων, τῶν δὲ ὑπὸ τῶν ἐναντίων ἀναιρουμένων. Λέων δ' ὁ δομέστικος ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἔπεσε δὲ λαὸς οὐ τῶν κοινῶν στρατιωτῶν, ἀλλὰ καὶ στρατηγοὶ καὶ ταγματάρχαι ἀριθμοῦ κρείττους. ἐσφάγη δὲ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ ὁ τῶν ἐξκουβίτων ἔξαρχος Ἰωάννης μάγιστρος ὁ Γράψων.

[Const7.9] Ἦν δὲ ἀποσταλεὶς ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνός, δρουγγά- ριος τηνικαῦτα τῶν πλωΐμων ὤν, μετὰ παντὸς τοῦ στόλου παραπλεῖν τοῖς αἰγιαλοῖς προσταχθεὶς καὶ εἰς βοήθειαν τυγχάνειν τῷ Λέοντι, διαπερᾶσαι δὲ καὶ τοὺς παρὰ τοῦ Βογᾶ ἀχθέντας Πατζινάκας εἰς συμμαχίαν Ῥωμαίων. διενέξεως δὲ γενομένης μέσον τοῦ Ῥωμανοῦ καὶ τοῦ Βογᾶ ἰδόντες αὐτοὺς οἱ Πατζινάκαι στασιάζοντας πρὸς ἀλλήλους, ὑπέστρεψαν εἰς τὰ ἴδια, καὶ γέγονεν ἡ ἐξ αὐτῶν βοήθεια ἄπρακτος καὶ ἀνόνητος. ἄλλοι δὲ οὐχ οὕτω φασὶ γενέσθαι τὴν τροπὴν Ῥωμαίων, τρόπον δὲ ἕτερον. τρεψαμένου γὰρ τοῦ Φωκᾶ τὸν Συμεὼν καὶ διώκοντος φήμη τις ἐξαίφνης ἔφθασε πρὸς αὐτὸν ἀπαγγέλλουσα, ὡς ὁ δρουγγάριος τῶν πλωΐμων ἄπεισι μετὰ τοῦ στόλου παντὸς παραληψόμενος τὴν βασιλείαν. ὁ δὲ τῇ ἀκοῇ καταβροντηθείς (ἐσφετερίζετο γὰρ εἰς ἑαυτὸν τὸ τῆς βασιλείας κράτος) καταλιπὼν τὸ διώκειν ὑπέστρεψεν εἰς τὴν παρεμβολήν, ὡς τάχα τὸ ὂν μαθησόμενος. διαδοθέντος δὲ λόγου πρὸς τὸν στρατόν, ὡς ὁ δομέστικος πέφευγεν, ἀλκῆς ἐπιλησθέντες οἱ λοιποὶ ἐποίουν ὁμοίως. οὓς ἰδὼν ὁ Συμεὼν φεύγοντας (ἵστατο γάρ, ὡς εἴρηται, ἐν εὐκαίρῳ τόπῳ τὸ τέλος ἀφορῶν τοῦ ἀγῶνος) ἐξεχύθη πανστρατὶ καὶ παλίντροπον τὴν φυγὴν ἐποιήσατο. οὗτος μὲν δὴ καὶ ὁ δεύτερος λόγος. εἴτε δὲ οὕτως, εἴτε ἐκείνως ἡ ἀλήθεια ἔχει, ὅμως ἐτράπησαν οἱ Ῥωμαῖοι καὶ τὰ λεχθέντα ἄνωθεν διεπράχθη. μετὰ τὴν τροπὴν δὲ τῶν σωθέντων ἐκ τοῦ πολέμου παραγενομένων τὰ κατὰ τὸν Ῥωμανὸν καὶ τὸν Βογᾶν ἐκινήθη. καὶ εἰς τοσοῦτον κινδύνου περιέστη τῷ δρουγγαρίῳ τὰ πράγ- ματα, ὡς ψῆφον κατ' αὐτοῦ ἐξενεχθῆναι παρὰ τῶν δικαστῶν καταδικά- ζουσαν αὐτὸν ἐκκοπῆναι τὰς ὄψεις, ὡς ἀμελείᾳ ἢ μᾶλλον κακουργίᾳ μὴ διαπεράσαντα Πατζινάκας, πάλιν δὲ μηδὲ τοὺς ἀπὸ τῆς τροπῆς δεχόμενον ὑποστρέψαντας. τοῦτο δὲ ἂν ἐπεπόνθει, εἰ μὴ Στέφανος μάγι- στρος ὁ τῶν ἐπιτρόπων εἷς καὶ Κωνσταντῖνος πατρίκιος ὁ Γογγύλης, πολλὰ δυνάμενοι παρὰ τῇ δεσποίνῃ, αὐτὸν ἐξερρύσαντο. Συμεὼν δὲ ἐπαρθεὶς τῇ νίκῃ καὶ γαυριῶν ἄρας ἅπαν αὐτοῦ τὸ στράτευμα κατὰ τῆς βασιλί- δος ἠπείγετο. ἐξῆλθεν οὖν πάλιν ὁ δομέστικος Λέων ὁ Φωκᾶς καὶ ὁ ἑται- ρειάρχης Ἰωάννης καὶ Νικόλαος ὁ Κωνσταντίνου τοῦ Δουκὸς υἱὸς μετά τινων στρατιωτῶν τῶν παρευρεθέντων εἰς συνάντησιν αὐτοῦ. καὶ κατὰ τὸν τόπον τὸν λεγόμενον Κατασύρτας ἀπομοίρᾳ τινὶ Βουλγάρων εἰς προνομὴν πεμφθείσῃ συνηντηκότες προσρήγνυνται τούτοις καὶ τρέπονται εὐπετῶς. ἀκραιφνοῦς δὲ πάλιν ἑτέρας ἐπεισπεσούσης ὑφί- στανται καὶ ταύτην ῥᾳδίως τε καὶ ἀνδρικώτερον, καὶ γίνεται μάχη καρ- τερὰ καὶ ἐπὶ πολὺν διαρκέσασα χρόνον, καὶ τρέπονται μὲν οἱ Βούλγαροι, ἐσφάγη δὲ Νικόλαος ὁ τοῦ Δουκὸς υἱός, ἡρωϊκῶς ἀγωνισάμενος, καὶ

[Const7.9.39] αἴτιος τῆς νίκης Ῥωμαίοις γενόμενος. καὶ τὰ μὲν κατὰ τὸν πόλεμον συν- ηνέχθη γενέσθαι οὕτως.

[Const7.10] Τὰ δὲ κατὰ πόλιν ἐνόσει δεινῶς, πολλῶν καὶ μεγίστων ἐπιμαινο- μένων τῇ βασιλείᾳ καὶ τῷ ταύτης ἔρωτι φλεγομένων, ὧν κορυφαῖος ἦν ὁ Φωκᾶς. ὑπάρχων γὰρ οὗτος ἐπ' ἀδελφῇ γαμβρὸς τοῦ παρακοιμω- μένου Κωνσταντίνου, μεγάλα τότε τῶν ἐν τοῖς βασιλείοις δυναμένου εὐνούχων, καὶ ἐπ' αὐτῷ πλεῖστα θαρρῶν ῥᾳδίως ᾤετο τὸ τῆς βασιλείας καθέξειν κράτος. διὸ καὶ πολὺς ἐφέρετο, καὶ οὐ κρύβδην, ἀλλὰ φανερῶς ταύτης ἀντεποιεῖτο, ὡσπερεὶ πατρῴου πράγματος καὶ προγονόθεν ἀνήκοντος αὐτῷ καὶ ὅσον οὔπω ἥξειν εἰς αὐτόν, ὡς εἰς νόμιμον διαδο- χὴν ἐφαντάζετο. οὗ τὴν ὁρμὴν ἀκατάσχετον οὖσαν φοβηθεὶς ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγὸς Θεόδωρος, καὶ μή τι πάθῃ δείσας ὁ βασιλεύς, ὑπέθετο τῷ βασιλεῖ Κωνσταντίνῳ λαθραίως προσλαβέσθαι τὸν πατρίκιον Ῥωμανὸν καὶ δρουγγάριον τῶν πλωΐμων, πατρικὸν ὄντα δοῦλον καὶ τὰ αὐτοῦ φρονοῦντα διὰ παντός, ὥστε συνεῖναι καὶ διαφυλάτ- τειν αὐτὸν καί, εἰ δεήσει, σύμμαχον ἔχειν καὶ βοηθόν. ἐντυχίας οὖν πρῶ- τον περὶ τούτου γενομένης ὁ Ῥωμανὸς ἀπείπατο, καὶ πάλιν καὶ πολλάκις πειραθέντων τῶν ἀμφὶ τὸν Θεόδωρον ἀπείπατο. ἐπεὶ δὲ γραμμάτιον αὐτόχειρον χαράξας ὁ βασιλεὺς καὶ φοινικοῖς ὑποσημάνας γράμμασιν ἀπέστειλεν αὐτῷ, εἶξέ τε ἐπὶ χεῖρας τοῦτο λαβὼν καὶ καθυπέσχετο τὴν τοῦ παρακοιμωμένου Κωνσταντίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν κωλῦσαι κατὰ τὸ ἐγχωροῦν. τὰ μὲν οὖν λαληθέντα καὶ στοιχηθέντα οὕτω προέβη, καὶ διὰ τῆς ἀγορᾶς καὶ τῶν λεωφόρων καὶ τῶν στενωπῶν ὑπεψιθυρίζετο. ὁ δὲ παρακοιμώμενος, καίπερ οὐκ ἀνήκοος ὢν τῶν κατ' αὐτοῦ μελετωμένων, κατεφρόνει, μὴ ἄν ποτε οἰηθεὶς τολμῆσαί τινα ἐπιχείρησιν κατ' αὐτοῦ ποιήσασθαι. ἐξελθὼν οὖν καὶ τὴν συνήθη δια- νομὴν τῆς ῥόγας ποιησάμενος τῶν πλωΐμων, καὶ τὸν Ῥωμανὸν ἐπι- σπεύδων τάχιον ἐκπλεῦσαι, περιπίπτει τῷ λόχῳ. δουλικῷ γὰρ ἐν σχήματι προσυπαντήσας ὁ Ῥωμανὸς αὐτῷ καὶ προθύμως ποιήσειν τὸ κελευσθὲν ἐπαγγελλόμενος ἠρέμα καὶ κατὰ μικρὸν ἦγεν αὐτὸν εἰς τὴν ἐνέδραν. μηδὲν δὲ ἐπαισθέσθαι τῶν μελετωμένων δυνηθέντος τοῦ παρα- κοιμωμένου, ἀλλ' ἀκάκως καὶ χωρὶς ὑπονοίας διαλεγομένου, καὶ μᾶλλον ἔγγιστα προσιόντος αὐτῷ, καὶ πυθομένου, εἰ ἔχει ἄνδρας εὐειδεῖς καὶ γενναίους καὶ τὴν βασιλικὴν ἐρέττειν ἐπιτηδείους τριήρη, τοῦ δὲ καὶ ἔχειν καὶ ἐγγὺς παρεῖναι τούτους εἰρηκότος, καὶ τῇ κεφαλῇ νεύσαντος ἥκειν πλησίον τινὰς τῶν εὐειδεστέρων, ὁ Κωνσταντῖνος θεασάμενος τού- τους, καὶ τάχα ἀποδεξάμενος, ἀπαίρειν ἠπείγετο. ὁ δὲ Ῥωμανὸς ἔγγιστα τούτου περιπατῶν, ὡς πλησίον ἐγένοντο τῇ στρατηγίδι τριήρει, κατασχὼν τὸν Κωνσταντῖνον καὶ μηδὲν πλέον εἰπών, ἀλλ' ἢ μόνον· ’ἄρατε τοῦτον,‘ αὐτὸς μὲν ἔστη, οἱ δὲ πρὸς τὸ ἔργον ὄντες ηὐτρεπι- σμένοι εἰσήγαγον εἰς τὴν ναυαρχίδα καὶ ἐν ἀσφαλείᾳ κατεῖχον, μηδενὸς ἐπαμῦναι τοῦτον τολμήσαντος τῶν συνεπομένων αὐτῷ, ἀλλὰ πάντων παραυτίκα διασπαρέντων. τῆς φήμης οὖν ἐξαρθείσης ταραχὴ κατέσχε πᾶσαν τὴν πόλιν, τυραννίδος, ὡς εἰκός, ἐπίθεσιν λογισαμένην. φθάσαν- τος οὖν τοῦ λόγου καὶ μέχρι τῆς βασιλίδος Ζωῆς, εἰς ἀμηχανίαν καὶ οἱ ἐν τέλει ἐνέπιπτον. προσκαλεῖται γοῦν ἡ βασιλὶς τὸν πατριάρχην Νικόλαον καὶ τοὺς τῆς συγκλήτου λογάδας, κοινολογησαμένη τε μετ' αὐτῶν ἐκπέμπει πρὸς Ῥωμανόν, τὴν αἰτίαν τοῦ γεγονότος μαθεῖν ἐθέλουσα. τῶν πεμφθέντων γενομένων, ἔνθα προσώρμουν αἱ τριήρεις, καὶ μελλόντων ζήτησιν ποιεῖσθαι τῆς τοῦ παρακοιμωμένου κατασχέ- σεως, ὁ τῶν πλωΐμων διαναστὰς ἀκόλαστος ὄχλος λίθοις αὐτοὺς ἐξή- λασαν. ἕωθεν οὖν ἡ βασιλὶς ἐξελθοῦσα περὶ τὸν Βουκολέοντα καὶ τὸν υἱὸν μεταστειλαμένην καὶ τοὺς περὶ αὐτὸν ἐπηρώτα, πῶς γέγονεν ἡ ἀνταρσία αὕτη. μηδενὸς δὲ ἀποκριναμένου, ὁ παιδαγωγὸς τοῦ βασιλέως Θεόδωρος ἔφη· ’διὰ τὸ ἀπολέσαι, ὦ δέσποινα, Λέοντα μὲν τὸν Φωκᾶν τὰ στρατόπεδα, Κωνσταντῖνον δὲ τὸν παρακοιμώμενον τὸ παλάτιον, ἡ τοιαύτη γέγονε κίνησις.‘

[Const7.11] Ὁ βασιλεὺς δὲ εἰς ἑαυτὸν τὴν ἐξουσίαν ἀπὸ τῆς μητρὸς ἐφελκό- μενος τὸν πατριάρχην Νικόλαον σὺν τῷ μαγίστρῳ Στεφάνῳ ἀνήγαγεν ἐν τῷ παλατίῳ, καὶ τῇ ἐπαύριον στέλλουσιν Ἰωάννην τὸν Τουβάκην τὴν αὐγοῦσταν τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ' ὀλολυγῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπάθειαν αὐτὸν μητρι- κὴν καὶ οἶκτον ἐκίνησε. διὸ καί φησι πρὸς τοὺς ἄγοντας· ’ἐάσατε εἶναι μετ' ἐμοῦ τὴν μητέρα μου.‘ οἱ δὲ ἅμα τῷ λόγῳ ταύτην κατέλιπον. προεβάλλετο δ' ὁ βασιλεὺς δομέστικον τῶν σχολῶν, διαδεξάμενος τὸν Φωκᾶν, τὸν μάγιστρον Ἰωάννην τὸν Γαριδᾶν, τὴν ἐκ τοῦ Λέοντος δεδοικὼς ἐπανάστασιν. τῇ αἰτήσει τε τούτου προεβλήθησαν Συμεὼν ὁ υἱὸς αὐτοῦ καὶ Θεόδωρος ὁ τῆς γυναικὸς αὐτοῦ ἀδελφός, ὁ Ζουφινέζερ, ἑταιρειάρχαι. ὅρκοις τε οὖν καταληφθεὶς ὑπὸ τοῦ βασιλέως κατῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ παραχρῆμα οἱ συγγενεῖς αὐτοῦ ἀπελύθησαν τῶν βασιλείων. ὅπερ μαθὼν ἐκεῖνος ἀγωνίᾳ καὶ φόβῳ ἐλήφθη. εὐθὺς οὖν ἐξιππασάμενος ἀπῆλθεν ἐν τῷ ναυστάθμῳ πρὸς τὸν Ῥωμανὸν τὸν δρουγγάριον, τὴν ὕβριν, ἣν ὑπέστη, καὶ τὸν προπηλακισμὸν διηγού- μενος. κοινοπραγήσαντες οὖν καὶ ὅρκοις ἀλλήλους κατασφαλισάμενοι καὶ κῆδος εἰς τοὺς ἑαυτῶν ποιησάμενοι παῖδας ἐν τῷ κρυπτῷ κατεῖχον τὸ σπουδαζόμενον. ὁ δὲ Ῥωμανὸς πέμψας εἰς τὸ παλάτιον περὶ τοῦ γεγο- νότος ἀπελογεῖτο, μὴ ἀνταρσίαν εἶναι, μηδὲ ἀπόστασιν ὀμνύμενος τὰ πραχθέντα. τὴν τοῦ Φωκᾶ δὲ ἐπίθεσιν ὑφορώμενος, φησί, καὶ δεδιὼς περὶ τοῦ βασιλέως, μή τι καὶ πάθῃ φλαῦρον, ἐν τῷ παλατίῳ ἀνελθεῖν ἠβουλήθη καὶ φυλακὴν τούτου ποιήσασθαι καὶ τοῦ βασιλέως. μὴ πιστεύοντος δὲ τοῦ πατριάρχου, μηδὲ τὰ λεγόμενα δεχομένου, ἐπισπέρ- χει Θεόδωρος ὁ παιδαγωγὸς τὸν Ῥωμανὸν ἄραντα πάντα τὸν στόλον ἀφικέσθαι πρὸς τὸ τοῦ παλατίου νεώριον ἐν τῷ Βουκολέοντι. μέλλοντος δὲ τούτου καὶ ἀναδυομένου, οἱ πρὸς τὴν λεληθυῖαν πρᾶξιν τοῦτον ἐνά- γοντες ἀνέπεισαν καὶ ἄκοντα ποιῆσαι τὸ κελευόμενον. ἀμέλει καὶ κατ' αὐτὴν τὴν ἡμέραν τῆς ἑορτῆς τοῦ εὐαγγελισμοῦ ἐξαρτίσας τὸν στόλον πολεμικῶς ἀφικνεῖται πρὸς τὸν Βουκολέοντα. καὶ Στέφανος μὲν εὐθὺς ὁ μάγιστρος κάτεισι τῶν βασιλείων, ἄνεισι δ' ὁ πατρίκιος Νικήτας, κηδε- στὴς ὢν Ῥωμανοῦ, καὶ κατάγει τὸν πατριάρχην. οἱ δὲ περὶ τὸν βασι- λέα τὰ τίμια καὶ ζωοποιὰ ξύλα πέμψαντες πρὸς τὸν Ῥωμανὸν καὶ ὅρκοις αὐτὸν κατασφαλισάμενοι φοβερωτάτοις καὶ ἀραῖς παλαμναιο- τάταις, μηδέποτε δόλιον κατὰ τοῦ βασιλέως ἐννοήσασθαι, συγχωροῦσι μετ' ὀλίγων αὐτὸν ἀνελθεῖν ἐν τῷ παλατίῳ. ὅνπερ δεξάμενος ὁ βασι- λεὺς ἀνελθόντα καὶ προσκυνήσαντα εἰσάγει κατὰ τὸν ἐν τῷ Φάρῳ ναὸν καὶ πίστεις αὐτῷ δοὺς καὶ λαβὼν προχειρίζεται τοῦτον μέγαν ἑταιρειάρχην. γράμματα οὖν εὐθὺς ἐφοίτα πρὸς Λέοντα τὸν Φωκᾶν μὴ ὀλιγωρῆσαι, μηδ' ἀπογνῶναι, μηδὲ σκαιόν τι βουλεύσασθαι, ἀλλὰ προσμεῖναι μικρὸν ἡσύχως ἐν τῷ οἰκείῳ οἴκῳ διοριζόμενα, ὡς μελλούσης γενέσθαι διὰ βραχέων τῆς αὐτοῦ προνοίας. τὰ παραπλήσια δὲ γράψαι πρὸς αὐτὸν καὶ τὸν παρακοιμώμενον κατηνάγκασε Κωνσταντῖνον. ἅπερ δεξάμενος ὁ Φωκᾶς ἡσυχίαν ἦγεν ἐν τῷ κατὰ τὴν Καππαδοκίαν οἴκῳ αὐτοῦ.

[Const7.12] Τῇ δὲ πέμπτῃ ἑβδομάδι τῶν ἁγίων νηστειῶν δίδοται παρὰ Κωνσταντίνου τοῦ βασιλέως ἀρραβὼν γαμικοῦ συναλλάγματος Ἑλένῃ τῇ θυγατρὶ Ῥωμανοῦ, καὶ τῇ τρίτῃ τῇ λεγομένῃ τῆς Γαλιλαίας στεφα-

[Const7.12.4] νοῦται μετ' αὐτῆς παρὰ Νικολάου πατριάρχου ὁ βασιλεύς, τὸν Ῥω- μανὸν βασιλεοπάτορα προβαλλόμενος, καὶ ἀντ' αὐτοῦ ἑταιρειάρχην Χριστοφόρον τὸν τούτου υἱόν.

[Const7.13] Καὶ μετὰ μικρὸν Λέων ὁ Φωκᾶς ἀναπεισθεὶς ὑπὸ τῶν ἑαυτοῦ συγγενῶν καὶ τῶν ταγμάτων πρὸς ἀποστασίαν ἀπεῖδε, καὶ ἀποστείλας προσελάβετο μετ' αὐτοῦ τὸν παρακοιμώμενον Κωνσταντῖνον, καὶ Κων- σταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλίους καὶ αὐταδέλφους, καὶ Κωνσταντῖνον τὸν τῆς Μαλελίας, πληροφορῶν ἅπαντας ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τὰ ὅπλα αἴρειν. Ῥωμανὸς δὲ χρυσοβούλλια ἐκθέμενος ἀνατροπὴν ἔχοντα τῆς τοῦ Φωκᾶ προφάσεως, καὶ τῇ χειρὶ τοῦ βασιλέως καὶ τῇ σφραγῖδι ταῦτ' ἐμπεδώσας μετά τινος γυναικὸς ἑται- ρίδος, ἣν διὰ τὴν τοιαύτην ὑπηρεσίαν καὶ Βασιλικὴν ὕστερον προση- γόρευσαν, ἐν τῷ τοῦ Λέοντος στρατοπέδῳ ἐξέπεμψε, καὶ ἕτερα δὲ μετά τινος κληρικοῦ Μιχαὴλ ὑποσχέσεσι τιμῶν καὶ δωρεῶν διαφθείροντα τοὺς τῶν ταγμάτων ἐξάρχους καὶ τὸν λαόν. ἀλλ' οὗτος μὲν ὁ Μιχαὴλ φωρα- θεὶς ὑπὸ τοῦ Φωκᾶ καὶ τυφθεὶς ἀνηλεῶς ἀπετμήθη τὰ ὦτα. ἔλαθε δ' ἡ γυνὴ ἐν τῷ στρατῷ διασπείρασα, ἃ ἐπήγετο. πρῶτον οὖν ὁ τοῦ Βαρέος Μιχαὴλ υἱὸς Κωνσταντῖνος, τοῦ τάγματος ἄρχων τῶν ἱκανά- των, καταλιπὼν τὸν Λέοντα τῷ Ῥωμανῷ προσεχώρησεν. ᾧτινι καὶ ὁ Βαλάντης καὶ ὁ λεγόμενος Ἄτζμωρος, τουρμάρχαι καὶ ἄμφω ὄντες, ἐπηκολούθησαν. Λέων δὲ ὅμως ὁ Φωκᾶς τὴν Χρυσόπολιν καταλαβών, καὶ τὸν λαὸν παρατάξας κατὰ τὴν ἀντιπέραν ἐν τῷ κίονι ἱσταμένην λιθίνην δάμαλιν ἐξεφόβει τοὺς ἐν τῇ πόλει. Ῥωμανὸς δὲ μετὰ δρόμωνος τὸν ἐπὶ τοῦ κανικλείου Συμεὼν ἐκπέμψας πρὸς τὸν τοῦ ἀποστάτου λαὸν καὶ χρυσόβουλλον ἐνσεσημασμένον παρὰ τοῦ βασιλέως ἐνεχείρισεν αὐτῷ, καὶ παρηγγύησε πάντα τρόπον σπουδάσαι τῷ λαῷ τοῦτο ὑπαναγνῶναι. ὁ δὲ τοῦ χρυσοβούλλου νοῦς εἶχεν οὕτως· ’ἡ βασιλεία μου φύλακα αὐτῆς ἐγρηγορώτατον καὶ πιστότατον οὐδένα τῶν ὑπὸ χεῖρα, ἢ Ῥωμανὸν εὑροῦσα, τούτῳ μετὰ θεὸν τὴν ἑαυτῆς φυλακὴν κατεπίστευσε, καὶ ἀντὶ πατρὸς αὐτὸν κρίνει, σπλάγχνα πατρικὰ πρὸς αὐτὴν ἐνδεικνύ- μενον. Λέοντα δὲ τὸν Φωκᾶν ἀεὶ ταύτῃ προσπολεμοῦντα καὶ ἐπιβου- λεύοντα, καὶ νῦν τὴν κρυπτομένην αὐτοῦ μοχθηρίαν φανερώσαντα, οὔτε δομέστικον εἶναι βούλεται, οὐθ' ἕνα κρίνει τῶν ὑπηκόων, ἀλλ' ἀπο- στάτην καὶ τύραννον, καὶ χωρὶς ἐμῆς βουλῆς τὴν τοιαύτην ἀνταρσίαν συστήσαντα, ἵν' εἰς ἑαυτὸν τὸ τῆς βασιλείας ἐπισπάσηται κράτος. τοῦτο οὖν εἰδὼς ὁ ἐμὸς λαὸς τὸ δέον συνιέναι θέλησον, καὶ τὸν προ- γονικὸν ἐπιγνοὺς δεσπότην τῆς πικρᾶς τυραννίδος ἀπόστηθι.‘ τοῦ δὲ Συμεὼν γενομένου κατὰ τὴν παρεμβολὴν καὶ τὸ χρυσοβούλλιον φανε- ρῶς ἐκπέμψαντος τῷ λαῷ, ὡς τοῦτο ἀνέγνωσαν καὶ τὸν ἐν αὐτῷ νοῦν κατενόησαν, ἤρξαντο πάντες ἀναχωρεῖν καὶ τῷ βασιλεοπάτορι προσ- ρύεσθαι Ῥωμανῷ. ὁ Φωκᾶς δὲ πρῶτον μὲν πειραθεὶς τὴν ἀνάγνωσιν κωλῦσαι τοῦ χρυσοβούλλου καὶ μὴ δυνηθείς, εἶτα καὶ ὑπορρέουσαν κατὰ μικρὸν τὴν ἑαυτοῦ βλέπων δύναμιν, τοῖς ὅλοις ἀπειρηκὼς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύετο, καὶ μετά τινων ὀλίγων τῶν πιστοτάτων τὸ φρούριον κατέλαβεν Ἀτεοῦς. ἀποκρουσθεὶς δ' ἐκεῖθεν ἔν τινι χωρίῳ κατήντησεν, Ὠὴ Λέων τὸ χωρίον κατονομάζεται. κἀκεῖσε παρὰ Μιχαὴλ τοῦ Βαρέος καί τινων ἄλλων πλείστων ἐπ' αὐτὸν συστάντων συλλαμ- βάνεται. στέλλεται τοίνυν Ἰωάννης ὁ Τουβάκης καὶ Λέων ὁ Πασιλᾶς εἰσαγαγεῖν αὐτὸν εἰς τὴν βασιλεύουσαν. οἱ δὲ τοῦτον κρατήσαντες ἀπετύφλωσαν, ὡς μὲν ἔνιοι λέγουσιν, ἐντολὴν λαθραίαν εἰληφότες ἐκ Ῥωμανοῦ, ὡς δ' οἱ περὶ τὸν Ῥωμανὸν διενίσταντο, αὐθαιρέτῳ γνώμῃ καὶ προαιρέσει. καὶ γὰρ δὴ καὶ ἐδόκει ἀγανακτεῖν ὁ Ῥωμανός, ὡς παρὰ τὴν αὐτοῦ θέλησιν γεγονότος τοῦ ἔργου. ἡ μὲν οὖν τοῦ Λέοντος ἀπο- στασία τοιοῦτον ἔσχε τὸ τέλος.

[Const7.14] Συνέστη δὲ καὶ ἑτέρα ἐπιβουλὴ κατὰ Ῥωμανοῦ, παρά τινος Κωνσταντίνου Κτηματινοῦ, Δαβὶδ τοῦ Κουμουλιανοῦ καὶ Μιχαὴλ κουράτωρος τῶν Μαγγάνων. οὗτοι γὰρ νεανίας τινὰς καθοπλίσαντες κατὰ τὸ κυνήγιον ἐξελθόντα τὸν Ῥωμανὸν ἐπετρέψαντο διαχειρίσασθαι. ὧν γνωσθέντων καὶ συλληφθέντες οἱ τῆς ἐπιβουλῆς πρωτουργοὶ τοὺς ὀφθαλμοὺς ἐπηρώθησαν καὶ διὰ μέσης τῆς πόλεως περιήχθησαν. συνῆν δὲ ταύτῃ τῇ ἀτίμῳ περιαγωγῇ καὶ Λέων ὁ Φωκᾶς, ἡμιόνῳ ἐφεζόμενος. κατηγορήθη δὲ καὶ Ζωὴ ἡ βασιλὶς τῇ ζωῇ ἐπιβουλεύουσα Ῥωμανοῦ, καὶ τοῦ παλατίου κατάγεται, κἀν τῇ τῆς ἁγίας Εὐφημίας μονῇ ἀποκεί- ρεται. ἐξεβλήθη δὲ τῆς πόλεως καὶ Θεοφύλακτος πατρίκιος καὶ Θεό- δωρος ὁ παιδαγωγὸς τοῦ βασιλέως καὶ ὁ τούτου ὁμαίμων Συμεών, καὶ ἐν τῷ Ὀψικίῳ διάγειν ἐτάχθησαν, ὡς τάχα κατὰ Ῥωμανοῦ μελετῶντες. ὑπούργησε δὲ πρὸς τὸν ἐξοστρακισμὸν τῶν τοιούτων ὁ δρουγγάριος τῆς βίγλας Ἰωάννης, ὁ Κουρκούας, αἰφνίδιον συναρπάσας αὐτοὺς καὶ πλοίοις εἰς τὴν περαίαν διαβιβάσας. τῇ δὲ εἰκάδι τετάρτῃ τοῦ Σεπτεμ- βρίου μηνὸς ἀνάγεται Ῥωμανὸς εἰς τὴν τοῦ καίσαρος ἀξίαν, καὶ Δεκεμ- βρίου μηνὸς τῷ τῆς βασιλείας διαδήματι στέφεται, ἐπιτροπῇ τοῦ βασι- λέως Κωνσταντίνου, τοῦ πατριάρχου Νικολάου αὐτὸν ἀναδήσαντος.

[Roman1.t] ΡΩΜΑΝΟΣ Ο ΛΑΚΑΠΗΝΟΣ

[Roman1.1] Ῥωμανὸς δὲ ταινιωθεὶς τῷ βασιλικῷ διαδήματι στέφει κατ' αὐτὴν τὴν ἡμέραν τῶν ἁγίων φώτων καὶ τὴν ἑαυτοῦ σύζυγον Θεοδώραν. Μαΐῳ δὲ μηνὶ κατὰ τὴν τῆς ἁγίας πεντηκοστῆς ἡμέραν στέφει καὶ τὸν ἑαυτοῦ υἱὸν Χριστοφόρον διὰ Κωνσταντίνου τάχα, κατὰ μὲν τὸ φαινό- μενον ἐθέλοντος καὶ καταδεχομένου διὰ τὴν βίαν, ἐν δὲ τῷ ἀφανεῖ ἀλύοντος καὶ τὴν συμφορὰν ἀποκλαιομένου εἰς ἑαυτόν. καὶ μόνοι οἱ δύο κατὰ τὴν τοιαύτην προῆλθον προέλευσιν.

[Roman1.2] Ἰουλίῳ δὲ μηνὶ ἰνδικτιῶνος ὀγδόης ἡ τῆς ἐκκλησίας γέγονεν ἕνωσις, ἑνωθέντων τῶν διαφερομένων μητροπολιτῶν τε καὶ κληρικῶν τῶν ἀπὸ Νικολάου πατριάρχου καὶ Εὐθυμίου διεσχισμένων. ὁ δὲ βασι- λεὺς Ῥωμανὸς ἐξορίζει τὸν μάγιστρον Στέφανον εἰς τὴν Ἀντιγόνου νῆσον, ὡς τῆς βασιλείας τάχα ὀριγνώμενον, καὶ μοναχὸν ἀποκείρει, σὺν αὐτῷ δὲ καὶ Θεοφάνην τὸν Τειχεώτην καὶ Παῦλον τὸν ὀρφανοτρόφον, τοὺς οἰκειοτάτους αὐτῷ. προκένσου δὲ γενομένου ἐν τῷ τριβουναλίῳ, αἰφνίδιον οἱ βασιλεῖς εἰς τὸ παλάτιον ὑποστρέφουσιν ἐπιβουλῆς μηνυ- θείσης αὐτοῖς. κατασχεθέντες δὲ οἱ ἔξαρχοι, ὅ τε πατρίκιος Ἀρσένιος καὶ ὁ μαγγλαβίτης Παῦλος, τυφλωθέντες καὶ δημευθέντες ἐξωρίσθησαν. ἠγάγετο δὲ τούτῳ τῷ ἔτει καὶ γαμβρὸν ἐπὶ τῇ αὐτοῦ θυγατρὶ Ἀγάθῃ Ῥωμανὸς ὁ βασιλεὺς Λέοντα τὸν τοῦ Ἀργυροῦ, ἄνδρα γενναῖον, καὶ κάλλει σώματος καὶ ἰδέᾳ ὑπερφέροντα, συνέσει τε καὶ φρονήσει κοσμού- μενον.

[Roman1.3] Ἐγένετο δὲ ἐν τῷ αὐτῷ χρόνῳ καὶ τὰ κατὰ τὸν Ῥεντάκιον. οὗτος ἐξ Ἑλλάδος ὡρμημένος τὸν ἑαυτοῦ γεννήτορα ἐπεχείρησεν ἀνε- λεῖν. δεδιὼς δ' ἐκεῖνος τὴν τοῦ υἱοῦ ἀταξίαν πλοίου ἐπιβὰς ἔπλει πρὸς τὸ Βυζάντιον, ὡς τάχα βασιλέως δεησόμενος ἀνακοπὴν γενέσθαι τῆς τοῦ υἱοῦ ἀπαιδευσίας. ἀνιὼν δὲ κατεσχέθη παρὰ τῶν ἐν τῇ Κρήτῃ Σαρακηνῶν. καὶ ὁ Ῥεντάκιος ὑποχείριον ἔχων τὸν πατρῷον πλοῦτον, ἀνελθὼν μετ' αὐτοῦ εἰς τὴν μεγαλόπολιν, τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ σοφίας προσέδραμε, κἀν τούτῳ προσκαθήμενος τὴν πατρικὴν κατεσπάθα οὐσίαν. οὐκ ἔλαθε τοῦτο τὸν Ῥωμανόν, ἀλλὰ γνοὺς ἐξαγαγεῖν ἐβουλεύ- σατο τοῦτον τῆς ἐκκλησίας καὶ παιδεῦσαι. ὁ δὲ πληροφορίαν σχὼν βασιλικὰ πλασάμενος γράμματα, ὡς δῆθεν ἐκπεμφθέντα πρὸς τὸν Συμεών, αὐτομολήσειν ἐβουλεύσατο πρὸς τοὺς Βουλγάρους. καὶ ἐλεγχ-

[Roman1.3.13] θεὶς τῆς τε οὐσίας καὶ τῶν ὀφθαλμῶν στερεῖται.

[Roman1.4] Ἀδραλέστου δὲ τοῦ δομεστίκου τῶν σχολῶν ἀποθανόντος προ- εβλήθη Πόθος ὁ Ἀργυρός. καὶ τῶν Βουλγάρων ἄχρι τῶν Κατασυρτῶν ἐξελασάντων, ἔξεισι καὶ αὐτὸς μετὰ τῶν ταγμάτων, καὶ κατασκηνοῖ κατὰ τὴν λεγομένην Θερμόπολιν. ἐκεῖθεν δὲ Μιχαὴλ ταγματάρχην τὸν τοῦ πατρικίου Μωρολέοντος υἱὸν, ἐπὶ κατασκοπὴν τῶν Βουλγάρων ἐκπέμ- πει. ὁ δὲ ἀπροόπτως ταῖς βαρβαρικαῖς ἐμπεσὼν ἐνέδραις, ἐπείπερ ἄφυκ- τα ἦν, τρέπεται πρὸς ἀλκήν, καὶ πολλοὺς τῶν Βουλγάρων ἀνελὼν καὶ τρεψάμενος, καιρίαν δὲ τυπεὶς καὶ αὐτός, ἐπανῆκεν εἰς τὴν βασιλίδα καὶ μετὰ μικρὸν ἐτελεύτησε.

[Roman1.5] Τότε δὴ καὶ τῷ βασιλεῖ Ῥωμανῷ ἐπιβουλὴ μηνύεται κατ' αὐτοῦ, προστάτην ἔχουσα τὸν σακελλάριον Ἀναστάσιον, ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου δῆθεν ἀγωνιζόμενον. καὶ τῶν αἰτίων συσχεθέντων ἕκαστος κατὰ τὸ δόξαν ἐτιμωρήθη τῷ βασιλεῖ Ῥωμανῷ, τοῦ Ἀναστασίου ἀποκαρέντος μοναχοῦ. ἐξ ἦς αἰτίας καὶ ὁ Κωνσταντῖνος ὑποβιβάζεται, καὶ δεύτερος ἀνηγορεύετο βασιλεύς, πρῶτος δὲ ὁ Ῥωμανός, προφασισά- μενος οὕτως μόνως δυνατὸν εἶναι κατευνασθῆναι τὰς ἐπιβουλάς, διὰ πράγματα πρόσκαιρα καὶ βασιλείαν φθαρτὴν καὶ ἐπίκηρον, ἐπιορκίᾳ περιπεσὼν καὶ τοῦ θεοῦ γενόμενος μήκοθεν. καὶ τὰ μὲν κατὰ τὴν πόλιν ἐφέρετο τῇδε.

[Roman1.6] Ὁ δὲ Συμεὼν πάλιν δύναμιν βαρεῖαν ἐκπέμπει κατὰ Ῥωμαίων, ἔξαρχον ἔχουσαν Χαγάνον, ἕνα τῶν παρ' αὐτῷ μέγα δυναμένων, καὶ Μινικὸν τῶν ἱπποκόμων τὸν πρῶτον, οἷς ἐπέσκηψε κατ' αὐτῆς ὡς τάχιστα τῆς πόλεως ἐκστρατεύειν. ὧν τὴν ἔφοδον ἀναμαθὼν ὁ βασιλεὺς Ῥωμανὸς καὶ λογισάμενος, μή πως ἐπελθόντες τὰ κάλλιστα τῶν πλη- σιαζόντων τῇ πόλει παλατίων καὶ οἰκημάτων πυρπολήσωσι, τὸν ῥαίκτωρα Ἰωάννην ἅμα Λέοντι καὶ Πόθῳ τοῖς Ἀργυροῖς ἐκπέμπει μετὰ πλήθους ἱκανοῦ ἔκ τε τῆς βασιλικῶς ἑταιρείας καὶ τῶν ταγματικῶν, οἷς συνῆν καὶ ὁ πατρίκιος Ἀλέξιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Μωσηλὲ μετὰ τῶν ὑπ' αὐτὸν πλωΐμων. κατὰ δὲ τὴν πέμπτην ἑβδομάδα τῶν νηστειῶν διατάξαντες τὸν λαὸν ἐν τοῖς πεδινοῖς τῶν Πηγῶν τόποις προσέμενον. ἐκεῖθεν δὲ τῶν Βουλγάρων ἀναφανέντων καὶ βοῇ χρησα- μένων ἀσήμῳ καὶ σφοδρῶς ἐπελασάντων κατ' αὐτῶν, φεύγει μὲν ὁ ῥαίκτωρ Ἰωάννης, σφάττεται δὲ ὑπὲρ αὐτοῦ ἀγωνιζόμενος Φωτεινὸς πατρίκιος ὁ τοῦ Πλατύποδος υἱὸς καὶ ἄλλοι οὐκ ὀλίγοι. μόλις οὖν ὁ ῥαίκτωρ διασωθεὶς εἰσῆλθεν εἰς τὸν δρόμωνα. τοῦτο καὶ Ἀλέξιος ὁ δρουγ- γάριος ποιῆσαι βουληθείς, καὶ μὴ δυνηθεὶς ἀνελθεῖν, ἐν τῇ τοῦ δρό- μωνος ὑποβάθρᾳ πεσὼν ἐν τῇ θαλάσσῃ σὺν τῷ αὐτοῦ πρωτομανδάτωρι ἀπεπνίγη. Λέων δὲ καὶ Πόθος οἱ Ἀργυροὶ ἐν τῷ Καστελλίῳ διαφυγόν- τες ἐσώθησαν. τοῦ δὲ λοιποῦ πλήθους οἱ μὲν τὰς τῶν πολεμίων χεῖρας φεύγοντες ἀπεπνίγησαν, οἱ δὲ σιδήρου γεγόνασι παρανάλωμα, οἱ δὲ χερσὶ βαρβαρικαῖς συνελήφθησαν. οἱ δὲ Βούλγαροι κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν τά τε τῶν Πηγῶν ἐνέπρησαν παλάτια καὶ ἅπαν τὸ Στενὸν ἐπυρπόλησαν.

[Roman1.7] Εἰκάδι δὲ Φεβρουραρίου μηνός, ἰνδικτιῶνος δεκάτης, θνῄσκει Θεοδώρα ἡ σύμβιος Ῥωμανοῦ καὶ θάπτεται ἐν τῷ Μυρελαίῳ. ἀνηγορεύθη δὲ αὐγοῦστα Σοφία ἡ τοῦ βασιλέως Χριστοφόρου γυνή. παρεγένετο δὲ καὶ ἐξ Ἰβηρίας ὁ κουροπαλάτης ὁ Ἴβηρ, καὶ διὰ μέσης τῆς ἀγορᾶς διελθὼν κεκοσμημένης λαμπρῶς μετὰ δόξης πολλῆς καὶ τιμῆς ὑπεδέχθη. ὃν καὶ ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ ἀπέστειλεν ὁ βασιλεὺς τὸ κάλλος αὐτῆς θεάσασθαι καὶ τὸ μέγεθος. ἀπελθὼν οὖν καὶ τοῦ ναοῦ τὴν καλλο- νὴν καταπλαγεὶς καὶ τὸν πολυτελῆ κόσμον ὑπερθαυμάσας, καὶ ἀληθῶς θεοῦ καταγώγιον τὸν ἱερὸν τουτονὶ χῶρον εἰπὼν ὑπέστρεψεν εἰς τὰ ἴδια.

[Roman1.8] Τῶν δὲ Βουλγάρων πάλιν εἰσβολὴν ποιησαμένων κατὰ τῆς Ῥωμαίων χώρας, καὶ τοῖς παλατίοις τῆς βασιλίδος ἐγγισάντων Θεο- δώρας, ὡς οὐδὲν ἦν τὸ προσιστάμενον, πυρὶ ταῦτα παρέδοσαν. ὁ δὲ βασιλεὺς Ῥωμανὸς ἄριστον ποιησάμενος πολυτελὲς τοὺς τῶν ταγμάτων ἄρχοντας συνεκάλεσε. συνῆν δὲ τούτοις καὶ ὁ τὴν ἐπωνυμίαν Σακτίκιος, τοῦ τάγματος ἄρχων τῶν ἐξκουβίτων. ἐπίδοσιν δὲ λαμβανούσης τῆς εὐωχίας λόγος ἐκινήθη περὶ τῶν Βουλγάρων. καὶ τοῦ βασιλέως ἐπαγωγὰ πολλὰ εἰρηκότος πρὸς ὁρμὴν ἐπανιστῶντα ἐνθουσιώδη καὶ παρακαλοῦν- τα εὐψύχως ἐξελθεῖν κατὰ τῶν ἐναντίων καὶ τῆς σφῶν ὑπεραγωνίσασθαι πατρίδος, πάντες συνέθεντο ἑτοίμως ἐξελθεῖν καὶ τῶν Χριστιανῶν ὑπεραγωνίσασθαι. ἕωθεν οὖν καθοπλισθεὶς ὁ Σακτίκιος, ὄπισθεν τῶν Βουλγάρων γενόμενος καὶ εἰς τὸ στρατόπεδον αὐτῶν εἰσελθών, τῶν πλειόνων ἐπὶ διαρπαγὴν σκύλων σκεδασθέντων κατὰ τὴν χώραν, πάντας τοὺς ἐν τῇ παρεμβολῇ εὑρεθέντας κατέσφαξε. μαθὸν οὖν τὸ πλῆθος τῶν Βουλγάρων ὑπὸ τῶν διαδράντων τὸ γεγονὸς ὑποστρέ- φουσιν ἐν τῷ στρατοπέδῳ. καὶ συμπλοκῆς γενομένης ἀκμῆτες οἱ Βούλ- γαροι πρὸς κεκμηκότας μαχόμενοι καὶ ἀκραιφνεῖς πρὸς ἤδη τῷ προηγη- σαμένῳ πολέμῳ κεκακωμένους ἄνδρας τρέπουσι τὸν Σακτίκιον σὺν ὀλίγοις τὴν προσβολὴν τῶν ἐναντίων δεξάμενον. γενναίως οὖν ἀγω- νισάμενος καὶ πολλοὺς ἀνελὼν τῶν πολεμίων, ἐπειδὴ κατισχύετο, μεθίησι τοῦ ἵππου τὸν χαλινὸν καὶ νῶτα δοὺς ἔφευγεν. ἔν τινι δὲ ποτα- μῷ γενόμενος καὶ τοῦτον διαπερῶν, καὶ τῇ ἰλύϊ τοῦ ἵππου ἐμπαγέντος, καταλαμβάνεται παρὰ τῶν Βουλγάρων καὶ δέχεται πληγὴν καιρίαν κατὰ τῆς ἕδρας καὶ τοῦ μηροῦ. καὶ τοῦ ἵππου δὲ ἀνασπασθέντος ἐκ τῆς ἰλύος σπουδῇ καὶ συνεργίᾳ τῶν θεραπόντων αὐτοῦ, νῦν μὲν φεύγων, νῦν δ' ὑποστρέφων μετὰ τῶν ὑπ' αὐτὸν καὶ τοὺς ἐπιόντας ἀνακόπτων τῶν Βουλγάρων, διασῴζεται μέχρι τῶν Βλαχερνῶν καὶ ἐν τῷ ναῷ τῆς ἁγίας σοροῦ τεθεὶς τῇ ἐπιούσῃ νυκτὶ ἐτελεύτησε, μέγα πένθος οὐ τῷ βασιλεῖ μόνον, ἀλλὰ καὶ τῷ στρατῷ καὶ παντὶ τῷ πλήθει Ῥωμαίων ἀπολιπών.

[Roman1.9] Ἐγένετο δὲ καὶ ἑτέρα τις ἀποστασία κατὰ τοῦ βασιλέως ἐν Χαλδίᾳ, ὑποθήκῃ τοῦ στρατηγοῦντος αὐτῆς Βάρδα πατρικίου τοῦ Βοΐλα. ἐξῆρχον δὲ τοῦ νεωτερισμοῦ Ἀδριανός τις Χάλδος καὶ Τατζάτης ὁ Ἀρμένιος, πλούσιοι σφόδρα. κατασχόντες οὖν οὗτοι φρούριον τὸ λεγόμενον Παΐπερτε κατὰ τοῦ βασιλέως ὡπλίζοντο. ἀλλ' ὀξὺς ἐπι- φανείς (ἔτυχε γὰρ ἐνδημῶν ἐν Καισαρείᾳ ὁ τῶν σχολῶν ἐξηγούμενος Ἰωάννης ὁ Κουρκούας) τὴν σύστασιν διεσκέδασε, τοὺς ἐμφανεστέρους τῶν κατασχεθέντων ἀποτυφλώσας καὶ τὰς οὐσίας δημεύσας, τοὺς δὲ πενιχροὺς καὶ ἀσήμους ἀθῴους κελεύσας, ὅπῃ βούλονται, ἀπιέναι. μόνος δὲ ὁ Τατζάτης φρούριον ἐπί τινος ὑψηλοῦ λόφου κατεσκευα- σμένον κατεσχηκώς, καὶ λόγον τοῦ μή τι κακὸν παθεῖν δεξάμενος ἀπὸ τοῦ δομεστίκου καὶ λαβών, εἰσῆλθεν ἐν τῇ βασιλίδι καὶ τῇ τοῦ μαγγλαβίτου ἀξίᾳ τιμηθεὶς ἐν τῷ οἴκῳ τῶν Μαγγάνων ἐτηρεῖτο. δρασμὸν δὲ βουλευ- σάμενος ἁλίσκεται καὶ τῶν ὀφθαλμῶν στερεῖται. Βάρδας δὲ ὁ Βοΐλας φιλίως πρὸς αὐτὸν διακειμένου τοῦ βασιλέως ἀπεκάρη μοναχός, μηδὲν ἄλλο ἀνιαρὸν πεπονθώς.

[Roman1.10] Συμεὼν δὲ ὁ τῶν Βουλγάρων καθηγεμὼν τὴν Ἀδριανούπολιν καταλαβὼν καὶ ταύτην χάραξι καὶ τάφροις περιστοιχίσας ἐπιμελῶς ἐπολιόρκει. ἐστρατήγει δὲ τῆς πόλεως ὁ πατρίκιος Λέων, ὃν διὰ τὴν ὀξύρροπον πρὸς τοὺς πολέμους ὁρμὴν καὶ Μωρολέοντα ἐκάλουν. οὗτος εὐψύχως τὴν πολιορκίαν ἐδέξατο, καὶ γενναιότατα ποτὲ μὲν ἀπὸ τοῦ τείχους τοὺς προσιόντας τῶν Βουλγάρων ἠμύνετο, ποτὲ δὲ τὰς πύλας ἀναπεταννὺς ἐπετίθετο σὺν ῥύμῃ ἀνυποστάτῳ καὶ ῥᾳδίως ἐτρέπετο. ἐπεὶ δὲ ὁ σῖτος τοὺς ἐν τῇ πόλει ἐπιλελοίπει καὶ λιμὸς ἐπίεζε τοὺς ἔν-

[Roman1.10.9] δοθεν κραταιός, μηδαμόθεν ἐλπίδα ἔχοντες ἐπισιτισμοῦ, τῇ ἐνδείᾳ πιε- σθέντες προδεδώκασι τὴν πόλιν καὶ ἑαυτοὺς καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις. ὃν χειρωσάμενος ὁ Συμεών, καὶ ὧν εἰς τοὺς Βουλγάρους ἐνεδείξατο μεμνημένος κακῶν, μυρίαις αἰκίαις τιμωρησάμενος τελευταῖον ἀπέκτεινε θανάτῳ πικρῷ. Βουλγάρους οὖν ἐπιστήσας φύλακας τῇ πό- λει ὑπεχώρησεν· οἵτινες Ῥωμαϊκὸν στρατόπεδον ἀκηκοότες ἥκειν κατ' αὐτῶν καταλιπόντες τὴν πόλιν ἔφυγον, καὶ πάλιν ἡ Ἀδριανούπολις ὑπὸ Ῥωμαίους ἐγένετο.

[Roman1.11] Τότε δὴ καὶ Λέων ὁ Τριπολίτης μετὰ δυνάμεως πολλῆς καὶ πλοίων πολεμικῶν ἐξῆλθε κατὰ Ῥωμαίων. ὃν ἐν τῇ νήσῳ Λήμνῳ ναυ- λοχοῦντα Ἰωάννης πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Ῥαδηνὸς κατονομαζόμενος αἰφνίδιον ἐπιφανεὶς ῥᾳδίως ἐτρέψατο, τῶν Ἀγαρηνῶν σχεδὸν πάντων ἀνῃρημένων, τοῦ δὲ Τριπολίτου μόνου φυγῇ τὴν σωτηρίαν πορισαμένου.

[Roman1.12] Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος δευτέρας, ὁ ἄρχων Βουλγαρίας Συμεὼν πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκστρατεύει καὶ ληΐζεται μὲν Μακεδονίαν, ἐμπιπρᾷ δὲ τὰ ἐπὶ Θρᾴκης χωρία, καὶ πάντα καταστρέ- φει τὰ ἐν ποσίν. ἔγγιστα δὲ Βλαχερνῶν στρατόπεδον πήξας ἐπεζή- τησεν ἀποσταλῆναι αὐτῷ τὸν πατριάρχην. Νικόλαον καί τινας τῶν ἐν τέλει, ὥστε περὶ εἰρήνης διαλεχθῆναι. λαβόντες οὖν ὁμήρους παρ' ἀλλήλων, ὡς οὐδεμία τις ἐπακολουθήσει ἐπιβουλή, καὶ τοῦ πατριάρχου τοῖς ὅρκοις ἀναθαρρήσαντος, γέγονε λόγος, ὁποίους δεῖ τῶν συγκλη- τικῶν τούτῳ συνεξελθεῖν. προεκρίθη γοῦν ὁ πατρίκιος Μιχαὴλ ὁ Στυ- πειώτης καὶ Ἰωάννης ὁ μυστικὸς καὶ παραδυναστεύων. ἤδη γὰρ Ἰωάν- νης ὁ ῥαίκτωρ διαβληθεὶς πρὸς τὸν βασιλέα, κατελθὼν τοῦ παλατίου, ἐν τῇ αὐτοῦ μονῇ τὴν κοσμικὴν ἀπεκείρατο τρίχα. ἀφικομένους οὖν αὐτοὺς πρὸς τὸν Συμεὼν καὶ μέλλοντας κινεῖν λόγους περὶ εἰρήνης, τούτους μὲν ἀπεπέμψατο, αὐτὸν δὲ τὸν βασιλέα Ῥωμανὸν ἐπεζήτει θεάσασθαι. πεπληροφόρητο γὰρ ἄνδρα συνετὸν αὐτὸν εἶναι καὶ ἀληθῆ. ἀσπασίως δὲ ὁ Ῥωμανὸς ἐδέξατο τοῦτο. ἀποστείλας οὖν ἐν τῷ τοῦ Κοσμιδίου αἰγιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ὀχυρωτάτην ἀπόβασιν, ὥστε τὴν βασιλικὴν τριήρη διεκπλέουσαν ἐν αὐτῇ προσορμίζεσθαι, περιφράξας αὐτὴν πάντοθεν διατειχμίσμασι, μέσον δὲ θριγκίον γενέσθαι προσέταξεν, ἔνθα ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ὁ δὲ Συμεὼν ἀποστείλας ἐνέπρησε τὸν τῆς ὑπεραγίας θεοτόκου ναὸν τὸν ἐν τῇ Πηγῇ, ὃν ὁ βασιλεὺς Ἰουστινιανὸς ἐδομήσατο, ἐπυρπόλησε καὶ τὰ κύκλῳ σύμπαντα, καὶ δῆλος ἦν ἐκ τούτου μὴ εἰρήνην ἀξιῶν. ὁ δὲ βασιλεὺς ἐν τῷ ναῷ γενόμενος τῶν Βλαχερνῶν ἅμα τῷ πατριάρχῃ, καὶ ἐν τῇ ἁγίᾳ σορῷ εἰσελθὼν καὶ ἱκετηρίας ᾠδὰς ἀποδοὺς τῷ θεῷ, τὸ ὠμοφόριον τῆς θεοτόκου λαβὼν ἐξῄει τοῦ ναοῦ, ὅπλοις ἀσφαλέσι φραξάμενος. τὸν σὺν αὐτῷ οὖν στόλον κοσμήσας ἀριπρεπῶς τὸν ὡρισμένον κατείληφε τόπον. ἐννάτη τοῦ Νοεμβρίου μηνὸς ἦν, ὅτε ταῦτα ἐγίνετο. παρεγένετο δὲ καὶ ὁ Συμεὼν πλῆθος ἐπαγόμενος εἰς πολλὰς διῃρημένον τὰς παρατάξεις καὶ τὰς ἰδέας. οἱ μὲν γὰρ ἦσαν χρυσάσπιδες καὶ χρυσᾶ δόρατα ἔχοντες, οἱ δὲ ἀργυράσπι- δες, οἱ δὲ χαλκάσπιδες, οἱ δὲ ἄλλῃ χροιᾷ, ὥς πῃ ἑκάστῳ ἐδόκει, ἐκεκόσμην- το. οἵτινες μέσον αὐτῶν εἰληφότες τὸν Συμεὼν ὡς βασιλέα εὐφήμουν Ῥωμαϊκῇ τῇ φωνῇ. πάντες δὲ οἱ ἐν τέλει καὶ ὁ ἀστικὸς δῆμος ἐκ τῶν τειχῶν ἐθεῶντο τὰ δρώμενα. πρῶτος οὖν ὁ βασιλεὺς Ῥωμανὸς τὴν εἰρημένην ἀποβάθραν καταλαβὼν τὸν Συμεὼν ἐξεδέχετο. ὅμηρα δὲ δόντες ἀλλήλοις, καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διερευνήσαντες ἀκριβῶς, μή πού τις δόλος ἢ ἐνέδρα κρύπτηται, τότε κατελθεῖν τὸν Συμεὼν τοῦ ἵππου προετρέψαντο καὶ εἰσελθεῖν πρὸς τὸν βασιλέα. ἠσπάσαντο γοῦν ἀλλή- λους, καὶ περὶ εἰρήνης ἤρξαντο διαλέγεσθαι. φασὶ δ' οὖν εἰπεῖν τὸν Ῥωμανὸν πρὸς τὸν Συμεών· ’ἀκήκοά σε Χριστιανὸν ἄνθρωπον καὶ θεοσεβῆ, βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοῖς λόγοις συμβαίνοντα. εἰ μὲν γὰρ ἀληθὴς Χριστιανὸς ὑπάρχεις, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς χύσεις τῶν ἀνοσίων αἱμάτων, καὶ σπεῖσαι μεθ' ἡμῶν τῶν Χριστιανῶν, Χριστιανὸς καὶ αὐτὸς ὢν καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αἵμασιν ὁμοπίστων Χριστιανῶν. ἄνθρωπος εἶ καὶ αὐτός, θάνατον προσδοκῶν καὶ ἀνάστασιν καὶ κρίσιν καὶ ἀνταπόδοσιν τῶν βεβιωμένων. σήμερον ὑπάρχεις, καὶ αὔριον εἰς κόνιν διαλυθήσῃ. εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, ἐγώ σε τούτου ἐμπλήσω εἰς κόρον. μόνον ἄσπασαι τὴν εἰρήνην καὶ ἀγάπησον τὴν ὁμόνοιαν, ἵνα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀναίμακτον, καὶ οἱ Χριστιανοὶ παύσωνταί ποτε κατ' ἀλλήλων ὅπλα κινοῦντες.‘ καὶ ταῦτα μὲν εἶπεν ὁ βασιλεύς, αἰδεσθεὶς δὲ ὁ Συμεὼν τὴν τούτου ταπείνωσιν ὑπέσχετο τὴν εἰρήνην ποιήσασθαι. καὶ ἀσπασάμενοι ἀλλήλους διεχωρίσθησαν, τοῦ βασιλέως δώροις μεγαλοπρε- πέσι δεξιωσαμένου τὸν Συμεών. συμβέβηκε δέ τι τεράστιον τότε, ὡς ἄξιον εἶναι καὶ διηγήσασθαι. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούν- των ἄνωθεν αὐτῶν ὑπερπτῆναι, κλάγξαι τε καὶ ἀλλήλοις συμμῖξαι καὶ παραυτίκα διαζευχθῆναι, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην ἀποπτῆναι. τοῦτο δὲ οἱ περὶ τὰς ὀρνιθοσκοπίας ἐπτοη- μένοι οὐκ αἴσιον ἔκριναν οἰωνόν. ἀσυμβάτους γὰρ διαλυθήσεσθαι ἐπὶ τῇ εἰρήνῃ ἀμφοτέρους ἔφησαν. ὁ δὲ Συμεὼν ὑποστρέψας τοῖς οἰκείοις ἄρχουσι τὴν τοῦ βασιλέως ἐξηγεῖτο μετριότητα καὶ τὸ πρὸς τὰ χρήματα προετικόν τε καὶ ἐλευθέριον.

[Roman1.13] Κατὰ δὲ τὴν ἑορτὴν τῶν Χριστουγέννων, ἰνδικτιῶνος δευτέρας, Ῥωμανὸς ὁ βασιλεὺς στέφει τοὺς δύο υἱοὺς αὐτοῦ, Στέφανον καὶ Κωνσταν- τῖνον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. τὸν δὲ λοιπὸν υἱὸν αὐτοῦ Θεοφύλακτον ὁ πατριάρχης ἀπέκειρε κληρικόν, χειροτονήσας αὐτὸν ὑποδιάκονον, προχειρισάμενος καὶ σύγκελλον, πρότερον διελθόντα εἰς τὰ ἅγια μετὰ τοῦ τάγματος τῶν ὑποδιακόνων. ἐτίμησε δὲ καὶ τὸν μυστικὸν Ἰωάννην καὶ παραδυναστεύοντα πατρίκιον καὶ ἀνθύπατον.

[Roman1.14] Πεντεκαιδεκάτῃ δὲ Μαΐου μηνός, ἰνδικτιῶνος τρίτης, τελευτᾷ ὁ πατριάρχης Νικόλαος, κρατήσας ἐν τῇ δευτέρᾳ ἀναρρήσει ἔτη τρισκαί- δεκα. καὶ καθίσταται Αὐγούστῳ μηνὶ πατριάρχης ὁ τῆς Ἀμασείας μητροπολίτης Στέφανος. κατηγορηθεὶς δὲ καὶ ὁ μυστικός, ὡς τὴν βασιλείαν σφετεριζόμενος ὑποθήκῃ τοῦ πατρικίου Κοσμᾶ καὶ λογοθέτου τοῦ δρόμου, μνηστευομένου τοῦτον εἰς τὴν ἑαυτοῦ θυγατέρα, καταβιβάζεται τοῦ παλατίου. συγχωρεῖται δ' ὅμως εἰσέρχεσθαι καὶ προσκυνεῖν τὸν βασιλέα. στέργων γὰρ αὐτὸν ὁ βασιλεὺς τελέως ἀπώσασθαι οὐκ ἐβούλετο. ἐγκει- μένων δὲ τῶν κατηγόρων καὶ σαφῆ δεικνύντων τὴν κατηγορίαν, ἐρευνή- σας ὁ βασιλεὺς καὶ ἀληθῆ τὰ κατ' αὐτοῦ εὑρὼν λαληθέντα ἔμελλε κατασχεῖν καὶ ἐξετάσαι. ὁ δὲ τοῦτο προγνοὺς φυγῇ τὴν Μονοκάστανον λεγομένην καταλαμβάνει μονὴν καὶ ἀποκείρεται μοναχός. τὸν δὲ πατρίκιον Κοσμᾶν καὶ λογοθέτην αἰκισάμενος ὁ βασιλεὺς ἐν τῷ ὡρολογίῳ παρέλυσε τῆς ἀρχῆς. προβάλλεται δὲ ἀντὶ τοῦ μυστικοῦ Ἰωάννου τὸν πρωτοβεστι- άριον Θεοφάνην παραδυναστεύοντα.

[Roman1.15] Ἐγένετο τηνικαῦτα καὶ σεισμὸς ἐν τῷ θέματι τῶν Θρᾳκησίων καὶ χάσματα γῆς καταπληκτικά, ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας αὐτάνδρους καταποθῆναι.

[Roman1.16] Μαΐῳ δὲ μηνί, ἰνδικτιῶνος πεντεκαιδεκάτης, εἰσβολὴν Συμεὼν ὁ τῆς Βουλγαρίας ἄρχων ἐποιήσατο κατὰ Χρωβάτων, καὶ συμβαλὼν μετ' αὐτῶν καὶ ἡττηθεὶς ἐν ταῖς τῶν ὀρῶν δυσχωρίαις ἅπαν τὸ ἑαυτοῦ ἀπώλεσε στράτευμα.

[Roman1.17] Ἰωάννης δέ τις ἀστρονόμος προσελθὼν τῷ βασιλεῖ ἔφησεν, ὡς, εἰ πέμψας ἀποκόψει τὴν κεφαλὴν τῆς ἱσταμένης ἄνωθεν τῆς ἐν τῷ Ξηρο- λόφῳ ἁψῖδος καὶ πρὸς δύσιν βλεπούσης στήλης, ἀποθανεῖται ὁ Συμεὼν παραυτίκα. αὐτῷ γὰρ ἐστοιχειῶσθαι τὴν τοιαύτην στήλην. ὁ δὲ τοῖς ἐκείνου πιθήσας λόγοις ἀπέτεμε τὴν κεφαλὴν τῆς στήλης καὶ αὐτῇ τῇ ὥρᾳ, καθὼς ἀκριβωσάμενος ἔγνω ὁ βασιλεύς, ὁ Συμεὼν ἐν Βουλγαρίᾳ τέθνηκε νόσῳ κατακαρδίῳ ἁλούς.

[Roman1.18] Οὗ τελευτήσαντος τὴν τῶν Βουλγάρων ἀρχὴν Πέτρος κατέσχεν ὁ ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς τῆς ἀδελφῆς Γεωργίου τοῦ Σουρσου- βούλη, ὃν καὶ ἐπίτροπον τοῖς ἑαυτοῦ παισὶν ὁ Συμεὼν ἐγκατέστησε. Μιχαὴλ γὰρ τὸν ἐκ τῆς προτέρας ἀποτεχθέντα παῖδα αὐτῷ ἔτι ζῶν ὁ Συμεὼν ἀπέκειρε μοναχόν. τὰ γοῦν πέριξ ἔθνη, Τοῦρκοι, Σέρβοι, Χρω- βάτοι, καὶ οἱ λοιποί, τὴν τοῦ Συμεὼν ἀναμαθόντες τελευτὴν ἐκστρατεύειν κατὰ Βουλγάρων ἐβουλεύοντο. κατέσχε δὲ καὶ λιμὸς μέγας σὺν ἀκρίδι τὸ Βουλγάρων ἔθνος, ἰσχυρῶς ἐκπιέζων καὶ καταδαπανῶν τὰ πλήθη καὶ τοὺς καρπούς. ἐδεδοίκεισαν μὲν οὖν οἱ Βούλγαροι καὶ τὴν τῶν ἄλλων ἔφοδον ἐθνῶν, ἐδεδίεσαν δὲ πλέον τὴν τῶν Ῥωμαίων ἐπέλευσιν. βου- λευσάμενος οὖν μετὰ τῶν περὶ αὐτὸν ὁ Πέτρος ἔγνω δεῖν ἐπιστρατεῦσαι Ῥωμαίοις ἐπὶ καταπλήξει. καταλαμβάνουσι τοίνυν τὴν Μακεδονίαν. εἶτα μαθόντες, ὡς ἔξεισι κατ' αὐτῶν ὁ βασιλεύς, πέμπουσι λάθρᾳ τινὰ μοναχὸν Πέτρος τε ὁ ἄρχων Βουλγαρίας καὶ ὁ τῶν παίδων τοῦ Συμεὼν ἐπιτροπεύων Γεώργιος, γράμματα ἐπαγόμενον. ἔφραζε δὲ τὰ γράμ- ματα, ὡς βούλονται Ῥωμαίοις σπείσασθαι, εἰ αἱροῦνται δέ, καὶ γαμικὸν συστήσασθαι συνάλλαγμα μετ' αὐτῶν. ὃν ἀφικόμενον ὁ βασιλεὺς ἀσμενέ- στατα προσδεξάμενος εὐθέως ἀπέστειλε μετὰ δρόμωνος μοναχόν τινα Θεοδόσιον καὶ Κωνσταντῖνον βασιλικὸν κληρικὸν τὸν Ῥόδιον, συλλα- λῆσαι τοῖς Βουλγάροις τὰ εἰς εἰρήνην ἐν Μεσημβρίᾳ. οἵτινες παραγενό- μενοι καὶ τὰ εἰκότα διαλεχθέντες ὑπέστρεψαν διὰ ξηρᾶς ἅμα Στεφάνῳ τινὶ περιωνύμῳ ἐν Βουλγαρίᾳ. κατόπιν δὲ τούτων παρεγένετο καὶ ὁ ἐπίτροπος Γεώργιος ὁ Σουρσουβούλης καὶ ἄλλοι τινὲς τῶν ἐπιφανῶν. καὶ εἰς ὄψιν ἐλθόντες τῷ βασιλεῖ, θεασάμενοι δὲ καὶ τὴν θυγατέρα Χριστο- φόρου τοῦ βασιλέως Μαρίαν καὶ ἐπ' αὐτῇ μεγάλως ἀρεσθέντες (ἦν γὰρ ὑπερφέρουσα τῷ κάλλει), ἔγραψαν τῷ Πέτρῳ διὰ τάχους παραγενέσθαι, σύμφωνα ποιησάμενοι πρότερον περὶ τῆς εἰρήνης. ἀπεστάλη δὲ καὶ Νικήτας μάγιστρος, ὁ τοῦ βασιλέως συμπένθερος Ῥωμανοῦ, ὑπαντῆσαι καὶ ἀγαγεῖν τὸν Πέτρον μέχρι τῆς βασιλίδος. οὗ καταλαβόντος ἐν Βλαχέρναις ὁ βασιλεὺς μετὰ τριήρους ἐλθὼν τοῦτον ἠσπάσατο καὶ φιλοτίμως ἐδεξιώσατο. ἀλλήλοις οὖν τὰ εἰκότα προσομιλήσαντες τά τε τῆς εἰρήνης σύμβολα καὶ τὰ τοῦ γάμου ἐπεραιώσαντο, τοῦ πρωτο- βεστιαρίου Θεοφάνους ἐν πᾶσι μεσολαβοῦντος. καὶ τῇ ὀγδόῃ τοῦ Ὀκτωβρίου μηνὸς ἐξελθὼν ὁ πατριάρχης Στέφανος ἅμα τῷ πρωτοβε- στιαρίῳ Θεοφάνει καὶ πάσῃ τῇ συγκλήτῳ εὐλόγησε Πέτρον τε καὶ Μαρίαν ἐν τῷ ναῷ τῆς ὑπεραγίας θεοτόκου τῆς Πηγῆς, παρανυμφευόν- των τοῦ πρωτοβεστιαρίου καὶ τοῦ Σουρσουβούλη. φαιδρῶν δὲ καὶ πολυτελῶν γενομένων τῶν γάμων εἰσῆλθεν ὁ πρωτοβεστιάριος ἅμα τῇ θυγατρὶ τοῦ βασιλέως ἐν τῇ πόλει. τρίτην δὲ μετὰ τὸν γάμον ἑστίασιν ἐν τῇ τῶν Πηγῶν ἀποβάθρᾳ ποιήσας ὁ βασιλεύς, παρ' αὐτῇ τῇ ἀποβά- θρᾳ τοῦ βασιλικοῦ δρόμωνος ἱσταμένου, συνειστιάθη τῷ Πέτρῳ. παρῆσαν δὲ τῇ εὐωχίᾳ καὶ Κωνσταντῖνος ὁ βασιλεὺς καὶ Χριστοφόρος. ἐγένετο δὲ στάσις οὐ μικρὰ παρὰ τῶν Βουλγάρων, ἐνισταμένων πρότερον εὐφημηθῆ- ναι τὸν Χριστοφόρον, εἶτα καὶ τὸν Κωνσταντῖνον. ὧν τῇ ἐνστάσει παραχωρῶν ὁ βασιλεὺς Ῥωμανὸς ἐκέλευσεν οὕτω γενέσθαι. πάντων δὲ τῶν ἐν τοῖς τοιούτοις εἰωθότων πράττεσθαι συντελεσθέντων ἀπῆρεν ἡ Μαρία σὺν τῷ οἰκείῳ συζύγῳ καὶ τῆς πρὸς Βουλγαρίαν ἥψατο, προ- πεμφθεῖσα παρὰ τῶν γονέων αὐτῆς καὶ τοῦ πρωτοβεστιαρίου μέχρι τοῦ Ἑβδόμου. καὶ τὰ μὲν ἐν τῇ πόλει τοῦτον ἐτελεῖτο τὸν τρόπον.

[Roman1.19] Ὁ δὲ δομέστικος τῶν σχολῶν Ἰωάννης μάγιστρος ὁ Κουρκούας, ἄγων καὶ φέρων τὰ τῆς Συρίας καὶ ἅπαν ἀντίξουν καταστρεφόμενος, καὶ πλεῖστα φρούρια καὶ ὀχυρώματα καὶ πόλεις βαρβαρικὰς καθελών, ἔφθασε καὶ μέχρι τῆς περιβοήτου Μελιτηνῆς, πολιορκίᾳ δὲ τοὺς ἔνδον στενοχωρήσας ἠνάγκασε πρὸς συμβάσεις ἰδεῖν. παρεγένετο οὖν πρὸς αὐτὸν Ἀπόχαψ ὁ τοῦ Ἄμερ ἔκγονος, ἀμηρᾶς ὑπάρχων Μελιτηνῆς, καὶ Ἀποσαλὰθ ὁ τῶν ἐν αὐτῇ κατάρχων ταγμάτων. οὓς προσδεξάμενος ὁ δομέστικος ἱλαρῶς καὶ μετὰ προσηνείας πρὸς τὸν αὐτοκράτορα ἐξαπέστει- λεν. ἐντυχόντες οὖν αὐτῷ καὶ εἰρηνικὰ ποιήσαντες σύμφωνα ὑπέστρεψαν εἰς τὰ ἴδια, τοῖς φίλοις καὶ συμμάχοις Ῥωμαίων καταγραφέντες καὶ μετ' αὐτῶν κατὰ τῶν ὁμοφύλων καθοπλιζόμενοι. τελευτήσαντος δὲ τοῦ Ἀπόχαψ καὶ τοῦ Ἀποσαλὰθ διελύθη τὰ τῆς εἰρήνης. ἐκστρατεύει οὖν κατ' αὐτῶν ὁ εἰρημένος δομέστικος, ᾧ συνῆν μετὰ τῶν Ἀρμενίων καὶ ὁ μάγιστρος ὁ Μελίας. καὶ πρότερον μὲν πολέμῳ τοὺς Μελιτηνοὺς συνήλα- σαν εἴσω τείχους κατατολμήσαντας ἀντιποιήσασθαι τῶν ὑπαίθρων. ἔπειτα περικαθίσαντες τὴν πόλιν καὶ μετὰ συντονίας ταύτην πολιορκή- σαντες πολέμου νόμῳ κατέσχον. κατέδραμον δὲ καὶ πάντα τὰ πέριξ καὶ ἐχειρώσαντο καὶ δοῦλα Ῥωμαίοις εἰργάσαντο. τὴν μὲν οὖν Μελιτηνὴν εἰς κουρατωρείαν καταστήσας ὁ βασιλεὺς καὶ πᾶσαν τὴν περιοικίδα, πολλὴν συντέλειαν τῷ δημοσίῳ προσήγαγε.

[Roman1.20] Νικήτας δὲ ὁ μάγιστρος καὶ πενθερὸς Χριστοφόρου τοῦ βασιλέως κατηγορηθείς, ὡς ὑποτιθέμενος τῷ Χριστοφόρῳ κατὰ τοῦ ἰδίου γενέσθαι πατρὸς καὶ τοῦτον ἐξῶσαι τῆς βασιλείας, ἐξεβλήθη τῆς πόλεως καὶ ἀπεκάρη μοναχός.

[Roman1.21] Μηνὶ δὲ Ἰουλίῳ πεντεκαιδεκάτῃ, ἰνδικτιῶνος ἕκτης, ἐτελεύτησεν ὁ Ἀμασείας Στέφανος, πατριαρχήσας ἔτη δύο καὶ μῆνας ἕνδεκα. Δεκεμβρίῳ δὲ μηνὶ ἄγουσι Τρύφωνα μοναχὸν καὶ χειροτονοῦσι πατριάρχην ἐπὶ χρόνῳ ῥητῷ, μέχρις ἂν Θεοφύλακτος ὁ τοῦ βασιλέως υἱὸς εἰς μέτρον φθάσῃ τῆς νομίμου ἡλικίας.

[Roman1.22] Τῷ αὐτῷ δὲ μηνὶ γέγονε χειμὼν ἀφόρητος, ὡς κρυσταλλω- θῆναι τὴν γῆν ἐπὶ ἡμέρας ἑκατὸν εἴκοσιν. ἐπηκολούθησε δὲ τῷ χειμῶνι καὶ ὁ μέγας λιμός, τοὺς πώποτε γενομένους ὑπερβαλλόμενος, καὶ θάνατος ἀπὸ τούτου, ὡς μὴ δύνασθαι τοὺς ζῶντας ἐκκομίζειν τοὺς τεθνεῶτας, τοῦ βασιλέως πολλὴν πρόνοιαν ποιησαμένου κατὰ τὸ δυνατὸν καὶ τοῦ χει- μῶνος καὶ τοῦ λιμοῦ δι' εὐποιϊῶν καὶ ἄλλων βοηθημάτων παντοδαπῶν.

[Roman1.23] Πέτρῳ δὲ τῷ Βουλγαρίας ἄρχοντι ἐπέθετο Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ μεθ' ἑτέρων τῶν μέγα δυναμένων ἐν Βουλγαρίᾳ. καὶ φωραθεὶς αὐτὸς μὲν τύπτεται καὶ καθείργνυται, οἱ δὲ λοιποὶ πάντες ταῖς ἐσχάταις ὑπεβλήθησαν τιμωρίαις. δῆλα δὲ ἔθετο καὶ τῷ βασιλεῖ Ῥωμανῷ Πέτρος τὰ γεγενημένα. ἅπερ μαθὼν οὗτος τὸν μοναχὸν Ἰωάννην τόν ποτε ῥαίκτωρα πέπομφε, προφάσει μὲν ἀλλαγίου, τῇ δ' ἀληθείᾳ Ἰωάννην ποικιλοτρόπως εὑρεῖν καὶ εἰς Κωνσταντινούπολιν ἀγαγεῖν. ὃ δὴ καὶ γέγονε. καὶ δυνηθεὶς ὁ ῥαίκτωρ ἀποκλέψαι τὸν Ἰωάννην, ἐν πλοίῳ ἀπὸ Μεσημβρίας εἰσελθών, ἅμα αὐτῷ τὴν βασιλίδα κατέλαβε. καὶ μετ' οὐ πολὺ τὸ μοναχικὸν ἀπορρίψας σχῆμα καὶ γυναῖκα αἰτήσας ἔλαβε, προσέλαβε δὲ καὶ οἶκον καὶ κτήματα πάμπολλα. καὶ Μιχαὴλ δέ, ὁ τοῦ Πέτρου ἕτερος ἀδελφός, τὴν Βουλγαρικὴν ἱμειρόμενος κατασχεῖν ἐξουσίαν, φρούριον καταλαβὼν ἐρυμνὸν ἀνέσειε τὰ Βουλγάρων, καὶ πολλοὶ

[Roman1.23.14] προσερρύησαν αὐτῷ. μετὰ μικρὸν δὲ τούτου ἀποθανόντος δεδιότες οἱ προσρυέντες τὴν τοῦ Πέτρου ἀγανάκτησιν ἐπῆλθον ταῖς Ῥωμαϊκαῖς χώραις διὰ Μακεδονίας καὶ Στρυμόνος καὶ Ἑλλάδος, καταλαβόντες τὴν Νικόπολιν, πάντα τὰ ἐν ποσὶ ληϊσάμενοι καὶ τέλος ἐν αὐτῇ σαββατί- σαντες. οἵτινες ὕστερον διαφόρως καταπολεμηθέντες ὑποχείριοι Ῥωμαίων ἐγένοντο.

[Roman1.24] Κατὰ τούτους τοὺς χρόνους ἔπεσε λίθος ἀπὸ τῆς ἐν τῷ φόρῳ ἁψῖδος, ὃν κοσμίτην καλεῖν εἰώθασι, καὶ ἀπέκτεινεν ἄνδρας ἑξήκοντα. ἐγένετο δὲ καὶ ἐμπρησμὸς φοβερὸς ἔγγιστα τῆς ὑπεραγίας θεοτόκου τοῦ φόρου, καὶ ἐπυρπολήθη ὁ ἔμβολος ἄχρι τῶν λεγομένων Ψιχῶν.

[Roman1.25] Ἐτελεύτησε δὲ καὶ Χριστοφόρος ὁ βασιλεύς, μηνὶ Αὐγούστῳ, ἰνδικτιῶνος τετάρτης, καὶ ἐτάφη ἐν τῇ μονῇ τοῦ πατρὸς αὐτοῦ.

[Roman1.26] Τοῦ ῥητοῦ δὲ χρόνου τελεσθέντος, ὃν ἔθετο Τρύφων ὁ πατριάρχης, οὐκ ἤθελε κατελθεῖν τοῦ θρόνου, ὡς ὑπέσχετο, ἀλλὰ κρίσεις ἐζήτει καὶ αἰτιάματα κατ' αὐτοῦ προβληθῆναι, δι' ἃ τῆς ἐκκλησίας ἐκβάλλεται. ἀμηχανοῦντος δ' ἐπὶ τούτῳ τοῦ βασιλέως καὶ μὴ ἔχοντος, ὅ τι καὶ χρή- σαιτο, ὁ Καισαρείας Θεοφάνης, ὃν δὴ καὶ Χοιρινὸν ἐκάλουν, κωτίλος ἀνήρ, ἀλύοντα βλέπων τὸν βασιλέα καὶ τὸν ἐμπαιγμὸν καὶ τὴν ἀπάτην μὴ φέροντα, ὑπέσχετο αὐτῷ εἰς τέλος ἄξαι τὸ σπουδαζόμενον. ἀποδεξα- μένου δὲ τοῦ βασιλέως τὴν ὑπόσχεσιν, ἀπάτῃ περιέρχεται τὸν πατριάρ- χην, καὶ προσελθὼν ἔφη πρὸς αὐτόν· ’πολλὴ μέν, ὦ δέσποτα, ἡ κατὰ σοῦ τῆς βασιλείας ἐπίθεσις, καὶ αἰτιάσεις ζητεῖ δυναμένας σε κατασπάσαι τοῦ θρόνου, πολλὰ δὲ μοχθῶν οὐχ εὑρίσκει. πῶς γὰρ ἂν τοῦ ἀναιτίου αἰτίασις ἅψαιτο. ἓν δὲ προφέρουσιν αἴτιον οἱ σπουδασταὶ τῆς σῆς καθ- αιρέσεως, φάσκοντες μὴ ὅλως εἰδέναι σε γράμματα. εἰ οὖν τοῦτο ἀπο- τρέψασθαι δυνηθείημεν, λύκος πάντως χανὼν φανήσονται οἱ κατὰ σοῦ μελετῶντες. εἴ τι οὖν μοι πείθῃ, ἐπὶ παρουσίᾳ πάσης τῆς συνόδου γράψας ἐν ἀγράφῳ χαρτίῳ τὸ σὸν ὄνομα καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα πέμψον τῷ βασιλεῖ, ὡς ἂν πληροφορηθῇ καὶ τῆς τοιαύτης ἐλπίδος ἐκπεσὼν ἀπόσχηται τοῦ κατὰ σοῦ μελετᾶν.‘ ἔδοξε λυσιτελὴς ἡ παραίνεσις. εὐθὺς οὖν συνηθροίζετο σύνοδος, καὶ συναθροισθείσης φησὶ πρὸς αὐτὴν ὁ πατριάρχης· ’οἱ τοῦ θρόνου με βουλόμενοι καταγαγεῖν ἀδίκως, ὦ θεῖοι συλλειτουργοί, πολλὰς μηχανὰς κεκινηκότες, ὥστε εὔλογον αἰτίαν εὑρεῖν καὶ δι' αὐτῆς με ἐξοστρακίσαι, οὐχ εὗρον. τελευταίαν οὖν μοι προσάπτου- σιν αἰτίαν ταύτην. φασί με ἀγράμματον εἶναι. νῦν οὖν ἐπ' ὄψει πάντων ὑμῶν τάδε χαράσσω τὰ γράμματα, ἵν' ἰδόντες καὶ πληροφορηθέντες οἱ συκοφάνται ἀπόσχωνται τοῦ ἀδίκως μοι ἐνοχλεῖν. εἶπε, καὶ γραμματεῖον ἄγραφον εἰληφὼς ἐπ' ὄψει πάντων ὑπέγραψεν οὕτως· ‘Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς πατριάρχης.’ καὶ γράψας ἐκπέμπει διὰ τοῦ πρωτοθρόνου τῷ βασιλεῖ. ὅπερ λαβὼν ἐπὶ χεῖρας οὗτος, καὶ ἄγραφον ἕτερον χαρτίον ἄνωθεν προσανυφάνας παραίτησιν ἔγραψεν, ὡς ἀνάξιος ὢν ἐξίσταται τῷ βουλο- μένῳ τοῦ θρόνου. τῆς δὲ τοιαύτης παραιτήσεως προκομισθείσης ἐπὶ συνόδου κατάγεται τῆς ἐκκλησίας ὁ Τρύφων, πολλὰ τὴν ἀπάτην ὀλοφυρόμενος καὶ τῷ πρωτοθρόνῳ ἐπιμεμφόμενος. καὶ μετὰ χρόνον ἕνα καὶ μῆνας πέντε (τοσοῦτον γὰρ ὁ τῆς ἡλικίας τοῦ Θεοφυλάκτου ἐνέδει χρόνος πρὸς τελειότητα καὶ χειροθεσίαν ἀρχιερωσύνης) Φεβρουαρίῳ, δευτέρας ἰνδικτιῶνος, χειροτονεῖται πατριάρχης Θεοφύλακτος ὁ τοῦ βασιλέως υἱός.

[Roman1.27] Βασίλειος δέ τις Μακεδών, Κωνσταντῖνον τὸν τοῦ Δουκὸς ἑαυτὸν ἐπιφημίσας, πολλοὺς ἐξαπατήσας πρὸς ἑαυτὸν ἐπεσπάσατο, καὶ περιπατῶν ἐκύκα καὶ συνετάραττε τὰς πόλεις καὶ πρὸς ἀποστασίαν ἐκίνει. συσχεθεὶς δὲ παρά τινος τουρμάρχου Ἐλεφαντίνου τὴν προση- γορίαν, καὶ ὡς βασιλέα ἀχθεὶς τῆς μιᾶς ἀλλοτριοῦται χειρός. εἶτα πάλιν, ὡς ἀφείθη, χεῖρα χαλκῆν ἑαυτῷ περιθεὶς καὶ σπάθην ὑπερμεγέθη κατα- σκευάσας περιενόστει τὸ Ὀψίκιον, τοὺς ἀφελεστέρους πλανῶν, ὡς αὐτὸς εἴη Κωνσταντῖνος ὁ τοῦ Δουκός. μεγάλην οὖν χεῖρα συναθροίσας ἀποστα- σίαν κινεῖ. καὶ τὸ φρούριον κατασχών, ὃ Πλατεῖα πέτρα κατονομάζεται, πᾶν εἶδος ἐν τούτῳ ἀπέθετο, ἀφ' οὗπερ ἐξορμώμενος ἐλεηλάτει τὰ παρα- τυχόντα καὶ ἐληΐζετο. πέμψας οὖν ὁ βασιλεὺς στρατὸν κατ' αὐτοῦ αὐτόν τε συλλαμβάνει καὶ τοὺς σὺν αὐτῷ. καὶ πολλὰ ἀνακρίνας μαθεῖν, μή τινες εἶεν τῶν ἐν τέλει συνίστορες, τελευταῖον μηδὲν καίριον καταλα- βών, ἐν τῷ λεγομένῳ Ἀμαστριανῷ πυρὶ τὸν τοιοῦτον παραδίδωσιν.

[Roman1.28] Ἄγεται δὲ καὶ γυναῖκα Στεφάνῳ τῷ υἱῷ ὁ βασιλεὺς Ῥωμανὸς Ἄνναν τὴν θυγατέρα τοῦ Γαβαλᾶ. ἅμα δὲ τῷ νυμφικῷ στεφάνῳ καὶ τὸ τῆς βασιλείας διάδημα αὐτῇ ἐπετίθετο.

[Roman1.29] Ἐγένετο δὲ καὶ εἰσβολὴ Τούρκων κατὰ Ῥωμαίων Ἀπριλλίῳ μηνί, ἰνδικτιῶνος ἑβδόμης, καὶ κατέδραμον πᾶσαν τὴν δύσιν μέχρι τῆς πόλεως. ἀπεστάλη γοῦν ὁ πατρίκιος Θεοφάνης καὶ πρωτοβεστιάριος, καὶ ἀλλάγιον μετ' αὐτῶν ἐποιήσατο, μηδενὸς χρήματος φεισαμένου τοῦ βασιλέως πρὸς τὴν τῶν αἰχμαλώτων ἀνάρρυσιν.

[Roman1.30] Ἐνυμφεύθη δὲ καὶ Κωνσταντίνῳ τῷ λοιπῷ υἱῷ τοῦ βασιλέως κόρη τις Ἑλένη τοὔνομα, ἐκ γένους τῶν Ἀρμενιακῶν ἕλκουσα τὴν σειράν, θυγάτηρ Ἀδριανοῦ πατρικίου. ἧς μετὰ μικρὸν ἀποθανούσης προσήρ- μοσεν αὐτῷ ἑτέραν, Θεοφανὼ τοὔνομα, ἐκ γένους καταγομένην τοῦ Μάμαντος.

[Roman1.31] Δεκάτῃ δὲ καὶ τετάρτῃ ἰνδικτιῶνι, Ἰουνίῳ μηνί, ἐπέλευσις κατὰ τῆς πόλεως ἐγένετο Ῥωσικοῦ στόλου πλοίων χιλιάδων δέκα. ἐξῆλθεν οὖν κατ' αὐτῶν ὁ πατρίκιος καὶ πρωτοβεστιάριος Θεοφάνης μετὰ τοῦ στόλου, κἀν τῷ Ἱερῷ προσωρμίσατο, ἐκείνων ἐν τῷ Φάρῳ καὶ τῷ ἐπέκεινα αἰγιαλῷ ναυλοχούντων. καιροσκοπήσας οὖν ἀθρόον τούτοις ἐπέθετο, καὶ τήν τε σύνταξιν αὐτῶν διέλυσε καὶ πολλὰ τῶν πλοίων τῷ σκευαστῷ πυρὶ ἀπετέφρωσε, τὰ δὲ τελέως ἐτρέψατο. οἱ περιλειφθέντες οὖν τῶν Ῥῶς περαιοῦνται εἰς τὴν ἀνατολὴν καὶ κατὰ τὰ λεγόμενα Σγόρα προσίσχουσι. Βάρδας δὲ πατρίκιος, ὁ τοῦ Φωκᾶ υἱός, τοὺς αἰγιαλοὺς παρατρέχων μεθ' ἱππέων καὶ ἐκκρίτων ἀνδρῶν, συντάγματι τούτων ἱκανῷ πρὸς συλλογὴν τροφῆς ἐκπεμφθέντι συναντήσας ἐτρέψατο καὶ κατέσφαξεν. ἀλλὰ μὴν καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας, ὀξὺς ἐπιφανεὶς μετὰ τῶν ταγμάτων καὶ ἀποσπάδας τούτους εὑρίσκων τῇδε κἀκεῖσε πλανωμένους, κακῶς διετίθει. ἃ δὲ οὗτοι ἔδρασαν κακὰ πρὸ τοῦ καταπο- λεμηθῆναι, πᾶσαν ὑπερεκπίπτει τραγῳδίαν. τοὺς μὲν γὰρ τῶν ἁλισκο- μένων ἀνεσταύρουν, τοὺς δὲ τῇ γῇ προσεπαττάλευον, τοὺς δὲ ὥσπερ σκοποὺς ἱστῶντες βέλεσι κατετόξευον. ὅσοι δὲ τῶν ἁλόντων ἱερωσύνης ἠξίωντο, τούτων ἥλοις ὀξέσι διεπερόνουν τὰς κεφαλάς. οὐκ ὀλίγους δὲ καὶ θείους ναοὺς ἐπυρπόλησαν. ἀλλὰ ταῦτα μὲν πρότερον. ἐπεὶ δέ, ὡς ἄνωθεν ἐρρέθη, καταναυμαχηθέντες καὶ διὰ γῆς οὐχ ἥκιστα κακωθέντες συσταλέντες ἠρέμουν ἐν τοῖς σφετέροις πλοίοις, καὶ ἤδη αὐτοῖς ἐπιλελοίπει τὰ ἐπιτήδεια, ἐβουλεύοντο μὲν εἰς τὰ ἴδια ὑπονοστῆσαι, ἐδεδίεσαν δὲ τὸν στόλον παραγειτονοῦντα καὶ τὸν ἀπόπλουν φυλάττοντα. καιρὸν δ' ὅμως τηρήσαντες καὶ σύνθημα δόντες καὶ τὰ πρυμνήσια λύσαντες ἀπέπλεον. οὐκ ἔλαθον δὲ τὸν πατρίκιον καὶ πρωτοβεστιάριον Θεοφάνην, ἀλλὰ γνοὺς οὗτος τὴν αὐτῶν ἀναχώρησιν ὑπαντιάζει τούτοις εὐθύς, καὶ γίνεται ναυμαχία δευτέρα, καὶ τρέπονται πάλιν οἱ Ῥῶς. καὶ τὰ μὲν τῶν σκαφῶν βυθῷ παρεδόθησαν, τὰ δὲ σίδηρος καὶ πῦρ ἐμερίσαντο, τὰ δὲ αὔτανδρα ὑπὸ ταῖς τῶν Ῥωμαίων χερσὶν ἐγένοντο, ὀλίγα δὲ τὴν τοῦ

[Roman1.31.30] πολέμου διαφυγόντα ἀνάγκην πρὸς τὰ οἰκεῖα ἐχώρησαν.

[Roman1.32] Ἀνθ' ὧν ὁ βασιλεὺς τὸν πρωτοβεστιάριον ἀποδεξάμενος καὶ παρακοιμώμενον αὐτὸν προεβάλλετο. φθόνου δὲ κινηθέντος κατὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ Κουρκούα παρὰ τῶν ἄλλων βασιλέων (ἐβούλετο γὰρ Ῥωμανὸς ὁ βασιλεὺς Εὐφροσύνην τὴν τοῦ δομεστίκου θυγατέρα νύμφην ἀγαγέσθαι τῷ οἰκείῳ ἐκγόνῳ Ῥωμανῷ <τῷ υἱῷ> τοῦ ἐσχάτου παιδὸς αὐτοῦ Κωνσταντίνου) ἠναγκάσθη τῆς ἀρχῆς αὐτὸν παραλῦσαι, ἐπὶ δυσὶ καὶ εἴκοσι χρόνοις καὶ μησὶν ἑπτὰ ἀδιαδόχως τὴν τοῦ δομεστίκου ἀρχὴν ἰθύναντα, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν Συρίαν καταδραμόντα καὶ ταπεινώσαντα. ὅτῳ δὲ βουλητὸν τὰς ἐκείνου μαθεῖν ἀριστείας, ζητησάτω τὴν πονηθεῖσαν βίβλον παρά τινος Μανουὴλ πρωτοσπαθαρίου καὶ κριτοῦ (ἐν ὀκτὼ γὰρ βίβλοις ἐκεῖνος τὰ τούτου ἀνδραγαθήματα συνεγράψατο), καὶ ἐξ αὐτῆς εἴσεται, οἷος ἦν ὁ ἀνὴρ τὰ πολεμικά. παραπλησίως τούτῳ καὶ Θεόφιλος ὁ τούτου ὁμαί- μων, ὁ πάππος Ἰωάννου τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὰς ἐν Μεσοπο- ταμίᾳ τῶν Σαρακηνῶν πόλεις διέθετο, στρατηγὸς ἐν αὐτῇ γεγονὼς καὶ ταπεινώσας καὶ τελέως ἀφανίσας τοὺς ἐκ τῆς Ἄγαρ. καὶ Ῥωμανὸς δὲ ὁ πατρίκιος, ὁ τοῦ δομεστίκου Ἰωάννου υἱός, στρατηγὸς καταστὰς πολλά τε φρούρια παρεστήσατο καὶ πλείστων λαφύρων αἴτιος ὑπῆρξε τοῖς Ῥωμαίοις. τοῦ Ἰωάννου δὲ παραλυθέντος τῆς ἀρχῆς προβάλλεται δομέστικος τῶν σχολῶν ὁ Πανθήριος, ὁ τοῦ βασιλέως Ῥωμανοῦ συγ- γενής.

[Roman1.33] Ἱλασκόμενος δὲ τὸν θεὸν ὁ βασιλεὺς Ῥωμανὸς διὰ τὴν τῶν ὅρκων παράβασιν, καὶ μετανοῶν ἐφ' οἷς κακῶς παρεσπόνδησεν, ἐποίει μὲν καὶ ἄλλας εὐποιΐας, ἃς καταλέγειν ἔργον, ἀπέτισε δὲ καὶ τὰ χρέα τῆς πόλεως ἀπό τε πλουσίων καὶ πενήτων, δεδοικώς, ὥς φασι, κεντηνάρια δεκαεννέα, τὰ δὲ γραμματεῖα κατακαύσας ἐν τῷ κατὰ τὴν Χαλκῆν πορφυρῷ ὀμφα- λίῳ. δέδωκε δὲ καὶ τὰ ἐνοίκια τῆς πόλεως ἀπὸ τοῦ ὑψηλοτέρου καὶ μέχρι τοῦ ἐσχάτου. ἃ δὲ διετυπώσατο γίνεσθαι ψυχικὰ ἐπετείως ἐν τῇ παρ' αὐτοῦ νεουργηθείσῃ μονῇ τοῦ Μυρελαίου, ἴσασι πάντες μέχρι τοῦ νῦν τελούμενα.

[Roman1.34] Κατὰ δὲ τὴν πρώτην ἰνδικτιῶνα τῶν Τούρκων πάλιν ἐπιδρομὴν ποιησαμένων κατὰ Ῥωμαίων, ὁ παρακοιμώμενος Θεοφάνης ἐξελθὼν ἐσπείσατο μετ' αὐτῶν καὶ λαβὼν ὁμήρους ὑπέστρεψε.

[Roman1.35] Δευτέρᾳ δὲ ἰνδικτιῶνι Πασχάλιον πρωτοσπαθάριον καὶ στρατη- γὸν Λογγιβαρδίας ἐξέπεμψεν ὁ βασιλεὺς πρὸς τὸν ῥῆγα Φραγγίας Οὔγωνα, τὴν αὐτοῦ θυγατέρα ἐπιζητῶν νυμφευθῆναι τῷ τοῦ Πορφυρο- γεννήτου υἱῷ Ῥωμανῷ. ἥτις καὶ ἀχθεῖσα μετὰ πλούτου πολλοῦ συνήφθη Ῥωμανῷ. συνεβίωσε δὲ μετ' αὐτοῦ ἔτη πέντε καὶ ἀπέθανεν.

[Roman1.36] Ἐγένετο δὲ καὶ βίαιος ἄνεμος μηνὶ Δεκεμβρίῳ. καὶ καταπεσόντες οἱ λεγόμενοι Δῆμοι συνέτριψαν τὰ κάτωθεν αὐτῶν βάθρα καὶ τὰ λεγό- μενα στηθέα.

[Roman1.37] Τῆς πόλεως δὲ Ἐδέσσης πολιορκουμένης παρὰ τῶν Ῥωμαϊκῶν δυνάμεων, στενοχωρηθέντες οἱ Ἐδεσσηνοὶ τοῖς ἐκ τῆς πολιορκίας δεινοῖς διεπρεσβεύσαντο πρὸς βασιλέα, αἰτούμενοι ἀπαναστῆναι τῆς προσεδρείας τὸν λαόν, καὶ ὑπισχνοῦντο ἀντίλυτρον δοῦναι τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον. λυθείσης οὖν τῆς πολιορκίας ἐδόθη τὸ θεῖον ἐκτύπωμα καὶ εἰς τὴν βασιλίδα ἤχθη, ὑποδεξαμένου τοῦτο τοῦ βασιλέως μετὰ λαμπρᾶς καὶ πρεπούσης δορυφορίας διὰ τοῦ παρακοιμωμένου Θεοφάνους.

[Roman1.38] Κατὰ ταύτας τὰς ἡμέρας ἐξ Ἀρμενίας ἐφοίτησε τέρας ἐν τῇ βασιλευούσῃ, παῖδες ἄρρενες συμφυεῖς ἐκ μιᾶς προελθόντες γαστρός. ἐξηλάθησαν δὲ τῆς πόλεως ὡς πονηρὸς οἰωνός. ἐπὶ δὲ Κωνσταντίνου πάλιν εἰσῆλθον. ἐπεὶ δὲ συνέβη τὸν ἕνα τελευτῆσαι, ἐπειράθησαν οἱ ἐμπειρότεροι τῶν ἰατρῶν τὸ νεκρωθὲν ἀποτεμεῖν μέρος. οὗ τμηθέντος τὸ ζῶν ἐπιβεβιωκὸς μικρὸν ἐτελεύτησεν.

[Roman1.39] Ὁ δὲ βασιλεὺς Ῥωμανὸς καὶ πάντας μὲν ἐτίμα τοὺς μοναχούς, διαφερόντως δὲ τὸν μοναχὸν Σέργιον τὸν ἀνεψιὸν Φωτίου τοῦ πατριάρχου, ἀρεταῖς ὄντα κατάκομον καὶ πᾶσι κοσμούμενον τοῖς καλοῖς, ὃς διὰ παντὸς παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους τούτους ἐᾶν, μή πως καὶ αὐτὸς πάθῃ τὸ τοῦ Ἠλεί. τῇ δὲ αὐτῇ ἰνδικτιῶνι κατήγαγον τὸν βασιλέα Ῥωμανὸν τοῦ παλατίου καὶ εἰς τὴν Πρώτην ἀγαγόντες νῆσον ἀπέκειραν μοναχόν. τίνες δὲ οἱ τοῦτον κατασπάσαντες τῆς ἀρχῆς, καὶ τίνα τρόπον, ἐν τοῖς ἐπαγομένοις λελέξεται.

[Const7 iterum.t] ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΠΑΛΙΝ ΑΥΤΟΚΡΑΤΩΡ

[Const7 iterum.1] Κωνσταντίνου τοῦ βασιλέως ἐν κομιδῇ νέᾳ τῇ ἡλικίᾳ ἀπορφανι- σθέντος, καὶ τῶν πραγμάτων ὑπό τε τῆς μητρὸς αὐτοῦ Ζωῆς καὶ τῶν ἐπιτρόπων, οὓς ἔμπροσθεν ἠριθμησάμεθα διοικουμένων, ὁ παρακοιμώ- μενος Κωνσταντῖνος μεγάλα παρὰ τῇ βασιλίδι δυνάμενος, ἐπ' ἀδελφῇ τε γαμβρὸν ἔχων τὸν μάγιστρον Λέοντα τὸν Φωκᾶν, δομέστικον ὄντα τῶν σχολῶν τῆς ἀνατολῆς, καὶ παρὰ τοῦτο τὰς ἡνίας ἁπάσας τῆς βασι- λείας, ὅπῃ καὶ βούλοιτο, περιφέρων, νύκτωρ καὶ μεθ' ἡμέραν ἐμελέτα εἰς τὸν ἑαυτοῦ γαμβρὸν τὴν βασιλείαν μετενεγκεῖν, τὸν Κωνσταντῖνον ἐκποδὼν ποιησάμενος. ὅπερ συννενοηκὼς ὁ τοῦ Πορφυρογεννήτου παιδαγωγὸς Θεόδωρος, ὡς ἄνωθεν εἴρηται, σπουδὴν ἔθετο τὸν πρε- σβύτην Ῥωμανὸν δρουγγάριον τηνικαῦτα τῶν πλωΐμων τυγχάνοντα οἰκειώσασθαι καὶ τοῖς ἀνακτόροις εἰσαγαγεῖν, ὡς τάχα φύλακα καὶ πρόμαχον τοῦ βασιλέως ἐσόμενον. οὑτοσὶ δ' ἀναχθεὶς καὶ ταῖς κατὰ μικρὸν ἀνόδοις τῆς πάσης δυναστείας γενόμενος ἐγκρατὴς οὐκ ἐνέμεινε τοῖς δοθεῖσιν, ἀλλὰ τοὺς δεδομένους ἀθετήσας ὅρκους (ἦν γὰρ φρικωδε- στάταις ὁρκωμοσίαις ἑαυτὸν καταδεσμήσας, μὴ ἄν ποτε βασιλείας ἔφεσιν ἐσχηκέναι) ἑαυτόν τε ἀνηγόρευσε βασιλέα, ἑκουσίως τοῦ Πορφυρογεννήτου ἀέκοντί γε θυμῷ (τοῦτο δὴ τὸ Ὁμηρικόν) περιθέντος αὐτῷ τὸ διάδημα, καὶ οὐ μόνον ἑαυτόν, ἀλλ' ἤδη μετὰ μικρὸν καὶ Χρι- στοφόρον τὸν υἱόν. διαλιπὼν δ' ὀλίγον, καὶ Στέφανον καὶ Κωνσταντῖνον ἀνηγόρευσε τοὺς υἱεῖς. βασιλεὺς δὲ ἀναρρηθεὶς οὐκ ἠγάπησε τῇ ἀναρ- ρήσει, οὐδὲ τὴν δευτέραν χώραν ἔχειν ἠσμένισεν, ἀλλ' ἐκ μέσου τὸν παιδαγωγὸν θέμενος καὶ τοὺς λοιποὺς τοὺς ὅσοι ἐδόκουν προσίστασθαι, πρῶτός τε αὐτοκράτωρ ἀνευφημεῖτο καὶ τὴν πᾶσαν τῶν πραγμάτων διεκόσμει διοίκησιν. μετ' αὐτὸν δὲ ἀνηγορεύοντο οἱ υἱεῖς, καὶ τελευταῖος πάντων ὁ Κωνσταντῖνος. οὗτος τοίνυν ὁ Κωνσταντῖνος σχῆμα μόνον καὶ ὄνομα τῆς βασιλείας ἔχων, τῶν δὲ ἡδέων ταύτης ἐστερημένος, διὰ παντὸς ἐγλίχετο καὶ ἐπηύχετο τὴν πατρῴαν ἐπανασώσασθαι ἀρχήν, τοὺς ἐπεισάκτους ἐκποδὼν θέμενος, τοῦτο δὲ οὐκ ἄλλως ᾤετο ἀγαγεῖν εἰς ἔργον, εἰ μὴ τοὺς υἱοὺς ἐκπολεμώσει τῷ πατρί. ὁ μὲν οὖν Χριστο- φόρος ἔφθασε τὸν βίον ἀπολιπεῖν, περιῆσαν δ' ἔτι Στέφανος καὶ Κων- σταντῖνος. τούτων ἐγνώκει ἀποπειραθῆναι, μή πως δυνηθῇ ἐκπλη- ρῶσαι τὸ σπουδαζόμενον. καὶ τοῦ μὲν Κωνσταντίνου (ἦν γὰρ στερεω- τέρας οὗτος φρενός) ἀποπειραθῆναι οὐκ ἐτόλμησε, τρέψαι δὲ τὴν πᾶσαν μηχανὴν καὶ ἀπόπειραν ἔκρινε πρὸς τὸν Στέφανον, κουφότερόν τε ὄντα τὸν λογισμὸν καὶ ῥᾳδίως μεταφερόμενον, πρὸς ὅ τι καὶ βούλοιτο. λαμ- βάνει πρὸς τοῦτο συλλήπτορα καὶ συνεργὸν εὐφυῆ τινα ἄνδρα καὶ δόλους πλέξαι καὶ μηχανορραφῆσαι δεινόν. Βασίλειος οὗτος ἐτύγχανεν, ὁ Πετεινὸς τὴν προσηγορίαν, ἐν τῷ τάγματι τῆς ἑταιρείας κατειλεγ- μένος, καὶ συνήθης καὶ φίλος ἐξέτι νέων ὑπάρχων τῷ Κωνσταντίνω. τοῦτον κοινωνὸν προσειλήφει τοῦ σκέμματος, καὶ δι' αὐτοῦ φίλον θέσθαι κατηπείχθη τὸν Στέφανον, λόγοις αἱμυλίοις ὑποκλαπέντα καὶ ἀπάταις καὶ μηχαναῖς παρενηνεγμένον τοῦ λογισμοῦ. πάντα γὰρ

[Const7 iterum.1.44] τρόπον σπουδάσας ὁ Πετεινὸς τῷ Στεφάνῳ φιλιωθῆναι, ἐπειδὴ πεφιλί- ωτο, προσῄει τε συνεχῶς καὶ λόγους προσῆγε καὶ συμβουλὰς ὑποκνι- ζούσας αὐτὸν καὶ κατὰ μικρὸν ἀπαγούσας τοῦ λογισμοῦ, ‘ἵνα τί’, λέγων, ‘ὦ βασιλεῦ, νέος ὢν ἰσχύϊ τε ῥωμαλέος, καὶ ψυχῆς γενναιότητι ὑπερφέρων, καὶ φρονήσει πεπυκνωμένος, τὰ πράγματα παρορᾷς ἀπὸ λεπτοῦ καὶ παλαιοῦ καὶ διερρωγότος μίτου,’ τὸν αὐτοῦ πατέρα ὑπαινιτ- τόμενος, ἐξαρτώμενα ‘καὶ οὐ διανίστασαι, καὶ τοῦτον μὲν ὡς ἐμπόδιον ταῖς σαῖς γενναιοτάταις ὁρμαῖς ἐκποδὼν ποιεῖς, αὐτὸς δὲ τῶν πραγμάτων ἀντι- λαμβάνῃ, δυνάμενος οὐχ ὅπως τὴν Ῥωμαίων βασιλείαν μόνην, ἀλλὰ καὶ πολλὰς ὁμοῦ κυβερνᾶν; ἄγε δή, πείσθητί μοι τὰ λυσιτελῆ συμβου- λεύοντι, καὶ διαναστὰς ἀντισχέσθαι θέλησον τῶν πραγμάτων, καὶ τὰ μὲν Ῥωμαίων ἀναθηλῆσαι παρασκεύασον, τὰ δὲ τῶν ἐχθρῶν ταπείνω- σον, καὶ δεῖξον ἔργοις αὐτοῖς, ὡς οὐ διὰ κενῆς, οὐδὲ μάτην ἡ ἐπανθοῦσά σοι ὥρα καὶ τὰ λοιπὰ τῆς ψυχῆς ἐκ θεοῦ σοι δεδώρηνται προτερήματα. ἕξεις δὲ εἰς τοῦτο συναγωνιστὴν καὶ συλλήπτορα καὶ τὸν σὸν γαμβρὸν τὸν Πορφυρογέννητον, λίαν θεοκλυτοῦντα καὶ ἱμειρόμενον τῆς τοῦ σοῦ πατρὸς ἐλευθερωθῆναι βαρύτητος καὶ παρὰ σοῦ κατόψεσθαι τὴν βασι- λείαν κυβερνωμένην.’ τούτοις ὑποσυρεὶς τοῖς λόγοις ὁ Στέφανος κατ- εσχέθη τῇ τῆς αὐτοκρατορίας ἐπιθυμίᾳ καὶ ἄσχετον ὄρεξιν ἀνεδέξατο τοῦ καταγαγεῖν τὸν ἑαυτοῦ πατέρα τῆς βασιλείας. μέλλων δὲ ἐγχειρεῖν τοῖς δοχθεῖσι καὶ λόγους αἰνιττομένους τὸ σπουδαζόμενον ὑποσπείρει τῷ ἀδελφῷ. ἐπεὶ δὲ οὗτος καὶ πρὸς τὴν πρώτην ἀκοὴν ἄτεγκτος ἦν, καὶ παρῄνει μᾶλλον, μὴ θαρρεῖν τῷ γαμβρῷ, ἀλλὰ τῆς πατρῴας ἐξέσθαι ἐνουθέτει πίστεως καὶ φιλίας, τοῦτον μὲν παρῆκεν ὡς ἐμπόδιον μᾶλλον, ἀλλ' οὐ συνεργὸν ἐσόμενον, αὐτὸς δ' ᾠήθη, ὡς ἀνυστόν, ἐγχειρῆσαι τοῖς δεδογμένοις. προσεταιρισάμενος οὖν σὺν τῷ ῥηθέντι Βασιλείῳ καὶ τὸν μοναχὸν Μαριανὸν τὸν υἱὸν Λέοντος τοῦ Ἀργυροῦ, ὑπὸ τοῦ βασιλέως Ῥωμανοῦ λίαν καὶ τιμώμενον καὶ πιστευόμενον, καί τινας ἄλλους σὺν αὐτοῖς, εὐκαιρήσας κατασπᾷ τῆς ἀρχῆς τὸν αὐτοῦ πατέρα, μηνὶ Δεκεμ- βρίῳ ἑξκαιδεκάτῃ, ἰνδικτιῶνος τρίτης, ἔτους ͵Ϛυνγʹ, εἰκοστὸν ἕκτον ἀνύοντα ἐν τῇ βασιλείᾳ ἐνιαυτόν, καὶ τῇ νήσῳ Πρώτῃ περιορίζει, ἀποκείρας καὶ ἄκοντα τοῦτον μοναχόν.

[Const7 iterum.2] Κατενεχθέντος οὖν τοῦ Ῥωμανοῦ εὐθέως ὁ Στέφανος γενναιότερον ἥπτετο τῶν πραγμάτων, κοινοπραγοῦντα ἔχων τόν τε γαμβρὸν καὶ τὸν ἀδελφόν. ἐπεὶ δὲ μὴ ἐν πᾶσιν ὁμοίως ἠρέσκοντο, ἀλλ' ἔσθ' ὅπῃ καὶ διεφώνουν, ἀρχὴ προσκρουμάτων ἐκ ταύτης τῆς αἰτίας ἐφύετο, καὶ ὑπώπτευον ἀλλήλους καὶ ὑφωρῶντο, τὸν μὲν Πορφυρογέννητον ὁ Στέφανος, ἐκεῖνον δὲ αὖθις ὁ Πορφυρογέννητος, καὶ κατ' ἀλλήλων ἀκό- λαστα ἀλλόκοτα. καὶ σπουδὴν μὲν ὁ Στέφανος καὶ ἀγῶνα οὐ τὸν τυχόντα κατεβάλλετο εἰς τὸ καταγαγεῖν τὸν ἀδελφὸν καὶ τὸν γαμβρὸν καὶ μόναρ- χος ὑπολειφθῆναι τοῖς πράγμασιν. ἀλλ' ἐπεὶ κατὰ τὸν ποιητὴν εἰσὶ καὶ ἄλλα πυρὸς θερμότερα, ἔλαθε παθὼν μᾶλλον ἢ δράσας, τοῦ Κωνσταν- τίνου, ἐπείπερ ᾔσθετο ἐπιβουλευόμενος, ἀναβολὴν μὴ δεδωκότος τῇ ἐγχειρήσει, πολλὰ καὶ τῆς γυναικὸς αὐτοῦ Ἑλένης ἐρεθισάσης αὐτὸν πρὸς τὸ καταγαγεῖν τῆς βασιλείας τοὺς ἀδελφούς. ἐκφήνας οὖν τὸ μυστή- ριον τῷ εἰρημένῳ Βασιλείῳ τῷ Πετεινῷ, καὶ δι' αὐτοῦ προσκτησάμενος τὸν Μαριανόν, ἔτι δὲ Νικηφόρον καὶ Λέοντα τοὺς υἱοὺς Βάρδα τοῦ Φωκᾶ, Νικόλαόν τε καὶ Λέοντα τοὺς Τορνικίους, καὶ ἄλλους οὐκ ὀλίγους, μηδὲν ὑφορωμένους τὸν Στέφανον καὶ τὸν Κωνσταντῖνον, κατ' αὐτὸν τὸν καιρὸν τοῦ ἀρίστου συναριστοῦντας αὐτῷ, ἀναρπάστους τίθησι καὶ καταβιβάζει τῶν βασιλείων, τῇ εἰκάδι ἑβδόμῃ τοῦ Ἰαννουαρίου μηνός, τῆς αὐτῆς τρίτης ἰνδικτιῶνος, καὶ πλοιαρίοις ἐνθέμενος ὑπερο- ρίζει τὸν μὲν ἐν τῇ Πανόρμῳ νήσῳ, τὸν Κωνσταντῖνον δὲ ἐν τῇ Τερε- βίνθῳ. καὶ διὰ Βασιλείου τοῦ Καισαρείας καὶ Ἀναστασίου τοῦ Ἡρα- κλείας καὶ ἄμφω κληρικοὺς ἀποκείρει, μεταστήσας οὐκ εἰς μακρὰν τὸν μὲν Στέφανον ἐν Προικοννήσῳ, εἶτα ἐν Ῥόδῳ καὶ τελευταῖον ἐν Μιτυλήνῃ, τὸν δὲ Κωνσταντῖνον ἐν Σαμοθρᾴκῃ. ἀλλ' ὁ μὲν Στέφανος μεγαλοψύχως τὰς ἐπενεχθείσας φέρων αὐτῷ τύχας διετέλεσεν ἐπὶ ἔτη ἐννεακαίδεκα βιοτεύων ἐν τῇ Λέσβῳ. ὁ Κωνσταντῖνος δὲ ὀλιγώρως διατεθεὶς καὶ θερμότερον τοῦ δέοντος κατεξανιστάμενος καὶ πολλάκις ἐπιχειρήσας φυγεῖν, μετὰ δεύτερον χρόνον τοῦ τῆς βασιλείας ἐκπεσεῖν τὸν φυλάττον- τα τοῦτον δολοφονήσας ὑπὸ τῶν περιλοίπων καὶ αὐτὸς ἀποσφάττεται. μηνὶ δὲ Ἰουλίῳ τῆς ἕκτης ἰνδικτιῶνος καὶ Ῥωμανὸς ὁ τούτων πατὴρ ἀπέτισε τὸ χρεών, καὶ ἐν τῷ Μυρελαίῳ θάπτεται.

[Const7 iterum.3] Ὁ δὲ Πορφυρογέννητος τὰ ὕποπτα περιελὼν ἐκ μέσου, καὶ μόνος τὴν αὐτοκράτορα περιζωσάμενος ἀρχήν, κατὰ τὸ θεῖον πάσχα τῆς αὐτῆς ἰνδικτιῶνος καὶ τῷ υἱῷ Ῥωμανῷ περιτίθησι διάδημα, τελέσαν- τος δὴ τὰς εὐχὰς Θεοφυλάκτου τοῦ πατριάρχου. δοκῶν δέ τις γενναῖος ἀναφανῆναι καὶ τῶν τῇ βασιλείᾳ διαφερόντων ἐπιμελέστερον ἀντιλή- ψεσθαι, εἰ μόνος κατάρξοι, μαλακώτερος ὤφθη τῆς ὑπολήψεως, μηδὲν ἄξιον τῆς εἰς αὐτὸν προσδοκίας ἐπιδειξάμενος. οἴνου τε γὰρ ἥττητο, καὶ τῶν ἐπιπόνων τὰ ῥᾷστα προέκρινε, δυσπαραίτητός τε ἦν ἐν τοῖς πταίσμασι καὶ ἀσυμπαθὴς κολαστής, ἀδιάφορός τε περὶ τὰς προβολὰς τῶν ἀρχηγῶν, οὐκ ἀριστίνδην ταύτας ἰθύνεσθαι καὶ κατ' ἐπιλογὴν ἐθέλων, ὅπερ ἔργον ἐστὶ μεγαλοπρεποῦς ἐξουσίας, ἀλλὰ τῷ παρατυ- χόντι ἀρχὴν ἐμπιστεύων, στρατηγίαν τυχὸν ἢ πολιταρχίαν, ἀδοκι- μάστως, ὡς ἐκ τούτου συμβῆναι πάντα τινὰ χυδαῖον καὶ διαβεβλημένον εἰς τὰς μεγίστας τῶν πολιτικῶν ἀρχῶν προχειρίζεσθαι, πολλὰ πρὸς τοῦτο συνεργούσης καὶ Ἑλένης τῆς αὐτοῦ γαμετῆς καὶ Βασιλείου τοῦ παρακοιμωμένου, ὠνίους τὰς ἀρχὰς ποιεῖν παρασκευαζόντων. οὐ παν- τάπασι δὲ ἄμοιρος ἦν καὶ πράξεων ἀγαθῶν ὁ Κωνσταντῖνος. ἡ γὰρ ῥηθῆναι μέλλουσα ἀξιάγαστος οὖσα καὶ θαυμαστὴ ἐπισκιάσαι καὶ ἀμαυρῶσαι ἴσχυσε πολλὰ τῶν αὐτοῦ ἐλαττωμάτων. τὰς γὰρ ἐπιστή- μας, ἀριθμητικήν, μουσικήν, ἀστρονομίαν, γεωμετρίαν, στερεομετρίαν, καὶ τὴν ἐν πάσαις ἔποχον φιλοσοφίαν, ἐκ μακροῦ χρόνου ἀμελείᾳ καὶ ἀμαθίᾳ τῶν κρατούντων ἀπολωλυίας οἰκείᾳ σπουδῇ ἀνεκτήσατο, τοὺς ἐφ' ἑκάστῃ τούτων ἀρίστους τε καὶ δοκίμους ἀναζητήσας καὶ εὑρὼν καὶ διδασκάλους ἐπιστήσας καὶ τοὺς σπουδαίους ἀποδεχόμενός τε καὶ συγκροτῶν. διὸ καὶ τὴν ἀλογίαν ἀπελάσας οὐκ ἐν μακρῷ τῷ χρόνῳ ἐπὶ τὸ λογικώτερον μετερρύθμισε τὸ πολίτευμα. ἐπεμελήθη δὲ καὶ τῶν βαναύσων καὶ χειρωνάκτων τεχνῶν, καὶ εἰς ἐπίδοσιν μεγάλην καὶ ταύ- τας ἀνήνεγκεν. ἦν δὲ καὶ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ φιλότιμος, μηδέποτε ἐν ταῖς τυπικαῖς τῶν θείων ναῶν προσελεύσεσι κενὸς καὶ ἄκαρπος ὀφθεὶς τῷ θεῷ, ἀλλ' ἀναθήμασι δωρούμενος μεγαλοπρεπέσι καὶ φιλοχρίστῳ βασιλεῖ πρέπουσιν. ἠμείψατο δὲ καὶ τοὺς συνεργήσαντας αὐτῷ πρὸς τὴν τῶν αὐταδέλφων καθαίρεσιν ταῖσδε ταῖς εὐεργεσίαις, Βάρδαν μὲν τὸν Φωκᾶν μάγιστρον τιμήσας καὶ δομέστικον τῶν σχολῶν τῆς ἀνατο- λῆς, Νικηφόρον τε καὶ Λέοντα τοὺς τούτου υἱεῖς, τὸν μὲν τῶν Ἀνατολι- κῶν στρατηγόν, τὸν Νικηφόρον, τὸν δὲ τῆς Καππαδοκίας, τὸν Λέοντα, προχειρισάμενος, καὶ Κωνσταντῖνον θάτερον τῶν υἱῶν τῆς Σελευκείας, Βασίλειον δὲ τὸν Πετεινὸν ἐξάρχοντα τῆς μεγάλης ἑταιρείας, Μαριανὸν τὸν Ἀργυρὸν κόμητα τοῦ στάβλου καὶ τὸν Κουρτίκιον Μανουὴλ τῆς

[Const7 iterum.3.39] βίγλας δρουγγάριον. ἐξευνούχισε δὲ καὶ Ῥωμανὸν τὸν τοῦ Στεφάνου υἱόν, τὸν μετέπειτα σεβαστοφόρον γενόμενον, ἔτι δὲ καὶ Βασίλειον τὸν ἐκ δούλης ἀποτεχθέντα Ῥωμανῷ τῷ γέροντι. Μιχαὴλ δὲ τὸν υἱὸν Χριστοφόρου τοῦ βασιλέως ἀπέκειρε κληρικόν.

[Const7 iterum.4] Ἀδαμαντίνοις δ', ὡς ᾤετο, δεσμοῖς τὴν βασιλείαν ἀσφαλισάμενος καὶ πᾶσαν ὑποψίαν ἀποσεισάμενος, καὶ δόξας ἐν τῷ ἀσφαλεῖ καθεστάναι, μικροῦ δεῖν ἐκινδύνευσε δυσὶ μεγίσταις ἐπιβουλαῖς περιπεσών. Θεοφά- νης τε γὰρ ὁ παρακοιμώμενος ἐβουλήθη τὸν πρεσβύτην Ῥωμανὸν ἐκ τῆς νήσου Πρώτης εἰς τὸ παλάτιον ἀγαγεῖν, καὶ ἄλλους οὐκ ὀλίγους ἔχων συνίστορας. καί τινες δὲ ἕτεροι, ἤτοι Λέων ὁ Κλάδων, Γρηγόριος ὁ Μακεδὼν καὶ Θεοδόσιος ὁ πρῶτος τῶν τοῦ Στεφάνου ἱπποκόμων καὶ Ἰωάννης ὁ ῥαίκτωρ, τὸν Στέφανον ἐβουλεύσαντο ἐκ Μιτυλήνης ἀγαγεῖν καὶ τῇ βασιλείᾳ ἐγκαθιδρῦσαι. ἀλλ' ὑπό τινων συνωμοτῶν μηνυθέντων τῶν βουλευμάτων, ὁ μὲν Θεοφάνης ἐξωρίσθη σὺν τοῖς αὐτοῦ συνερ- γοῖς, οἱ δὲ τοῦ Στεφάνου ἀντιποιούμενοι τυφθέντες καὶ δημευθέντες καὶ τὰς ῥῖνας τμηθέντες ἐξωρίσθησαν.

[Const7 iterum.5] Οὐ διέλιπον δὲ καὶ οἱ Τοῦρκοι εἰσβολὰς εἰς τὴν Ῥωμαίων ποιού- μενοι καὶ ταύτην δῃοῦντες, μέχρις οὗ Βουλοσουδὴς ὁ τούτων ἀρχηγὸς τὴν τῶν Χριστιανῶν πίστιν ἀσπάζεσθαι ὑποκριθεὶς κατειλήφει τὴν Κωνσταντίνου. καὶ βαπτισθεὶς ὑπὸ τοῦ βασιλέως ἀναδέχεται Κωνσταν- τίνου, τῇ τῶν πατρικίων ἀξίᾳ τιμηθεὶς καὶ πλείστων χρημάτων ὑπάρ- ξας κύριος, εἶτ' αὖθις οἴκαδε ὑποστρέψας. μετ' οὐ πολὺ δὲ καὶ Γυλᾶς, ἄρχων ὢν καὶ αὐτὸς τῶν Τούρκων, εἴσεισιν εἰς τὴν βασιλίδα καὶ βαπτί- ζεται, τῶν ἴσων ἀξιωθεὶς καὶ αὐτὸς εὐεργεσιῶν καὶ τιμῶν. ἀνελάβετο δὲ μεθ' ἑαυτοῦ καί τινα μοναχὸν Ἱερόθεον τοὔνομα, δόξαν εὐλαβείας ἔχοντα, ἐπίσκοπον Τουρκίας παρὰ τοῦ Θεοφυλάκτου χειροτονηθέντα, ὃς ἐκεῖσε γενόμενος πολλοὺς ἀπὸ τῆς βαρβαρικῆς πλάνης εἰς τὸν χριστια- νισμὸν ἐπανήγαγεν, ἀλλ' ὁ μὲν Γυλᾶς ἐνέμεινε τῇ πίστει, μητ' αὐτὸς ἔφοδόν ποτε κατὰ Ῥωμαίων πεποιηκώς, μήτε τοὺς ἁλισκομένους Χριστια- νοὺς ἀτημελήτους ἐῶν, ἀλλ' ἐξωνούμενος καὶ ἐπιμελείας ἀξιῶν καὶ ἐλευθερῶν. Βουλοσουδὴς δὲ τὰς πρὸς θεὸν συνθήκας ἠθετηκὼς πολλάκις σὺν παντὶ τῷ ἔθνει κατὰ Ῥωμαίων ἐξήλασε. τὸ αὐτὸ δὲ τοῦτο καὶ κατὰ Φράγγων ποιῆσαι διανοηθεὶς καὶ ἁλοὺς ἀνεσκολοπίσθη ὑπὸ Ὤτου τοῦ βασιλέως αὐτῶν.

[Const7 iterum.6] Καὶ ἡ τοῦ ποτε κατὰ Ῥωμαίων ἐκπλεύσαντος ἄρχοντος τῶν Ῥῶς γαμετή, Ἔλγα τοὔνομα, τοῦ ἀνδρὸς αὐτῆς ἀποθανόντος παρε- γένετο ἐν Κωνσταντινουπόλει. καὶ βαπτισθεῖσα καὶ προαίρεσιν εἰλικρι- νοῦς ἐπιδεικνυμένη πίστεως, ἀξίως τιμηθεῖσα τῆς προαιρέσεως ἐπ' οἴκου ἀνέδραμε.

[Const7 iterum.7] Τῆς δὲ τῷ Ῥωμανῷ νυμφευθείσης κόρης τῆς Οὔγωνος παιδὸς ἀποθανούσης, ὡς εἴπομεν, παρθένου, νυμφεύεται αὐτῷ ὁ βασιλεὺς καὶ πατὴρ ἑτέραν γυναῖκα, οὔ τινα τῶν ἐπιφανῶν, ἀλλ' ἐκ χυδαίων φυεῖσαν καὶ τὴν τέχνην καπήλων, Ἀναστασὼ καλουμένην, Θεοφανὼ δ' ὑπ' ἐκείνου μετονομασθεῖσαν.

[Const7 iterum.8] Τοῦ ἀμηρᾶ δὲ τῆς Ταρσοῦ ἐκστρατείαν κατὰ Ῥωμαίων ποιησα- μένου, ἐν τῇ κώμῃ δὲ τῇ Ἡρακλέος λαὸν πεπομφότος εἰς προνομήν, πρεσβύτερός τις Θέμελ ὀνομαζόμενος τὴν ἀναίμακτον ἐπιτελῶν λει- τουργίαν, ὡς ἔγνω τὴν τῶν Σαρακηνῶν ἔφοδον, λιπὼν τὴν ἱερουργίαν, καὶ ὡς εἶχε στολῆς ἐξελθών, λαβόμενός τε ταῖς χερσὶ τοῦ σημαντῆρος τῆς ἐκκλησίας, ἐν τούτῳ τοὺς ἐπιόντας ἠμύνετο, καὶ πολλοὺς μὲν ἐτραυ- μάτισεν, ἀπέκτεινε δὲ καὶ ἱκανούς, τοὺς δὲ λοιποὺς εἰς φυγὴν ἐτρέψατο. ἀποκλεισθεὶς δὲ παρὰ τοῦ ἐπισκόπου τῆς ἱερουργίας, ἐπεὶ μὴ ἔπειθε συγχωρηθῆναι, τοῖς Ἀγαρηνοῖς προσερρύη καὶ τὸν χριστιανισμὸν ἐξωμόσατο, καὶ σὺν αὐτοῖς ἐξιὼν οὐ μόνον Καππαδοκίαν καὶ τὰ ἐγγί- ζοντα ταύτῃ ἐδῄου θέματα, ἀλλὰ δὴ καὶ μέχρι τῆς μικρᾶς λεγομένης Ἀσίας ἔφθασεν. ὅσα δὲ δεινὰ διεπράξατο, οὐδὲ γράφειν ἡμῖν θεμιτόν.

[Const7 iterum.9] Ἤδη δέ, ὡς εἴπομεν, προχειρισθεὶς δομέστικος τῶν σχολῶν Βάρδας ὁ Φωκᾶς οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἀπειργάσατο. ὁπότε μὲν γὰρ ὑφ' ἑτέρους ἐτάττετο, στρατηγὸς θαυμαστὸς ἀνεφαίνετο, ὁπηνίκα δὲ ἡ ἐξουσία τῶν στρατευμάτων ἁπάντων τῆς ἑαυτοῦ γνώμης ἐξήρ- τητο, ὀλίγα, ἢ οὐδὲν ὤνησε τὴν Ῥωμαίων ἀρχήν. νοσήσας γὰρ τὴν πλεονεξίαν ἐξέστη τῶν ἑαυτοῦ λογισμῶν. ὅθεν καί ποτε τοῖς τοῦ Χαμ- βδᾶν ἀπροσδοκήτως περιπεσών, πάντων, ὥς φασι, καταλελοιπότων αὐτόν, μικροῦ δεῖν αἰχμάλωτος ἐγεγόνει, εἰ μὴ συνασπίσαντες οἱ θερά- ποντες τῆς αἰχμαλωσίας αὐτὸν ἐλυτρώσαντο. ἐτρώθη δὲ κατὰ τὸ μέτωπον γενναίῳ καὶ βαθεῖ τῷ τραύματι, ὡς καὶ μέχρι τελευτῆς ἁδρὰν τὴν οὐλὴν περιφέρειν. Νικηφόρος δὲ καὶ Λέων οἱ τούτου υἱοί, ἐφύπερθεν παντὸς ὄντες αἰσχροῦ λήμματος καὶ τοὺς ὑπηκόους ὡς γνησίους υἱοὺς περιέποντες, μεγάλα τὴν τῶν Ῥωμαίων ἀρχὴν ὠφέλησαν. καὶ τὰ μὲν τοῦ Νικηφόρου προτερήματα, ἵνα μὴ τὸ τῆς ἱστορίας συνεχὲς διακό- πτηται, ἐν τοῖς περὶ ἐκείνου λελέξεται. ὁ δὲ Λέων Ἀπολασαεὶρ, ἐπίσημον ἄνδρα καὶ τοῦ Χαμβδᾶν συγγενῆ, σὺν ἀπείρῳ πλήθει κατὰ Ῥωμαίων ἐξελθόντα τρεψάμενος καὶ κατασχὼν ἐν Κωνσταντινουπόλει ἀπέστειλε, τοῦ ἄλλου πλήθους τὸ μὲν ἐν τῇ τοῦ πολέμου προσβολῇ κατακτείνας, τὸ δὲ ζωγρήσας. ὃν ἀχθέντα πρὸς τὴν βασιλίδα ὁ βασιλεὺς Κωνσταν- τῖνος θρίαμβον ποιήσας καὶ κατὰ τοῦ τραχήλου πατήσας τιμαῖς τε καὶ δωρεαῖς ἐφιλοφρονήσατο. Κωνσταντῖνον δὲ τὸν λοιπὸν υἱὸν τοῦ Φωκᾶ ζωγρίαν λαβὼν ὁ Χαμβδᾶν καὶ εἰς τὸ Χάλεπ ἀγαγών, καὶ πολλὰ σπου- δάσας εἰς τὴν μυσαρὰν αὐτοῦ θρησκείαν τοῦτον μεταγαγεῖν, ὡς οὐκ ἔπεισε, φαρμάκοις αὐτὸν διέφθειρε. τῇ ἀκοῇ δὲ ταύτῃ περιαλγὴς γενό- μενος ὁ Βάρδας πάντας, οὓς κατεῖχεν αἰχμαλώτους συγγενεῖς τοῦ Χαμβ- δᾶν ξίφει κατέκοψε. καὶ παρὰ τοῦτο ὁ τὸ ἀλλάγιον πεμφθεὶς ποιήσασθαι Παῦλος μάγιστρος ὁ Μονομάχος ἄπρακτος ὑπέστρεψεν. ἀσχέτῳ δὲ περιωδυνίᾳ διὰ τοὺς συγγενεῖς ληφθεὶς ὁ Χαμβδᾶν ἐκστρατεύει κατὰ Ῥωμαίων, ἄγων μετ' αὐτοῦ καὶ τὸν παρὰ βασιλέως πεμφθέντα ὡς αὐτὸν πρεσβευτὴν περὶ εἰρήνης, Νικήταν πατρίκιον τὸν Χαλκούτζην, καὶ πολλοὺς κἀγαθοὺς ἄνδρας τῶν ἀνδρειοτάτων καὶ γενναίων Ῥωμαίων ἐζώγρησε. τοῦ δὲ Νικήτα λάθρᾳ τῷ Φωκᾷ μηνύοντος πάντα τὰ βουλευό- μενα τῷ Χαμβδᾶν καὶ τὰς ὁδούς, ὅθεν μέλλει ποιήσασθαι τὴν ὑποστρο- φήν, λόχους ὁ Φωκᾶς ἐγκαθίζει περί τινα τόπον εἴσοδον ἔχοντα στενὴν καὶ κρημνώδη, ἐν ᾧ γενόμενος ὁ Χαμβδᾶν, ἐπεὶ κατὰ μέσην ἐγένετο τὴν στενοχωρίαν, κυκλοῦται παρὰ τῶν λόχων. ἐξαναστάντες γὰρ τῆς ἐνέδρας οἱ ἐπὶ τούτῳ τεταγμένοι πέτρας τε ὑπερμεγέθεις κατ' αὐτῶν ἐκύλιον καὶ βέλη εἰς αὐτοὺς ἔπεμπον παντοδαπά. καὶ ὁ μὲν Χαλκούτζης προευτρεπισάμενος καὶ δώροις ὑποποιησάμενός τινας τῶν Σαρακηνῶν τῆς φυγῆς ὑπηρέτας, ἔλαθεν ἀποδρὰς μετὰ πάντων αὐτοῦ τῶν οἰκείων, τῶν Ἀγαρηνῶν δὲ πέπτωκε πλῆθος ἀμύθητον. ὁ δὲ Χαμβδᾶν οὓς εἶχε δεσμίους ἀποσφάξας, σὺν ὀλίγοις ἀκλεῶς καὶ ἀτάκτως τὸν κίνδυνον ἴσχυσε διαφυγεῖν.

[Const7 iterum.10] Ἔτει δὲ δωδεκάτῳ τῆς Κωνσταντίνου βασιλείας, τοῦ δὲ κόσμου ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ τετάρτῳ, μηνὶ Φεβρουαρίῳ εἰκάδι ἑβδόμῃ, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης, κατέλυσε τὸν βίον Θεοφύλακτος ὁ πατριάρχης, ἀρχιερατεύσας ἐπ' ἔτη εἴκοσι καὶ τρία, ἡμέρας εἰκοσιπέντε, ἑξκαίδεκα μὲν ἐτῶν ὤν, ὅτε τοὺς τῆς ἐκκλησίας ἀκα- νονίστως παρείληφεν οἴακας, ὑπὸ παιδαγωγοὺς δέ, φεῦ μοι, ὁ ἀρχιερεὺς μέχρι τινὸς διετέλεσε. καὶ εἴθε γε διὰ παντὸς τοῦτο ἦν. ἐδόκει γὰρ εἶναι

[Const7 iterum.10.8] σεμνὸς καὶ μέτριος. τῆς ἐντελεστέρας δὲ ἡλικίας ἀρξάμενος ἤδη, καὶ καθ' ἑαυτὸν βιοῦν ἐαθεὶς οὐδὲν τῶν αἰσχίστων καὶ παντελῶς ἀπηγορευ- μένων πράττειν ἐνέλιπεν, ὠνίους προτιθεὶς τοὺς τῆς ἐκκλησίας βαθμοὺς καὶ τὰς προβολὰς τῶν ἀρχιερέων, καὶ ἄλλα πράττων, ὅσα τοῖς ἀληθι- νοῖς ἀρχιερεῦσιν ἀπεοικότα ἐτύγχανεν, ἱππομανῶν καὶ κυνηγεσίοις ἐνασχολούμενος, καὶ λοιπὰς ἀπρεπεῖς διαπραττόμενος πράξεις, ἃς κατὰ μέρος διεξιέναι πρὸς τῷ ἀπρεπεῖ καὶ ἀθέμιτον. μιᾶς δὲ δίκαιον ἐπιμνη- σθῆναι εἰς ἔνδειξιν τῆς ἀπαιδεύτου γνώμης αὐτοῦ. ἔρως αὐτὸν κατεῖχεν ἄσχετος τῆς τῶν ἵππων κτήσεως, καὶ λέγεται ὑπὲρ δισχιλίους πορίσασθαι, ὧν τῆς κομιδῆς διὰ παντὸς ἐφρόντιζεν, οὐ χόρτον αὐτοῖς παρατιθεὶς καὶ κριθάς, κώνων δὲ καρποὺς καὶ θάσια καὶ πιστάκια, ἔτι τε φοινίκων καὶ ἰσχάδων καὶ σταφίδων τὰ λιπαρώτερα, εὐωδεστάτῳ οἴνῳ μιγνύς, καὶ κρόκον καὶ κιννάμωμον καὶ βάλσαμον καὶ ἕτερα ἀρώματα τοῖς ῥηθεῖσι συμφύρων, ἑκάστῳ τῶν ἵππων παρετίθει βρῶσιν. φασὶ δ', ὅτι λειτουρ- γοῦντί ποτε αὐτῷ κατὰ τὴν μεγάλην τοῦ θείου δείπνου πέμπτην ἡμέραν, καὶ τὰς εὐχὰς ἤδη τῶν μυστηρίων ἀναγινώσκοντι, ὁ τὴν ἐπι- μέλειαν τῶν ἵππων ἐπιτετραμμένος διάκονος ἐπιστὰς εὐαγγέλιον τούτῳ κεκόμικεν, ὡς ἄρα τετοκυῖα εἴη ἡ ἐπισημοτάτη φορβάς, προσθεὶς καὶ τὸ ὄνομα. ὁ δ' ὑπὸ περιχαρείας τὸ τῆς θείας λειτουργίας ὑπόλοιπον ὡς ἔτυχεν ἐκπληρώσας δρομαῖος ἀφικνεῖται πρὸς τὸ Κοσμίδιον, καὶ τὸν τεχθέντα πῶλον ἑωρακὼς καὶ τοῦ ἀλόγου θεάματος ἐμφορηθεὶς ὑπέστρεψεν εἰς τὴν μεγάλην ἐκκλησίαν, τὴν τῶν ἁγίων παθῶν τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἐκτελέσων ὑμνῳδίαν. ἔργον ἐκείνου καὶ τὸ νῦν κρατοῦν ἔθος, ἐν ταῖς λαμπραῖς καὶ δημοτελέσιν ἑορταῖς ὑβρίζεσθαι τὸν θεὸν καὶ τὰς τῶν ἁγίων μνήμας διὰ λυγισμάτων ἀπρεπῶν καὶ γελώτων καὶ παραφόρων κραυγῶν τελουμένων τῶν ἑωθινῶν ὕμνων, οὓς ἔδει μετὰ κατανύξεως καὶ συντριμμοῦ καρδίας ὑπὲρ τῆς ἑαυτῶν ἡμᾶς σωτηρίας προσφέρειν θεῷ. πλῆθος γὰρ συστησάμενος ἐπιρρήτων ἀνδρῶν καὶ ἔξαρχον αὐτοῖς ἐπιστήσας Εὐθύμιόν τινα Κασνὴν λεγόμενον, ὃν αὐτὸς δομέστικον τῆς ἐκκλησίας προὐβάλλετο, τὰς Σατανικὰς ὀρχήσεις καὶ τὰς ἀσήμους κραυγὰς καὶ τὰ ἐκ τριόδων καὶ χαμαιτυπείων ἠρανισμένα ᾄσματα τελεῖσθαι ἐδίδαξεν. οὕτως δὲ βιοτεύων καταστρέφει τὸν βίον ἐν τῷ ἀτάκτως ἱππάζεσθαι, ἔν τινι τείχει τῶν παραθαλαττίων θραυσθεὶς καὶ αἷμα ἀναγαγὼν διὰ τοῦ στόματος, ἐπὶ δύο δ' ἔτη νοσηλευόμενος καὶ ὑδέρῳ περιπεσὼν ἐτελεύτησε.

[Const7 iterum.11] Καὶ χειροτονεῖται κατὰ τὴν τρίτην τοῦ Ἀπριλλίου μηνός, τῆς αὐτῆς ἰνδικτιῶνος, ἀντ' αὐτοῦ πατριάρχης Πολύευκτος μοναχός, τῆς Κωνσταντίνου καὶ θρέμμα τυγχάνων καὶ παίδευμα, ὑπὸ τῶν γονέων μὲν εὐνουχισθείς, ἐπὶ πολὺν δὲ χρόνον τῇ μοναδικῇ πολιτείᾳ ἐνδιαπρέ- ψας. ὃν ὁ βασιλεὺς διὰ τὸ τῆς σοφίας ὑπερβάλλον καὶ τὴν τοῦ ἤθους ἁπλότητα καὶ ἀκτημοσύνην χειροτονεῖ πατριάρχην, οὐ τοῦ Ἡρακλείας, ὡς ἔθος, ἀλλὰ Βασιλείου τοῦ Καισαρείας τὴν χειροθεσίαν πεπληρω- κότος. Νικηφόρος γὰρ ὁ τῆς Ἡρακλείας πρόεδρος τῷ βασιλεῖ κατά τι προσκεκρουκὼς οὐ συνεχωρήθη τὴν χειροθεσίαν ποιήσασθαι. ὅθεν καὶ ψόγος οὐχ ὁ τυχὼν προσετρίβη οὐ τῷ προτρέψαντι μόνον καὶ τῷ χειροθετήσαντι, ἀλλὰ καὶ αὐτῷ τῷ χειροτονηθέντι, ὡς καταδεξαμένῳ τὴν ἀκανόνιστον χειροθεσίαν. χειροτονηθεὶς δ' ὅμως καὶ παρρησιασά- μενος τὴν ἀλήθειαν πολλὴν καταδρομὴν ἐποιεῖτο τῆς πλεονεξίας τῶν συγγενῶν τοῦ πρεσβύτου Ῥωμανοῦ, κἀν τῷ μεγάλῳ σαββάτῳ τὸν βασιλέα εἰς τὴν μεγάλην ἐκκλησίαν ἐλθόντα ἐνῆγε πρὸς τὴν τῶν πρα- χθέντων ἐκδίκησιν. ὅπερ οὐχ ἡδέως οὗτος ἐδέξατο. ἀλλὰ καὶ Βασίλειος, ὁ μετὰ ταῦτα παρακοιμώμενος, ὁ ἀπὸ δούλης τεχθεὶς τῷ πρεσβύτῃ Ῥωμανῷ, Ἑλένην τὴν αὐτοῦ ἀδελφὴν καὶ δέσποιναν ὑποποιησάμενος, οὕτω παρεσκεύασε καὶ διέθηκε τὸν Κωνσταντῖνον, μὴ μεταγινώσκειν μόνον ἐπὶ τῇ τοῦ πατριάρχου προβολῇ, ἀλλὰ καὶ ζητεῖν ἀφορμήν, πῶς ἂν αὐτὸν καταγάγοι τοῦ θρόνου, πολλὰ καὶ Θεοδώρου τοῦ Κυζί- κου κατ' αὐτοῦ διερεθίζοντος τοῦτον.

[Const7 iterum.12] Ὥσπερ δὲ τοῦ χρόνου φιλοτιμησαμένου κατὰ ταὐτὸν ὁμογνώ- μονας ἐπιδείξασθαι πατριάρχας, καὶ τὴν τῶν ἑσπερίων Ῥωμαίων ἐκ- κλησίαν ἰθύνειν ἔλαχεν Ἰωάννης ὁ τοῦ Ἀλβερίχου υἱός, πρὸς πᾶσαν ἀσέλγειαν καὶ κακίαν ὑπάρχων ἐπιρρεπής. ὃν Ὦτος ὁ τῶν Φράγγων βασιλεὺς ἀπελάσας ἕτερον ἀντεισήγαγε τῇ ἐκκλησίᾳ ποιμένα.

[Const7 iterum.13] Ὁ δὲ Πολύευκτος τῷ πρώτῳ τῆς ἱερατείας αὐτοῦ χρόνῳ τοῖς ἱεροῖς ἐνέταξε διπτύχοις Εὐθυμίου τοῦ πατριάρχου τὸ ὄνομα τοῦ τὸν βασιλέα Λέοντα δεξαμένου εἰς κοινωνίαν, ὁπηνίκα τὴν τετάρτην ἠγά- γετο γυναῖκα. πρὸς τοῦτό τινες τῶν ἀρχιερέων πρὸς ὀλίγου ἀντέστησαν τῷ Πολυεύκτῳ μὴ κοινωνεῖν, ἀλλὰ κατ' ὀλίγον τῷ τοῦ κρατοῦντος ἀκο- λουθήσαντες θελήματι γέλωτα παρέσχον τοῖς διακρινομένοις.

[Const7 iterum.14] Ἤχθη δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἡ τιμία χεὶρ τοῦ προδρό- μου εἰς τὴν βασιλίδα ἐξ Ἀντιοχείας, ἀποκλαπεῖσα παρά τινος διακόνου Ἰὼβ τοὔνομα· ἣν καταλαβοῦσαν τὴν Χαλκηδόνα ὁ βασιλεὺς τὴν βασι- λικὴν ἐκπέμψας τριήρη, καὶ τῆς συγκλήτου ὅσον ἐπίσημον ἐξελθόντος καὶ τοῦ πατριάρχου Πολυεύκτου σὺν παντὶ τῷ κλήρῳ μετὰ κηρῶν καὶ λαμπάδων καὶ θυμιαμάτων, εἰς τὰ βασίλεια ἤγαγεν.

[Const7 iterum.15] Ὁ δὲ τῶν σχολῶν δομέστικος Βάρδας κατὰ τῶν ἑῴων Ἀγαρηνῶν ἐκστρατεύσας τὰ ἐν ποσὶν ἅπαντα κατεστρέψατο, ἑλὼν καὶ φρούρια ἱκανά, ἐκπολιορκήσας δὲ καὶ τὴν περιβόητον Ἄδαταν. ὁ δὲ βασιλεὺς βουλόμενος καὶ τοὺς ἐν τῇ Κρήτῃ Σαρακηνοὺς συνεχῶς ἐκστρατεύοντας καὶ τὰ παράλια τῆς Ῥωμαϊκῆς γῆς δῃοῦντας καὶ κατατρέχοντας ἐκ- φοβῆσαι καὶ τῆς ἀσχέτου ἀνακόψαι ὁρμῆς, στρατὸν ὅτι πλεῖστον συλλέξας καὶ στόλον εὐτρεπίσας οὐκ ἀγεννῆ ἐκπέμπει κατὰ τῆς νήσου, στρατηγὸν ἐπιστήσας τοῖς πᾶσι Κωνσταντῖνον πατρίκιον τὸν Γογγύ- λιον, θηλυδρίαν ἄνθρωπον καὶ σκιατραφῆ καὶ ἀπειροπόλεμον καὶ ἕνα τῶν ἐν τῷ παλατίῳ θαλαμηπόλων. ὃς εἰς τὴν νῆσον περαιωθεὶς καὶ μηδὲν ἄξιον διαπραξάμενος στρατηγοῦ, μήτε στρατοπεδείαν πηξάμενος ἀσφαλῆ μήτε σκοποὺς ἐπιστήσας καὶ κατοπτῆρας καὶ δι' αὐτῶν τὰς βαρβαρικὰς φυλαξάμενος ἐφόδους, κινδύνῳ μεγίστῳ περιπίπτει. οἱ γὰρ νησιῶται τὴν ἀπειρίαν καὶ τὴν ἀμέλειαν κατανενοηκότες τοῦ στρατηγοῦ, καιρὸν ἐπιζητήσαντες ἐπιτήδειον ἐξαίφνης ἐπιτίθενται τῷ στρατεύματι, καὶ τρέπονται μὲν τοῦτο ῥᾳδίως, ὡς πολλοὺς τῶν Ῥωμαίων αἰχμαλωσίᾳ καὶ σιδήρῳ διαμερισθῆναι, κατέσχον δὲ καὶ τὸ στρατόπεδον αὐτό, τῶν Ῥωμαίων αἰσχίστως ἀποφυγόντων. μικροῦ δ' ἂν ἑάλω καὶ ὁ Γογγύ- λιος, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες ἐξερρύσαντο αὐτὸν τῆς αἰχμα- λωσίας καὶ εἰς τὴν ναυαρχίδα ἐμβιβάσαντες διεσώσαντο.

[Const7 iterum.16] Ῥωμανὸς δὲ ὁ τοῦ βασιλέως Κωνσταντίνου υἱὸς τελεωτέρας ἤδη ἁψάμενος ἡλικίας, καὶ μὴ φέρων ὁρᾶν τὰ πράγματα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διοικούμενα, φαρμάκῳ τοῦτον ἐκποδὼν ποιήσασθαι ἐβουλεύ- σατο, εἰδήσει καὶ τῆς αὐτοῦ γαμετῆς τῆς καπηλίδος. μέλλοντος γὰρ τοῦ Κωνσταντίνου καθαρτήριον πόμα λαβεῖν, λαθόντες οὗτοι δηλη- τήριον τούτῳ ἐκέρασαν, καὶ Νικήταν τὸν ἐπὶ τῆς τραπέζης παρέπεισαν ἐγχέαι τοῦτο τῷ βασιλεῖ. μέλλων δ' ἐκεῖνος αὐτὸ λαβεῖν κείμενον ἔμπρο- σθεν τῶν σεπτῶν εἰκόνων, εἴτε τύχῃ τινί, εἴτε καὶ ἑκουσίως ὀλισθήσας τὸ πλέον ἐξέχεε. τὸ δὲ λοιπὸν ποθὲν ὑπὸ τοῦ Κωνσταντίνου ἀργὸν ἐφάνη καὶ ἄπρακτον, διὰ τὴν ὀλιγότητα τὴν οἰκείαν ἀποβαλὸν ἐνέρ-

[Const7 iterum.16.11] γειαν. πλὴν καὶ οὕτως ὁ Κωνσταντῖνος μόλις περιγενέσθαι ἴσχυσεν, ἐπισκήψαντος δὴ τοῦ δηλητηρίου ἐν τῇ πλευρᾷ αὐτοῦ καὶ κακῶς δια- θεμένου αὐτόν.

[Const7 iterum.17] Πεντεκαιδεκάτῳ δὲ χρόνῳ τῆς αὐτοῦ βασιλείας, κατὰ τὸν Σεπτέμβριον μῆνα τῆς τρίτης ἰνδικτιῶνος, ἐν ἔτει κοσμικῷ ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ, ἔξεισι Κωνσταντῖνος ὁ βασιλεὺς ἐν τῷ τοῦ Ὀλύμπου ὄρει, τῷ μὲν δοκεῖν ταῖς τῶν ἐκεῖσε πατέρων εὐχαῖς θωρακισθῆναι καὶ μετ' αὐτῶν κατὰ Σαρακηνῶν ἐν Συρίᾳ στρατεῦσαι, ἀληθεῖ δὲ λόγῳ ἑνωθῆναι Θεοδώρῳ τῷ τῆς Κυζίκου προεδρεύοντι, ἐκεῖσε τότε τὰς διατριβὰς ποιουμένῳ, καὶ μετ' αὐτοῦ περὶ τῆς καθαιρέσεως τοῦ Πολυεύκτου βουλεύσασθαι. ἐκεῖσε γοῦν γενόμενος, εἴτε σωματικῇ πλημμελείᾳ, εἴτε πάλιν ὑπὸ τοῦ παιδὸς φαρμαχθείς, ὀδυνώμενος ἀνεχώ- ρησε, κλινοπετής τε κατὰ τὸ τέλος τοῦ Ὀκτωβρίου τὴν βασιλίδα κατέ- λαβε, καὶ τῇ ἐννάτῃ τοῦ Νοεμβρίου μηνὸς τελευτᾷ ἄπρακτα τὰ βεβου- λευμένα λιπών, ζήσας ἅπαντα τὸν τῆς ζωῆς αὐτοῦ χρόνον ἔτη πεντη- κοντατέσσαρα καὶ μῆνας δύο, συμβασιλεύσας μὲν τῷ πατρὶ καὶ Ἀλεξάν- δρῳ τῷ θείῳ καὶ τῇ αὐτοῦ μητρὶ ἔτη τρισκαίδεκα, αὖθις δὲ τῷ Ῥωμανῷ τυραννήσαντι ἔτη εἰκοσιέξ, καὶ μετὰ τὴν ἐκείνου τῆς βασιλείας ἔκπτωσιν μονοκρατορήσας ἔτη πεντεκαίδεκα. θάπτεται δὲ θανὼν σὺν τῷ οἰκείῳ πατρί, μέχρι τελευταίας ἀναπνοῆς ἐγκοτῶν τῷ Πολυεύκτῳ καὶ τὴν αὐτοῦ καθαίρεσιν φανταζόμενος.

[Const7 iterum.18] Πρὸ δέ τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς, ἐπί τινα χρόνον συχνόν, ἑσπέρας καταλαμβανούσης λίθοι ἄνωθεν ἐκπεμπόμενοι καὶ ἐντὸς τῶν αὐτοῦ διαιτημάτων σὺν πολλῷ ῥοίζῳ πίπτοντες ἐξαισίους ἀπετέλουν κτύπους. δόξας δ' ἀπὸ τῶν τῆς Μαγναύρας ὑπερῴων τούτους φέρεσθαι φύλακας ἐπὶ πολλαῖς νυξὶν ἀφώρισεν, εἴ πού τινα λάβοι τῶν τοῦτο τολμώντων. ἀλλ' ἔλαθε μάτην πονῶν. ἦν γὰρ τὸ γινόμενον οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐξ ὑπερτέρας τελούμενον δυνάμεως.

[Roman2.t] ΡΩΜΑΝΟΣ Ο ΝΕΟΣ

[Roman2.1] Μεταστάντος δὲ τοῦ Κωνσταντίνου καὶ πρὸς τὴν ἐκεῖθεν διαβάν- τος κατάστασιν, Ῥωμανὸς ὁ τούτου υἱὸς ἐγκρατὴς γίνεται τῆς ἀρχῆς. καὶ ἄρχοντας προβαλλόμενος εὐνοϊκοὺς αὐτῷ καὶ θυμήρεις, καὶ τὴν βασιλείαν, ὡς ἐνῆν, κρατυνάμενος, κατὰ τὴν ἑορτὴν τοῦ πάσχα τῆς αὐτῆς τρίτης ἰνδικτιῶνος στέφει καὶ Βασίλειον τὸν υἱὸν αὐτοῦ διὰ τῶν χειρῶν Πολυεύκτου τοῦ πατριάρχου ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ.

[Roman2.2] Τῷ δ' ἐπιόντι ἔτει τίκτεται πάλιν αὐτῷ ἕτερος υἱὸς ἐν τοῖς τῶν Πηγῶν παλατίοις, ὃν ἐπὶ τῷ πατρὶ Κωνσταντῖνον ὠνόμασε.

[Roman2.3] Νέος δ' ὢν καὶ εὐπαθείαις ἑαυτὸν ἐπιδεδωκὼς τὰς τῶν ὅλων φροντίδας Ἰωσὴφ ἐνεχείρισε τῷ πραιποσίτῳ καὶ παρακοιμωμένῳ, ᾧ Βρίγγας ἡ ἐπωνυμία. αὐτὸς δὲ οὐδὲν ἄλλο διὰ φροντίδος εἶχεν, ἢ τὸ μεθ' ἡταιρηκότων καὶ βεβήλων ἀνδραρίων καὶ μαχλάδων καὶ μίμων καὶ γελοτοποιῶν τὰς ἐκδεδιῃτημένας μεταδιώκειν τῶν πράξεων. τοίνυν καὶ κληρικόν τινα Ἰωάννην, ἐκτομίαν ὄντα, διά τινας ἀσέμνους πράξεις ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως ἀπειληθέντα καὶ μοναχικὸν ἀμφιασάμενον σχῆμα, καὶ μέχρι τῆς ἐκείνου κρυπτόμενον τελευτῆς, ὡς ἤδη ἐπελάβετο τῆς ἀρχῆς, τοῦ τῶν μοναχῶν ἀποδύσας σχήματος καὶ τὸ τῶν κληρικῶν μεταμφιάσας τοῖς ἑαυτοῦ θαλαμηπόλοις κατέταξε. ζήλου δὲ πλησθεὶς ὁ Πολύευκτος πολὺς ἦν ἐγκείμενος καὶ τὸν βασιλέα παρενοχλῶν, τῆς ἑαυτοῦ θεραπείας τοῦτον ἀπώσασθαι, ὡς ἐξομοσάμενον τὸ τῶν μοναζόντων ἐπάγγελμα. ἐκείνου δὲ παραιτουμένου, καὶ μὴ ταῖς ἀληθείαις φάσκοντος ἐνδεδύσθαι τοῦτον τὸ σχῆμα ἢ εὐχὴν παρά τινος τῶν ἱερέων λαβεῖν, ἀλλὰ μόνον ὑποκρίνασθαι τὸν μονάδα βίον διὰ τὸν τοῦ βασιλέως φόβον, ἐξαπατηθεὶς ὁ Πολύευκτος ἀφῆκε τοῦτον, πολλὰ καὶ τοῦ Ἰωσὴφ σπου- δάσαντος. καὶ διῆγε μέχρι τῆς τελευτῆς Ῥωμανοῦ κοσμικῶς ζῶν καὶ νεωτερικῶς· ἐκείνου δὲ τελευτήσαντος, τὸ μὲν σχῆμα τῶν μοναστῶν ἀμφιέννυται αὖθις, τὴν δέ γε γνώμην αὐτοῦ οὐκ ἠλλοίωσε.

[Roman2.4] Τούτῳ τῷ ἔτει Νικηφόρον μάγιστρον τὸν Φωκᾶν, δομέστικον ἤδη προβεβλημένον τῶν σχολῶν τῆς ἀνατολῆς παρὰ Κωνσταντίνου τοῦ βασιλέως, καὶ πολλὰ τρόπαια στήσαντα κατὰ τῶν ἑῴων Σαρακη- νῶν, καὶ τόν τε τῆς Ταρσοῦ ἀμηρᾶν Καραμώνην καὶ Χαμβδᾶν τὸν τοῦ Χάλεπ καὶ τὸν Τριπόλεως Ἰζὴθ ὁλοσχερῶς ταπεινώσαντα, πέμπει κατὰ τῶν ἐν Κρήτῃ Σαρακηνῶν, πλῆθος ἐπιλέκτων στρατιωτῶν ἐπιδοὺς αὐτῷ καὶ στόλον κατηρτισμένον καλῶς. ἐν τῇ νήσῳ δ' οὗτος περαιωθείς, καὶ κατὰ τὴν πρώτην ἀπόβασιν παροῦσι καὶ κωλύουσι συμπλακεὶς τοῖς Ἀγαρηνοῖς καὶ τούτους τρεψάμενος, αὐτός τε ἀσφαλῶς ἀπέβη καὶ τὸν στρατὸν ἀπεβίβασεν ἀκινδύνως. χάρακά τε οὖν ἐπήξατο καρτερόν, τάφρῳ βαθείᾳ καὶ σταυρώμασι καὶ πασσάλοις τοῦτον κατοχυρώσας, καὶ τὸν στόλον ἐν ὅρμοις γαληνοτάτοις ὁρμίσας καὶ πάντα καταστησάμενος κατὰ τὸ ἀσφαλὲς ἐνεργῶς ἥπτετο τῆς πολιορκίας τῶν ἐν τῇ νήσῳ πόλεων, καὶ δι' ὅλων ἑπτὰ μηνῶν πάσαις μηχαναῖς πολιορκητικῶν ὀργάνων χρησάμενος καὶ τὰ τείχη καταστρέφων τάς τε πόλεις καὶ τὰ φρούρια ἐχειρώσατο. τῇ ἑβδόμῃ δὲ τοῦ Μαρτίου μηνός, τῆς τετάρτης ἰνδικτιῶνος, καὶ τὴν πασῶν ὀχυρωτέραν πόλιν, ἣν ἐγχωρίως Χάνδακα ἐκάλουν, πεπορθηκώς, καὶ τὸν ἀμηρεύοντα τῆς νήσου Κουρούπην ὄνομα λαβὼν αἰχμάλωτον καὶ Ἀνεμᾶν τὸν μετ' αὐτὸν ἐν τῇ νήσῳ πρωτεύοντα, καὶ τὴν νῆσον ὅλην δουλωσάμενος, ἔμελλε μὲν ἐπὶ πλείονα προσμεῖναι χρόνον καὶ τὰ κατ' αὐτὴν καταστήσεσθαι, φήμης δὲ κρατούσης, ὡς ὁ μέλλων κατασχεῖν αὐτὴν Ῥωμαῖος ἀνὴρ ἐξ ἀνάγκης βασιλεύσει Ῥωμαίων, ἅμα τῷ γνωσθῆναι τὴν τῆς νήσου κατάσχεσιν ταῖς τοῦ Ἰωσὴφ ὑποθήκαις ἀποστείλας ὁ Ῥωμανὸς προσεκαλέσατο τὸν Νικηφόρον ἐκεῖθεν. ἔτι δὲ τοῦ Νικηφόρου τῇ Κρήτῃ ἐνδιατρίβοντος, ἵνα μὴ τὴν ἑῴαν κατατρέχοιεν οἱ τῆς ἀνατολῆς Ἄραβες, καὶ μᾶλλον Χαμβδᾶν ὁ τοῦ Χάλεπ ἀμηρᾶς, πολεμικὸς ὢν καὶ τῶν ἄλλων δραστηριώτερος, Λέοντα τὸν Φωκᾶν τὸν τοῦ Νικηφόρου ἀδελφὸν μάγιστρον τιμήσας ὁ Ῥωμανὸς τὴν τοῦ δομεστί- κου διακονίαν διέπειν ἀπέστειλεν. οὗτος δὲ διαπεράσας καὶ τῷ Χαμβδᾶν συναντήσας ἔν τινι χωρίῳ Ἀδρασσῷ λεγομένῳ τρέπεται τοῦτον κατὰ κράτος καὶ ἀφανισμῷ παραδίδωσι, τῶν μὲν ἐν τῇ προσβολῇ πεσόντων οὐδ' ἀριθμῷ καθυποβληθῆναι δυναμένων, τῶν δὲ ἁλόντων καὶ ἐν τῇ πόλει πεμφθέντων τοσοῦτον ἦν τὸ πλῆθος, ὡς πληρῶσαι δούλων καὶ τὰς ἀστικὰς οἰκίας καὶ τοὺς ἀγρούς. μόνος δὲ ὁ τούτων ἀρχηγὸς Χαμβδᾶν σὺν ὀλίγοις λίαν τὸν κίνδυνον διαδρὰς εἰς τὰ οἰκεῖα ἤθη ἀνεκομίσθη. εἰσελθόντα δὲ τὸν Λέοντα μάλα φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο ἐπινικίοις τε θριάμβοις τετίμηκε καὶ γερῶν τῶν κατ' ἀξίαν ἠξίωσε τιμήσας καὶ προβιβάσας καὶ πάντας τοὺς σὺν αὐτῷ ἀριστεύσαντας.

[Roman2.5] Τῷ δὲ δευτέρῳ ἔτει τῆς βασιλείας Ῥωμανοῦ πολλοὶ τῶν πολιτευο- μένων ἑάλωσαν ἐπιβεβουλευκότες αὐτῷ. εἶχον δὲ πρωτουργὸν καὶ πρωταίτιον Βασίλειον μάγιστρον τὸν λεγόμενον Πετεινὸν καί τινας ἄλλους τῶν ἐπισήμων, τὸν πατρίκιον Πασχάλιον καὶ τὸν πατρίκιον Βάρδαν τὸν τοῦ Λιβός, καὶ Νικόλαον τὸν Χαλκούτζην. οἵτινες ἐβουλεύ- σαντο κατὰ τὴν ἡμέραν τῶν ἱππικῶν ἀγώνων κατιόντα διαχειρίσασθαι τὸν βασιλέα, καὶ τὸν Βασίλειον ἐπὶ τοῦ βασιλικοῦ καθίσαντες θρόνου ἀναγορεῦσαι βασιλέα. ἀλλὰ τῆς ἐπιβουλῆς μηνυθείσης τῷ βασιλεῖ παρά τινος τῶν συνωμοτῶν, Ἰωαννικίου τοὔνομα, τῷ γένει Σαρακηνοῦ, πρὶν ἢ τὴν κυρίαν ἐνστῆναι, κρατηθέντες παρὰ τοῦ Ἰωσὴφ καὶ ἐλεγχθέντες καὶ

[Roman2.5.11] ἀπηνῶς αἰκισθέντες ἄνευ μόνου τοῦ Βασιλείου, καὶ κατ' αὐτὴν τὴν τοῦ ἀγῶνος ἡμέραν θριαμβευθέντες, ἐξορίᾳ παρεπέμφθησαν καὶ ἀπεκάρησαν μοναχοί. χρόνον δέ τινα βραχὺν ἐν αὐτῇ ταλαιπωρηθέντες ἀνεκλήθησαν φιλανθρώπως αὐτοῖς χρησαμένου τοῦ Ῥωμανοῦ. μόνος δὲ Βασίλειος ὁ Πετεινὸς ἔκφρων γενόμενος ἐτελεύτησεν ἐν Προικοννήσῳ, τῆς δίκης αὐτὸν μετελθούσης, ἀνθ' ὧν δολίως εἰς Στέφανον ἐνεδείξατο τὸν βασιλέα, προδεδωκὼς τοῦτον τῷ Κωνσταντίνῳ.

[Roman2.6] Τὰ δὲ περὶ τὸν Πετεινὸν καὶ τοὺς ἄλλους ἰδὼν ὁ μάγιστρος Ῥωμανὸς ὁ Σαρωνίτης, ἐπὶ θυγατρὶ γαμβρὸς ὢν Ῥωμανοῦ τοῦ γέροντος, καὶ μὴ τὰ ὅμοια καὶ αὐτὸς πάθοι φοβηθείς, φθονούμενος διὰ τὴν ἑαυτοῦ περιφάνειαν καὶ ὑποπτευόμενος, τὴν ἑαυτοῦ οὐσίαν τοῖς τέκνοις, ὡς ἐβούλετο, διαμερίσας καὶ τὴν ὑπόλοιπον πένησι διανείμας, τὸ τῶν μοναχῶν περιβάλλεται ἔνδυμα. καὶ ἐν τῇ τῶν Ἐλεγμῶν μονῇ γενό- μενος, καὶ χρόνον συχνὸν ἐν αὐτῇ παραμείνας, ὑπὸ τῶν μετὰ ταῦτα βασιλέων ἐτιμήθη διαφερόντως.

[Roman2.7] Κατὰ τούτους τοὺς χρόνους ἀνήρ τις ἀνεφάνη Φιλώραιος καλού- μενος, ὑπασπιστὴς ὢν Ῥωμανοῦ μαγίστρου τοῦ Μωσηλέ, τοῦ ἐγγόνου Ῥωμανοῦ τοῦ γέροντος. οὗτος ἄνωθεν ἵππου ὠκυτάτου ἐπὶ τῆς ἐφεστρί- δος ἱστάμενος ὄρθιος, καὶ ξίφος ταῖς χερσὶ βαστάζων, τοῦ ἵππου τρέχον- τος, ὅσον ἐδύνατο, κυκλῶν ἐπῄει τὸν εὔριπον τῆς ἱπποδρομίας, στρέφων ἄνω καὶ κάτω τὸ ξίφος καὶ μηδ' ὅλως ὑπολισθαίνων τῆς στάσεως.

[Roman2.8] Ἐπέδωκε δ' ἐν ταῖς ἡμέραις ταύταις καὶ πάλαι τὴν Ῥωμαίων ἐπιόν τε καὶ λυμαινόμενον καὶ διαφθεῖρον τοὺς βόας τὸ λοιμικὸν πάθος, ὃ κράβρα κατονομάζεται. φασὶ δὲ τὴν ἀρχὴν τοῦτο λαβεῖν ἐπὶ τῶν ἡμερῶν τοῦ γέροντος Ῥωμανοῦ. ἔγγιστα γὰρ τῆς τοῦ Βόνου κινστέρνης ἀναψυχὴν ἑαυτῷ τῆς θερινῆς θέρμης παλάτια τοῦ Ῥωμανοῦ ἀνεγείρον- τος, καὶ τῶν θεμελίων καταβαλλομένων, βοός φασιν εὑρεθῆναι μαρμαρίνου κεφαλήν, ἣν οἱ εὑρόντες συντρίψαντες εἰς τὴν τοῦ τιτάνου κάμινον βάλλουσιν. ἐξ ἐκείνου δ' ἄχρι τῶν τῇδε χρόνων οὐκ ἐπαύσαντο παντα- χοῦ τῆς γῆς, ὁπόσην ἡ τῶν Ῥωμαίων περιέχει δυναστεία, τὰ τῶν βοῶν διαφθείρεσθαι γένη.

[Roman2.9] Ὁ δὲ Ῥωμανὸς παρορμώμενος ὑπὸ τῆς αὐτοῦ γυναικὸς κατενεγ- κεῖν ἐπειράθη τῶν βασιλείων Ἑλένην τε τὴν μητέρα καὶ τὰς ἀδελφάς, καὶ ἐν τοῖς παλατίοις τῶν Ἀντιόχου περιορίσαι. γνοῦσα δὲ τοῦτο ἡ Ἑλένη καὶ πρὸς θρήνους τραπεῖσα καὶ ἀρὰς ἐδυσώπησε τὸν υἱόν, διευλαβηθέντα τὰς ἐξ αὐτῆς κατάρας. ἀλλ' αὕτη μὲν εἰάθη μένειν κατὰ χώραν, τὰς δ' ἀδελφὰς καταγαγὼν διὰ Ἰωάννου καθηγεμόνος τῶν Στουδίου ἀπέκειρε μοναχάς. αἱ δὲ ἅμα τῇ ὑποχωρήσει τούτου τὴν μοναχικὴν ἀποδυσά- μεναι ἐσθῆτα ἐκρεωφάγουν. ἡ δὲ Ἑλένη τῇ τῶν θυγατέρων καταγωγῇ περιαλγήσασα, καὶ μικρὸν ἐπιζήσασα χρόνον, τῇ εἰκοστῇ τοῦ Σεπτεμ- βρίου μηνὸς τῆς πέμπτης ἰνδικτιῶνος ἀπεβίω, καὶ βασιλικῶς ἐκκομι- σθεῖσα ἐτάφη ἐν τῇ λάρνακι τοῦ πατρός.

[Roman2.10] Νικηφόρος δὲ ὁ Φωκᾶς, ὡς ἔμπροσθεν εἴρηται, προσταχθεὶς ἐκ Κρήτης ἐπανελθεῖν, οὐ συνεχωρήθη εἰσελθεῖν εἰς τὴν βασιλεύουσαν, ἀλλ' ἐν τῇ ἀνατολῇ ἐκελεύσθη παραγενέσθαι μετὰ παντὸς τοῦ στρατοῦ. ἀναλαμβάνων γὰρ ἑαυτὸν ἐκ τῆς προτέρας ἥττης ὁ Χαμβδᾶν ἀναφέρειν ἤρξατο πάλιν, καὶ στρατὸν ἀξιόμαχον ἠθροικὼς προσδόκιμος ἦν ἐπιθήσεσθαι τοῖς Ῥωμαίων πράγμασιν. ἀλλ' ἐν Συρίᾳ γενόμενος ὁ Φωκᾶς, καὶ σταδαίᾳ μάχῃ τοῦτον τρεψάμενος καὶ κατὰ κράτος ἡττήσας καὶ εἰς τὰ ἐνδότερα τῆς Συρίας ἀπελάσας, τὴν πόλιν Βέρροιαν ἐξεπόρθησε δίχα τῆς ἀκροπόλεως, καὶ πολὺν πλοῦτον καὶ λείαν καὶ αἰχμαλώτους ἔλαβεν, ἐλευθερώσας καὶ τοὺς ἐκεῖσε δεσμίους κατεχομένους Χριστιανοὺς καὶ ἐπ' οἴκου ἐκπέμψας.

[Roman2.11] Πεντεκαιδεκάτῃ δὲ Μαρτίου μηνός, τῆς ἕκτης ἰνδικτιῶνος, ἐν ἔτει ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑβδομηκοστῷ πρώτῳ ἐτελεύτησε Ῥωμανὸς ὁ βασιλεύς, ἐτῶν ὑπάρχων εἰκοσιτεσσάρων, βασιλεύσας ἔτη τρισκαίδεκα, μῆνας τέσσαρας, καὶ ἡμέρας πέντε, ὡς μέν τινες, προκατανα- λώσας τὸ ἑαυτοῦ σαρκίον ταῖς αἰσχίσταις καὶ φιληδόνοις πράξεσιν, ὡς δ' ἕτερος ἔχει λόγος, φαρμάκοις ἀναιρεθείς.

[Bas+Const.t] ΒΑΣΙΛΕΙΟΣ ΚΑΙ ΚΩΝΣΤΑΝΤΙΝΟΣ

[Bas+Const.1] Διαδέχονται δὲ τὴν αὐτοῦ βασιλείαν Βασίλειος καὶ Κωνσταντῖνος οἱ παῖδες αὐτοῦ σὺν Θεοφανὼ τῇ μητρί, τεχθείσης αὐτῷ καὶ θυγατρὸς πρὸ δύο ἡμερῶν τῆς αὐτοῦ τελευτῆς, ἣν Ἄνναν ὠνόμασαν.

[Bas+Const.2] Ἦν δὲ ὁ Ῥωμανὸς μέγας τὴν ἡλικίαν, εἰ καὶ ἐλάττων ἦν τοῦ πατρός, τὸ ἦθος ἥμερον ἔχων καὶ πρᾶον καὶ τὸ φρόνημα μέτριον. καίπερ δὲ νέος ὤν, ἀγχίνους ἦν καὶ ὀξὺς καὶ τὰ πολιτικὰ κυβερνᾶν ἱκανώτατος, εἴπερ ἄρα συνεχωρεῖτο παρὰ τῶν θεραπόντων. ἀλλὰ τοῦτον οἱ οἰκειότατοι ταῖς τῆς νεότητος ἐκδεδωκότες ὁρμαῖς, ἵν' ἐκεῖνοι τὰ κοινὰ μετιόντες πλοῦτον ἄφατον ἀποθησαυρίσωσιν, ἀνενέργητον καὶ ἀνεπιτήδειον ἀπεφήναντο.

[Bas+Const.3] Ἀπριλλίῳ δὲ μηνί, τῆς αὐτῆς ἕκτης ἰνδικτιῶνος, εἴσεισιν ὁ Φωκᾶς Νικηφόρος κελεύσει τῆς δεσποίνης, τοῦ Ἰωσὴφ καθάπαξ καὶ πάλιν κωλύοντος, ἐν Κωνσταντινουπόλει. καὶ ἀπὸ τῶν ἐκ τῆς Κρήτης λαφύρων καὶ τῆς Βερροίας ἐθριάμβευσεν ἐν τῷ ἱπποδρομίῳ, κομίσας καὶ μέρος τι τοῦ ἱματίου τοῦ βαπτιστοῦ Ἰωάννου, ὅπερ εὗρεν ἐν τῇ Βερροίᾳ ἐναποκεί- μενον. τοῦτον δὲ ἐδεδίει καὶ δι' ὑποψίας εἶχεν ὁ Βρίγγας. ἀλλ' ὑπούλως οὗτος ὑποκρινάμενος ἐξαπατῆσαι τοῦτον ἴσχυσε τρόπῳ τοιῷδε. ἕνα τινὰ τῶν ὑπασπιστῶν εἰληφὼς ὁ Φωκᾶς περὶ ὥραν ἀρίστου εἰς τὸν οἶκον ἄπεισι τοῦ Ἰωσήφ, καὶ κόψας τὴν θύραν, ὅστις εἴη μηνύειν ἐκέλευε τῷ θυρωρῷ. μηνύσαντος δέ, κελευσθεὶς ἐπείσεισι, καὶ κατ' ἰδίαν παραλα- βὼν τὸν Ἰωσὴφ δείκνυσιν αὐτῷ τρίχινον ἔνδυμα, ὅπερ ἔνδοθεν τῶν ἱματίων ἠμφίεστο, καὶ μεθ' ὅρκων ἐπληροφόρησεν, ὡς τὴν τῶν μοναχῶν ἀσπαζόμενος πολιτείαν πάλαι ἂν περιεβάλετο τὸ σχῆμα καὶ τῶν βιωτι- κῶν ὑπεξήγαγεν ἑαυτὸν φροντίδων, εἰ μὴ ἐπέσχεν αὐτὸν ἡ τῶν βασιλέων προσπάθεια Κωνσταντίνου καὶ Ῥωμανοῦ, καὶ μέλλει ὅσον οὔπω τὸν οἰκεῖον ἐκπληρῶσαι σκοπόν. καὶ μὴ μάτην ὑποπτεύεσθαι καθικέτευσε. τοῦτο θεασάμενος ὁ Ἰωσὴφ πίπτει εὐθέως πρὸς τοὺς πόδας αὐτοῦ, μετάνοιαν ἐκζητῶν, καὶ ὡς οὐ πιστεύσει τινὶ πληροφορῶν λέγοντί ποτε κατ' αὐτοῦ.

[Bas+Const.4] Ὑφωρᾶτο δὲ ὁ Βρίγγας καὶ Στέφανον τὸν βασιλέα, μέχρι τότε τοῖς ζῶσι συναριθμούμενον καὶ ἐξόριστον ἐν Μηθύμνῃ τυγχάνοντα, καὶ διὰ παντὸς ἐφρόντιζεν ὑπὸ ἀκριβεστέραν αὐτὸν εἶναι φυλακήν. ἀλλ' ἐκεῖνος κατὰ τὴν ἑορτὴν τοῦ μεγάλου σαββάτου τῶν θείων μετεσχηκὼς μυστηρίων εὐθὺς τέθνηκεν αἰφνιδίως, μηδεμιᾶς προηγησαμένης αἰτίας, ἀλλὰ τῆς Θεοφανοῦς, εἰ καὶ πόρρωθεν κατῴκιστο, κατεργασαμένης αὐτόν.

[Bas+Const.5] Πέτρος δὲ ὁ τῶν Βουλγάρων βασιλεὺς τῆς γυναικὸς αὐτοῦ θανού- σης τὴν εἰρήνην τάχα ἀνανεούμενος, σπονδὰς πρὸς τοὺς βασιλεῖς ἔθετο, ὁμήρους δοὺς καὶ τοὺς οἰκείους δύο υἱοὺς Βορίσην καὶ Ῥωμανόν. καὶ μετὰ μικρὸν ἀπεβίω. οἱ δὲ υἱοὶ αὐτοῦ ἐν Βουλγαρίᾳ ἐπέμφθησαν μετὰ ταῦτα, ἐφ' ᾧ τῆς πατρῴας ἀντισχέσθαι βασιλείας, καὶ τοὺς κομητοπώ- λους ἀπείρξωσι τῆς πρόσω φορᾶς. Δαβὶδ γὰρ καὶ Μωσῆς καὶ Ἀαρὼν καὶ Σαμουήλ, ἑνὸς ὄντες παῖδες τῶν μέγα δυνηθέντων ἐν Βουλγαρίᾳ κομή- των, πρὸς ἀποστασίαν ἀπεῖδον καὶ τὰ Βουλγάρων ἀνέσειον. καὶ ταῦτα μὲν συνηνέχθη ὧδε.

[Bas+Const.6] Ὁ δὲ Βρίγγας, ὃν εἴπομεν τρόπον, ἀπατηθεὶς ὑπὸ τοῦ Νικηφόρου, καὶ τοῦτον ἐάσας οἴκαδε ἀπελθεῖν, μετεμέλετο, καὶ ἐν δεινῷ ἐποιεῖτο, ὅτιπερ ἐντὸς ἀρκύων ἔχων τὸ θήραμα ἔλαθε τοῦτο φρενοβλαβῶς προ-

[Bas+Const.6.4] ηκάμενος. ἐμερίμνα γοῦν πῶς καὶ ποίᾳ μηχανῇ τῆς ἀπὸ τούτων ἀπολυ- θείη φροντίδος. ἔδοξεν οὖν αὐτῷ λυσιτελέστατον εἶναι πρὸς Ἰωάννην μάγιστρον γράψαι τὸν Τζιμισκήν, ἄνδρα θυμοειδῆ καὶ δραστήριον ὄντα, καὶ μετὰ τὸν Φωκᾶν ἐν τοῖς Ῥωμαίων ἐπισημότατον στρατηγοῖς, στρατηγὸν τηνικαῦτα τῶν Ἀνατολικῶν ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς τὸν μάγιστρον Ῥωμανὸν τὸν Κουρκούαν, φανερώτατον καὶ ἐπίσημον καὶ αὐτὸν στρατηλάτην ὄντα τῆς ἀνατολῆς, γράμματα πέμψαι, καὶ φιλοτι- μιῶν ὑποσχέσεσι καὶ δωρεῶν καὶ τιμῶν διεγεῖραι τούτους πρὸς καθαίρε- σιν τοῦ Φωκᾶ. ἐγένοντο τὰ γράμματα, καὶ ὁ νοῦς τῶν γεγραμμένων ὑπῆρχεν οὗτος. εἰ διαναστάντες καθαιρήσουσι τὸν Φωκᾶν καὶ μοναχὸν ἀποκείρουσιν, ἢ τρόπον ἄλλον ἐκ μέσου ποιήσουσι, τὴν μὲν τοῦ δομεστί- κου τῶν σχολῶν τῆς ἀνατολῆς μεγίστην ἀρχὴν λήψεται ὁ Ἰωάννης, τὴν δὲ τοῦ δομεστίκου τῆς δύσεως ὁ Ῥωμανός. κομισθέντων οὖν τῶν γραμμά- των τοῖς δηλωθεῖσιν ἀνδράσιν, ἐπείπερ σχετικῶς ἐκεῖνοι εἶχον πρὸς τὸν Φωκᾶν, ὑπαναγινώσκουσί τε αὐτῷ εὐθέως τὰ γράμματα, καὶ διανα- στῆναι πρὸς ἀλκὴν καὶ γενναῖόν τι καὶ νεανικὸν ἐννοήσασθαι παρεκάλουν. ὀκνοῦντα δὲ καὶ ἀναδυόμενον καὶ αὐτοχείρως ἠπείλουν διαχειρίσασθαι. διὸ καὶ πρὸς τὸν τοῦ θανάτου ἀποδειλιάσας κίνδυνον τὴν πρόκλησιν ὑπεδέξατο. καὶ δευτέρᾳ τοῦ Ἰουλίου μηνός, τῆς αὐτῆς ἕκτης ἰνδικτιῶνος, ὑπὸ τῶν ἐν τῇ ἕῳ στρατευμάτων ἁπάντων παρακεκινημένων ὑπὸ τοῦ Τζιμισκῆ Ῥωμαίων ἀναγορεύεται βασιλεύς.

[Bas+Const.7] Καὶ εἷς μὲν λόγος φέρεται οὕτως, ἕτερος δέ, ὁ καὶ δοκῶν ἀληθέστε- ρος, ὡς πολὺν ὤδινε χρόνον τὴν τῆς βασιλείας ἐπιθυμίαν, καὶ οὐ τοσοῦτον αὐτὸν ὁ ταύτης ἔρως ἐξέφλεγεν, ὅσον ὁ τῆς βασιλίδος Θεοφανοῦς, ἐντυ- χόντα τε αὐτῇ, ὅτε τῇ βασιλευούσῃ διῆγε, καὶ πολλάκις πρὸς αὐτὴν ἐκπέμψαντα τὸν οἰκειότατον ὑπηρέτην αὐτοῦ Μιχαήλ. τοῦτο γὰρ καταφωράσας ὁ Βρίγγας ὑπόπτως διέκειτο πρὸς αὐτόν. τῆς τοίνυν ἀναρρήσεως αὐτοῦ φημισθείσης ἐν Κωνσταντινουπόλει, καὶ τῶν πραγμά- των ἐν ταραχῇ καθεστώτων, ὁ τὴν φροντίδα τῶν ὅλων ἀνεζωσμένος Ἰωσὴφ ἠγωνία καὶ διηπορεῖτο, ὅ τι καὶ δράσειεν, ὅτι μηδὲ τοῖς πολίταις εὔνους ἦν διὰ τὸ δυσέντευκτον. κατελθόντος οὖν ἐν Χρυσοπόλει μετὰ παντὸς τοῦ στρατοῦ Νικηφόρου τοῦ Φωκᾶ μετ' εὐφημιῶν, ἐβουλεύσατο ὁ Βρίγγας βασιλέα τινὰ προβαλέσθαι, διὰ τούτου οἰόμενος τὸν τόνον ἐκλῦσαι τῆς ὁρμῆς τοῦ στρατοῦ. τέως δὲ τῆς ἀναρρήσεως, ὡς εἴπομεν, γενομένης τοῦ Φωκᾶ, Βάρδας μὲν ὁ τούτου πατήρ (ἔτυχε γὰρ ἐνδημῶν τῇ βασιλίδι) ἱκέτης εἰσέρχεται πρὸς τὴν μεγάλην ἐκκλησίαν, Λέων δὲ ὁ ἐκείνου ἀδελφός, καίπερ φυλαττόμενος ἀκριβῶς, λαθὼν ἀπέδρα καὶ τῷ οἰκείῳ ἡνώθη ὁμαίμονι. οὗ γενομένου παρείθη τὴν ψυχὴν καὶ ἐν πάσῃ ἀμηχανίᾳ κατέστη ὁ Βρίγγας. ἦν γὰρ καὶ ἀνεπιτήδειος ἐν καιροῖς δυσκόλοις ὄχλον κολακεῦσαι καὶ καταδημαγωγῆσαι πλῆθος. δέον γὰρ προσηνέσι λόγοις καὶ θωπευτικοῖς τὴν τοῦ πλήθους καταμαλάξαι ὁρμήν, ὁ δὲ μᾶλλον καὶ ἐξετράχυνε καὶ ἠγρίωσε. πάντων γὰρ ἐν τῇ μεγάλῃ συντρεχόντων ἐκκλησίᾳ, αὐτὸς τὸ πλῆθος ἐκδειματῶν λόγους ἐπαφῆκεν ὑπερηφάνους τε καὶ τραχεῖς, ‘ἐγώ’, φήσας, ‘καταπαύσω ὑμῶν τὴν ἰταμότητα καὶ ἀναισχυντίαν. ποιήσω γὰρ τὸν τοῦ νομίσματος ὠνου- μένους σῖτον ἀποφέρεσθαι ἐν τῷ κόλπῳ.’ οὔπω παρῆλθεν ὁλόκληρος ἡμέρα, ἀφ' οὗ τοῦτο εἴρηκε (κυριακὴ γὰρ ἦν, ἐννάτην ἄγοντος τοῦ Αὐγούστου μηνός), καὶ τῇ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας Βασίλειος ὁ Κων- σταντίνου τοῦ βασιλέως παρακοιμώμενος, δυσμενὴς καὶ ἔχθιστος ὢν τῷ Ἰωσήφ, τοῖς ἑαυτοῦ φίλοις καὶ συγγενέσι τοὺς οἰκείους μίξας θεράποντας κατὰ πολλὰ μέρη τῆς πόλεως πέπομφεν εἰς τοὺς οἴκους τῶν ἀντιπρατ- τόντων αὐτῷ. καὶ ἀπὸ πρώτης ὥρας τῆς δευτέρας ἡμέρας μέχρις ἕκτης κατέστρεψαν καὶ ἐξηδάφισαν οἰκίας πλείστας τῶν πολιτῶν, ὧν ἐπιση- μοτέρα ἦν ἡ τοῦ Ἰωσήφ. οὐ γὰρ μόνον τῶν ἀντιβαίνειν δοκούντων ἐμφανῶν καὶ πολιτικῶν ἀνδρῶν, ἀλλὰ καὶ πολλῶν ἄλλων εὐτελεστέρων, ὧν οὐκ ἀριθμητὸν τὸ πλῆθος, οἰκίαι κατεσκάφησαν. ᾧ γάρ ποτε διαφορὰ μετά τινος ἦν, πλῆθος ἀτάκτων μεθ' ἑαυτοῦ ἐπαγόμενος, μηδενὸς κωλύοντος, τοῦτον ἠφάνιζε. πολλοὶ δ' ἐν τῇ τοιαύτῃ ἀταξίᾳ καὶ ἄνθρωποι ἐφονεύθησαν. ταῦτα δὲ ποιοῦντες ἔν τε ταῖς πλατείαις τῆς πόλεως λεωφόροις ἔν τε ταῖς ἀγοραῖς ἔν τε τοῖς στενωποῖς Νικηφόρον ἀνευφήμουν καλλίνικον. τοῦτο τὸ ἔργον ἐξάγει μὲν τῆς μεγάλης ἐκκλησίας Βάρδαν τὸν πατέρα τοῦ Φωκᾶ, φυγάδα οἰκτρὸν καὶ ὅσον οὐδέπω τὸν κίνδυνον ἐκδεχόμενον, Ἰωσήφ τε τὸν παρακοιμώμενον, τὸν πρὸ τοῦ μεγάλα φυσῶντα καὶ ἐπαιρόμενον, εἰς αὐτὴν ἀντεισάγει ἱκέτην ἐλεεινὸν καὶ τὴν ἑαυτοῦ σωτηρίαν ἀμφίβολον ἔχοντα. οἱ δὲ περὶ τὸν παρακοιμώ- μενον Βασίλειον τριήρεις καταρτίσαντες καὶ τὸν βασιλικὸν εἰληφότες δρόμωνα μετὰ παντὸς τοῦ στόλου περαιοῦνται ἐν Χρυσοπόλει, καὶ τὸν Νικηφόρον ἐκεῖθεν ἀναλαβόμενοι ἄγουσιν εἰς τὸ Ἕβδομον, αὐτόθεν τε αὐτοί τε καὶ πᾶς ὁ δῆμος τῆς πόλεως μετ' εὐφημιῶν καὶ κρότων καὶ σαλπίγγων καὶ κυμβάλων δημοσίας γενομένης προόδου διὰ τῆς Χρυσῆς πόρτης εἰσάγουσιν εἰς τὴν βασιλίδα. γενόμενοι δὲ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ Πολύευ- κτον παρεσκεύασαν τὸν πατριάρχην καὶ τῷ βασιλικῷ αὐτὸν ταινιῶσαι διαδήματι. στέφει οὖν τοῦτον ὁ Πολύευκτος ἐν τῷ ἄμβωνι τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας, ἡμέρα δὲ ἦν κυριακή, ἑξκαιδεκάτην τοῦ Αὐγούστου μηνὸς ἄγοντος, τῆς ἕκτης ἰνδικτιῶνος.

[Niceph2.t] <ΝΙΚΗΦΟΡΟΣ Ο ΦΩΚΑΣ>

[Niceph2.1] Ἀποστείλας δὲ τὸν μοναχὸν καὶ σύγκελλον Ἀντώνιον τὸν Στου- δίτην τὴν Θεοφανὼ τῶν βασιλείων καταβιβάζει καὶ εἰς τὰ παλάτια τοῦ Πετρίου ἐκπέμπει. μετ' ὀλίγον δὲ ἐξόριστον τίθησιν ἐν Παφλαγονίᾳ καὶ τὸν παρακοιμώμενον Ἰωσὴφ καὶ αὖθις μετ' οὐ πολὺν χρόνον μεταβιβάζει ἔν τινι μοναστηρίῳ λεγομένῳ τοῦ Ἀσηκρῆτις, ἐν τοῖς Πυθίοις. ὃς ἐπὶ δύο ὅλους ἐκεῖσε ἐνδιατρίψας ἐνιαυτοὺς ἀπεβίω. χειροτονεῖ δὲ καὶ Βάρδαν τὸν ἑαυτοῦ πατέρα καίσαρα.

[Niceph2.2] Τῇ δὲ εἰκάδι τοῦ Σεπτεμβρίου μηνὸς τὸ προσωπεῖον καὶ τὴν σκηνὴν ἀποθέμενος ἄγεται νόμιμον γαμετὴν τὴν Θεοφανώ. τότε δὲ καὶ κρεῶν ἀπεγεύσατο, πρότερον ἀπεχόμενος κρεωδαισίας, ἐξ ὅτου Βάρδας ὁ ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς ἀποτεχθεὶς αὐτῷ υἱός, ἱππαζόμενος ἐν τῷ πεδίῳ καὶ τῷ οἰκείῳ προσπαίζων ἀνεψιῷ τῷ Πλεύσῃ, μετὰ δόρατος βληθεὶς ἀκουσίως τέθνηκε. τοῦτο δὲ εἴτε ἐγκρατευόμενος ἐποίει, εἴτε καὶ λαθεῖν τοὺς κρατοῦντας ὑποκρινόμενος, μόνος ἂν εἰδείη μετὰ θεὸν ἐκεῖνος. τοῦ γάμου δὲ τελεσθέντος ἐν τῇ κατὰ τὸ παλάτιον Νέᾳ ἐκκλησίᾳ, ἐπείπερ ἔμελλεν εἴσοδος ἐν τῷ θυσιαστηρίῳ γενέσθαι, τῆς χειρὸς κατέχων αὐτὸν ὁ Πολύευκτος καὶ ταῖς ἱεραῖς ἐγγίσας κιγκλίσιν, εἴσεισι μὲν ἐκεῖνος εἰς τὰ ἄδυτα, ἐκεῖνον δ' ἐξώθησεν ὄπισθεν, ἐπειπὼν μὴ πρότερον συγχωρη- θήσεσθαι αὐτὸν εἰς τὸ θυσιατήριον εἰσελθεῖν, πρὶν ἂν δέξηται ἐπιτίμια δευτερογαμούντων. ἐλύπησε δὲ ἐν τούτῳ τὸν Νικηφόρον, καὶ οὐ διέλιπεν ἐγκοτῶν αὐτῷ μέχρι τῆς τελευτῆς. διεδέδοτο δὲ καὶ λόγος ἁπανταχοῦ, ὃς οὐ μικρῶς διετάραξε τὴν ἐκκλησίαν, ὅτιπερ ὁ Νικηφόρος ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀνάδοχος ἐγένετο τῶν τῆς Θεοφανοῦς ἑνὸς παίδων. ταύτην δὲ τὴν φήμην ὡς εὔλογον ἀφορμὴν δεξάμενος ὁ Πολύευκτος, ἢ χωρισθῆναι αὐτὸν τῆς γυναικὸς ἀπεμάχετο κατὰ τὸν κανόνα, ἢ τῆς ἐκκλησίας ἀναχωρεῖν. ὃ δὴ καὶ πεποίηκε, τῆς Θεοφανοῦς ἐξεχόμενος. συγκαλεσά-

[Niceph2.2.20] μενος δὲ τοὺς ἐνδημοῦντας ἐπισκόπους ἐν τῇ πόλει καὶ τοὺς τῆς συγκλή- του λογάδας, σκέψιν περὶ τούτου προέθετο. πάντες δὲ οὗτοι τοῦ Κοπρω- νύμου εἶναι τὸν νόμον ἔλεγον, καὶ δέον αὐτὸν μὴ φυλάττεσθαι ἔκρινον. τοῦτ' ἄρα καὶ λίβελλον ἀφέσεως ὑπογράψαντες τούτῳ ἐπιδεδώκασιν. ἔτι δ' ἀναβαλλόμενον τὸν Πολύευκτον κοινωνῆσαι τῷ βασιλεῖ ὁ καῖσαρ ἐπληροφόρησεν, ὡς οὐκ ἀνάδοχος γέγονεν. ἀλλὰ καὶ Στυλιανὸς ὁ πρωτοπαπᾶς τοῦ μεγάλου παλατίου, ἐξ οὗ πρώτου ἐλέγετο ἡ τοιαύτη φήμη διαδραμεῖν, ἐνώπιον ἐλθὼν τῆς συνόδου καὶ τῆς συγκλήτου ἐξωμόσατο μήτ' ἰδεῖν, μήτε πρός τινας ἀνειπεῖν, ὡς ἄρα Βάρδας ἢ Νικηφόρος ἀνάδοχος γένοιτο. ὁ δὲ Πολύευκτος καίπερ φανερῶς ἐπιορ- κοῦντα εἰδὼς τὸν Στυλιανόν, τὸ τῆς συντεκνίας συγκεχώρηκεν ἔγκλημα, καὶ ὁ πάλαι ἐνιστάμενος δευτερογαμίας ἐπιτίμια ἐπιθεῖναι καὶ τὸ μέγα τοῦτο παρῆκεν ἁμάρτημα.

[Niceph2.3] Νικηφόρος δὲ τῷ πρώτῳ τῆς αὐτοῦ βασιλείας ἔτει ἐκπέμπει κατὰ τῶν ἐν Σικελίᾳ Σαρακηνῶν τὸν πατρίκιον Μανουὴλ καὶ νόθον υἱὸν τοῦ πατραδέλφου αὐτοῦ Λέοντος, τοῦ χρηματίσαντος δομεστίκου τῶν σχο- λῶν καὶ ἐπὶ Ῥωμανοῦ τοῦ γέροντος τυφλωθέντος, στρατὸν αὐτῷ δοὺς καὶ στόλον ἀξιόμαχον. ἀδοξίαν γὰρ ἐδόκει προστρίβεσθαι ἑαυτῷ, εἰ τούτου κρατοῦντος ἡ Ῥωμαίων βασιλεία δασμοφορεῖ τοῖς Σαρακηνοῖς.

[Niceph2.4] Ἀλλ' ἀναγκαῖον εἰπεῖν ἐπιδραμόντας, τίς ἡ πρὸς τοὺς Σαρακη- νοὺς δασμοφορία, καὶ ὅθεν εἴληφε τὴν ἀρχήν. τῆς πόλεως γὰρ τῶν Συρακουσῶν ὑπὸ τῶν ἐν Ἀφρικῇ Σαρακηνῶν ἁλούσης ἐπὶ τῶν χρόνων Βασιλείου τοῦ Μακεδόνος, καὶ τὴν ὅλην συνέβη νῆσον ὑπ' αὐτῶν κατασχεθῆναι καὶ τὰς αὐτῆς πόλεις κατασκαφῆναι, τῆς Πανόρμου μόνης περιποιηθείσης, ἐξ ἧς ὡς ἔκ τινος ὁρμητηρίου ὁρμώμενοι οἱ Ἀγαρηνοὶ τὴν ἀντιπέραθεν γῆν ἐπεκτήσαντο. ἐκεῖθέν τε διαπορθμευόμενοι τὰς νήσους ἐδῄουν ἄχρι Πελοποννήσου, καὶ ὅσον οὔπω προσδόκιμοι παρα- στήσεσθαι ἦσαν. ἀμηχανῶν οὖν ὁ βασιλεὺς Βασίλειος, καὶ ἄξιον ὑπηρέτην ἀναζητῶν τῆς τοιαύτης ὑπηρεσίας, τὸν πατρίκιον ἔκρινε Νικηφόρον καὶ δομέστικον τῶν σχολῶν, ἐπωνυμίαν τοῦ Φωκᾶ φέροντα, ἀπό τινος τῶν προγόνων αὐτοῦ ἀριστεύσαντος. πάππος ὁ Νικηφόρος ἦν τοῦ βασιλέως Νικηφόρου, ἀνὴρ γενναῖος καὶ συνετός, τὰ πρὸς θεὸν εὐσεβὴς καὶ πρὸς ἀνθρώπους δίκαιος. οὗτος μετά τινος στρατοῦ εἰς Ἰταλίαν περαιωθεὶς ἐντὸς ὀλίγου τῆς Ἰταλίας ἀπήλασε τοὺς Σαρακηνοὺς καὶ ἐν Σικελίᾳ ἡσυχάζειν ἠνάγκασε. τούτου τοῦ ἀνδρὸς καὶ ναὸν λέγεται δομή- σασθαι τοὺς Ἰταλοὺς εἰς μνήμην ἄληστον τῆς αὐτοῦ ἀρετῆς, οὐ διὰ τὴν ἐλευθερίαν μόνην, ἀλλὰ καὶ δι' ἕτερον ἔργον ἀξιαφήγητον. οἱ γὰρ Ῥωμαῖοι ἐν τῷ μέλλειν οἴκαδε ὑποστρέφειν μετὰ τοῦ σφῶν στρατηγοῦ πολλοὺς τῶν Ἰταλῶν κατασχόντες ἔσπευδον δούλους εἰς τὴν περαίαν διαβιβάζειν. οὗ γνωσθέντος μηδὲν ὅλως εἰπὼν ὁ Νικηφόρος, μηδ' ὑπόνοιάν τινα δεδωκὼς πρὸ τοῦ ἐν Βρεντησίῳ γενέσθαι (ἐκεῖθεν γὰρ ἔμελλον πρὸς τὴν Ἰλλυρίδα διαπερᾶν), ὡς ἐκεῖσε ἐγένοντο, αὐτὸς δι' ἑαυτοῦ ἕκαστον τῶν στρατιωτῶν ἐμβιβάζων τοῖς πλοίοις περᾶν παρε- σκεύασε καὶ οὕτως τοὺς ἐγχωρίους εἴασε τὴν ἑαυτῶν χώραν ἀδεῶς κατοικεῖν. διετέλεσεν οὖν εἰρηνεύουσα ἡ Ἰταλία μέχρι τῶν χρόνων τοῦ Πορφυρογεννήτου Κωνσταντίνου καὶ τῆς αὐτοῦ μητρός. ἐπ' ἐκείνων δὲ πάλιν κινηθέντες οἱ Σαρακηνοὶ μηδενὸς κωλύοντος τὴν Ἰταλίαν κατέ- τρεχον. συνιδόντες οὖν οἱ κρατοῦντες, ὡς οὐχ οἷοί τέ εἰσι πρός τε τοὺς ἑῴους Σαρακηνοὺς καὶ πρὸς τοὺς ἑσπερίους ἀντέχειν, ἤδη καὶ τῶν Βουλ- γάρων τὰς σπονδὰς λελυκότων, σπείσασθαι ἐγνώκεισαν μετὰ τῶν ἐν Σικελίᾳ Σαρακηνῶν. ἐγένοντο οὖν σύμφωνα δι' Εὐσταθίου στρατηγοῦ Καλαβρίας, ἑνὸς ὄντος τῶν βασιλικῶν θαλαμηπόλων, ἐφ' ᾧ δασμὸν ἐτήσιον δίδοσθαι τοῖς Σαρακηνοῖς χρυσίου χιλιάδας δύο ἐπὶ εἴκοσι.

[Niceph2.5] Γενομένων δὲ τῶν σπονδῶν Ἰωάννην πατρίκιον τὸν ἐπίκλην Μουζάλωνα στρατηγὸν τῆς Καλαβρίας προὐβάλλοντο, ὃς φορτικῶς κατάρχων τῶν ἐγχωρίων ὑπ' αὐτῶν ἀπεσφάγη, προσχωρησάντων τῷ ῥηγὶ Λογγιβαρδίας Δανδούλφῳ, Ῥωμανοῦ τοῦ γέροντος ἄρτι τὰ σκῆπτρα κατέχοντος Ῥωμαίων. ὑφ' οὗ συμφέρον ἐνομίσθη στρατιώτας πεμφθῆναι μετὰ νεῶν, τὸ ἀπορραγὲν τῆς ὁλότητος μέρος ἐπανασώ- σασθαι. προεπέμφθη δὲ Κοσμᾶς πατρίκιος ὁ Θεσσαλονικεύς, γνώριμος ὢν τῷ Δανδούλφῳ. καὶ περαιωθεὶς οὗτος εἰς Ἰταλίαν καὶ τῷ Δανδούλφῳ συμμίξας παρῄνει ἀποσχέσθαι τῆς χώρας Ῥωμαίων καὶ τῷ βασιλεῖ συμφιλιωθῆναι καὶ ἀντὶ πολεμίου φίλον αὐτὸν ποιῆσαι καὶ σύμμαχον. ἀπαναινομένου δὲ τούτου τὸ πρῶτον, ὁ Κοσμᾶς ἀνὴρ φρόνιμος ὢν καὶ συνετός· ‘ἐμοὶ μέν’, εἶπε πρὸς τὸν Δανδοῦλφον, ‘χρέος ἦν τὰ σωτήρια συμβουλεῦσαι τῷ φίλῳ. εἰ δὲ αὐτὸς πεισθῆναί μοι οὐ θέλεις τὰ λυσι- τελῆ συμβουλεύοντι, τότε γνώσῃ τῆς ἀληθείας διαμαρτήσας κατὰ πολύ, ὅταν σεαυτόν τε καὶ τὸ ἔθνος ἅπαν μεγίστοις ὑποβαλὼν κινδύνοις ἀπα- γορεύσῃς, μὴ δυνάμενος πρὸς οὕτω μεγάλην καὶ ἰσχυρὰν ἀντιτάττεσθαι δυναστείαν.’ συνεὶς οὖν ὁ Δανδοῦλφος τὰ δέοντα συμβουλεύειν τὸν πατρίκιον, ἐδέξατο τὴν παραίνεσιν καὶ ἐσπείσατο, νουθετήσας καὶ τοὺς ἄρχοντας τῶν ἀποστάντων θεμάτων τῇ προτέρᾳ προσδραμεῖν ἀρχῇ καὶ τὸν σφῶν ἐπιγνῶναι βασιλέα, ὧν πεισθέντων εἰρήνη βαθεῖα πάλιν κατεῖχε τὰ ἐν Ἰταλίᾳ καὶ Λογγιβαρδίᾳ πράγματα.

[Niceph2.6] Ὁ δὲ τῶν Βουλγάρων ἀρχηγὸς Συμεὼν πολλὰ κατὰ Ῥωμαίων στήσας τρόπαια καὶ φρονηματισθεὶς ἐπὶ τούτοις καὶ τὴν Ῥωμαίων ὠνει- ροπόλει βασιλείαν. τοίνυν πρὸς Φατλοῦν τὸν δυνάστην τῶν Ἄφρων ἐκπέμψας προετρέπετο στόλον κατὰ τῆς βασιλίδος ἀναγαγεῖν, ὑπ- ισχνεῖτο δὲ καὶ αὐτὸς διὰ Θρᾴκης ἐλθεῖν βαρὺν στρατὸν ἐπαγόμενος, καὶ γενομένων ὑφ' ἓν τῶν στρατευμάτων διά τε γῆς καὶ θαλάσσης ἐκπολιορ- κῆσαι τὴν βασιλεύουσαν, καὶ τὸν ταύτης πλοῦτον ἐπ' ἴσης διανείμα- σθαι, καὶ αὐτὸν μὲν ἐπ' οἴκου ὑπονοστῆσαι, τοῦτον δὲ τῇ Κωνσταντι- νουπόλει καταλιπεῖν. ἔλαθον οὖν οἱ Βούλγαροι πρὸς τὴν Ἀφρικὴν ἀποπλεύσαντες, καὶ δόξαντος τοῦ Συμεὼν ὠφέλιμα παραινεῖν εἰλήφασί τινας Σαρακηνοὺς ἐλλογίμους, ὥστε ἐμπεδῶσαι τὰ δεδογμένα. ἐν τῷ ὑποστρέφειν δὲ περιπίπτουσι τοῖς Καλαβροῖς καὶ πρὸς τὸ Βυζάντιον ἀναπέμπονται μετὰ τῶν Σαρακηνῶν. οὓς ἰδὼν ὁ βασιλεύς (Ῥωμανὸς δὲ ἦν ὁ γέρων) καὶ τὴν κοινοπραγίαν μαθὼν ἀκριβῶς, καὶ ὡς, εἰ τοῦτο γένηται, κατανοήσας οὐ μικραῖς φροντίσιν ὑποπεσεῖται, δεῖν ᾠήθη μεγα- λοφροσύνῃ καὶ εὐεργεσίᾳ τοὺς Σαρακηνοὺς ἀναχαιτίσαι τῆς παρούσης ὁρμῆς. τοὺς μὲν οὖν Βουλγάρους ἔθετο ἐν φυλακῇ, δώροις δὲ τοὺς Σαρακηνοὺς ἁδροῖς φιλοτιμησάμενος, ἔτι δὲ καὶ ξένια τῷ αὐτῶν ἐκπέμ- ψας δεσπότῃ πολύτιμα, ἀπαθεῖς κακῶν ἐξαπέστειλε, φράζειν εἰπὼν τῷ κυρίῳ αὐτῶν, ὡς οὕτως ἀμείβειν οἴδασιν οἱ βασιλεῖς Ῥωμαίων τοὺς ἑαυτῶν πολεμίους. ἀπελογίσατο δὲ καὶ περὶ τῆς ἐτησίου δασμοφορίας, ὡς οὐκ ἀναβολῇ τούτου καὶ ὑπερθέσει ὑστέρησεν, ἀλλὰ διὰ τὴν ἐπι- κρατοῦσαν τηνικαῦτα κατὰ τὸν τόπον ταραχήν. ἐπαναδραμόντων οὖν πρὸς τὸν οἰκεῖον δυνάστην τῶν Σαρακηνῶν, καὶ ἅ τε πάθοιεν πρὸς τοῦ βασιλέως διηγησαμένων καὶ τὰς εἰς αὐτοὺς φιλοφροσύνας ἐξυμνη- σάντων, ἀποδεδωκότων δὲ καὶ ἅπερ ἐπήγοντο πρὸς ἐκεῖνον δῶρα, ἡσθεὶς ὁ Φατλοὺμ ἐπὶ πᾶσιν, οἷς ἤκουσε, τῶν τε ὀφειλομένων αὐτῷ φόρων τὰ ἡμίση Ῥωμαίοις ἐχαρίσατο καὶ ἀπὸ τῶν εἴκοσι καὶ δύο χιλιάδων τὰς ἕνδεκα ἐκκέκοφεν. ἐδίδοντο οὖν ἐξ ἐκείνου μέχρι τῆς τοῦ Νικηφόρου ἀναρ-

[Niceph2.6.30] ρήσεως τοῖς Σαρακηνοῖς ταῦτα. ἀλλὰ σωφρονούντων μὲν ἀρχόντων καὶ δικαίων τῆς χώρας τυγχανούσης, αὐτοί τε οἱ ἀρχόμενοι ἄλυπον ἦγον ζωήν, καὶ ὁ δασμὸς ἀπεδίδοτο τοῖς Σαρακηνοῖς ἀπραγμόνως· ὁπηνίκα δ' ἡ ἀρχὴ ἀδίκοις καὶ πλεονέκταις ἐνεπιστεύετο, καὶ τὸ ὑπ- ήκοον ἐκακοῦτο καὶ αἱ πρὸς τοὺς Σαρακηνοὺς σπονδαὶ διεσείοντο. καὶ γὰρ δὴ παρὰ τοῦ Πορφυρογεννήτου ὁ Κρινίτης Χάλδος τῆς Καλαβρίας γενόμενος στρατηγὸς τοὺς ἐν Ἀφρικῇ καὶ Σικελίᾳ Σαρακηνοὺς μέλλοντας ἄρδην ὑπὸ τοῦ λιμοῦ καὶ τοῦ πολέμου τῶν ἐν Κυρήνῃ Σαρακηνῶν ἀπο- λωλέναι, δι' οἰκείαν πλεονεξίαν ἀνεκτήσατο καὶ τοὺς ὑπὸ χεῖρα οὐ μετρίως ἐκάκωσε. πάσας γὰρ τὰς πρὸς τὸ ζῆν ἀφορμὰς εὐώνως ἀπὸ τῶν ἐγχωρίων ὠνούμενος, πολλοῦ τοῖς Σαρακηνοῖς ἐπίπρασκεν, ἀπραγμό- νως παρέχουσι τὰς τιμὰς τῷ εὐπόρως ἔχειν χρυσίου διὰ τὴν ἐκ τοῦ λιμοῦ καὶ τῶν πολεμίων στενοχωρίαν. πλὴν ὁ μὲν Κρινίτης ὑπὸ τοῦ Κωνσταντίνου παραλυθεὶς τῆς ἀρχῆς τά τε χρήματα ἀφῃρέθη μετ' αἰσχύνης καὶ καταγηράσας ἀπέθανε. κατὰ δὲ τὸν τοῦ πολέμου καιρὸν φυγάδας Καρχηδονίους αὐτομολήσαντας οἱ Ῥωμαῖοι ἐδέξαντο, οὓς οὐδα- μῶς ἀπῄτουν οἱ Καρχηδόνιοι. μᾶλλον μὲν οὖν καὶ τὸν ἐτήσιον δασμὸν συνεχώρουν, μή πως δεδοικότες κωλύσωσιν οἱ Ῥωμαῖοι σκανδαλι- σθέντες τὴν τῶν ἐπιτηδείων ὠνὴν καὶ κινδυνεύσωσιν οὗτοι διαφθαρῆναι λιμῷ. ὕστερον δὲ τοῦ πολέμου διαλυθέντος τούς τε αὐτομόλους ἐζήτουν καὶ τὴν δασμοφορίαν. μηδενὸς δὲ προσέχοντος αὐτοῖς διέλυσαν τὴν εἰρήνην, καὶ περαιούμενοι καθ' ἑκάστην τὴν Καλαβρίαν ἐδῄουν.

[Niceph2.7] Κωνσταντῖνος τοίνυν ὁ βασιλεὺς μὴ θελήσας, ὥσπερ ὁ πενθερὸς αὐτοῦ, μειλιχίως ὑπελθεῖν τοὺς Σαρακηνοὺς καὶ τὴν εἰρήνην ἀνανεώ- σασθαι, ἀλλὰ πολέμῳ μᾶλλον κρῖναι τὰ πράγματα διανοηθείς, δύναμιν ἀξιόμαχον συναγείρας καὶ ἄρχοντα ἐπιστήσας αὐτῇ τὸν πατρίκιον Μαλακηνὸν εἰς Καλαβρίαν ἀπέστειλεν, ἑνωθῆναι κελεύσας τῷ στρατη- γῷ τῆς χώρας (Πασχάλιος δ' οὗτος ἦν, ὁ πρὸ μικροῦ μνημονευθείς) καὶ κοινῇ μετ' αὐτοῦ ἀναδέξασθαι τὸν παρὰ τῶν Καρχηδονίων καὶ Σικε- λῶν ἐπισειόμενον πόλεμον. ἐπέστησε δὲ καὶ τῷ πεμφθέντι στόλῳ τὸν Μακροϊωάννην. οἵτινες κατὰ χώραν γενόμενοι μυρία ἔδρων εἰς τοὺς αὐτόχθονας κακά, πλεονεκτοῦντες καὶ ἄλλα ποιοῦντες, ἃ καὶ αὐτοὶ ἂν ὤκνησαν οἱ πολέμιοι. ταῦτα πυθόμενος ὁ τῶν Σαρακηνῶν ἀμηρᾶς Ἀβουλχαρέ (ἤδη γὰρ ὁ Φατλοὺμ ἐτεθνήκει) καὶ τοὺς ἑαυτοῦ παραθαρ- ρύνας καὶ μὴ φοβηθῆναι παραινέσας στρατὸν τοιαῦτα εἰς τοὺς οἰκείους ἐνδεικνύμενον τὰ κακά, πόλεμον ὑπαντιάσας συνίστησι κραταιὸν καὶ νίκην ἤρατο ἀρίστην τε καὶ καλλίστην. μικροῦ γὰρ ἑάλωσαν καὶ οἱ στρατηγοὶ ζωγρίαι.

[Niceph2.8] Μετὰ δὲ τοῦτο Κωνσταντῖνος ὁ βασιλεὺς Ἰωάννην ἀσηκρῆτις, τὸν τὴν ἐπωνυμίαν Πιλάτον, περὶ εἰρήνης ἐκπέμπει διαλεξόμενον τοῖς Σαρακηνοῖς. εἰωθότες δ' οὗτοι μὴ ταῖς νίκαις ἐπαίρεσθαι, ἀλλὰ τὴν εἰρήνην καὶ κρατοῦντες ἀσπάζεσθαι, προθύμως ὑπήκουσαν καὶ ἐπί τινα χρόνον εἰρήνην ἔθεντο. τούτου δὲ διερρυηκότος πάλιν διαπερῶντες ἐλεηλάτουν τοὺς Καλαβρούς. καὶ πάλιν ὁ Κωνσταντῖνος δύναμιν κατ' αὐτῶν καὶ ναυτικὴν ἐκπέμπει καὶ πεζικήν. ἦρχον δὲ τῆς μὲν ναυτικῆς δυνάμεως ὁ τὴν ἐπωνυμίαν Κραμβέας καὶ ὁ Μωρολέων, ἐστρατήγει δὲ τῶν πεζῶν ὁ πατρίκιος Μαριανὸς ὁ Ἀργυρός. γενόμενοι δ' ἐν Ἱδροῦντι καὶ τὰς ναῦς νεωλκήσαντες ηὐτρεπίζοντο πρὸς τὸν εἰς Σικελίαν ἀπό- πλουν. οἱ δὲ Σαρακηνοὶ τῇ φήμῃ διαταραχθέντες (ἐπίσταται γὰρ αὕτη τὰ μικρὰ μεγεθύνειν καὶ τὰ πράγματα πρὸς τὸ φοβερώτερον ἐξαγγέλ- λειν) καὶ μή τι πάθωσι δείσαντες διὰ τὸ αἰφνιδίως αὐτοῖς ἀπαρασκεύοις γειτονῆσαι τοὺς πολεμίους, Πανικῷ δείματι συσχεθέντες καὶ τὸ ἑαυτῶν καταλιπόντες στρατόπεδον ἔφυγον ἐκ τοῦ Ῥηγίου καὶ πρὸς τὴν Σικε- λίαν ἐπεραιώθησαν. ἐν δὲ τῷ πρὸς Πάνορμον ἀποπλεῖν βαρυτάτῳ χειμῶνι περιπεσόντες, καὶ τῶν σκαφῶν ὑπὸ τοῦ κλύδωνος συντριβέν- των, μᾶλλον δὲ ὑπὸ Χριστοῦ τοῦ θεοῦ τοῦ παρ' αὐτῶν βλασφημου- μένου, διολώλασιν ἅπαντες. σπένδονται τοίνυν τοῖς Ῥωμαίοις, καὶ διετηρήθη τὰ τῆς εἰρήνης μέχρι τῆς ἀναρρήσεως τοῦ Φωκᾶ.

[Niceph2.9] Ἄρτι δ' οὗτος ἀναγορευθεὶς βασιλεύς, πέρα δεινῶν ἡγησάμενος δασμοφορῆσαι Σαρακηνοῖς, τὸν Μανουήλ, ὡς εἴπομεν, ἀποστέλλει μετὰ δυνάμεως κατ' αὐτῶν. οὗτος δὲ νέαν ἄγων τὴν ἡλικίαν καὶ στρατιώ- ταις κατατετάχθαι, οὐ μήν γε καὶ στρατηγεῖν ἄξιος ὤν, ὑπάρχων δὲ καὶ πολλοῖς πάθεσιν ἄλλοις κατάσχετος καὶ μηδὲ τῶν τὰ κρείττω συμ- βουλευόντων ἐπιστρεφόμενος, ἔν τισι τόποις τραχέσι τε καὶ δυσβάτοις τῆς Σικελίας μετὰ παντὸς ἀποκλεισθεὶς τοῦ στρατοῦ παραδίδοται πανωλεθρίᾳ. ἑάλω δὲ ζωγρίας καὶ Νικήτας πατρίκιος καὶ τοῦ στόλου δρουγγάριος ὁ εὐνοῦχος καὶ εἰς Ἀφρικὴν δέσμιος πέμπεται. καὶ ὁ μὲν Μανουὴλ τοιαύτης ἔτυχε τῆς καταστροφῆς, παραίτιος ἀπωλείας γενό- μενος καὶ παντὶ τῷ στρατῷ.

[Niceph2.10] Ὁ δὲ βασιλεὺς ἐν τούτῳ τῷ χρόνῳ ἐκπέμπει κατὰ Κιλικίας Ἰωάννην μάγιστρον καὶ δομέστικον τῶν σχολῶν τῆς ἀνατολῆς ἤδη προβεβλημένον, τὸν Τζιμισκήν. γενόμενος δ' οὗτος πρὸς πόλιν Ἄδαναν καὶ πλῆθος καταλαβὼν ἐπιλέκτων Ἀγαρηνῶν συνειλεγμένων ἐκ πάσης τῆς Κιλικίας, συμπλέκεται τούτῳ καὶ τρέπεται κατὰ κράτος. οἱ μὲν οὖν ἄλλοι τῶν Ἀγαρηνῶν νόμῳ πολέμου κατεκόπησαν· μέρος δὲ τοῦ στρατοῦ ὡσεὶ πεντακισχίλιοι τὸν ἀριθμὸν ὄντες φεύγουσιν εἴς τινα λόφον δύσβατον καὶ ἀπόκρημνον, πεζοί, τοὺς ἵππους ἀποβάντες, καὶ τῇ τοῦ τόπου θαρρήσαντες εὐκαιρίᾳ εὐρώστως τοὺς ἐπιόντας ἠμύνοντο. οὓς καὶ περιστοιχίσας ὁ Ἰωάννης, ὅτι μὴ μεθ' ἵππων οἷός τε ἦν αὐτοῖς συμβαλεῖν, πεζεῦσαι προστάξας τοὺς στρατιώτας ἄνεισι μετ' αὐτῶν πεζὸς καὶ αὐτός. καὶ καταγωνισάμενος πάντας ἀπέσφαξε, νῶτα μηδενὸς δεδωκότος, ὡς ῥεῦσαι διὰ τοῦ πρανοῦς εἰς τὸ πεδίον τὸ αἷμα ποταμη- δόν, καὶ ἀπὸ τούτου τοῦ συμπτώματος κληθῆναι τὸν βουνὸν βουνὸν αἵματος. τοῦτο τὸ ἔργον ἐπὶ πλέον ἐξῆρε τὸ ὄνομα τοῦ Ἰωάννου καὶ τοῖς Σαρακηνοῖς τελείας καταστροφῆς γέγονεν αἴτιον.

[Niceph2.11] Ὁ δὲ Νικηφόρος κατὰ τὸ δεύτερον ἔτος τῆς αὐτοῦ βασιλείας, ἐν μηνὶ Ἰουλίῳ, ἰνδικτιῶνος ἑβδόμης, ἔξεισι κατὰ Κιλικίας σὺν βαρεῖ στρατῷ Ῥωμαίων καὶ συμμάχων Ἰβήρων καὶ Ἀρμενίων, ἔχων Θεο- φανὼ τὴν γαμετὴν σὺν τοῖς τέκνοις αὐτῆς. ἐκείνην μὲν οὖν ἔξωθεν τῆς Κιλικίας ἔν τινι φρουρίῳ καταλιμπάνει, Δριζίῳ προσαγορευομένῳ, αὐτὸς δ' εἰσελθὼν εἰς Κιλικίαν Ἀνάβαρζαν καὶ Ῥωσσὸν καὶ Ἄδαναν τὰς πόλεις καὶ ἕτερα οὐκ ὀλίγα φρούρια κατεστρέψατο. ἐπὶ δὲ Ταρσὸν καὶ τὴν Μόψου ἑστίαν ἀπελθεῖν οὐκ ἐθάρρησε, χειμῶνος ἤδη καταλαβόν- τος. καὶ στρατὸν τὸν ἀποχρῶντα καταλιπὼν ἐκεῖσε ἔξεισιν ἐν Καππα- δοκίᾳ παραχειμάσων.

[Niceph2.12] Ἦρος δὲ ἀρχομένου πάλιν εἰσῆλθεν ἐν Κιλικίᾳ, καὶ διχῇ διελὼν τὰ στρατεύματα τὴν μὲν Ταρσὸν πολιορκεῖν ἀφῆκε Λέοντα τὸν ἀδελ- φόν, αὐτὸς δὲ τὸ λοιπὸν ἀράμενος τῆς στρατιᾶς τῇ Μόψου ἑστίᾳ προσ- έσχεν. ἐνεργῷ δὲ χρησάμενος τῇ πολιορκίᾳ, ἔχων δὲ καὶ τὸν λιμὸν ἐπαρήγοντα, παραλαμβάνει τὸ ἓν μέρος τῆς πόλεως. τέμνεται γὰρ ἡ πόλις αὕτη μέσον τῷ Σάρῳ ποταμῷ, ὡς δοκεῖν δύο πόλεις εἶναι. τοῦ ἑνὸς οὖν, ὡς εἴρηται, μέρους ἁλόντος ἐπὶ τὸ ἕτερον οἱ Σαρακηνοὶ κατα- φεύγουσι, τὸ ἑαλωκὸς πανταχόθεν ὑφάψαντες. σφοδρότερον δὲ χρησα- μένου τοῦ βασιλέως τῇ πολιορκίᾳ, ἑάλω καὶ τὸ ἕτερον μέρος, μηδενὸς ἐκεῖθεν διαφυγόντος. ὁ δὲ τὴν Ταρσὸν παρακαθήμενος Λέων ὁ τοῦ βασι-

[Niceph2.12.11] λέως ἀδελφός, ἐπὶ χορτολογίαν καὶ συλλογὴν τῶν ἐπιτηδείων μέρος ἀποστείλας τῆς στρατιᾶς ἔξαρχον ἐχούσης τὸν Μοναστηριώτην ἠτύ- χησεν. ἀφυλάκτως γὰρ διασκεδασθέντας τοὺς προνομεύοντας νυκτὸς οἱ Ταρσεῖς ἐξελθόντες, ὡς μηδενὶ συναίσθησιν τῆς ἐξόδου παρεσχηκέναι, ἐπιτίθενται διεσπαρμένοις αὐτοῖς καὶ οὐκ ὀλίγους διέφθειραν, ἐν οἷς ἦν καὶ ὁ Μοναστηριώτης αὐτός. τὴν δὲ τῆς Μόψου ἑστίας ἅλωσιν οἱ Ταρσεῖς ἐγνωκότες, πιεζόμενοι δὲ καὶ τῇ πολιορκίᾳ καὶ τῷ λιμῷ, διε- πρεσβεύσαντο πρὸς τὸν Λέοντα, ἐπικαλούμενοι τὸν βασιλέα καὶ λιπα- ροῦντες ἀπαθεῖς κακῶν ἀφεθῆναι καὶ τὴν ἑαυτῶν παραδεδωκέναι πόλιν. ὁ δὲ ῥητόν τι φορτίον ἕκαστον ἀφεὶς ἀποφέρεσθαι, τὸν ἄλλον ἅπαντα πλοῦτον κατέσχε τῆς πόλεως.

[Niceph2.13] Μετὰ δὲ τρεῖς ἡμέρας τοῦ τὴν πόλιν ἁλῶναι στόλος μέγιστος ἐξ Αἰγύπτου βοηθήσων τῇ Ταρσῷ παρεγένετο, πλήρης ὑπάρχων σίτου καὶ τῶν ἄλλων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. οὐ συνεχωρήθη δὲ προσσχεῖν τῇ γῇ, οὐδ' ἀποβῆναι παρὰ τῶν ὑπὸ τοῦ βασιλέως ταχθέντων τὴν παραλίαν τηρεῖν στρατιωτῶν. καὶ μὴ ἔχοντες, ὅ τι χρήσονται τοῖς παροῦσιν ὑπέστρεψαν, ναυαγίοις μεγάλοις περιπεσόν- τες ἀπό τε ἀνέμων ἀταξίας καὶ τῆς ἐπιθέσεως τῶν τοῦ βασιλέως πολε- μικῶν πλοίων.

[Niceph2.14] Δῃώσας δὲ καὶ τεφρώσας καὶ τὰς λοιπὰς πόλεις τῆς Κιλικίας τῷ Ὀκτωβρίῳ μηνί, τῆς ἐννάτης ἰνδικτιῶνος, ὑπέστρεψεν εἰς Κωνσταν- τινούπολιν, ἔχων μεθ' ἑαυτοῦ καὶ τὰς τῆς Ταρσοῦ πύλας καὶ τὰς τῆς Μόψου ἑστίας, ἃς καὶ χρυσῷ καταστίξας ἔξωθεν ἀνάθημα τῇ βασιλίδι διεκόμισε, τὰς μὲν κατὰ τὴν ἀκρόπολιν στήσας, τὰς δὲ κατὰ τὸ τῆς Χρυσῆς πόρτης τεῖχος. διεκόμισε δὲ καὶ τῷ θεῷ δῶρον καὶ δεκάτην τῆς ἑαυτοῦ στρατιᾶς τοὺς αἰχμαλωτευθέντας τιμίους σταυρούς, ὁπη- νίκα δομέστικος τῶν σχολῶν ὢν ὁ Στυπειώτης καὶ τὴν Ταρσὸν παρα- καθήμενος παντελεῖ πανωλεθρίᾳ τῇ οἰκείᾳ ἀβουλίᾳ καθυπέβαλε τὰ στρατεύματα· οὓς δὴ καὶ τῷ πανσέπτῳ τεμένει τῆς τοῦ θεοῦ λόγου σοφίας ἀνέθετο.

[Niceph2.15] Τῷ δὲ αὐτῷ δευτέρῳ τῆς αὐτοῦ βασιλείας χρόνῳ ὁ Νικηφόρος καὶ πᾶσαν τὴν νῆσον Κύπρον τῇ τῶν Ῥωμαίων προσήγαγεν ἐπικρα- τείᾳ, τοὺς Ἀγαρηνοὺς ἀπελάσας ἐκεῖθεν διὰ Νικήτα πατρικίου καὶ στρατηγοῦ τοῦ Χαλκούτζη. τῷ δὲ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἔαρος ἐπιστάντος, πάλιν εἰσβολὴν ἐποιήσατο κατὰ Συρίας ὁ βασιλεύς. καὶ γενόμενος κατὰ τὴν Ἀντιόχειαν, ταύτῃ μὲν οὐ προσέβαλεν, ἐλπίσας μηδὲ τὴν ἀκοὴν αὐτοῦ ὑποστήσεσθαι τοὺς Ἀντιοχεῖς ἐκπεπληγμένους τὰ εἰς τὰς πόλεις τῆς Κιλικίας συμβεβηκότα. ἀλλὰ παρελθὼν αὐτὴν εἰς τὰ ἐνδότερα μέρη τῆς Συρίας ἐχώρησε, καὶ πόλεις πολλὰς καὶ χώρας καταστρεψάμενος πρὸς τῷ Λιβάνῳ κειμένας καὶ τῇ παραλίᾳ τῷ Δεκεμ- βρίῳ μηνὶ ὑπέστρεψεν. εὐσθενῶς δὲ τῶν Ἀντιοχέων προσδεχομένων τὸν πόλεμον διὰ τὸ πλεῖστον λαὸν ἐκ τῆς περιοικίδος εἰσελθεῖν εἰς τὴν πόλιν ἐπὶ βοηθείᾳ, ἐπιλελοιπότων δὲ καὶ τῶν ἀναγκαίων τῷ Ῥωμαϊκῷ στρατῷ, γενέσθαι δὲ καὶ τέλμα ἀδιεξίτητον ἐκ τοῦ πολὺν ὄμβρον οὐρα- νόθεν καταρραγῆναι, ὑπεχώρησεν ἄπρακτος καὶ τὴν βασιλίδα κατέ- λαβε, φέρων μεθ' ἑαυτοῦ καὶ τὸν ἔχοντα ἀχειρότευκτον ἐκτύπωμα τῆς μορφῆς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν κέραμον, ὃν εὗρεν ἐν Ἱεραπόλει, ταύτην πεπορθηκώς, καὶ τῶν τριχῶν τοῦ βαπτιστοῦ Ἰωάννου βόστρυ- χον ἕνα πεπιλημένον αἵματι.

[Niceph2.16] Τοιοῦτος δ' ὢν ὁ Νικηφόρος καὶ τοιαύταις χρησάμενος στρατη- γίαις καὶ ἐπὶ τοσοῦτον τὰ Ῥωμαίων αὐξήσας πράγματα (κατέσχε γὰρ πλέον τῶν ἑκατὸν πόλεις καὶ φρούρια Κιλικίας τε καὶ Συρίας καὶ Φοι- νίκης Λιβανισίας, ὧν μέγιστα καὶ ἐπισημότερα ἡ Ἀνάζαρβος καὶ ἡ Ἄδανα, ἡ Μόψου ἑστία, ἡ Ταρσός, τὸ Παγράς, τὸ Συννέφιον, ἡ Λαο- δίκεια, τὸ Χάλεπ, ἔθετο δὲ καὶ ὑποφόρους τήν τε ἐν Φοινίκῃ Τρίπολιν καὶ τὴν Δαμασκόν) ὅμως μισητὸς ἐγένετο παρὰ παντὸς ἀνθρώπου, καὶ πάντες ἐδίψων τὴν τούτου θεάσασθαι καταστροφήν. τὰς δὲ αἰτίας ἀπαριθμήσει ὁ λόγος ἐν καιρῷ τῷ προσήκοντι.

[Niceph2.17] Ὑποστρέφων δ' ὁ Νικηφόρος ἐξ Ἀντιοχείας πρὸς τὴν βασιλίδα, ἐν τῷ διέρχεσθαι τὸν Ταῦρον, ὃ Μαῦρον ὄρος ἐπιχωρίως λέγεται, φρούριον κατὰ τὸ μέσον τοῦ ὄρους δομησάμενος ἔν τινι λόφῳ ἐρυμνο- τάτῳ, Μιχαὴλ τὸν Βούρτζην πατρίκιον τιμήσας ἐν τῷ φρουρίῳ κατέ- λιπε, στρατηγὸν ὀνομάσας τοῦτον τοῦ Μαύρου ὄρους, ἐπισκήψας προσμένειν ἀγρύπνως καὶ τοὺς Ἀντιοχεῖς πάσῃ μηχανῇ κωλύειν ἐξιέναι καὶ τὰ πρὸς ζωὴν εἰσκομίζεσθαι ἐπιτήδεια. κατέλιπε δὲ καὶ Πέτρον ἕνα τῶν ἑαυτοῦ εὐνούχων, δοῦλον ὑπάρχοντα, δραστήριον ἄνθρωπον, ὃν δὴ καὶ στρατοπεδάρχην πεποίηκεν ἐν Κιλικίᾳ, εἰς παραχειμασίαν τὸν στρατὸν διασκορπίσαι κελεύσας καὶ τὴν αὐτοῦ μένειν εἰς τοὐπιὸν ἔτος ἔλευσιν. ἐλέγετο δ', ὅτι δυνάμενος ἐξ ἐφόδου ἑλεῖν τὴν Ἀντιόχειαν ὁ βασιλεὺς οὐκ ἠθέλησεν, ἀλλ' ἐξεπίτηδες παρεῖλκε καὶ παρεβίβαζε τὴν ταύτης κατάσχεσιν, δεδιὼς τὸν φημιζόμενον λόγον. καὶ γὰρ δὴ καὶ ἐν τοῖς ἁπάντων ἐφέρετο στόμασιν, ὡς ἅμα τῇ ἁλώσει τῆς πόλεως Ἀντιο- χείας καὶ ὁ βασιλεὺς τεθνήξεται. ἀμέλει καὶ τῷ τοιούτῳ λόγῳ δειλαινό- μενος οὔτ' αὐτὸς προσεπέλασε τῇ Ἀντιοχείᾳ, καὶ τῷ Πέτρῳ δὲ καὶ τῷ Βούρτζῃ παρήγγειλε μηδεμίαν προσβολὴν ποιήσασθαι κατ' αὐτῆς. ἀλλ' ἐκεῖνος μὲν ταῦτα καταστησάμενος, ὡς εἴπομεν, εἴσεισιν εἰς τὴν βασιλεύουσαν. ὁ Βούρτζης δὲ τῇ Ἀντιοχείᾳ γειτονῶν καὶ κλέος ἑαυτῷ ἄσβεστον περιποιήσασθαι ἱμειρόμενος, μικρὰ φροντίσας τῶν τοῦ βασιλέως ὑποθηκῶν, νύκτωρ καὶ μεθ' ἡμέραν ἐσκέπτετο, εἴ πως δυνη- θείη κατασχεῖν τὴν πόλιν. ἀπῄει οὖν συνεχῶς καὶ λόγους μετὰ τῶν Ἀντιοχέων ἐκίνει συμβατικούς. ἀλαζονευομένων δ' ἐκείνων καὶ τὰς συμβάσεις διωθουμένων, ἔλαθεν ἐκεῖνος φιλιωθῆναί τινι τῶν Σαρακηνῶν (Αὔλαξ οὗτος ἦν), ὃν ὑποκλέψας δώροις καὶ ὑποσχέσεσιν ἴσχυσε λαβεῖν τὸ μέτρον ἑνὸς τῶν πρὸς δύσιν τῆς Ἀντιοχείας πύργων Κάλλα τοὔ- νομα. καὶ μετὰ τούτου τεκτηνάμενος κλίμακας πρὸς τὸ ἄκρον ἐξικνου- μένας τοῦ πύργου, νύκτα τε ἀφεγγῆ ἐπιτηρήσας καὶ ἔπομβρον, ἔλαθε τὰς κλίμακας προσερείσας τῷ τείχει. καὶ ἀναβὰς μετὰ τριακοσίων τῶν ὑπ' αὐτὸν τοὺς μὲν φύλακας ἀποσφάττει τοῦ πύργου, ἔτι δὲ καὶ τοῦ γειτονοῦντος αὐτῷ. καὶ μετὰ τῶν τριακοσίων τοὺς δύο τούτους πύργους κατεσχηκὼς ἄγγελον εὐθέως ἐκπέμπει πρὸς τὸν στρατοπεδάρχην, μη- νύων ἐπιταχῦναι καὶ ἐλθεῖν μετὰ παντὸς τοῦ στρατοῦ, ὡς τῆς πόλεως ἤδη κατασχεθείσης. ὁ δὲ Πέτρος τὰς ἀγγελίας δεξάμενος ὤκνει καὶ ἀνεδύετο, τὴν ἐκ τοῦ βασιλέως δεδοικὼς ἀγανάκτησιν, μή τι καὶ κακὸν ἀπολαύσῃ, ὡς παραβάτης τῶν αὐτοῦ προσταγμάτων. ἐγκειμένου δὲ τοῦ Βούρτζη καὶ ἄλλον ἐπ' ἄλλῳ πέμποντος ἄγγελον καὶ τὴν ἔλευσιν ἐπιταχύνοντος καὶ πληροφοροῦντος, ὡς ἐπὶ πλέον ἀντέχειν οὐ δύναται πρὸς τὴν πολιορκίαν (καὶ γὰρ δὴ μαθόντες οἱ Ἀντιοχεῖς τὴν τῶν πύρ- γων κατάσχεσιν συνέρρεον πανταχόθεν καὶ ἐκπολιορκεῖν τοὺς πύργους ἠπείγοντο, βέλη ἀφιέντες παντοδαπὰ καὶ μηχανὰς ποικίλας καὶ πῦρ ὑφῆπτον, καὶ ἄλλα ἐποίουν, ὁπόσα ποιεῖν ἔδει τοὺς κινδυνεύοντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολωλέναι, ἀποβαλεῖν δὲ καὶ πόλιν πασῶν ὑπερ- κειμένην τῶν ἀνὰ τὴν ἕω πόλεων) πτοηθεὶς ὁ στρατοπεδάρχης, μὴ τοσούτων ἀπολωλότων καὶ τηλικούτων ἀνδρῶν διὰ τὴν ἐκείνου ἀπεί- θειαν καὶ πόλεως τηλικαύτης ἡ πολιτεία Ῥωμαίων ὑποστῇ ζημίαν, ἄκων καὶ μὴ βουλόμενος καταταχήσας παρεγένετο σὺν παντὶ τῷ στρα- τῷ, εὑρὼν τοὺς περὶ τὸν Βούρτζην λίαν ἀπειρηκότας. ἐπὶ τρισὶ γὰρ

[Niceph2.17.49] νυχθημέροις ἦσαν πολιορκούμενοι. οὗ τὴν ἔφοδον ἐγνωκότες οἱ Ἀντιο- χεῖς παρελύθησαν τὰς ψυχὰς καὶ τῆς συντονίας ἐνέδωκαν. ἀδείας δὲ λαβόμενος ὁ Βούρτζης κάτεισι πρὸς τὴν πύλην, καὶ σπάθῃ τὸν μοχλὸν τῆς κλειδὸς διατεμὼν ἀνοίγνυσι τὰς πύλας, καὶ τὸν Πέτρον εἰσάγει σὺν παντὶ τῷ στρατεύματι. καὶ οὕτω παρελήφθη ἡ μεγάλη καὶ περι- φανὴς Ἀντιόχεια. ὅπερ πυθόμενος ὁ Νικηφόρος, εὐφρανθῆναι δέον ἐπὶ ἁλώσει τηλικαύτης πόλεως καὶ τὰ κατ' αὐτὸν ἐπιτρέψαι θεῷ, ὁ δὲ τοὐναντίον ἤλγησε τὴν ψυχὴν τὸν στρατοπεδάρχην τε ἐν αἰτίαις εἶχε, καὶ τὸν Βούρτζην οὐ μόνον οὐκ ἀπεδέξατο τῆς προθυμίας καὶ τῆς ἀνδρείας καὶ γέρα παρέσχεν ἐπάξια τῆς αὐτοῦ ἀνδραγαθίας, ἀλλὰ καὶ ὕβρεσι πλύνας παρέλυσε τῆς ἀρχῆς καὶ οἴκοι μένειν ἐπέταξεν.

[Niceph2.18] Αὕτη ἡ αἰτία καὶ τὰ λοιπὰ τὰ ῥηθήσεσθαι μέλλοντα μισητὸν τοῖς πᾶσι καὶ βδελυκτὸν τὸν Νικηφόρον εἰργάσαντο. πρῶτον μὲν γάρ, ὅτε τὴν ἀρχὴν τὰ κατ' αὐτὸν ἐκινήθη, μυρίαις πλημμελείαις χρωμένων τῶν σὺν αὐτῷ στρατιωτῶν ἐπιστροφὴν οὐκ ἐτίθει, λέγων· ‘οὐδὲν θαυμαστόν, εἰ ἐν τοσούτῳ πλήθει λαοῦ ἀτακτοῦσί τινες.’ καὶ αὖθις εἰσελθὼν ἐν τῇ πόλει πολλῶν καὶ διαφανῶν καὶ ἰδιωτῶν διαρπαγέντων οὐδεμίαν ἐκδίκησιν ἐποιήσατο, ἀλλὰ παρεβλέπετο τὰς ἀτοπίας, ἐν- ευωχούμενος ταῖς ἀσελγείαις, αἷς οἱ ἀτακτοῦντες προσκείμενοι κακῶς τοὺς πολίτας διετίθουν, καὶ ταῦτα συνεργήσαντας αὐτῷ πρὸς τὴν τῆς βασιλείας ἀνάληψιν οὐ μικρῶς. εἶτα καὶ πρὸς ταξείδιον συνεχῶς ἐξιὼν δεινῶς ἐκάκου τὸ ὑπὸ χεῖρα οὐ μόνον προσθήκαις συντελειῶν καὶ ἄλλαις συνεισφοραῖς παντοίων εἰδῶν, ἀλλὰ καὶ λεηλασίαις ἀνυποστάτοις, πρὸς τοῖς εἰρημένοις ἐκκόψας καὶ μέρος τι τῶν παρεχομένων τῇ συγ- κλήτῳ βουλῇ φιλοτιμημάτων διὰ τό, ὡς ἔλεγε, σπανίζειν χρημάτων ἐν τοῖς πολέμοις, πρὸς δὲ καὶ τὰς παρέχεσθαι τυπωθείσας δόσεις πρὸς εὐαγεῖς οἴκους καὶ ἐκκλησίας παρά τινων εὐσεβῶν βασιλέων τέλεον ἐκκόψας, καὶ νόμον ἐκθέμενος, μὴ τὰς ἐκκλησίας ἀκινήτοις πλατύνεσθαι, κακῶς φάσκων ὑπὸ τῶν ἐπισκόπων δαπανᾶσθαι τὰ πτωχικὰ χρήματα καὶ τοὺς στρατευομένους ὀλιγοῦσθαι, καὶ τὸ δὴ πάντων χαλεπώτερον, καὶ νόμον ἐκθέμενος, ἐν ᾧ καί τινες ἐπίσκοποι τῶν εὐριπίστων καὶ κολά- κων ὑπέγραψαν, διοριζόμενον, μὴ ἄνευ τῆς αὐτοῦ γνώμης καὶ προτρο- πῆς ἐπίσκοπον ἢ ψηφίζεσθαι, ἢ προχειρίζεσθαι. ἐπισκόπου τε τεθνη- κότος βασιλικὸν ἐκπέμπων ἄνθρωπον ἐσταθμημένην ποιεῖν τὴν ἔξοδον προσέταττε, καὶ τὰ περιττὰ ἀνελαμβάνετο. καὶ ἄλλα τινὰ διατάγματα ἐτίθει πᾶσαν ἰδέαν ἀνάγκης ὑπερεκπίπτοντα, ἃ κατὰ μέρος διεξιέναι μεγαληγόρου δεῖται καὶ φρενὸς καὶ γλώττης. ἐσπούδασε δὲ καὶ νόμον θεῖναι τοὺς ἐν πολέμοις ἀποθνῄσκοντας στρατιώτας μαρτυρικῶν ἀξιοῦ- σθαι γερῶν, ἐν μόνῳ τῷ πολέμῳ τιθέμενος καὶ οὐκ ἐν ἄλλῳ τινὶ τὴν τῆς ψυχῆς σωτηρίαν. κατήπειγε δὲ καὶ τὸν πατριάρχην καὶ τοὺς ἐπισκό- πους συνθέσθαι τῷ δόγματι. ἀλλά τινες τούτων γενναίως ἀντιστάντες ἀπεῖρξαν αὐτὸν τοῦ σκοποῦ, προθέντες εἰς μέσον τὸν τοῦ μεγάλου Βασιλείου κανόνα, ἐπὶ τριετίαν ἀκοινωνήτους εἶναι λέγοντα τοὺς πολέ- μιον ἔν τινι πολέμῳ ἀνῃρηκότας. ἠλάττωσε δὲ καὶ τὸ νόμισμα, τὸ λεγό- μενον τεταρτηρὸν ἐπινοήσας. διπλοῦ δὲ τοῦ νομίσματος ἔκτοτε γεγονό- τος, ἡ μὲν εἴσπραξις τῶν δημοσίων φόρων τὸ βαρύτερον ἀπῄτει, ἐν δὲ ταῖς ἐξόδοις τὸ μικρὸν ἐσκορπίζετο. νόμου δὲ καὶ ἔθους ὄντων πάντα χαρακτῆρα βασιλέως, εἰ μὴ τῷ σταθμῷ ἐλαττοῖτο, δύναμιν ἔχειν ἰσότιμον, ὁ δὲ τὸν ἑαυτοῦ προκεκρίσθαι ἐνομοθέτησεν, ὑποβιβάσας τοὺς τῶν ἄλλων. ἐξ ἧς αἰτίας οὐ μικρῶς ἔθλιψε τὸ ὑπήκοον ἐν τοῖς λεγομένοις ἀλλαγίοις. καὶ τὸ δὴ χείριστον, ἐκ τῆς τοιαύτης αἰτίας τοῦ πολιτεύ- ματος πιεζομένου οὐδεμίαν εὐθηνίαν ἐδέξαντο τὰ ὠνούμενα. πλέον δὲ τῶν ἄλλων ἠνίασε τοὺς ἀνθρώπους, καίπερ λίαν ὄντων χαλεπωτάτων, ἡ τοῦ τείχους κτίσις τῶν παλατίων. πολλὰ γὰρ ἔργα κύκλῳ ὄντα τοῦ παλατίου, εἰς κάλλος καὶ μέγεθος ἐξειργασμένα, καταστρεψάμενος ἀκρόπολιν καὶ τυραννεῖον κατὰ τῶν ἀθλίων πολιτῶν ἀπειργάσατο, ἀποθήκας καὶ σιτοβολῶνας ἔνδοθεν καὶ ἰπνοὺς καὶ κλιβάνους ἐργασά- μενος καὶ πληρώσας εἰδῶν. προεθέσπιστο γὰρ αὐτῷ ἔνδοθεν τοῦ παλα- τίου ἀποθανεῖν, ἠγνόει δ', ὡς ἔοικεν, ὡς, εἰ μὴ κύριος φυλάξει πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. τοῦ τείχους γὰρ τελειωθέντος, τότε συνέβη καὶ αὐτὸν κατ' αὐτὴν τὴν ἡμέραν ἀποθανεῖν, ὁπηνίκα τὰς κλεῖς ὁ τὴν ἐπιμέλειαν ἐπιτετραμμένος φέρων αὐτῷ ἐνεχείρισε.

[Niceph2.19] Προσεγένετο τοῖς εἰρημένοις καὶ ἕτερον, ὅπερ ἐπὶ πλέον ἐξῆρε τὸ κατ' αὐτοῦ μῖσος. συμβολῆς γενομένης κατ' αὐτὴν τὴν ἑορτὴν τοῦ ἁγίου πάσχα μέσον πλωΐμων καὶ Ἀρμενίων πολὺς ἀνθρώπων ἐγένετο φθόρος, μικροῦ δ' ἂν ἀπεβίω καὶ ὁ μάγιστρος Σισίνιος καὶ ἔπαρχος. διεδέδοτο δὲ φήμη ἐκ τούτου, ὡς χαλεπαίνων ὁ Νικηφόρος τοῖς πολί- ταις, ὡς αἰτίοις τάχα τῆς ἀταξίας, ἐν ἡμέρᾳ ἱπποδρομίας μέλλει σαγη- νεύσας τὸν δῆμον τιμωρήσασθαι. καὶ δὴ μετὰ μικρὸν ἱπποδρομίας τελουμένης βουλόμενος ὁ Νικηφόρος ἐνδείξασθαι τοῖς πολίταις καὶ τὴν τοῦ πολέμου συμβολὴν ὁποία, τάχα δ' ἴσως καὶ ἐκφοβῆσαι, ξίφη γυμνὰ λαβόντας τινὰς προσέταξεν ὡς ἐν προσχήματι πολεμίων παῖξαι, εἰς ἑστίασιν τάχα τῶν θεατῶν. τούτου δὲ γενομένου τὸν νοῦν τῶν βλεπο- μένων ἀγνοήσαντες οἱ θεωροὶ καὶ τὴν κρατοῦσαν φήμην τέλος ἤδη λαμβάνειν ὑποτοπάσαντες δρομαίως ἐπὶ τὰς ἐξόδους ἐχώρουν κρημνώ- δεις οὔσας καὶ σφαλεράς, καὶ ὑπ' ἀλλήλων συμπατούμενοι ἀπέθνῃσκον. καὶ κἂν ἀπώλοντο πάντες ὑπ' ἀλλήλων καταπατούμενοι, εἰ μὴ ὁ βασι- λεὺς ὡράθη ἐπὶ τοῦ θώκου καθήμενος ἀδεής τε καὶ ἄτρεπτος. ὃν ἰδόντες ὁ δῆμος μὴ παρακινηθέντα, καὶ κατανοήσαντες, ὡς ἄκοντος αὐτοῦ γέγονε τὸ γενόμενον, ἔστησαν τῆς φυγῆς.

[Niceph2.20] Πρόοδον δὲ δημοσίαν ποιήσαντα τὸν Νικηφόρον ἐν τῇ Πηγῇ κατὰ τὴν ἑορτὴν τῆς ἀναλήψεως Χριστοῦ καὶ ὑποστρέφοντα οἱ συγ- γενεῖς τῶν ἐν τῷ ἱπποδρομίῳ ἀπολωλότων δεξάμενοι ἐν τῇ τῶν ἀρτο- πρατείων ἀγορᾷ ὕβρεις ἠφίεσαν ἀπρεπεῖς κατ' αὐτοῦ, ἀλάστορα καὶ παλαμναῖον ἀποκαλοῦντες καὶ ὁμοφύλοις αἵμασι μιαρόν, καὶ κόνιν καὶ λίθους ἔπεμπον εἰς αὐτὸν ἄχρι τῆς ἀγορᾶς τοῦ μεγάλου Κωνσταντί- νου. καὶ κἂν ἀπεπάγη τῷ δέει, εἰ μή τινες ἐντιμότεροι τῶν πολιτῶν προλαβόντες τοὺς μὲν ἀτακτοῦντας ἀνέστειλαν, αὐτὸν δὲ εὐφημοῦντες ἄχρι τοῦ παλατίου προέπεμψαν. διὰ ταῦτα πάντα ἀπηχθῆσθαι παρὰ τῶν πολιτῶν ἐπιστάμενος καὶ ἐπίθεσιν ὑφορώμενος τὴν ἀκρόπολιν ἐδομήσατο. ἀλλ' οὐκ ἠδυνήθη διαφυγεῖν τὸ χρεών, ἀλλ' ὅτε καλῶς ἔχειν αὐτῷ τὰ πάντα ᾠήθη, ἀπέρρηξε τὴν ζωήν. καὶ ὅπως, ἐν τῷ πρέποντι καιρῷ ῥηθήσεται. τετάρτῳ δὲ τῆς αὐτοῦ βασιλείας ἔτει, μηνὶ Ἰουνίῳ, τῆς δεκάτης ἰνδικτιῶνος, τὰς ἐν τῇ Θρᾴκῃ πόλεις ἐξῄει ἐπισκεψό- μενος, καὶ γενόμενος ἄχρι τῆς λεγομένης μεγάλης τάφρου ἔγραψε Πέτρῳ τῷ Βουλγαρίας ἄρχοντι, μὴ ἐᾶν τοὺς Τούρκους διαπερᾶν τὸν Ἴστρον καὶ τὰ Ῥωμαίων λυμαίνεσθαι. τούτου δὲ μὴ προσέχοντος, ἀλλὰ παν- τοίαις ἀφορμαῖς παρακρούοντος, τὸν τοῦ ἐκ Χερσῶνος πρωτεύοντος υἱὸν ὁ Νικηφόρος τὸν Καλοκυρὸν πατρικιότητι τιμήσας πρὸς τὸν ἄρχοντα Ῥωσίας ἐκπέμπει Σφενδοσθλάβον, δωρεῶν ὑποσχέσεσι καὶ φιλοτιμιῶν οὐκ ὀλίγων ἀναπείθων ἐκστρατεῦσαι κατὰ Βουλγάρων. πεισθέντες οὖν οἱ Ῥῶς καὶ ἐπελθόντες τῇ Βουλγαρίᾳ κατὰ τὸν Αὔγουστον μῆνα, τῆς ἑνδεκάτης ἰνδικτιῶνος, πέμπτῳ τῆς βασιλείας ἔτει αὐτοῦ

[Niceph2.20.24] Νικηφόρου, πολλὰς πόλεις καὶ χώρας ἠδάφισαν τῶν Βουλγάρων, καὶ λείαν ὅτι πλείστην περιβαλλόμενοι ὑπέστρεψαν εἰς τὰ ἴδια. καὶ τῷ ἕκτῳ δὲ πάλιν τῆς βασιλείας αὐτοῦ χρόνῳ ἐπεστράτευσαν κατὰ Βουλ- γαρίας καὶ τὰ ὅμοια τῶν προτέρων, ἢ καὶ χείρονα διεπράξαντο. δευτέρᾳ δὲ Σεπτεμβρίου μηνός, ὥρᾳ τῆς νυκτὸς δωδεκάτῃ, ἰνδικτιῶνος ἑνδεκάτης, γέγονε βρασμὸς καὶ κλόνος γῆς ἐξαίσιος, καὶ ἔπαθε κακῶς Ὁνωριὰς καὶ Παφλαγονία. ἐγένοντο δὲ καὶ ἄνεμοι κατὰ τὸν Μάϊον μῆνα τῆς αὐτῆς ἰνδικτιῶνος σκληροὶ καὶ καυματώδεις, οἵτινες τοὺς καρποὺς διέφθειραν αὐταῖς ἀμπέλοις καὶ δένδρεσιν, ὡς ἐντεῦθεν κατὰ τὴν δωδεκάτην ἰνδι- κτιῶνα σφοδρότατον ἐπενεχθῆναι λιμόν. καὶ δέον τὸν βασιλέα τῆς τῶν ὑπηκόων φροντίσαι σωτηρίας, ὁ δὲ τὸν βασιλικὸν σῖτον γλίσχρως πωλῶν καὶ καταπραγματευόμενος τὴν συμφορὰν τῶν ὑπὸ χεῖρα, ηὔχει ὥς τι μέγα κατωρθωκώς, ὅτι μοδίου τῷ νομίσματι πιπρασκομένου αὐτὸς δύο πωλεῖσθαι τοῦτον ἐπέταξε, μὴ τὸν Μακεδόνα μιμησάμενος βασιλέα Βασίλειον. οὗτος γὰρ κατὰ τὴν καινὴν κυριακὴν ἀπερχόμενος ἐν τῷ τῶν μεγάλων ἀποστόλων ναῷ καὶ θεασάμενος πολίτας τινὰς ἱεροπρεπεῖς μὲν καὶ σεμνούς, ἄλλως δὲ σκυθρωποὺς καὶ κατηφιῶντας, ἐγγὺς ἑαυτοῦ παραστησάμενος, διὰ τί μὴ καὶ αὐτοὶ λαμπροφοροῦντες ἐν τῇ ἑορτῇ πάρεισιν ἀνηρώτα, ἀλλ' ὡς ἂν ἐν μεγάλῃ συμφορᾷ τῆς πόλεως οὔσης στυγνάζουσι. πρὸς ὃν ἀπεκρίνατό τις τῶν πολιτῶν· ‘σοί, ὦ δέσποτα, καὶ τοῖς ἑστῶσιν ἔγγιστά σου πρέπει τὸ λαμπροφορεῖν καὶ χαίρειν. οἷς δὲ τοῦ θανάτου πρόσεστι προσδοκία, τὰ τοιαῦτα ἀπεοίκασιν. ἢ ἀγνοεῖς, ὅτι δύο μέδιμνοι σίτου τῷ νομίσματι πιπράσκονται διὰ τὴν τῶν ἀνέμων τραχύτητα;’ πρὸς ταῦτα βύθιον ἀνοιμώξας ὁ βασιλεὺς συμπαθείας ἀπέσταξε δάκρυον, καὶ τούτους μὲν παρεμυθήσατο δαψιλῶς, ἐπανελθὼν δ' εἰς τὰ βασίλεια τοὺς τὰς πολιτικὰς καὶ βασιλικὰς συναγαγὼν μετερχο- μένους φροντίδας μυρίαις ὕβρεσι καὶ ἀραῖς καθυπέβαλεν, ὅτι μὴ αὐτῷ περὶ τῆς σιτοδείας ἐμήνυσαν, καὶ εὐθὺς τὸν βασιλικὸν καὶ δημόσιον σῖτον προθέμενος δώδεκα τοῦ νομίσματος δίδοσθαι παρεκελεύσατο. οὗ τὴν προαίρεσιν ἀποδεξάμενος ὁ θεὸς εὐθηνίαν πολλὴν τοῖς ἀνθρώποις παρέσχετο. ἀλλὰ ταῦτα μὲν εἰς ἔπαινον ἐκείνου ἐρρέθη. ὁ δὲ Νικηφόρος ἔχαιρε μᾶλλον, ἢ ἐβοήθει θλιβομένους ὁρῶν τοὺς ὑπηκόους. καὶ οὐχ οὗτος μόνος, ἀλλὰ καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ, ταῖς καπηλείαις προσκεί- μενος τῶν εἰδῶν, πολλῶν καὶ ποικίλων δεινῶν τὴν οἰκουμένην ἐνέπλησεν. ὧν τὴν αἰσχροκέρδειαν εὐτραπέλως οἱ πολῖται διεκωμῴδουν. ἐξελθόντος γάρ ποτε τοῦ βασιλέως ἐν τῷ πεδίῳ, ὥστε γυμνάσαι τὸν στρατόν, ἐπεί τις ἦλθε πολιὸς τὴν τρίχα καὶ ἐπειρᾶτο συναριθμηθῆναι τοῖς στρατιώ- ταις, φησὶ πρὸς αὐτόν· ‘σὺ δέ, ὦ ἄνθρωπε, γέρων ὤν, πῶς τοῖς ἐμοῖς στρατιώταις ἐπείγῃ συναριθμηθῆναι;’ ὁ δ' εὐστόχως ὑπολαβών· ‘πολὺ δυνατώτερός εἰμι νῦν’, ἔφη, ‘ἢ ὅτε ἤκμαζον.’ αὐτοῦ δέ· ‘καὶ πῶς;’ ἐρο- μένου, ‘ὅτι περ,’ ἔφη, ‘τὸν τοῦ νομίσματος σῖτον πρότερον δυσὶν ἡμιόνοις ἐπιφορτίζων ἐπὶ τῆς σῆς βασιλείας δύο νομισμάτων σῖτον ἀβαρῶς ἐπὶ τῶν ὤμων φέρω.’ συνεὶς οὖν τὴν εἰρωνείαν ἀνεχώρησε, μηδὲν ταραχθείς.

[Niceph2.21] Οἱ δὲ Σαρακηνοὶ μετὰ τὸ ἁλῶναι τὰς ἐν Συρίᾳ καὶ Κιλικίᾳ πόλεις τὸν ἀρχιερέα τῶν Ἱεροσολύμων Ἰωάννην ζῶντα κατέκαυσαν ὡς ταῖς ὑποθήκαις αὐτοῦ τάχα μέλλοντος τοῦ Νικηφόρου ἀφίξεσθαι πρὸς αὐτούς, ἐνέπρησαν δὲ καὶ τὸν περικαλλῆ ναὸν τοῦ κυριακοῦ τάφου. τὸ δ' αὐτὸ τοῦτο πεποιήκασι καὶ οἱ Ἀντιοχεῖς, Χριστοφόρον τὸν αὐτῶν ἀνελόντες ἀρχιερέα. προσερρύησαν δὲ τῷ βασιλεῖ Γρηγόριος καὶ Παγ- κράτιος οἱ αὐτάδελφοι, τῆς ἑαυτῶν παραχωρήσαντες αὐτῷ χώρας τοῦ Ταρών. οὓς πατρικίους τιμήσας καὶ κτήσεσιν ἐφιλοφρονήσατο πολυ- προσόδοις. ἐγένετο δὲ καὶ ἡλίου ἔκλειψις τῇ εἰκάδι δευτέρᾳ τοῦ Δεκεμβρίου μηνός, περὶ τρίτην ὥραν, ὡς καὶ ἄστρα φανῆναι.

[Niceph2.22] Ἡ δὲ βασιλὶς Θεοφανὼ ἀποστρεφομένη τὴν συνουσίαν τοῦ Νικηφόρου, τινὰ τῶν τοῦ Τζιμισκῆ μεταπεμψαμένη εἰσκαλεῖται τοῦτον ἐν τῷ ἰδίῳ οἴκῳ σχολάζοντα. ἔφθη γὰρ ὁ βασιλεὺς διά τινα ὑποψίαν τῆς τοῦ δομεστίκου παραλύσας τοῦτον ἀρχῆς καὶ ἐν τῷ ἰδίῳ οἴκῳ ἀπρόϊτον εἶναι κελεύσας. ὃν ἐκεῖθεν ὁ πεμφθεὶς ἀναλαβόμενος (διεπράξατο γὰρ ἡ μοιχαλὶς καὶ γράμματα τοῦτον δέξασθαι τὴν κάθοδον ἐπιτρέποντα) ἀφίκετο εἰς Χαλκηδόνα. καὶ τοῦ βασιλέως ὑπομνησθέντος, εἰ δεῖ τοῦτον εἰσελθεῖν ἐν τῇ βασιλίδι, κἀκείνου προσμένειν μικρὸν ἐπιτρέψαντος, ἐκείνη νυκτὸς ἑνδεκάτῃ τοῦ Δεκεμβρίου μηνός, ἰνδικτιῶνος τρισκαιδεκά- της, ἔτους ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἑβδομηκοστοῦ ὀγδόου, ἀποστείλασα ἄγει τοῦτον πρὸς τὸν κάτωθεν τῶν παλατίων χειροποίη- τον λιμένα, καὶ κοφίνῳ ἀνιμήσατο μετὰ πάντων τῶν περὶ αὐτόν. ἦσαν δὲ ὁ πατρίκιος Μιχαὴλ ὁ Βούρτζης, Λέων ταξιάρχης ὁ Ἀβαλάντης καὶ τῶν τοῦ Τζιμισκῆ πιστικωτάτων ὁ Ἀτζυποθεόδωρος καὶ ἕτεροι δύο. οἵτινες ἀνελθόντες καὶ ξιφήρεις εἰς τὸν τοῦ βασιλέως εἰσελθόντες κοιτῶνα, ἐπεὶ μὴ εὗρον αὐτὸν ἐν τῇ συνήθει κλίνῃ, φωραθῆναι ὑπονοήσαντες μικροῦ δεῖν ἑαυτοὺς κατεκρήμνισαν, εἰ μή που ἀνδράριόν τι τῶν ἐκ τῆς γυναικωνίτι- δος εὑρηκότες ὑπ' αὐτοῦ ὁδηγοῦνται. καὶ καταλαμβάνουσιν αὐτὸν ἐπ' ἐδάφους κείμενον καὶ στρωμνὴν ἔχοντα πῖλον κοκκοβαφῆ καὶ ἄρκτου δέρμα, ὅπερ λαβὼν ἦν παρὰ Μιχαὴλ μοναχοῦ τοῦ Μαλεΐνου, τοῦ θείου αὐτοῦ. τοῦτον ἄρτι πρὸς ὕπνον τραπέντα καὶ μηδαμῶς ἐπαισθόμενον τῆς ἀφίξεως τῶν μελλόντων αὐτὸν ἀναιρεῖν, ὁ Τζιμισκὴς τῷ ποδὶ νύξας ἐξύπνισεν. ἐξυπνισθέντα δὲ καὶ τῆς δεξιᾶς χειρὸς τὸν ἀγκῶνα τῇ γῇ προσερείσαντα καὶ τὴν κεφαλὴν ἀνακουφίσαντα, ἐπιφέρει γυμνῷ τῷ ξίφει κατὰ τῆς κορυφῆς ἀσκεποῦς οὔσης (ἐπεπτώκει γὰρ ἐγειρομένου τὸ τῆς κεφαλῆς αὐτοῦ κάλυμμα) Λέων ὁ Ἀβαλάντης γενναίαν πληγήν, καὶ διελαύνει μέσον τὸ κρανίον. εἶτα τῆς στρωμνῆς αὐτὸν ἀναστήσαντες ἄγουσι πρὸς τὸν Τζιμισκὴν ἐπὶ τῆς βασιλικῆς καθίσαντα κλίνης, καὶ πολλὰ ἐμπαροινήσαντες καὶ κατονειδίσαντες καὶ δυσφημήσαντες εἰς αὐτὸν μηδὲν ἄλλο λέγοντα, ἀλλ' ἢ ‘κύριε ἐλέησον’ καὶ ‘θεοτόκε βοήθει,’ τελευταῖον ἐπείπερ κατεφωράθησαν παρὰ τῶν προκοίτων τοῦ παλα- τίου καὶ συνίστατο ἐπ' αὐτοὺς πλῆθος ἀμυνομένων, ἀποσφάττουσι τοῦτον, καὶ τὴν κεφαλὴν ἀποτεμόντες διά τινος θυρίδος τοῖς εἰς βοήθειαν συντρέχουσιν ὑποδεικνύουσι. καὶ οἱ μὲν οὕτω κατεστορέσθησαν, τοῖς δὲ περὶ τὸν Τζιμισκὴν καιρὸς ἐδόθη ἀδεῶς καὶ μετὰ ἀδείας πάντα ποιεῖν.

[Niceph2.23] Λέγεται δ', ὅτι πρὸ δέκα ἡμερῶν τοῦ θανάτου ἔγγραφον εὗρεν ὁ βασιλεὺς ἐρριμμένον ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ μηνῦον ἀσφαλίσασθαι αὐτόν, ὡς ἐπιβουλευόμενον ὑπὸ τοῦ Τζιμισκῆ. καί τινα δὲ κληρικόν φασι κατὰ τὴν ἑσπέραν τῆς ἀναιρέσεως δεδωκέναι αὐτῷ γράμμα περιέχον πρὸς ἔπος ταῦτα· ‘ὦ βασιλεῦ, ἀσφάλισαι σεαυτόν. κίνδυνος γάρ σοι κατὰ ταύτην τὴν νύκτα οὐ μικρὸς ἀρτύεται.’ τὸ δὲ γραμμάτιον ἄλλοι μὲν λέγουσιν, ὡς ὑπολαβὼν ὁ βασιλεὺς δεητήριον εἶναι οὐκ ἀνέγνω τοῦτο, ἄλλοι δ', ὅτι ἀνέγνω μέν, ἀλλ' ἠμέλησε τῆς ἑαυτοῦ φυλακῆς, τοῦ χρεὼν ἐμποδίσαντος, ἀποθανόντος δὲ τούτου εὑρέθη ἔχον τὰ γεγραμμένα. ἄλλοι δ', ὅτι ἀναγνοὺς ἐπέτρεψε τὴν ζήτησιν καὶ φυλακὴν τῷ πρωτοβεστιαρίῳ, ἔγραψε δὲ καὶ τῷ ἀδελφῷ Λέοντι ἐπ' οἴκου διάγοντι λαὸν ἔνοπλον εἰληφέναι καὶ φοιτῆσαι τὴν ταχίστην πρὸς τὸ παλάτιον. τοῦτο δὲ διακομισθὲν ἐκεῖνος δεξάμενος, καὶ μηδ' ἀνελίξας (ἔτυχε γὰρ κυβεύων

[Niceph2.23.14] μετά τινων καὶ δαιμονίως τῇ παιδιᾷ χρώμενος) ἔθετο ἐν τῇ ἑαυτοῦ κλίνῃ ὑπὸ τὴν τύλην. ἄρτι δὲ τοῦ παιγνίου διαλυθέντος τὸ γραμμάτιον ἐπελ- θὼν καὶ τὸν ἐγκείμενον νοῦν συνεὶς τῶν γραφέντων, δύναμιν ὡς ὁ καιρὸς ἀπῄτει συνηθροικὼς ἀπῄει πρὸς τὰ βασίλεια. γενόμενος δὲ κατὰ τὴν ἐν τῷ ἱπποδρομίῳ σφενδόνην ἤκουσέ τινων διαλεγομένων πρὸς ἀλλήλους, ὡς ἄρα εἴη Νικηφόρος ἀνῃρημένος ὁ βασιλεύς, ἤκουσε δὲ καὶ τῶν ἐν ταῖς πλατείαις καὶ τοῖς στενωποῖς ἀνευφημούντων τὸν Ἰωάννην. τῷ ἀνελ- πίστῳ δὲ καταπλαγεὶς καὶ μηδὲν ἐννοήσας γενναῖον, ᾗ τάχους εἶχε σὺν τῷ υἱῷ Νικηφόρῳ τῇ μεγάλῃ προσέρχεται ἐκκλησίᾳ. καὶ τὰ μὲν λεγό- μενα ταῦτα. εἰ δὲ ἀληθῶς, ἢ ψευδῶς, οὐκ ἔχω λέγειν. θνῄσκει δ' ὅμως ὁ Νικηφόρος ἔνδον τοῦ παλατίου κατεργασθείς. πεντήκοντα καὶ ἑπτὰ ἐτῶν ὢν τηνικαῦτα. τῇ δὲ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας προστάξει τοῦ Ἰωάννου πρὸς ἑσπέραν βαθεῖαν τῇ ὁσίᾳ παρεπέμφθη· θήκῃ γὰρ ξυλίνῃ, ὡς ἔτυχεν, αὐτὸν περιστείλαντες εἰς τὸν θεῖον τῶν ἀποστόλων σηκὸν μέσον νυκτῶν αὐτὸν ἐξεκόμισαν καὶ κατὰ τὸ ἡρῷον, ἔνθα τὸ τοῦ θείου καὶ ἀοιδίμου Κωνσταντίνου σῶμα κατάκειται, ἐν μιᾷ τῶν βασιλικῶν σορῶν ἐκήδευσαν. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν. ὄψις αὐτῷ πρὸς τὸ μέλαν πλέον ἢ τὸ λευκὸν ἀποκλίνουσα, κόμη βαθεῖα καὶ κυανή, ὀφ- θαλμοὶ μέλανες ἐπὶ συννοίας πεφροντικότες, δασείαις ταῖς ὀφρύσιν ὑποκαθήμενοι. ῥὶς μέση ἔχουσα λεπτότητός τε καὶ παχύτητος, ἠρέμα συμπεραινομένη γρυπότητι. ὑπήνη σύμμετρος, ἀραιὰν παρὰ τὰς γνάθους προβαλλομένη τὴν πολιάν. ἀγκυλαῖος τὴν ἡλικίαν καὶ στιβαρός, εὐρύτατος τὸ στέρνον καὶ ὤμους ὡς μάλιστα, τὴν μέντοι ἀνδρίαν καὶ ῥώμην κατὰ τὸν θρυλλούμενον Ἡρακλῆν. φρονήσει δὲ καὶ σωφροσύνῃ πάντων κατευμεγέθει τῶν κατ' ἐκείνην τὴν γενεὰν γεγενημένων ἀνδρῶν. ἐν δὲ τῇ σορῷ αὐτοῦ ὁ Μελιτηνῆς μητροπολίτης Ἰωάννης ταῦτα ἐπέγραψε· Τὸν ἀνδράσι πρὶν καὶ τομώτερον ξίφους πάρεργον οὗτος καὶ γυναικὸς καὶ ξίφους. ὃς τῷ κράτει πρὶν γῆς ὅλης εἶχε κράτος, ὥσπερ μικρὸς γῆς μικρὸν ᾤκησε μέρος. τὸν πρὶν σεβαστόν, ὡς δοκῶ, καὶ θηρίοις, ἀνεῖλεν ἡ σύγκοιτος ἓν δοκοῦν μέλος. ὁ μηδὲ νυξὶ μικρὸν ὑπνώττειν θέλων ἐν τῷ τάφῳ νῦν μακρὸν ὑπνώττει χρόνον. θέαμα πικρόν. ἀλλ' ἀνάστα νῦν, ἄναξ, καὶ τάττε πεζούς, ἱππότας, τοξοκράτας, τὸ σὸν στράτευμα, τὰς φάλαγγας, τοὺς λόχους. ὁρμᾷ καθ' ἡμῶν Ῥωσικὴ πανοπλία, Σκυθῶν ἔθνη σφύζουσιν εἰς φονουργίας, λεηλατοῦσι πᾶν ἔθνος τὴν σὴν πόλιν, οὓς ἐπτόει πρὶν καὶ γεγραμμένος τύπος πρὸ τῶν πυλῶν σὸς ἐν πόλει Βυζαντίου. ναί, μὴ παρόψει ταῦτα. ῥῖψον τὸν λίθον τόν σε κρατοῦντα, καὶ λίθοις τὰ θηρία τὰ τῶν ἐθνῶν δίωκε. δὸς δὲ καὶ πέτρας στηριγμὸν ἡμῖν ἀρραγεστάτην βάσιν. εἰ δ' οὐ προκύψαι τοῦ τάφου μικρὸν θέλεις, κἂν ῥῆξον ἐκ γῆς ἔθνεσιν φωνὴν μόνην. ἴσως σκορπίσῃ ταύτῃ καὶ τρέψῃ μόνῃ. εἰ δ' οὐδὲ τοῦτο, τῷ τάφῳ τῷ σῷ δέχου σύμπαντας ἡμᾶς· ὁ νεκρὸς γὰρ ἀρκέσεις σῴζειν τὰ πλήθη τῶν ὅλων χριστωνύμων, ὦ πλὴν γυναικὸς τὰ δ' ἄλλα Νικηφόρος. ἀλλὰ ταῦτα μὲν οὕτω συντέθειται.

[John1.t] ΙΩΑΝΝΗΣ Ο ΤΖΙΜΙΣΚΗΣ

[John1.1] Ἰωάννης δὲ ὁ Τζιμισκὴς τῆς Ῥωμαίων ἀρχῆς ἀποθανόντος τοῦ Νικηφόρου ἀνεδέξατο τὰς φροντίδας, συμβασιλεύοντας ἔχων αὐτῷ Βασίλειον καὶ Κωνσταντῖνον τοὺς υἱεῖς Ῥωμανοῦ, ὧν ὁ μὲν Βασίλειος ἕβδομον εἷλκε τῆς ἡλικίας ἔτος, ἅτερος δ' ὁ Κωνσταντῖνος πέμπτον. εὐθὺς οὖν Βασίλειον τὸν παρακοιμώμενον, ὃν Νικηφόρος ὁ βασιλεὺς οὐ μικρὰ συμβαλλόμενον αὐτῷ πρὸς τὴν τῆς βασιλείας κατάσχεσιν πρόεδρον τετίμηκε, μή πω πρότερον ὄντος τοῦ ἀξιώματος, πρώτου δ' αὐτοῦ τοῦτο ἐφευρηκότος, νυκτὸς μεταπεμψάμενος κοινωνὸν τῆς ἀρχῆς προσελάβετο, ἅτε ἐν πολλοῖς χρόνοις τά τε πολιτικὰ μετελθόντα ἐπὶ τοῦ οἰκείου πατρὸς Ῥωμανοῦ τοῦ γέροντος καὶ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου τοῦ γαμβροῦ αὐτοῦ, καὶ πλειστάκις κατὰ τῶν Ἀγαρηνῶν ἐκστρατεύσαντα, καὶ δυσχερείαις πραγμάτων εἰδότα εὐφυῶς προσαρμόζεσθαι. ὃς εὐθὺς τὴν ἐπιτροπὴν εἰληφὼς τῶν πραγμάτων πάντας τοὺς εὔνοιαν τῷ Νικηφόρῳ φυλάττοντας ἐκ μέσου πεποίηκε, Λέοντα μὲν τὸν κουροπαλά- την ἐν Λέσβῳ περιορίσας καὶ Νικηφόρον βέστην τὸν τούτου υἱὸν ἐν τῇ Ἴμβρῳ, Βάρδαν δὲ τὸν νεώτερον δοῦκα τότε Χαλδίας καὶ Κολωνείας τυγχάνοντα τὴν ἀρχὴν ἀφελόμενος ἐν Ἀμασείᾳ παρέπεμψε γράμμασι. καὶ τοὺς ἄλλους δέ, ὅσοι πολιτικὰς ἢ στρατιωτικὰς μετῄεσαν ἀρχὰς τῶν ἀρχῶν παραλύσας, οἰκείους ἐπέστησε καὶ τῷ νέῳ βασιλεῖ φυλάττοντας εὔνοιαν, τοῖς τε παρὰ τοῦ Νικηφόρου φυγαδευθεῖσι κάθοδον ἐπιτρέπει, καὶ πρό γε τῶν ἄλλων τοῖς ἀρχιερεῦσι, τῷ μὴ θέλειν ὑπογράψαι τῷ τόμῳ, ὃν εἰς κατατομὴν καὶ ὕβριν τῆς ἐκκλησίας ἐξεῦρεν ἐκεῖνος ἐξορι- σθεῖσιν, ὡς ἤδη φθάσας ὁ λόγος ἱστόρησεν.

[John1.2] Οὕτω δὲ τῶν πραγμάτων οἰκονομηθέντων, κατὰ τὴν αὐτὴν νύκτα πάσης ὑποψίας ἀπολυθεὶς ἄπεισι μετ' ὀλίγων ὁ βασιλεὺς εἰς τὴν μεγάλην ἐκκλησίαν, χερσὶ τοῦ πατριάρχου λαβεῖν βουλόμενος τὸ διάδημα. ὃν ἐλθόντα εἰσελθεῖν οὐκ εἴασεν ὁ Πολύευκτος, μὴ ἄξιον εἶναι φήσας ἐπιβῆναι θείου ναοῦ νεαρῷ καὶ ἀτμίζοντι ἔτι τῷ συγγενικῷ αἵματι σταζομένας τὰς χεῖρας ἔχοντα, ἀλλὰ σπεῦσαι ἔργα μετανοίας ἐνδείξασθαι, καὶ οὕτως ἐφίεσθαι πατεῖν ἔδαφος οἴκου κυρίου. τοῦ δὲ Ἰωάννου ἠπίως δεξαμένου τὴν ἐπιτίμησιν καὶ πάντα πρᾶξαι μετ' εὐπειθείας ἐπαγγειλαμένου, ἀπολογησαμένου δ', ὅτι καὶ αὐτόχειρ οὐκ αὐτὸς ἐγένετο τοῦ Νικηφόρου, ἀλλ' ὁ Βαλάντης καὶ ὁ Ἀτζυποθεόδωρος ἐπιτροπῇ τῆς δεσποίνης, ταύτην μὲν ὁ πατριάρχης προσέταττε τῶν ἀνακτόρων κατενεχθῆναι καὶ ἔν τινι νήσῳ περιορισθῆναι, ἐξοστρακισθῆναι δὲ καὶ τοὺς τοῦ Νικηφόρου αὐτόχειρας, διαρραγῆναι δὲ καὶ τὸν τόμον, ὃν ἐπὶ συγχύσει τῶν ἐκκλη- σιαστικῶν ὁ Νικηφόρος πραγμάτων ἐξέθετο. εὐθέως οὖν ὁ Ἰωάννης ἐκείνους τε ἐξῶσε τῆς πόλεως καὶ τὴν Θεοφανὼ ἐν Προικοννήσῳ ἐξώρισεν. ἥτις ἐκεῖθεν ὕστερον λάθρᾳ φυγοῦσα καὶ τῇ μεγάλῃ προσφυγοῦσα ἐκκλησίᾳ, διὰ τοῦ παρακοιμωμένου Βασιλείου ἐκβληθεῖσα ἐν τῷ θέματι τῶν Ἀρμενιακῶν ἐξωρίσθη εἰς τὴν παρὰ τοῦ βασιλέως νεουργηθεῖσαν μονὴν τὴν Δαμίδειαν, ἐνυβρίσασα πρότερον εἰς τὸν βασιλέα πολλὰ καὶ ἐς τὸν Βασίλειον, Σκύθην καὶ βάρβαρον ἀποκαλέσασα καὶ κατὰ κόρρης αὐτῷ κονδύλους ἐπιτρίψασα. ἐξωρίσθη δὲ σὺν αὐτῇ καὶ ἡ ταύτης μήτηρ ἐν Μαντινείῳ. ἐνεχθεὶς δὲ ὁ τόμος ἐρράγη καὶ τῇ ἐκκλησίᾳ ἐχαρίσθη ἡ προτέρα ἐλευθερία.

[John1.3] Τούτων οὖν πραχθέντων, ὑποσχομένου δὲ τοῦ Ἰωάννου καὶ εἰς ἐξίλασμα τῆς ἁμαρτάδος πένησι διανεῖμαι, ἣν ἰδιωτεύων εἶχε περιουσίαν, ὁ Πολύευκτος ἐπιτρέπει τὴν εἴσοδον, καὶ κατὰ τὴν ἑορτὴν τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν γεννήσεως εἰσελθόντα τοῦτον τῷ τῆς βασιλείας ἀναδεῖ διαδήματι. πολὺν δὲ σάλον καὶ ταραχὴν ἐχούσης τῆς βασιλείας ἔν τε τῇ ἕῳ καὶ τῇ ἑσπέρᾳ (αἵ τε γὰρ ληφθεῖσαι κατὰ Κιλικίαν καὶ Φοινίκην καὶ Κοίλην Συρίαν πόλεις τῶν Ἀγαρηνῶν, μὴ σχόντος τοῦ Νικηφόρου καιρὸν τὰ κατ' αὐτὰς διαθέσθαι καλῶς καὶ ἀσφαλίσασθαι, πρὸς ἀποστα- σίαν ἀπέβλεπον, καὶ ἡ τῶν Ῥῶς κίνησις οὐ καλῶς πρότερον ἐπὶ Βουλγά- ρους μελετηθεῖσα μέγιστον ἐπέσειε τοῖς πράγμασι κίνδυνον, καὶ λιμὸς ἐπὶ πέντε ὅλους ἐνιαυτοὺς τὴν Ῥωμαίων ἐπινεμόμενος σφόδρα τὰς πόλεις ἐπίεζε) διεσκοπεῖτο καὶ ἐμερίμνα, πῶς ἂν τὰ τοιαῦτα θεραπευθείη κακὰ

[John1.3.13] καὶ τὸ ἐξ αὐτῶν ἀποσκευασθείη ἐλπιζόμενον δέος. τέως δὲ τῆς πρὸς τῷ Ὀρόντῃ Ἀντιοχείας χηρευούσης ἀρχιερέως, Θεόδωρόν τινα προχειρίζε- ται μοναχὸν πᾶσι κομῶντα τοῖς ἀγαθοῖς καὶ αὐτῷ προθεσπίσαντα τὴν ἀνάρρησιν, καὶ παρεγγυησάμενον μὴ ἐπισπεῦσαι, ὡς τοῦ θεοῦ μέλλον- τος αὐτὸν εἰς τὸ τῆς βασιλείας ὕψος ἀναβιβάσαι, ἢ μὴν γινώσκειν, ὡς, εἰ ὀλιγώρως διατεθεὶς ἐπιταχύνει τὴν τῆς βασιλείας κατάσχεσιν, τῆς ἑαυτοῦ ψυχῆς ἐπίβουλος ἔσεται. ἀξιώσαντα δὲ καὶ τοὺς Μανιχαίους, τὴν ἕω πᾶσαν ἐπινεμομένους καὶ λυμαινομένους τῇ μεταδόσει τῆς μυσαρᾶς αὐτῶν θρησκείας, πρὸς τὴν ἑσπέραν ἀποικίσαι καὶ εἴς τινα ἐσχατιὰν ἐγκατοικίσαι πανέρημον, ὃ καὶ πεποίηκεν ὕστερον, ἀπαναστήσας τούτους καὶ τῇ Φιλιππουπόλει ἐγκατοικίσας. ἐπὶ τριάκοντα δὲ καὶ πέντε μόνας ἡμέρας μετὰ τὴν ἀναγόρευσιν καὶ ὁ Πολύευκτος ἐπιβιοὺς κατέλυσε τὴν ζωήν. καὶ προχειρίζεται ἀντ' αὐτοῦ πατριάρχης Βασίλειος μοναχὸς ὁ Σκαμανδρηνός, ἐπ' ἀρετῆς τελειότητι μαρτυρούμενος. καὶ τὰ μὲν πολιτικὰ ἐφέρετο τῇδε.

[John1.4] Τῇ ἁλώσει δὲ τῆς Ἀντιοχείας καὶ τῶν λοιπῶν πόλεων, ἃς ἄνωθεν ἀπηριθμησάμεθα, περιαλγεῖς γεγονότες οἱ ἁπανταχοῦ γῆς ὄντες Σαρακη- νοὶ καὶ τὰ λοιπὰ ἔθνη τὰ τὴν ὁμοίαν αὐτοῖς σέβοντα θρησκείαν, Αἰγύπτιοι, Πέρσαι, Ἄραβες, Ἐλαμῖται, καὶ οἱ τὴν Εὐδαίμονα λεγομένην οἰκοῦντες καὶ τὸ Σαβά, συμφωνήσαντες καὶ ὁμαιχμίαν θέμενοι, δύναμιν πανταχόθεν ἠθροικότες μεγάλην καὶ ἡγεμονεύειν αὐτῆς τάξαντες Καρχηδονίους, Ζώχαρ ἔχοντες ἄρχοντα, πρακτικὸν ἄνδρα καὶ τὰ ἐς πολέμους δεινόν, ὡς ἂν ἀκριβεῖς καὶ ἐπιστήμονας τῶν τε κατὰ γῆν καὶ θάλατταν ἔργων, ἐξῆλθον κατὰ Ῥωμαίων, ὑφ' ἓν τὰς πάσας συναγαγόντες δυνάμεις, ἐς ἑκατὸν μαχίμων ἀνδρῶν χιλιάδας ἀριθμουμένας, καὶ τὴν κατὰ Δάφνην Ἀντιόχειαν καταλαβόντες ἐπολιόρκουν ἐπιμελῶς. γενναίως δὲ τῶν ἔνδον καὶ εὐψύχως τὴν πολιορκίαν ὑφισταμένων ἐπὶ μακρὸν ἐπετείνετο ἡ προσεδρεία. ἀγγελθείσης δὲ τῆς τῶν ἐθνῶν συνόδου τῷ βασιλεῖ γράμ- ματα ταχέως ἐπέμποντο πρὸς τὸν στρατηγὸν Μεσοποταμίας, τὰς ἐκεῖσε κελεύοντα δυνάμεις ἀθροῖσαι καὶ βοηθῆσαι τοῖς πολιορκουμένοις. ἔπεμψε δὲ ἄρχοντα τοῦ ὅλου στρατοῦ μετὰ καὶ δυνάμεων ἄλλων τὸν πατρίκιον Νικόλαον, ἕνα ὄντα τῶν ᾠκειωμένων αὐτῷ εὐνούχων, ὃς ταῖς λοιπαῖς προσμίξας δυνάμεσι καὶ συμπλακεὶς τοῖς βαρβάροις μυριοπλασίοις οὖσιν ἐτρέψατο λαμπρῶς καὶ ἐσκέδασεν ἑνὶ πολέμῳ καὶ τὰς ὑπὸ Ῥωμαίους οὔσας πόλεις ἐν τῷ ἀσφαλεῖ κατεστήσατο.

[John1.5] Τῷ ἔθνει δὲ τῶν Ῥῶς, ὃν εἴπομεν τρόπον τὴν Βουλγαρίαν χει- ρωσαμένῳ, δορυαλώτους δὲ κατασχόντι καὶ τοὺς δύο υἱοὺς τοῦ Πέτρου Βορίσην καὶ Ῥωμανόν, οὐκέτι ἦν βουλητὸν ἡ ἐπ' οἴκου ὑποστροφή, ἀλλὰ τὴν τοῦ τόπου θαυμάσαντες εὐφυΐαν, μακρὰ χαίρειν εἰπόντες ταῖς πρὸς Νικηφόρον τὸν βασιλέα γενομέναις συνθήκαις, συμφέρον ἐνόμισαν ἑαυτοῖς μεῖναι κατὰ χώραν καὶ τῆς γῆς κυριεύειν. ἐνῆγε δὲ πρὸς τοῦτο πλέον αὐτοὺς καὶ ὁ Καλοκυρός, λέγων, εἰ παρ' αὐτῶν ἀναγορευθῇ βασιλεὺς Ῥωμαίων αὐτός, τῆς τε Βουλγαρίας ἐκστήσεται καὶ σπονδὰς ποιήσει διηνεκεῖς, καὶ τὰς συμφωνηθείσας δοθῆναι δόσεις αὐτοῖς παρέξει πολλαπλασίως, καὶ συμμάχους ἕξει καὶ φίλους αὐτοὺς διὰ βίου. οἷστισι ῥήμασι χαυνωθέντες οἱ Ῥῶς τῆς τε Βουλγαρίας ὡς δορυκτήτου ἀντεποιοῦν- το κτήματος, καὶ διαπρεσβευσάμενον τὸν βασιλέα καὶ ὑποσχόμενον ἐπιτελέσειν ἅπαντα τὰ τῷ Νικηφόρῳ ἐπηγγελμένα οὐ προσεδέξαντο, ἀποκρίσεις δόντες βαρβαρικῆς πεπληρωμένας ἀλαζονείας, ὡς ἀναγκα- σθῆναι τοῦτον διὰ μάχης κρῖναι τὰ πράγματα. γράμμασιν οὖν ἐν ὀλίγῳ τὰς ἑῴας δυνάμεις πρὸς τὴν ἑσπέραν διαβιβάσας ἄρχοντά τε αὐταῖς ἐπιστήσας, ὃν ὠνόμασε στρατηλάτην Βάρδαν μάγιστρον τὸν Σκληρόν, οὗ τὴν ἀδελφὴν Μαρίαν νόμιμον ἠγάγετο γαμετὴν ἰδιωτεύων ὁ βασι- λεύς, ἔμελλεν ἔαρος ἐφισταμένου καὶ αὐτὸς ἐξορμῆσαι. οἱ Ῥῶς δὲ καὶ ὁ τούτων ἀρχηγὸς Σφενδοσθλάβος, τὴν τοῦ Ῥωμαϊκοῦ στρατεύματος ὡς ἐπύθοντο περαίωσιν, κοινοπραγήσαντες δεδουλωμένοις ἤδη τοῖς Βουλ- γάροις, προσειληφότες δὲ καὶ συμμάχους τούς τε Πατζινάκας καὶ τοὺς πρὸς δύσιν ἐν Παννονίᾳ κατῳκημένους Τούρκους, καὶ διὰ πάντων στρα- τὸν πολεμιστὴν ἠθροικότες ἐς ὀκτακισχιλίους ἐπὶ τριάκοντα μυριάσι κορυφουμένους καὶ τὸν Αἶμον διαβάντες, πᾶσαν ἐπυρπόλουν τὴν Θρᾴκην καὶ ἐληΐζοντο, πηξάμενοι παρεμβολὴν ἀγχοῦ που τῶν τειχῶν Ἀρκαδιουπόλεως, κἀκεῖσε τὴν συμπλοκὴν ἐκδεχόμενοι τοῦ πολέμου. ὁ δὲ μάγιστρος Βάρδας ὁ Σκληρὸς ὡς ἤσθετο κατὰ πολὺ τῷ πλήθει λειπόμενος (περιΐστατο γὰρ αὐτῷ πᾶσα ἡ στρατιὰ εἰς δώδεκα χιλιάδας) στρατηγικαῖς ἔγνω ἀπάταις τοὺς ἐναντίους περιελθεῖν καὶ τέχνῃ καὶ μηχανῇ τὰ τοσαῦτα κατεργάσασθαι πλήθη. ὃ δὴ καὶ γέγονε. συγκλείσας γὰρ ἑαυτὸν σὺν τῇ στρατιᾷ εἴσω τειχῶν, πολλὰ προκαλουμένων τῶν πολεμίων ἐξελθεῖν καὶ περὶ τῶν ὅλων διαγωνίσασθαι οὐχ ὑπήκουσεν, ἀλλ' ἐκαρτέρει ὡς τάχα δειλιάσας, βλέπων τοὺς ἀντιπάλους τὰ παρατυ- χόντα φέροντάς τε καὶ ἄγοντας. τοῦτο δὲ τὸ βούλευμα μεγάλην καταφρόνη- σιν ἐνεποίησε τοῖς βαρβάροις. οἰηθέντες γάρ, ὡς ταῖς ἀληθείαις δειλίᾳ συνεχόμενος ὁ Σκληρὸς συγκεκλεικὼς ἔχει τείχους ἔνδον τὰς Ῥωμαϊκὰς φάλαγγας, ἐπεξελθεῖν μὴ τολμῶν, ἀδεῶς τε ἐσκεδάννυντο καὶ ἀμελῶς ἐστρατοπέδευον καὶ τῆς πρεπούσης ἠμέλουν φυλακῆς, πότοις καὶ μέθαις καὶ αὐλοῖς καὶ κυμβάλοις καὶ ὀρχήσεσι βαρβαρικαῖς διανυκτερεύοντες καὶ μηδενὸς τῶν δεόντων ἐπιμελούμενοι. καιροῦ τοίνυν ἐπιτηδείου λαβόμενος ὁ Βάρδας καὶ ὅπως ἐπίθηται τοῖς ἐχθροῖς εὖ μάλα διασκοπή- σας, καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ὁρίσας καὶ λόχους καὶ ἐνέδρας νυκτὸς ἐπί τινων εὐκαιροτάτων χωρίων στησάμενος Ἰωάννην πατρίκιον τὸν Ἀλακασσέα μετά τινος ὀλίγης δυνάμεως ἐκπέμπει, προτρέχειν κελεύσας καὶ διασκοπεῖν τοὺς ἐχθροὺς καὶ θαμὰ πρὸς αὐτὸν μηνύειν καὶ ὅπῃ πάρεισιν ἀναδιδάσκειν, ἐπισκήψας δὲ καὶ συμμῖξαι τούτοις ἐγγίσασι καὶ ἅμα τῇ συμπλοκῇ δοῦναι τὰ νῶτα καὶ δόκησιν φευγόντων παρεσχηκέναι, μὴ ἀκρατῶς μέντοι γε φεύγειν, ὅλῳ ῥυτῆρι ἐνδόντας τοῖς ἵπποις τοὺς χαλινούς, ἀλλ' ἠρέμα καὶ μετὰ τάξεως, ὅπῃ δὲ παρείκοι, καὶ ὑποστρέφον- τας συρρήγνυσθαι τοῖς ἐχθροῖς, καὶ οὕτω ποιεῖν, μέχρις ἂν εἰς τοὺς λόχους τούτους καὶ τὰς ἐνέδρας ἐναποκλείσωσι, τότε δὲ ἀκόσμως φεύγειν καὶ προτροπάδην. τριχῇ δὲ τῶν βαρβάρων διαιρεθέντων Βούλγαροι μὲν καὶ Ῥῶς τὴν πρώτην ἀνεπλήρουν μερίδα, Τοῦρκοι δὲ καθ' ἑαυτοὺς ἦσαν μόνοι καὶ Πατζινάκαι ὡσαύτως· ἐρχόμενος οὖν ὁ Ἰωάννης συμπλέ- κεται τοῖς Πατζινάκαις κατὰ τύχην συνηντηκώς, καὶ ὥσπερ ἦν αὐτῷ παρηγγελμένον, προσποιεῖται φυγήν, σχολαίαν τὴν ἀναχώρησιν ποιούμενος. ἐνέκειντο δ' οἱ Πατζινάκαι τὰς ἑαυτῶν λύσαντες τάξεις, ὡς τάχα τοὺς φεύγοντας ἀφανίσοιεν ἄρδην. ἐκεῖνοι δὲ νῦν μὲν φεύγοντες μετὰ τάξεως, νῦν δ' ὑποστρέφοντες καὶ ἀμυνόμενοι ἔθεον πρὸς τοὺς λόχους. ἐπεὶ δὲ καὶ ἐς μέσους ἐγένοντο τούτους, τότε δὴ ἀνέντες τοὺς χαλινοὺς ἀκρατῶς ἔφευγον, καὶ οἱ Πατζινάκαι διεκχυθέντες ἀτάκτως ἐδίωκον. ἐπιφανέντος δ' ἐξαίφνης τοῦ μαγίστρου μετὰ παντὸς τοῦ στρατοῦ, τῷ ἀπροσδοκήτῳ καταπλαγέντες τὴν μὲν δίωξιν ἐπέσχον, οὐ μήν γε καὶ ἐς φυγὴν ἀπεῖδον, ἀλλ' ἔμενον, ἤν τις ἐπίοι δεξόμενοι. μετὰ σφοδρᾶς δὲ ῥύμης τῶν περὶ τὸν μάγιστρον συμπεσόντων αὐτοῖς, καὶ τῆς λοιπῆς φάλαγγος ὄπισθεν ἐρχομένης μετ' εὐκοσμίας καὶ τάξεως,

[John1.5.68] πίπτουσιν εὐθὺς οἱ ἀλκιμώτεροι τῶν Σκυθῶν. καὶ κατὰ βάθος τῆς φάλαγ- γος σχισθείσης ἐς μέσους ἐμπίπτουσιν οἱ Πατζινάκαι τοὺς λόχους, τῶν κεράτων συνελθόντων ἀλλήλοις καὶ κύκλωσιν ἀποτελεσάντων. ἐπ' ὀλίγον οὖν ἀντισχόντες ἐνέκλιναν καὶ πάντες σχεδὸν κατεκόπησαν.

[John1.6] Οὕτω δὲ τούτους τρεψάμενος ὁ Βάρδας καὶ διὰ τῶν αἰχμαλώτων μαθών, ὡς καὶ οἱ λοιποὶ ἀκμῆτες ὄντες προσμένουσι συντεταγμένοι τὸν πόλεμον, τρέπεται τὴν ταχίστην πρὸς ἐκείνους. ἄρτι δ' ἐκεῖνοι τὸ τῶν Πατζινάκων ἐγνωκότες ἀτύχημα κατεκλάσθησαν τὰς ψυχὰς τῷ ἀδοκή- τῳ τῆς συμφορᾶς. ὅμως παρακαλέσαντες ἑαυτοὺς καὶ τοὺς ἐκ τῆς φυγῆς σκεδασθέντας ἀνακαλεσάμενοι προσβάλλουσι τοῖς Ῥωμαίοις, οἱ μὲν ἱππεῖς προδραμόντες, οἱ δὲ πεζοὶ κατόπιν ἐρχόμενοι. ὡς δὲ καὶ κατὰ τὴν πρώτην προσβολὴν ἀνεκόπησαν οἱ ἱππεῖς τὰς ὁρμὰς ὑπὸ Ῥαμαίων ἀνυποστάτων φανέντων, ἐκκλίναντες εἰς τοὺς πεζοὺς συνηλάθησαν. ἐκεῖσε δὲ πάλιν γενόμενοι ἀνελάμβανον ἑαυτοὺς καὶ τοὺς Ῥωμαίους ἐπερχομένους προσέμενον. καὶ ἦν μὲν ἄχρι τινὸς ἡ μάχη ἀγχώμαλος, ἕως οὗ Σκύθης τις μεγέθει σώματος καὶ ἀνδρείᾳ ψυχῆς ἐπαιρόμενος τῶν ἄλλων ὑπερπηδήσας ἐπ' αὐτὸν τὸν μάγιστον φέρεται παριππεύοντα καὶ τὰς τάξεις παραθαρρύνοντα, καὶ ξίφει παίει κατὰ τοῦ κράνους. τοῦ δὲ ξίφους περιολισθήσαντος ἄπρακτος ἐγένετο ἡ βολή. τοῦτον δὲ ὁ μάγιστρος ξίφει παίει κατὰ τοῦ κράνους. βάρει δὲ τῆς χειρὸς καὶ βαφῇ τοῦ σιδήρου οὕτω γέγονεν ἐνεργὸς ἡ πλῆξις, ὡς δίχα ὅλον διατμηθῆναι τὸν Σκύθην. καὶ Κωνσταντῖνος δὲ πατρίκιος ὁ τοῦ μαγίστρου ἀδελφὸς τῷ ἀδελφῷ βοηθῶν ἕτερον Σκύθην συναιρόμενον τῷ ῥηθέντι καὶ ἰτα- μώτερον φερόμενον παῖσαι κατὰ τῆς κεφαλῆς ἐσπούδασεν. ἐκείνου δ' ἐπὶ θάτερα κλίναντος ἑαυτὸν διαμαρτήσας ὁ Κωνσταντῖνος καταφέρει τὸ ξίφος εἰς τὸν αὐχένα τοῦ ἵππου καὶ ἀποτέμνει τοῦ τραχήλου τὴν κεφαλήν. πεσόντος δὲ τοῦ Σκύθου, ἀποβὰς τοῦ ἵππου καὶ τῇ χειρὶ τῆς γενειάδος δραξάμενος ἀποσφάττει τοῦτον. τοῦτο τὸ ἔργον Ῥωμαίους μὲν ἐπέρρωσε καὶ θαρραλεωτέρους ἐποίησε, δειλίας δὲ καὶ φόβου τοὺς Σκύθας ἐνέπλησε. καὶ ταχὺ ἐπιλελησμένοι ἀλκῆς τὰ νῶτα δεδώκασι καὶ ἀσέμνως καὶ μετὰ πολλῆς ἔφευγον ἀκοσμίας. εἵποντο δὲ οἱ Ῥωμαῖοι, καὶ ἅπαν τὸ πεδίον νεκρῶν ἐμπεπλήκασιν. ἥλωσαν δὲ καὶ ζωγρίαι τῶν πεσόντων πλείους. ἐγένοντο δὲ καὶ πλὴν ὀλίγων πάντες οἱ περιλει- φθέντες τραυματίαι. καὶ οὐδεὶς ἂν διέδρα τὸν κίνδυνον, εἰ μὴ νὺξ ἐπιγενο- μένη ἐπέσχε τῆς διώξεως τοὺς Ῥωμαίους. καὶ τῶν μὲν βαρβάρων ἐκ τοσούτων μυριάδων ὀλίγοι παντελῶς διεγένοντο, Ῥωμαῖοι δὲ ἔπεσον ἐν τῇ μάχῃ εἴκοσι καὶ πέντε, τραυματίαι δ' ἐγένοντο ὁμοῦ τι σύμπαντες.

[John1.7] Οὔπω τέλος εἶχε τῷ Σκληρῷ τὰ τοῦ Σκυθικοῦ πολέμου, οὐδὲ προσεγένετο τοῖς Ῥωμαίοις τὸν ἐκ τῆς μάχης ἀποπλύνασθαι λύθρον, καὶ γράμματα ἐφοίτων βασιλικὰ μετάκλητον ποιοῦντα ἐς βασιλέα τὸν μάγιστρον. ὃν ἀφικόμενον ἐς τὴν Ἀσίαν περαιωθῆναι κελεύει τὰ πρὸς τὸν προκείμενον ἀρκοῦντα ἀγῶνα εἰληφότα στρατεύματα. ἔτυχε γὰρ Βάρδας ὁ Φωκᾶς ἀποδρὰς ἐξ Ἀμασείας, ἣν οἰκεῖν κατεκέκριτο, μετὰ συγγενῶν καὶ φίλων καὶ συνήθων, μεθ' ὧν ἀφανῶς συνωμόσατο τὴν ἐν Καππαδοκίᾳ καταλαβεῖν Καισάρειαν, κἀκεῖσε ἑταιρικὸν οὐκ ὀλίγον ἀθροίσας, ὧν ἦσαν ἔξαρχοι οἱ τοῦ πατρικίου Θεοδούλου παῖδες τοῦ Παρσακουτηνοῦ Θεόδωρος καὶ Νικηφόρος καί τις πατρίκιος ἄλλος Συμεὼν ὁ Ἀμπελᾶς, διάδημα περιθεὶς ἑαυτῷ καὶ τὰ λοιπὰ τῆς βασιλείας ἀνειληφὼς γνωρίσματα ἀποστασίαν κατὰ τοῦ βασιλέως κινῆσαι, τοῦ πατρὸς αὐτοῦ Λέοντος τοῦ κουροπαλάτου τοὺς μὲν ἀναπείσαντος δώροις εἰς τοῦτο, τοὺς δὲ ὑποσχέσεσιν ἀξιωμάτων καὶ κτήσεων, ὑπηρέτῃ πρὸς τοῦτο χρησαμένου τῷ τῆς Ἀβύδου ἐπισκόπῳ. ἐβούλετο δὲ καὶ αὐτὸς ἐκ τῆς Λέσβου διαπερᾶν λάθρᾳ σὺν τῷ υἱῷ Νικηφόρῳ εἰς τὰ ἐπὶ Θρᾴκην χωρία. γνωσθέντος δὲ τούτου τῷ βασιλεῖ, ἐπεὶ καὶ ὁ ἐπίσκοπος συνει- λημμένος καὶ τοὺς ἐλέγχους οὐχ οἷός τε ὢν διαδιδράσκειν πάντα ἐξοῖσεν εἰς τοὐμφανές, παρεδόθη τοῖς δικασταῖς ὁ κουροπαλάτης, καὶ ὑπὸ πάν- των τούτων προστιμᾶται τεθνάναι σὺν τῷ υἱῷ. ἐπιεικέστερον δὲ χρησα- μένου τοῦ βασιλέως, ἀειφυγίᾳ καὶ τῶν ὀμμάτων πηρώσει καὶ ἄμφω κατα- δικάζονται, λεληθότως, ὡς λέγεται, τοῦ βασιλέως παραγγείλαντος τοῖς δημίοις μηδαμῶς τὰς ὄψεις τούτων λωβήσασθαι, ἀλλὰ δόκησιν μὲν παρασχεῖν ἐκτυφλώσεως, ἔργῳ δ' ἐᾶσαι τούτους τὸ οἰκεῖον ἀποφέρεσθαι φῶς, ἀποκρύψαι δὲ καί, ὅτι προστεταγμένον ἦν τοῦτο παρὰ τοῦ βασι- λέως, ἑαυτοῖς δὲ τὸ ἔργον ἀναθέσθαι, ὡς τάχα φιλανθρωπευσαμένοις καὶ χαρισαμένοις τὸ βλέπειν αὐτοῖς. καὶ τὰ μὲν περὶ τοῦ κουροπαλάτου ἐς τοῦτο ἐτελεύτα. διαβὰς δὲ ὁ Σκληρὸς τὴν Ἀσίαν κἀν τῷ Δορυλαίῳ γενόμενος πρῶτον μὲν ἀπεπειρᾶτο τοῦ Φωκᾶ καὶ τῶν τούτῳ συναιρο- μένων, εἴ πως δυνηθείη αὐτοὺς ἀγαθῶν ὑποσχέσεσιν ἀποστῆναι πεῖσαι τῶν βεβουλευμένων (καὶ γὰρ δὴ καὶ παραγγελίαν εἶχεν ἐκ βασιλέως, ὡς ἀνυστὸν ἀγωνίσασθαι ἐμφυλίου αἵματος καθαρὰς διατηρῆσαι τὰς χεῖρας)· ὡς δ' ἀνηνύτοις ἔγνω ἐπιχειρῶν (ἐθρασύνοντο γὰρ μᾶλλον, ἢ ἐχαυνοῦντο ταῖς πρεσβείαις οἱ ἀποστάται), ἔργου ἤδη ἅπτεσθαι ἔ- κρινε, καὶ τὸν στρατὸν ἀγείρας ἀπῄει πρὸς τὴν Καισάρειαν. ὅπερ οἱ σὺν τῷ Φωκᾷ ἐγνωκότες, καὶ τὸ ἐπ' ἀδήλοις ἐλπίσιν ὀχεῖσθαι ἐάσαντες καὶ τὰ ἐν χερσὶ προτιμήσαντες, τὰς ἐκ τοῦ βασιλέως διδομένας αὐτοῖς δω- ρεὰς δεξάμενοι νυκτὸς ἐπιγενομένης αὐτομολοῦσι πρὸς τὸν Σκληρόν, πρῶτος μὲν ὁ Διογένης Ἀδράλεστος, εἶτα καὶ ὁ Ἀμπελᾶς καὶ οἱ τοῦ Θεοδούλου παῖδες, οἱ καὶ τὸ πᾶν τῆς ἀποστασίας προκαταρτύσαντες καὶ ἐφεξῆς τὸ λοιπὸν ἅπαν πλῆθος, ὡς μόνον ἀθρόον μετὰ τῶν ἑαυτοῦ θεραπόντων περιλειφθῆναι τὸν Φωκᾶν. πάσης δὲ βοηθείας ἔρημος οὗτος ἀπολειφθεὶς καὶ ἀνίᾳ βαπτισθεὶς καὶ λύπῃ κατὰ τῶν παρακινησάντων, εἶτα προδεδωκότων, κατηνέχθη πρὸς ὕπνον ἤδη νυκτὸς ἐπιστάσης. ἔδοξεν οὖν ὑπνώττων ἀγανακτεῖν καὶ ἀλύειν καὶ περὶ τῶν ἀδικησάν- των διαλέγεσθαι τῷ θεῷ· ‘δίκασον κύριε’, λέγων, ‘τοὺς ἀδικοῦντάς με’. ἐν ᾧ δὲ ἔμελλε καὶ τὰ ἑπόμενα εἰπεῖν τοῦ ψαλμοῦ, ἤκουσε φωνῆς λεγού- σης μὴ περαιτέρω προβῆναι. ἔφθασε γὰρ ὁ Σκληρὸς προειληφέναι τὸ ἐπίλοιπον τῆς ᾠδῆς. διαναστὰς οὖν σύντρομος, ὡς ἔγνω πάσης ἐλπίδος ὠλισθηκὼς ὡς εἶχεν ἐξιππασάμενος μετὰ τῶν περὶ αὐτὸν πρὸς τὸ φρούριον ἔφευγε τὸν Τυροποιόν. γνωσθέντος δὲ τοῦ δρασμοῦ τῷ μαγί- στρῳ Βάρδᾳ τῷ Σκληρῷ, ἱππεῖς ἀπεστέλλοντο εὔζωνοι καταταχῆσαι καὶ καταλαβεῖν αὐτὸν πρὸ τοῦ εἰς τὸ φρούριον εἰσελθεῖν. οἵτινες συντόνῳ χρησάμενοι τῇ διώξει καταλαμβάνουσιν αὐτὸν κατὰ τὸ πεδίον καὶ μέλλοντα ὅσον οὐδέπω ταῖς τοῦ φρουρίου προσεγγίζειν ὑπωρείαις. εἶς δὲ τούτων τόλμῃ προφέρων τῶν ἄλλων καὶ γενναιότητι, τοὔνομα Κωνσταντῖνος, Χάρων τὴν προσηγορίαν, τοὺς ἄλλους κατόπιν λιπὼν μετὰ συντονίας ἐπήρχετο τῷ Φωκᾷ, ὄπισθεν οὐραγοῦντι τῶν ἑαυτοῦ, καὶ ἤν τις ἐπίῃ δέξασθαι προθύμως παρεσκευασμένῳ. τοῦτον πόρρωθεν ἰδὼν καὶ γνωρίσας ὁ Χάρων ὕβρεσιν ἀσέμνοις καὶ ἀπρεπέσιν ἔβαλλεν, ἀγεννῆ καὶ ἄνανδρον ἀποκαλῶν, καὶ προσμένειν κελεύων μικρόν, ὥστε τὰ γέρα τῆς ἀποστασίας λαβεῖν. ὁ δὲ τῶν ὕβρεων ἐπακούων, καὶ ὅστις ὁ λέγων μὴ ἀγνοήσας, ἐπισχὼν τὸν χαλινὸν καὶ πρὸς ἐκεῖνον ἐπιστρα- φείς· ‘ἔδει σε, ὦ ἄνθρωπε,’ ἔφη, ‘τὸ ἀστάθμητον λογισάμενον τῆς τῶν ἀνθρώπων τύχης μὴ προσονειδίζειν, μηδ' ἐπεμβαίνειν ἀνθρώπῳ ταῖς

[John1.7.66] ἐξ αὐτῆς ἐπηρείαις ἠναγκασμένῳ, ἀλλ' οἰκτείρειν μᾶλλον καὶ ἐλεεῖν τὸν δυστυχοῦντα ἐμέ, πατέρα μὲν ἐσχηκότα κουροπαλάτην, πάππον καί- σαρα, θεῖον βασιλέα, δοῦκα δὲ καὶ αὐτὸν γεγονότα καὶ τοῖς ἀνωτάτω συναριθμηθέντα, νυνὶ δὲ ἐσχάτοις κακοῖς ὑποβεβλημένον καὶ ἀκληρή- μασι.’ τοῦ δέ· ‘καλὰ ταῦτα, ὦ κακὴ κεφαλή, λέγεσθαι πρὸς παῖδας τοὺς δυναμένους ἀπατηθῆναι, ἐμὲ δὲ οὐ φενακίσεις τοῖς τοιούτοις σου λογυ- δρίοις’, καὶ τὸν ἵππον μυωπίζοντος καὶ θρασύτερον προσιόντος, σπασά- μενος ὁ Φωκᾶς τὴν ἐν τῇ ἐφεστρίδι παρῃωρημένην κορύνην καὶ ὑπαντιάσας παίει τοῦτον κατὰ τοῦ κράνους. καὶ αὐτὸν μὲν ἀποδείκνυσι νεκρὸν παραυ- τίκα, ἐμποδίσαι μὴ δυνηθείσης τῆς κόρυθος τῇ βίᾳ τῆς πληγῆς, ἐκεῖνος δὲ ἀποστρέψας τὸν χαλινὸν εἴχετο τῆς ὁδοῦ. οἱ δὲ διώκοντες κατόπιν ἐρχόμενοι καὶ ἔνθα ὁ Χάρων τεθνηκὼς ἔκειτο γενόμενοι, καὶ τῷ ἀνυπο- στάτῳ τοῦ πτώματος ἐκπληττόμενοι πάντες ἵστων τὴν δίωξιν, μη- δενὸς τολμῶντος προσωτέρω ἰέναι. καὶ οὕτως ἀδείας λαβόμενος ὁ Φωκᾶς ἄνεισιν εἰς τὸ φρούριον. παρεγένετο μετὰ ταῦτα καὶ ὁ Σκληρός, συνεχῶς πρὸς ἐκεῖνον πέμπων, καὶ κήδεσθαι μεθ' ὅρκων γράφων ὡς κηδεστοῦ (νύμφην γὰρ ἐπὶ τἀδελφῷ Κωνσταντίνῳ τὴν ἐκείνου εἶχεν ἀδελφὴν Σοφίαν) καὶ συμβουλεύων προσχωρῆσαι τῷ βασιλεῖ καὶ τὴν ἑαυτοῦ διὰ τῆς αὐτομολίας συμπάθειαν ἐπισπάσασθαι. ὅρκους λαβών, ὡς οὐδέν τι πείσεται φλαῦρον, παραδίδωσιν ἑαυτὸν τῷ Σκληρῷ σὺν τοῖς συνοῦσιν αὐτῷ. ὃν μηδὲν ἄλλο παθόντα κακόν, μόνον δὲ γενόμενον κληρικὸν ἐν τῇ νήσῳ Χίῳ ὑπερορίζει ὁ βασιλεύς. τὸν δὲ Σκληρὸν εὐζώ- νως μετὰ τῶν κούφων ταγμάτων διαβῆναι πάλιν κελεύει πρὸς τὴν ἑσπέραν.

[John1.8] Ἄγεται δὲ ἑαυτῷ γυναῖκα ὁ Ἰωάννης Θεοδώραν τὴν ἀδελφὴν Ῥωμανοῦ, θυγατέρα δὲ τοῦ Πορφυρογεννήτου Κωνσταντίνου. καὶ ταύτῃ τῇ πράξει μεγάλως εὔφρανε τοὺς πολίτας, ὡς τὸ τῆς βασιλείας κράτος περιφυλάττων τῷ γένει.

[John1.9] Δευτέρῳ δὲ ἔτει τῆς βασιλείας αὐτοῦ μέλλων ἐκστρατεύειν κατὰ τῶν Ῥῶς τά τε στρατεύματα φιλοτιμίαις ἀνελάμβανε, καὶ στρατη- γοὺς ἐφίστα ἐπὶ συνέσει καὶ ἐμπειρίᾳ στρατηγημάτων βεβοημένους, καὶ τῶν ἄλλων ἐπεμελεῖτο παρασκευῶν, ἵνα μηδενὸς σπανίζοι τὸ στράτευμα. ἐπεμελήθη δὲ καὶ τοῦ στόλου διὰ Λέοντος τοῦ μετὰ ταῦτα πρωτοβεστια- ρίου, δρουγγαρίου τότε τῶν πλωΐμων τυγχάνοντος, τὰ μὲν παλαιὰ ἐπισκευάσας, κατασκευάσας δὲ καὶ ἄλλα καινὰ καὶ στόλον ἀξιόλογον καταστησάμενος. ἐπεὶ δὲ πάντα καλῶς εἶχεν αὐτῷ ἔαρος ἐπιστάντος, τῷ θεῷ τὰ ἐξιτήρια θύσας καὶ συνταξάμενος τοῖς πολίταις ἔξεισι τῆς βασιλίδος. γενομένῳ δ' αὐτῷ κατὰ τὴν Ῥαιδεστὸν δύο συναντῶσι πρεσβευταὶ τῶν Σκυθῶν, τῷ δοκεῖν μὲν πρεσβείαν ἀποπληροῦντες, ἔργῳ δὲ τὰ Ῥωμαίων ἐλθόντες κατασκοπῆσαι πράγματα. οὓς ὀνειδί- ζοντας καὶ ἄδικα πάσχειν ἐπιβοωμένους προσέταξεν ὁ βασιλεὺς περιελθεῖν ἅπαν τὸ στρατόπεδον καὶ θεωροὺς γενέσθαι τῶν τάξεων (οὐδὲ γὰρ ἠγνόησε τῆς ἀφίξεως τὴν αἰτίαν), περιελθόντας δὲ καὶ πάντα κατασκο- πήσαντας ἀπαλλάττεσθαι παρεκελεύετο καὶ τῷ σφῶν ἡγουμένῳ λέγειν, ὡς μετὰ τοιαύτης εὐκοσμίας καὶ πειθηνίου λαοῦ ὁ Ῥωμαίων βασιλεὺς ἔρχεται ὠχυρωμένος πολεμήσων αὐτῷ. καὶ τοὺς μὲν πρεσβευτὰς ὑπο- χωρῆσαι πεποίηκεν οὕτως, αὐτὸς δὲ κατόπιν εὐζώνους λαβών, πεζοὺς μὲν ἀμφὶ τὰς πέντε χιλιάδας, ἱππεῖς δὲ ἐς τετρακισχιλίους, τὸ δὲ λοιπὸν ἅπαν πλῆθος σχολαίως ἕπεσθαι κελεύσας μετὰ Βασιλείου τοῦ παρα- κοιμωμένου, τὸν Αἷμον διαβὰς ἀπρόοπτος ἐς τὴν πολεμίαν ἐσβάλλει καὶ ἐγγὺς τῆς πόλεως τῆς μεγάλης Περσθλάβας, ἥτις εἶχε τὰ τῶν Βουλ- γάρων βασίλεια, τὴν στρατοπεδείαν ἐπήξατο. τοῦτο αἰφνιδίως γενό- μενον τοὺς μὲν Σκύθας εἰς ἔκστασιν καὶ ἀμηχανίαν ἐνέβαλε, Καλοκύρης δὲ ὁ τῶν παρόντων κακῶν πρωτουργός τε καὶ αἴτιος μηδὲ τὴν τῆς σάλπιγγος ἠχὴν ἐνωτίσασθαι καρτερήσας (ἔτυχε γὰρ καὶ οὗτος ἐκεῖσε ἐνδιατρίβων), ἐπείπερ ᾔσθετο τὸν βασιλέα παραγενέσθαι αὐτὸν αὐτουρ- γὸν ἐσόμενον τοῦ πολέμου, λάθρᾳ τοῦ ἄστεος ὑπεκδὺς πρὸς τὴν παρεμ- βολὴν ἀποδιδράσκει τῶν Ῥῶς. ὃν ἰδόντες οὗτοι καὶ τὴν τοῦ βασι- λέως πυθόμενοι ἄφιξιν ἐς ταραχὴν οὐ μετρίαν ἐνέπιπτον. ἀναλαβόντες δ' ὅμως ἑαυτούς, τοῦ Σφενδοσθλάβου πολλὰ παραινετικὰ ῥήματα καὶ τῷ καιρῷ δημηγορήσαντος πρόσφορα, ἀφικνοῦνται καὶ παραστρατο- πεδεύουσι τοῖς Ῥωμαίοις. τέως δὲ τὸ συνὸν τῷ βασιλεῖ στράτευμα εἰς τὸ πρὸ τῆς πόλεως πεδίον παραγενόμενοι αἰφνιδίως μηδὲν προσδοκοῦσι τοῖς πολεμίοις ἐμπίπτουσι, καταλαμβάνουσι δὲ ἔξω τειχῶν τὴν ἐνό- πλιον παιδείαν γυμναζομένους ἄνδρας εἰς ὀκτακισχιλίους καὶ πεντακο- σίους ἀριθμουμένους, οἵτινες ἐπὶ χρόνον τινὰ ἀντισχόντες, εἶτα κατα- πονηθέντες ἔφευγον. καὶ οἱ μὲν ἀκλεῶς ἀνῃρέθησαν, οἱ δὲ εἰς τὴν πόλιν διασῴζονται. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, οἱ ἔνδον ὄντες τῆς πόλεως Σκύθαι, τὴν ἀπρόοπτον ἐπέλευσιν αἰσθόμενοι τῶν Ῥωμαίων καὶ τὴν πρὸς τοὺς σφετέρους συμπλοκήν, ἕκαστος, ὡς ὁ καιρὸς ἐδίδου, τὸ προ- στυχὸν λαμβάνοντες ὅπλον ἐξῄεσαν εἰς βοήθειαν. οὓς συναντῶντες οἱ Ῥωμαῖοι ἀσύντακτον καὶ διεσπασμένην τὴν πορείαν ποιοῦντας ἔκτει- νον. διὸ μηδ' ἀντισχεῖν κἂν ἐπὶ μικρὸν χρόνον δυνηθέντες κλίνουσιν εἰς φυγήν. προδραμόντων δὲ τῶν ἱππέων τῆς Ῥωμαίων φάλαγγος καὶ τὴν ἐς τὴν πόλιν φέρουσαν ἐπιτειχισάντων, ἀνὰ τὸ πεδίον ἐσκεδασμένοι φεύγοντες καὶ καταλαμβανόμενοι ἀνῃροῦντο, ὡς ἅπαντα τὰ ὁμαλὰ πλη- ρωθῆναι νεκρῶν, ζωγρίας δὲ ἁλῶναι ἀριθμοῦ κρείττους. Σφάγγελος δὲ ὁ πάσης τῆς ἐν Περσθλάβᾳ στρατιᾶς ἐξηγούμενος (ἐτάττετο δὲ δεύτε- ρος μετὰ τὸν Σφενδοσθλάβον ἐν Σκύθαις) καὶ περὶ αὐτῆς, ὡς εἰκός, δεί- σας τῆς πόλεως, τὰς πύλας ἀποκλείσας καὶ μοχλοῖς ἐξασφαλισάμενος ἄνεισιν εἰς τὸ τεῖχος καὶ παντοίοις βέλεσι καὶ λίθοις τοὺς ἐπιόντας Ῥωμαίους ἠμύνετο. νὺξ μὲν οὖν ἐπιγενομένη διέλυσε τὴν πολιορκίαν, ἕωθεν δὲ ὁ πρόεδρος Βασίλειος ἀνεφάνη μετὰ τοῦ κατόπιν παντὸς πλή- θους. καὶ ὁ βασιλεὺς τῇ τούτου ἐλεύσει περιχαρὴς γενόμενος ἄνεισιν ἐπί τινος γεωλόφου, ὡς εἴη τοῖς Σκύθαις καταφανής, τὰ δὲ πλήθη ἐς ταὐτὸ συνελθόντα ἐκύκλουν τὴν πόλιν. ὡς δὲ πολλὰ τοῦ βασιλέως παρακαλοῦντος ἐνδοῦναι τῆς ἐνστάσεως καὶ μὴ ἄρδην ἀπολωλέναι οὐκ ἐπείθοντο κατιέναι τοῦ τείχους, θυμοῦ δικαίου πλησθέντες οἱ Ῥω- μαῖοι εἴχοντο τῆς πολιορκίας, τόξοις τε τοὺς ἄνωθεν εἴργοντες καὶ κλίμακας τοῖς τείχεσι προσερείδοντες. καί τις στρατιώτης γεννάδας, ξίφος τῇ δεξιᾷ κατέχων καὶ τῇ λαιᾷ ἄνωθεν τῆς κεφαλῆς τὴν ἀσπίδα προβεβλημένος, πρῶτος διὰ μιᾶς τῶν κλιμάκων ἀναρριχώμενος, καὶ τῇ μὲν ἀσπίδι τὰς βολὰς ἀποκρουόμενος, τῷ δὲ ξίφει τοὺς ἐπιόντας καὶ κωλύοντας ἀμυνόμενος, ἄνεισι διὰ τῶν ἐπάλξεων, καὶ τοὺς ἐκεῖσε πάν- τας διασκεδάσας ἄδειαν ἀνόδου τοῖς κατόπιν παρέσχετο. ὃν μιμησά- μενος ἄλλος καὶ αὖ ἄλλος καὶ πολλοὶ ἕτεροι. καὶ συνασπισμοῦ γενο- μένου οἱ Σκύθαι κατισχυόμενοι ἑαυτοὺς ἀπὸ τῶν τειχῶν κατεκρήμνι- ζον. πολλοὶ δὲ καὶ ἄλλοι Ῥωμαῖοι κατὰ ζῆλον τῶν προτέρων καὶ ἐν διαφόροις τόποις διὰ κλιμάκων ἀνέβαινον εἰς τὸ τεῖχος. καὶ τῶν Σκυθῶν θορυβουμένων ἔλαθόν τινες ἀμογητὶ πρὸς τὰς πύλας ἐλθεῖν, καὶ ταύτας ἀναπετάσαντες εἰσῆγον τὸ στράτευμα. καὶ τοῦτον τὸν τρόπον τῆς πόλεως ἁλούσης, οἱ μὲν Σκύθαι ἀνὰ τοὺς στενωποὺς φεύγοντες καὶ καταλαμβανόμενοι ἀνῃροῦντο, γυναῖκες δὲ καὶ παιδία ᾐχμαλωτίζοντο. ἑάλω δὲ καὶ Βορίσης ὁ βασιλεὺς τῶν Βουλγάρων ἅμα γυναικὶ καὶ τέ-

[John1.9.77] κνοις, ἔτι τὰ παράσημα φέρων τῆς βασιλείας καὶ εἰς βασιλέα ἀπήχθη. τούτῳ δὲ ὁ βασιλεὺς φιλανθρώπως ἐχρήσατο, αὐτόν τε βασιλέα Βουλ- γάρων ἀποκαλῶν, καὶ πάντας τοὺς ἁλισκομένους Βουλγάρους ἀνέτους ἀφιεὶς καὶ ἐλευθέρους, ὅπῃ καὶ βούλοιντο, ἀπιέναι, οὐκ ἐπὶ δουλείᾳ φά- σκων Βουλγάρων, ἀλλ' ἐπ' ἐλευθερίᾳ μᾶλλον ἀφίξεσθαι, Ῥῶς δὲ μόνους γινώσκειν ἐχθροὺς καὶ τούτοις χρῆσθαι ὡς πολεμίοις.

[John1.10] Οἱ δὲ τῶν Σκυθῶν γενναιότεροι ὀχύρωμά τι κατειληφότες ἐντὸς τῶν τῆς πόλεως βασιλείων, ὀκτακισχίλιοι τὸν ἀριθμόν, ἐπί τινα χρόνον ἐλάνθανον καὶ πολλοὺς τῶν καθ' ἱστορίαν ἐκεῖσε γενομένων, ἢ σκύλων ἁρπαγὴν ἀσυμφανῶς κρατοῦντες ἀπέκτεινον. οὗ γνωσθέντος τῷ βασι- λεῖ στρατὸς ἐπ' αὐτοὺς ἐστέλλετο ἀξιόμαχος. ὀκνηρῶς δὲ εἶχον οἱ πεμ- πόμενοι καὶ τῆς πολιορκίας ἐδειλίων ἀποπειρᾶσθαι, οὐκ ἐπειδὴ τοὺς Ῥῶς ἐφοβοῦντο, ἀλλ' ἐπειδὴ ὁ τόπος ὀχυρὸς ἦν καὶ ἀνάλωτος. καὶ τοῦτο δὲ ὁ βασιλεὺς εὐχερῶς διελύσατο, τὰ ὅπλα λαβὼν καὶ πεζὸς ἔμπροσθεν τῶν ἄλλων προπορευόμενος· τοῦτο γὰρ ἰδόντες οἱ στρατιῶται ἀθρόοι τὰ ὅπλα λαβόντες ἔθεον, ἕκαστος τὸν βασιλέα προλαβεῖν ἐπειγόμενοι, καὶ μετὰ βοῆς καὶ ἀλαλαγμοῦ τῷ φρουρίῳ προσβάλλουσιν. ἐκθύμως δὲ τῶν Ῥῶς ὑπομενόντων τὴν πολιορκίαν, πῦρ εἰς πολλὰ μέρη ὑφάψαντες, οὕτω τοὺς ἀνθισταμένους κατηγωνίσαντο. μὴ στέγοντες γὰρ τὴν τοῦ πυρὸς δύναμιν καὶ τὴν Ῥωμαϊκὴν χεῖρα, ἕκαστος ἑαυτὸν κρημνίζοντες ἀπε- δίδρασκον. καὶ πολλοὶ μὲν ἀνήλωντο τῷ πυρί, πολλοὶ δὲ κρημνιζόμενοι ἀπώλοντο, τοὺς δὲ λοιποὺς μάχαιρα καὶ αἰχμαλωσία διεδέξαντο. καὶ ἡ μὲν πόλις τοῦτον ἑάλω τὸν τρόπον, ἐν δυσὶν ὅλαις ἡμέραις μὴ ἀντι- σχοῦσα. ταύτην δὲ ἁλοῦσαν ἀνακτησάμενος ὁ βασιλεὺς καὶ φρουρὰν ἀξιόλογον ἐπιστήσας, καὶ τὰ πρὸς τὸ ζῆν ἐπιτήδεια δαψιλῶς παρα- σκευασάμενος, καὶ τὴν τῆς ἁγίας ἀναστάσεως τελέσας ἡμέραν, καὶ ἐξ ἑαυτοῦ Ἰωαννούπολιν μετονομάσας τὴν πόλιν, τῇ ἐπαύριον τῆς ἐπὶ τὸ Δορόστολον, ὃ καὶ Δρίστρα καλεῖται, εἴχετο πορείας.

[John1.11] Ὁ δὲ Σφενδοσθλάβος τὴν τῆς Περσθλάβας πυθόμενος ἅλωσιν ἐς ταραχὴν ἐνέπεσεν, ὡς εἰκός, οὐ μήν γε καὶ τοῦ φρονήματος καθυφῆκεν, ἀλλὰ παραθαρρύνας τοὺς περὶ αὐτὸν καὶ νῦν μᾶλλον ἀγαθοὺς ἄνδρας ἀναφανῆναι παρακαλέσας, τἆλλά τε, ὡς ἐνῆν, καταστησάμενος, καὶ πάντας, οὓς εἶχεν ἐν ὑποψίᾳ τῶν Βουλγάρων, ἀμφὶ τοὺς τριακοσίους ὄντας τὸν ἀριθμόν, ἀνελών, ἔξεισι κατὰ Ῥωμαίων. ὁ δὲ βασιλεὺς τὰς ἐν τῇ παρόδῳ πόλεις ἑλὼν καὶ στρατηγοὺς αὐταῖς ἐπιστήσας πολλά τε φρούρια καὶ πολίσματα ἐκπορθήσας καὶ τοῖς στρατιώταις εἰς ἁρπαγὴν δεδωκώς, εἴχετο τῆς ὁδοῦ. τῶν δὲ σκοπῶν ἥκειν φρασάντων Σκύθας τινάς, λαὸν ἐπίλεκτον ἐκπέμπει. Θεόδωρόν τε τὸν ἐκ Μισθείας αὐτῶν τῷ πλήθει ἀρχηγὸν ἐπιστήσας προηγεῖσθαι ἐπέσκηψε τοῦ στρατοῦ κατασκοπεῖν τε τὸ πλῆθος τῶν ἐναντίων καὶ αὐτῷ διδόναι γνῶσιν, εἰ προχωροίη δέ, καὶ διάπειραν τῆς αὐτῶν ἰσχύος ἀκροβολισάμενον εἰλη- φέναι. αὐτὸς δὲ κατόπιν εἵπετο ξυντεταγμένος μετὰ πάσης τῆς στρα- τιᾶς. οἱ σὺν τῷ Θεοδώρῳ γοῦν ἐπείπερ εἰς χεῖρας ἦλθον τοῖς πολεμίοις, ἐμπίπτουσι τούτοις ῥαγδαῖοι. οἱ δὲ Ῥῶς ἐνέδραν εὐλαβηθέντες πρόσω μὲν οὐκέτι ἐχώρουν, πολλῶν δὲ πληγέντων καί τινων δὲ πεσόντων ἐκκλίναντες ἐς τὰ πλησίον σκεδάννυνται ὄρη καὶ τὰς ἐκεῖσε νάπας βαθείας καὶ ἀμφιλαφεῖς τυγχανούσας, καὶ διὰ τῆς ὀρεινῆς ἐπὶ τὴν Δρί- στραν ἐπανασῴζονται. ἦσαν δὲ τὸ πλῆθος οὗτοι ἑπτακισχίλιοι, οἱ δὲ τούτοις συμπλακέντες καὶ τρεψάμενοι Ῥωμαῖοι τὸν ἀριθμὸν τριακόσιοι. ἑνωθέντες δ' οἱ Σκύθαι τῷ Σφενδοσθλάβῳ, καὶ τοῦτον ἐκεῖθεν ἀναστή- σαντες μετὰ παντὸς τοῦ στρατοῦ, πρὸ δώδεκα τοῦ Δοροστόλου μιλίων αὐλίζονται, ἐς τριακοσίας καὶ τριάκοντα χιλιάδας ἀριθμούμενοι καὶ τὸν βασιλέα ἐπιόντα ἐκθύμως καὶ ῥωμαλέως ἐκδεχόμενοι. οἱ δὲ Ῥωμαῖοι ταῖς ἐξ ὑπογύου νίκαις γαυρούμενοι καὶ τὴν τὰ πάντα κρῖναι μέλλουσαν μάχην προσεκδεχόμενοι, εἰδότες δ', ὅτι καὶ θεὸν συλλήπτορα ἕξουσιν, οὐ τοῖς ἀδίκων χειρῶν ἄρχουσι φιλοῦντα, ἀλλὰ τοῖς ἀδικουμένοις διὰ παντὸς ἐπαρήγειν, οὐ μόνον οἱ εὐψυχότεροι, ἤδη δὲ καὶ οἱ καταπλῆγες καὶ μαλακοὶ τὰς ψυχὰς πρόθυμοι καὶ θαρραλέοι ἐγίνοντο καὶ πρὸς τὴν συμπλοκὴν λίαν ἐσφᾴδαζον. εἰς ὄψιν δὲ τῶν στρατευμάτων ἀλλήλοις γενομένων καὶ λόγοις παρακλητικοῖς τοῦ τε βασιλέως καὶ τοῦ Σφεν- δοσθλάβου τοὺς οἰκείους ἐπιρρωσάντων καὶ τὰ τῷ καιρῷ πρόσφορα παρακελευσαμένων, ὡς αἱ σάλπιγγες τὸ ἐνυάλιον ἤχησαν, συρρήγνυν- ται ἀλλήλοις τὰ πλήθη τὴν αὐτὴν ἔχοντα προθυμίαν. καὶ κατὰ μὲν τὴν πρώτην προσβολὴν οἱ Ῥωμαῖοι μετὰ ῥύμης ἐπενεχθέντες σφοδρᾶς καὶ πολλοὺς καταβαλόντες τὰς βαρβαρικὰς τάξεις κατέσεισαν· οὐ μήν γε καὶ ὑπαγωγὴ τῶν ἐναντίων ἐγένετο, οὔτε τῶν Ῥωμαίων λαμπρὸς διωγμός, ἀλλ' ἐπιρρώσαντες πάλιν ἑαυτοὺς οἱ Σκύθαι αὖθις ἐπῆλθον μετ' ἀλαλαγμοῦ τοῖς Ῥωμαίοις. καὶ μέχρι μέν τινος ἰσοπαλὴς ἦν ὁ ἀγών, ἤδη δὲ περὶ δείλην ὀψίαν τῆς ἡμέρας οὔσης οἱ Ῥωμαῖοι παρακαλέσαντες ἀλλήλους καὶ τρόπον τινὰ στομώσαντες ταῖς παραινέσεσιν ἐπέβρισαν τῷ εὐωνύμῳ κέρατι τῶν Σκυθῶν καὶ πολλοὺς τῷ ἀνυποστάτῳ κατ- έβαλον τῆς ὁρμῆς. συνισταμένων δὲ τῶν Ῥῶς ἐπὶ τὸ πεπονηκός, τῶν περὶ αὐτὸν ὁ βασιλεὺς εἰς ἐπικουρίαν ἐκπέμπει τινάς, κατόπιν δὲ καὶ αὐτὸς εἵπετο ἀνακεκαλυμμένοις τοῖς παρασήμοις τῆς βασιλείας, τὸ δόρυ διηγκωνισμένος τόν τε ἵππον κεντρίζων θαμὰ καὶ τῇ βοῇ διεγείρων τοὺς στρατιώτας. ἀγῶνος δὲ καρτεροῦ συστάντος καὶ πολλὰς μετακλί- σεις δεξαμένης τῆς μάχης (δυοκαίδεκα γάρ φασι τροπὰς δέξασθαι τὸν ἀγῶνα) μόλις οἱ Ῥῶς ἀπειρηκότες πρὸς τοὺς κινδύνους ἀκόσμῳ φυγῇ πρὸς τὸ πεδίον ἐσκίδναντο. οἷς οἱ Ῥωμαῖοι ἑπόμενοι τοὺς καταλαμβανο- μένους ἀνήλισκον. ἔπεσον οὖν πολλοί, καὶ πλείους ἑάλωσαν. ὅσοι δὲ διαδρᾶναι τὸν κίνδυνον ἴσχυσαν, εἰς τὸ Δορόστολον διασῴζονται.

[John1.12] Ὁ δὲ βασιλεὺς τὰ ἐπινίκια θύσας τῷ καλλινίκῳ μάρτυρι Γεωρ- γίῳ (ἦν γὰρ κατὰ τὴν ἡμέραν τῆς αὐτοῦ μνήμης συρράξας τοῖς πολε- μίοις) τῇ ἐπιούσῃ καὶ αὐτὸς τῆς πρὸς τὸ Δορόστολον ἥψατο, ἐκεῖσε τε γενόμενος στρατοπεδείαν ἐπήξατο ὀχυράν. οὐ μέντοι γε καὶ πολιορ- κίας ἥψατο, δεδιώς, μή πως ἀφυλάκτου τοῦ ποταμοῦ τυγχάνοντος ἀποδρᾶσαι μετὰ τῶν νηῶν δυνηθεῖεν οἱ Ῥῶς, αὐλισάμενος δὲ προσέμενε τὸν Ῥωμαϊκὸν στόλον. ἐν τῷ μεταξὺ δὲ ὁ Σφενδοσθλάβος οὓς κατεῖχε ζωγρίας Βουλγάρους, ἀμφὶ τὰς εἴκοσι χιλιάδας ἀριθμουμένους, σιδη- ροπέδαις καὶ ἄλλοις δεσμοῖς ἠσφαλίσατο, ἐπανάστασιν φοβηθεὶς καὶ πρὸς ὑποδοχὴν ηὐτρεπίζετο τῆς πολιορκίας. ἤδη δὲ καὶ τοῦ στόλου καταλαβόντος ἐπεχείρει τῇ τειχομαχίᾳ ὁ βασιλεύς, καὶ πολλάκις ἐπεκ- δραμόντας τοὺς Σκύθας ἐτρέψατο. μιᾷ δὲ τῶν ἡμερῶν σκεδασθεῖσι τοῖς Ῥωμαίοις εἰς ἄριστον περὶ δείλην ὀψίαν οἱ βάρβαροι, εἰς δύο διαιρε- θέντες μέρη, ἱππεῖς καὶ πεζοὶ ἐκ πυλίδων δύο τῆς πόλεως, τῆς τε κατὰ ἀνατολάς, ἣν φρουρεῖν ἐτέτακτο Πέτρος ὁ στρατοπεδάρχης μετὰ Θρᾳ- κῶν καὶ Μακεδόνων, καὶ τῆς πρὸς δύσιν, ὅπου Βάρδας ὁ Σκληρὸς μετὰ τῶν ἑῴων δυνάμεων τὴν φυλακὴν ἐπετέτραπτο, ἐξῆλθον παραταξά- μενοι, τότε πρῶτον φανέντες ἔφιπποι. τὰς γὰρ προηγησαμένας μάχας πεζοὶ διηγωνίσαντο. οὓς εὐρώστως οἱ Ῥωμαῖοι δεξάμενοι ἐκθύμως ἐμά- χοντο. καὶ μέχρι πολλοῦ ἰσοτάλαντος ἦν ὁ ἀγών. τέλος δὲ τῇ σφετέρᾳ ἀρετῇ Ῥωμαῖοι τρέπουσι τοὺς βαρβάρους καὶ πρὸς τεῖχος συγκλείουσι,

[John1.12.22] πολλῶν κἀν τῷ ἀγῶνι τῷδε πεσόντων, καὶ μᾶλλον ἱππέων, μηδενὸς δὲ τῶν Ῥωμαίων τραυματισθέντος, ἀλλ' ἢ μόνων ἵππων πεσόντων τριῶν. οὕτω δὲ θραυσθέντες οἱ βάρβαροι καὶ εἴσω τείχους συνελαθέντες νυκτὸς ἐπιγενομένης διενυκτέρευον ἄγρυπνοι καὶ τοὺς ἐν τῇ μάχῃ πεσόντας ἀπωλοφύροντο ἀγρίοις καὶ φρικώδεσιν ὀδυρμοῖς, ὡς δοκεῖν τοὺς ἀκούοντας θηρίων εἶναι βρυχηθμοὺς καὶ ὠρυγάς, ἀλλ' οὐ θρήνους ἀνθρώπων καὶ οἰμωγάς. ἡμέρας δὲ ἄρτι διαγελώσης πάντας τοὺς ἔν τισι φρουρίοις ἐς φυλακὴν ἐσκεδασμένους ἀνεκαλοῦντο ἐς τὸ Δορόστο- λον, καὶ ταχέως ἧκον μετακληθέντες. καὶ ὁ βασιλεὺς δὲ ἀνειληφὼς ὅλην τὴν δύναμιν ἦλθεν εἰς τὸ πρὸ τῆς πόλεως πεδίον καὶ πρὸς πόλεμον ἠρέθιζε τοὺς βαρβάρους. ἐπεὶ δὲ μὴ ἐξῄεσαν, εἰς τὴν στρατοπεδείαν ὑποστρέψας ἡσυχίαν ἦγε καὶ προσῆλθον αὐτῷ πρέσβεις ἐκ Κωνσταν- τείας καὶ τῶν ἄλλων φρουρίων τῶν πέραν ἱδρυμένων τοῦ Ἴστρου, ἀμνηστίαν κακῶν αἰτούμενοι καὶ ἑαυτοὺς ἐγχειρίζοντες σὺν τοῖς ὀχυ- ρώμασιν. οὓς προσηνῶς δεξάμενος ἀπέστειλε τοὺς παραληψομένους τὰ φρούρια καὶ στρατιὰν ἀποχρῶσαν εἰς τὴν αὐτῶν φυλακήν. ἤδη δὲ ἑσπέρας καταλαβούσης τὰς πάσας πύλας τῆς πόλεως ἀναπετάσαντες οἱ Ῥῶς, πολλῷ τῶν προτέρων πλείονες ὄντες, ἐπιπίπτουσι τοῖς Ῥω- μαίοις ἀνελπίστως διὰ τὴν νύκτα διάγουσι· καὶ κατὰ μὲν τὴν πρώτην συμβολὴν ἔδοξαν προτερῆσαι, μετὰ μικρὸν δὲ ὑπερέσχον Ῥωμαῖοι. ὡς γὰρ συνέβη πεσεῖν τὸν Σφάγγελον ἡρωϊκῶς ἀγωνιζόμενον, συνεχύ- θησαν τῇ τοῦ πεσόντος στερήσει καὶ τὰς ὁρμὰς ἐχαυνώθησαν. ὅμως ἀνένδοτοι παρ' ὅλην τὴν νύκτα διέμειναν καὶ τὴν ἐπιοῦσαν ἡμέραν μέχρι σταθηρᾶς μεσημβρίας. τότε δὲ τοῦ βασιλέως δύναμιν πεπομφότος ἐφ' ᾧ τοῖς βαρβάροις ἀποκλεῖσαι τὴν εἰς τὴν πόλιν εἴσοδον, γνόντες οἱ Ῥῶς αὐτίκα ἔκλιναν εἰς φυγήν, καὶ τὰς πρὸς τὴν πόλιν εἰσόδους ἐπιτε- τειχισμένας εὑρόντες ἔφευγον διὰ τοῦ πεδίου καὶ καταλαμβανόμενοι ἀνῃροῦντο. ὁ δὲ Σφενδοσθλάβος νυκτὸς ἐπιγενομένης διώρυγι βαθείᾳ τὸ τῆς πόλεως ἐστεφάνωσε τεῖχος, ἵνα μὴ εὐχερῶς ἔχοιεν οἱ Ῥωμαῖοι μεθ' ὁρμῆς τῷ τῆς πόλεως τείχει πελάζειν. καὶ οὕτω τὴν πόλιν ἀσφαλι- σάμενος ἔγνω δεῖν εὐψυχότατα τὴν πολιορκίαν προσδέχεσθαι. ἐπεὶ δὲ τὸ πλέον τῆς στρατιᾶς διέκειντο κακῶς ἀπὸ τῶν τραυμάτων, συνεπ- ελάμβανε δὲ καὶ λιμὸς ἤδη τῶν ἀναγκαίων δαπανηθέντων αὐτοῖς, καὶ μηδ' ἔξωθεν τὰ πρὸς χρείαν συνεχωροῦντο αὐτοῖς εἰσκομίζεσθαι παρὰ τῶν Ῥωμαίων, νύκτα βαθεῖαν καὶ ἀσέληνον ἐπιτηρήσας ὁ Σφενδοσθλάβος, καθ' ἣν ὑετός τε ῥαγδαῖος ἐξ οὐρανοῦ κατηνέχθη καὶ χάλαζα φοβερὰ ἐπερράγη καὶ βρονταὶ καὶ ἀστραπαὶ φρικωδέστατοι, μονοξύλοις ἐμβὰς μετὰ δισχιλίων ἀνδρῶν ἔξεισιν εἰς ἐπισιτισμόν. συλλεξάμενοι δὲ ὅθεν εὐπό- ρησεν ἕκαστος σῖτον καὶ κέγχρον καὶ εἴδη ἄλλα συνεκτικὰ τῆς ζωῆς, ἀνήγοντο διὰ τοῦ ποταμοῦ τοῖς μονοξύλοις εἰς τὸ Δορόστολον. ἐν δὲ τῷ ἀναπλεῖν θεασάμενοι κατὰ τὸ χεῖλος τοῦ ποταμοῦ θεράποντας οὐκ ὀλίγους τῶν στρατιωτῶν τοὺς μὲν ἵππους ποτίζοντας, τοὺς δὲ χορτο- λογοῦντας, ἄλλους δὲ καὶ ξυλεύοντας, ἀποβάντες τῶν πλοίων διὰ τῆς ὕλης ἀψοφητὶ βαδίζοντες ἀδοκήτως ἐκ τἀφανοῦς ἐμπίπτουσιν αὐτοῖς, καὶ πολλοὺς μὲν τούτων ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἐπὶ τὰς πλησίον λόχμας σκεδασθῆναι ἠνάγκασαν. αὖθις δ' εἰς τὰς σκάφας ἐμβάντες καὶ οὐρίῳ φερόμενοι πνεύματι πρὸς τὸ Δορόστολον φέρονται. τοῦτο δὲ γνωσθὲν εἰς μεγάλην ἀνίαν ἐμβάλλει τὸν βασιλέα, καὶ τοὺς ἀρχηγοὺς τοῦ στόλου ἐν αἰτίᾳ μεγάλῃ ἔσχεν, ὅτι μὴ ἐπῄσθοντο τοῦ ἐκ Δοροστόλου τῶν βαρ- βάρων ἀπόπλου. ἐπηπείλησε δὲ καὶ θάνατον αὐτοῖς, εἰ ἔτι ἅπαξ τοιοῦ- τόν τι λάθῃ γενέσθαι. καὶ οἱ μὲν τὰς παρ' ἑκάτερα ὄχθας τοῦ ποταμοῦ ἐτήρουν ἐπιμελῶς, ὁ δὲ βασιλεὺς ἐφ' ὅλας πέντε καὶ ἑξήκοντα ἡμέρας τῇ πολιορκίᾳ χρησάμενος, καὶ καθ' ἑκάστην πολεμῶν καὶ μὴ ἀνιείς, δέον ἐνόμισε διὰ προσεδρείας καὶ λιμοῦ ἀποπειρᾶσθαι τῆς πόλεως. διὸ καὶ πάντοθεν τάφροις τὰς ὁδοὺς ἀποκλείσας καὶ φυλακὰς ἐπιστήσας αὐταῖς, ὡς μή τις ἐξίοι τὰ ἐπιτήδεια κομίσων, ἐκάθητο ἠρεμῶν. καὶ τὰ μὲν ἐν Δοροστόλῳ ἐφέρετο τῇδε.

[John1.13] Λέων δὲ ὁ κουροπαλάτης καὶ Νικηφόρος ὁ τούτου παῖς, δοκή- σει μέν, ὡς εἴπομεν ἔμπροσθεν, πηρωθέντες, ἔτι δ' ἀσινεῖς τὰς ὁράσεις ἔχοντες, εἰς τυραννίδα καὶ αὖθις παρεσκευάζοντο, πολλοὺς τῶν ἐν τῇ πόλει καὶ τῶν ἐν τοῖς βασιλείοις φρουρῶν ὑποφθείραντες. καὶ ἐπεὶ τὰ κατὰ γνώμην αὐτοῖς ἀπηρτίσθη, πλοῖον μισθωσάμενοι καὶ ἐν αὐτῷ ἐμβάντες ἀπαίρουσι τῆς νήσου, ἣν οἰκεῖν κατεκρίθησαν, καὶ πρὸς τὴν ἀντίπορθμον τῆς πόλεως ἤπειρον γίνονται κατὰ τὸ προάστειον, ὃ κατονομάζουσι Πηλαμύδα, ἐκεῖθέν τε περὶ πρώτας ἀλεκτρυόνων ᾠδὰς ἐπὶ τὸ Βυζάντιον ἔρχονται. ἑνὸς δὲ τῶν συνιστόρων δῆλον θεμένου τὸ ἔργον Λέοντι τῷ δρουγγαρίῳ τοῦ στόλου, τὴν φυλακὴν ἐπιτετραμ- μένῳ τῶν βασιλείων σὺν Βασιλείῳ τῷ ῥαίκτωρι, ὁ δὲ δύναμιν ἀξιό- χρεων ἐπὶ κατασχέσει τοῦ κουροπαλάτου καὶ τοῦ παιδὸς αὐτοῦ ἐκ- πέμπει. ὅπερ οὗτοι μαθόντες εἰς τὴν μεγάλην καταφεύγουσιν ἐκκλη- σίαν. ἐκεῖθεν δὲ ἀποσπασθέντες εἰς τὴν Πρώτην νῆσον ἐξαπεστάλησαν, κἀκεῖσε τοὺς ὀφθαλμοὺς ἐξωρύχθησαν. ἐφάνη δὲ κατ' ἐκεῖνο καιροῦ καὶ ἄλλο τι ὡς οἷον ἄξιον εἶναι καὶ διηγήσεως. πινάκιον ἐκ λίθου Προικον- νησίας ἐπὶ παραδείσου τινὸς τῶν συγκλητικῶν εὑρέθη ἀμελῶς ἐρριμ- μένον, εἰκονισμένας ἔχον δύο ἀνθρωπίνας μορφὰς ἐπὶ τῆς ἐπιφανείας, μίαν μὲν ἀνδρός, ἑτέραν δὲ γυναικός. ἐν δὲ τῷ μετώπῳ τῆς πινακίδος ἦν γεγραμμένον ἐπίγραμμα ὧδέ πῃ διεξιόν· ‘Ἰωάννου καὶ Θεοδώρας τῶν φιλοχρίστων πολλὰ τὰ ἔτη.’ ὅπερ τινὰς μὲν εἰς ἔκπληξιν ἦγεν, ὅπως τὰ ἐνεστῶτα μάλα προεδηλοῦτο σαφῶς. τινὲς δὲ μὴ ἀπηλλάχθαι τὸ πρᾶγμα σκευωρίας καὶ μαγγανείας ἐνόμιζον, τὸν τοῦ παραδείσου δεσπότην διὰ τῆσδε τῆς μηχανῆς τὴν βασιλικὴν πρὸς ἑαυτὸν ἐκκα- λεῖσθαι οἰηθέντες προσπάθειαν. εἴτε δὲ οὕτως, εἴτε ἐκείνως ἡ ἀλήθεια ἔχει, φράζειν οὐκ ἔχω.

[John1.14] Οἱ δὲ Σκύθαι ἔνδοθεν τῷ λιμῷ πιεζόμενοι, ἐκτὸς ὑπὸ τῶν τειχο- μαχικῶν ὀργάνων κακούμενοι, καὶ κατ' ἐξαίρετον ἐν ἐκείνῳ τῷ τόπῳ, ὃν ὁ μάγιστρος Ἰωάννης ὁ Ῥωμανοῦ τοῦ Κουρκούα υἱὸς φυλάττειν ἐτέτακτο (τὸ γὰρ ἐκεῖσε πετρόβολον ὄργανον οὐ μικρῶς τοὺς ἐντὸς ἐπημαίνετο), ἀποκρίναντές τινας τῶν ἀλκιμωτέρων ὁπλίτας ψιλοῖς ἐπι- μεμιγμένους ἐπὶ τὸ τοιοῦτον ἐκπέμπουσιν ὄργανον, εἴ πως δυνηθεῖεν αὐτὸ κατεργάσασθαι. τοῦτο γνοὺς ὁ Κουρκούας, ὅ τι κράτιστον ἦν περὶ αὐτὸν ἀναλαβόμενος, ἐβοήθει διὰ ταχέων. ἐς μέσους δὲ τοὺς Σκύθας γενόμενος ἀκοντίῳ βληθέντος αὐτοῦ τοῦ ἵππου καὶ σὺν αὐτῷ πεπτω- κότος ἀναιρεῖται κρεουργηθείς. οἱ Ῥωμαῖοι δὲ ἐπιδραμόντες καὶ τοῖς Ῥῶς συμπλακέντες τό τε ὄργανον ἀβλαβὲς διετήρησαν καὶ τοὺς Σκύθας ὠσάμενοι συνέκλεισαν εἰς τὴν πόλιν. Ἰουλίου δὲ καταλαβόντος μηνὸς καὶ εἰκοστὴν ἡμέραν ἄγοντος, ἐξῆλθον οἱ Ῥῶς παμπληθεῖς καὶ τοῖς Ῥωμαίοις συμπλακέντες ἐμάχοντο, παραθαρρύνοντα ἔχοντες καὶ πρὸς τοὺς ἀγῶνας ἀλείφοντα ἄνδρα τινὰ παρὰ Σκύθαις ἐπισημότατον, Ἴκμορα τοὔνομα, μετὰ Σφάγγελον τὸν ἀναιρεθέντα τιμώμενον, οὔτε κατὰ συγ- γένειαν τὴν ἐξ αἵματος ἐν τοῖς μάλιστα ἀγόμενον παρ' αὐτοῖς, οὔτε κατὰ συμπάθειαν, ἀλλ' ἐκ μόνης ἀρετῆς παρὰ πᾶσι σεβόμενον. τοῦτον ἰδὼν Ἀνεμᾶς ὁ τῶν Κρητῶν τοῦ βασιλέως υἱὸς Κουρουπᾶ, εἷς ὢν τῶν βασι- λικῶν σωματοφυλάκων, αὐτόν τε εὐψύχως ἀγωνιζόμενον καὶ τοὺς

[John1.14.21] λοιποὺς εἰς τοῦτο παρορμῶντα καὶ διεγείροντα καὶ τὰς τῶν Ῥωμαίων τάξεις διαταράσσοντα, μήτε πρὸς τὸ μέγεθος καταπλαγεὶς τοῦ ἀν- δρός, μήτε τὴν ἀλκὴν δειλιάσας, ἀλλὰ περικαρδίῳ θέρμῃ ληφθεὶς καὶ τὸν ἵππον τῇδε κἀκεῖσε παρακινήσας, μεθ' ὁρμῆς ἀκατασχέτου τὸ παρ- ῃωρημένον τῷ μηρῷ αὐτοῦ ξίφος σπασάμενος ἵεται κατὰ τοῦ Σκύθου, καὶ παίει τοῦτον τῷ φασγάνῳ κατὰ τοῦ ἀριστεροῦ ὤμου περὶ τὴν κλεῖδα, καὶ ἀποτέμνει τὸν αὐχένα, ὡς συμβῆναι τὴν κεφαλὴν σὺν τῇ δεξιᾷ χειρὶ ἐκκοπεῖσαν πεσεῖν εἰς τὸ ἔδαφος. καὶ ὁ μὲν Σκύθης ἔκειτο πεσών, ὁ δ' Ἀνεμᾶς ἀσινὴς ἐπανῆκε πρὸς τὸ στρατόπεδον. ἤρθη ἐπὶ τῷ ἔργῳ φωνὴ παμμιγής, τῶν μὲν Ῥωμαίων ἀλαλαξάντων ἐπὶ τῇ νίκῃ, τῶν δὲ Σκυθῶν ἀσήμως ὀλολυξάντων καὶ τῆς ἑαυτῶν ὑπενδόντων ἐνστάσεως. ἐπιβρισάντων δὲ τῶν Ῥωμαίων ἐς φυγὴν ἐγκεκλίκασι καὶ ἀκλεῶς εἰς τὴν πόλιν ἐσῴζοντο. ἔπεσον δὲ πολλοὶ κατὰ τήνδε τὴν ἡμέραν, ὑπ' ἀλλήλων τε συμπατούμενοι διὰ τὴν στενοχωρίαν καὶ ὑπὸ Ῥωμαίων σφαττόμενοι τῷ καταλαμβάνεσθαι. μικροῦ δ' ἂν ἑάλω καὶ ὁ Σφενδοσθλάβος αὐτός, εἰ μὴ νὺξ ἐπιγενομένη τοῦτον ἐρρύσατο. οἱ δὲ τὸν κίνδυνον διαδράντες, ἐντὸς τοῦ περιβόλου γενόμενοι, κωκυτὸν ἐπὶ τῷ τοῦ Ἴκμορος θανάτῳ μέγαν ἐκόψαντο. τοὺς δὲ πεσόντας τῶν βαρ- βάρων σκυλεύοντες οἱ Ῥωμαῖοι εὗρον καὶ γυναῖκας ἐν τοῖς ἀναιρεθεῖσι κειμένας ἀνδρικῶς ἐσταλμένας καὶ μετὰ τῶν ἀνδρῶν πρὸς Ῥωμαίους ἀγωνισαμένας.

[John1.15] Ἐπεὶ δὲ τοῖς βαρβάροις κακῶς ἐφέρετο τὰ τοῦ πολέμου καὶ ξυμμαχίας ἦν ἐλπὶς οὐδαμοῦ (οἵ τε γὰρ ὁμόφυλοι ἦσαν μακράν, καὶ τὰ ὅμορα βάρβαρα τῶν ἐθνῶν δείσαντα τοὺς Ῥωμαίους ἀπείπαντο τὴν βοήθειαν, ἐπιλελοίπει δ' αὐτοὺς καὶ τὰ ἐπιτήδεια, καὶ οὐδαμόθεν ἦν εἰσκομίσασθαι δυνατόν, τοῦ Ῥωμαϊκοῦ στόλου τὰς ὄχθας ἀκριβῶς τηροῦντος τοῦ ποταμοῦ. ἐπέρρει δὲ καὶ τοῖς Ῥωμαίοις ἑκάστης ἡμέρας ὡς ἔκ τινος ἀφθόνου πηγῆς πάντα τὰ ἀγαθά, καὶ ἱππικαὶ καὶ πεζικαὶ δυνάμεις διὰ παντὸς προσετίθεντο· καὶ οὐδὲ τοῖς † κελητίοις ἑαυτῶν ἐμβάντας ἀποδρᾶναι ἦν δυνατόν, τῶν διεξόδων, ὡς εἴπομεν, ἀκριβῶς φυλαττομένων) βουλὴν συστησάμενοι οἱ μὲν νυκτὸς συνεβούλευον κλέψαι τὴν ἀναχώρησιν, ἄλλοι δὲ δεξιὰς καὶ πίστεις παρὰ Ῥωμαίων αἰτή- σασθαι, οἷα μὴ ἄλλως δυνατῆς οὔσης τῆς ὑποχωρήσεως, καὶ οὕτω πρὸς τὰ οἰκεῖα ἀπᾶραι. καὶ ἄλλων ὥς πῃ ἑκάστῳ ὁ καιρὸς ἐδίδου συμ- βουλευσάντων, πάντων δὲ καθάπαξ καταθέσθαι τὸν πόλεμον ἐπιθυ- μούντων, ὁ Σφενδοσθλάβος παρῄνει μᾶλλον ἔτι ἅπαξ πολεμῆσαι Ῥω- μαίοις, καὶ ἢ καλῶς ἀγωνισαμένους ἐπικρατεῖς τῶν ἐναντίων γενέσθαι, ἢ ἡττηθέντας αἰσχίστης ζωῆς καὶ ἐπονειδίστου εὐκλεᾶ καὶ μακάριον προτιμήσασθαι θάνατον. ἀβίωτον γὰρ ἔσται αὐτοῖς δρασμῷ τὴν σωτη- ρίαν πορισαμένοις, εἴπερ μέλλοιεν εὐκαταφρόνητοι ἔσεσθαι τοῖς γειτο- νοῦσιν ἔθνεσιν, ἃ τὸ πρόσθεν αὐτοὺς σφοδρῶς ἐδεδίεσαν. ἤρεσεν ἡ τοῦ Σφενδοσθλάβου βουλή, καὶ κατέθεντο πάντες τὸν ὑπὲρ ψυχῆς ἔσχατον ἀναδέχεσθαι κίνδυνον ταῖς ὅλαις δυνάμεσι. τῇ γοῦν ἐπιούσῃ ἐξελθόντες τοῦ ἄστεος πανδημεὶ καὶ τὰς πύλας ἀποκλείσαντες, ὡς μή τινι δυνατὸν εἴη τραπέντι διασῴζεσθαι πρὸς τὴν πόλιν, συμβάλλουσι τοῖς Ῥωμαίοις. ἀγῶνος δὲ καρτεροῦ συστάντος καὶ τῶν βαρβάρων εὐψύχως ἀγωνιζο- μένων, τῷ ἡλίῳ καυσούμενοι οἱ Ῥωμαῖοι καὶ δίψει πονούμενοι ὡς πανο- πλῖται (ἦν γὰρ καὶ σταθηρὰ μεσημβρία) ἤρξαντο ἐνδιδόναι. ὅπερ αἰσθόμενος ὁ βασιλεὺς διὰ ταχέων μετὰ τῶν περὶ αὐτὸν ἐβοήθει, καὶ αὐτὸς μὲν τὴν ἀκμὴν ὑπεδέξατο τοῦ πολέμου, τῷ δὲ πεπονηκότι στρα- τεύματι ὑπὸ ἡλίου καὶ δίψης ἀσκοὺς οἴνου καὶ ὕδατος πλήρεις προσ- έταξε κομίζειν. οἷς χρησάμενοι καὶ τὴν δίψαν καὶ τὸν τοῦ ἡλίου καύ- σωνα ἀποκρουσάμενοι καὶ ἑαυτοὺς ἀναλαβόντες μετὰ σφοδρότητος καὶ ῥύμης τοῖς Σκύθαις ἐπέρραξαν. ἐκείνων δὲ γενναίως ὑποδεξαμένων ἦν ἡ μάχη ἰσοπαλής, μέχρις ἂν ὁ βασιλεὺς τὴν στενοχωρίαν φρασάμενος τοῦ τόπου, καὶ ἐκ τούτου κατανοήσας τοῖς Σκύθαις ἐπιγίνεσθαι τὴν καρτερίαν τῷ τοὺς Ῥωμαίους ἐστενοχωρῆσθαι καὶ μὴ οἵους εἶναι ἔργα πρέποντα τῆς ἑαυτῶν ἀλκῆς ἐπιδείκνυσθαι, ἐπέσκηψε τοῖς στρατηγοῖς εἴκειν εἰς τοὐπίσω πρὸς τὸ πεδίον, καὶ τῆς πόλεως πόρρω ἀφίστασθαι δόκησιν φευγόντων παρέχοντας, μὴ μέντοι γε προτροπάδην, ἀλλ' ἠρέμα καὶ κατ' ὀλίγον εἴκοντας, κἀπειδὰν ἄποθεν αὐτοὺς διώκοντας τῆς πόλεως ἐκκαλέσωνται, αἰφνίδιον παρενεγκόντας τοὺς χαλινοὺς ἐπι- στρέφειν τοὺς ἵππους καὶ τούτοις συμπλέκεσθαι. καὶ οἱ μὲν ἐποίουν τὸ κελευσθέν, οἱ δὲ Ῥῶς τὴν εἰς τοὐπίσω ὑποχώρησιν τῶν Ῥωμαίων φυγὴν οἰηθέντες, ἀλλήλους παρακαλεσάμενοι εἵποντο σὺν ἀλαλαγμῷ. ὡς δὲ κατὰ τὸν ὡρισμένον ἐγένοντο τόπον οἱ Ῥωμαῖοι, ἐπιστραφέντες προσρήγνυνται τούτοις γενναίως. ἐνταῦθα μάχης ἰσχυρᾶς γενομένης συνέβη στρατηγὸν Θεόδωρον τὸν ἐκ Μισθείας τοῦ ἵππου αὐτοῦ λογ- χευθέντος πεσεῖν κατὰ γῆς. περὶ τοῦτον ἅμιλλα ἐγένετο καρτερά, τῶν μὲν Ῥῶς ἀνελέσθαι, τῶν δὲ Ῥωμαίων, ὅπως μὴ ἀφαιρεθείη φιλοτιμου- μένων. οὗτος γὰρ ὁ Θεόδωρος τοῦ ἵππου πεσὼν ἕνα τινὰ τῶν Σκυθῶν τῆς ζώνης δραξάμενος καὶ τῇδε κἀκεῖσε τῷ χειρὸς σθένει κινῶν ὥς τι μικρὸν ἀσπιδίσκιον κοῦφον, τὰς κατ' αὐτοῦ πεμπομένας αἰχμὰς ἀπε- κρούετο, καὶ κατὰ μικρὸν πρὸς τοὺς Ῥωμαίους ὑπανεχώρει ὀπισθο- κινήτῳ τῇ πορείᾳ. τέλος ἐπιβρίσαντες οἱ Ῥωμαῖοι τούς τε Σκύθας ἀπώ- σαντο καὶ τὸν ἄνδρα τοῦ κινδύνου ἐρρύσαντο. καὶ τὰ στρατεύματα διελύθησαν τελείως, μηδαμῶς ἔτι κρίσιν τοῦ πολέμου λαβόντος.

[John1.16] Ὁ βασιλεὺς δὲ εὐψυχότερον νῦν μᾶλλον ἢ πρότερον ὁρῶν ἀγωνιζομένους τοὺς Σκύθας, καὶ τὴν τοῦ χρόνου τριβὴν βαρούμενος, οἰκτείρων δὲ καὶ τοὺς Ῥωμαίους ταλαιπωρουμένους καὶ τῷ πολέμῳ κακῶς πάσχοντας, μονομαχίᾳ ᾠήθη κρῖναι τὰ πράγματα. καὶ δὴ δια- πρεσβεύεται πρὸς τὸν Σφενδοσθλάβον, προκαλούμενος αὐτὸν εἰς μονο- μαχίαν, δέον εἶναι λέγων ἑνὸς ἀνδρὸς θανάτῳ κριθῆναι τὸ ἔργον ἢ κατασφάττεσθαι καὶ κατὰ μικρὸν δαπανᾶσθαι τὰ ἔθνη, καὶ τὸν νική- σαντα κύριον εἶναι τῶν ὅλων. οὗτος δὲ τὴν μὲν πρόκλησιν οὐκ ἐδέξατο, λόγους δ' ἐπαφῆκεν ὑπεροπτικούς, ὡς τὰ κατ' αὐτὸν ἄμεινον αὐτὸς τοῦ ἐχθροῦ σκοπήσει. αὐτὸς δέ, εἰ μὴ ζῆν ἄγει σχολήν, εἰσὶ μυρίαι ἄλλαι θανάτου ὁδοί. τούτων ὁποίαν αἱρεῖται, ἑλέσθω. ταῦτα δὲ φρυα- ξάμενος τῆς πολεμικῆς εἴχετο παρασκευῆς προθυμότερον. ὁ δὲ βασι- λεὺς τὸν ἐκ προκλήσεως ἀπογνοὺς ἀγῶνα, πᾶσι τρόποις ἐμηχανᾶτο τὴν εἰς τὴν πόλιν ἀποκλεῖσαι εἴσοδον τοῖς βαρβάροις, καὶ πρὸς τὸ ἔργον ἐκπέμπει Βάρδαν μάγιστρον τὸν Σκληρὸν μετὰ τῶν ταγμάτων, ὧν ἐστρατήγει. τὸν δὲ πατρίκιον Ῥωμανὸν τὸν υἱὸν Κωνσταντίνου βασι- λέως, τοῦ υἱοῦ τοῦ πρεσβυτέρου Ῥωμανοῦ, καὶ Πέτρον τὸν στρατο- πεδάρχην, μεθ' ὧν ἐξῆρχον δυνάμεων, προσράξαι τοῖς πολεμίοις ἐπ- έτρεψεν. οἳ δὴ προσβαλόντες τοῖς Σκύθαις ἐμάχοντο καρτερῶς. ἐκ- θύμως δὲ κἀκείνων ὑποδεξαμένων, πολλὰς τροπὰς καὶ μετακλίσεις συνέβη τὸν πόλεμον δέξασθαι, καὶ ἐφ' ἱκανὸν χρόνον ἰσοτάλαντος ἦν ἡ μάχη. ἐνταῦθα πάλιν ὁ τοῦ τῆς Κρήτης ἀμηρᾶ υἱὸς Ἀνεμᾶς, τῇδε κἀ- κεῖσε τὸν ἵππον μετακινήσας καὶ σφοδρότερον μυωπίσας, κατ' αὐτοῦ τοῦ Σφενδοσθλάβου φέρεται μετὰ λήμματος νεανικοῦ, καὶ τὴν φάλαγγα διασχίσας τῶν δυσμενῶν παίει τοῦτον τῷ ξίφει κατὰ μέσην τὴν κεφα- λήν, καὶ καταβάλλει μὲν τοῦ ἵππου, οὐ μήν γε καὶ ἀναιρεῖ ἐπαρκεσάν- των τῶν ὅπλων, ἃ ἐνεδέδυτο. αὐτὸς μέντοι κυκλωθεὶς καὶ ὑπὸ πολλῶν

[John1.16.28] βαλλόμενος ἀναιρεῖται, ἡρωϊκῶς καταστρέψας τὸν βίον καὶ θαῦμα μέγα καὶ τοῖς ἀντιπάλοις γενόμενος.

[John1.17] Λέγεται δὲ καὶ θειοτέρας τότε τυχεῖν τοὺς Ῥωμαίους ἐπικουρίας. θύελλα γάρ τις ἐκ νότου κατὰ πρόσωπον ἀρθεῖσα ἵστατο τῶν Σκυθῶν, μὴ συγχωροῦσα χρῆσθαι κατὰ τὴν μάχην ταῖς προαιρέσεσι. καί τις ἀνὴρ ὦπτο παντὶ τῷ στρατοπέδῳ Ῥωμαίων ἐφ' ἵππου λευκοῦ προαγω- νιζόμενος καὶ τὰς τῶν πολεμίων κλονῶν καὶ διαταράσσων φάλαγγας, μηδενὶ πρότερον ἢ μετὰ ταῦτα γενόμενος γνώριμος, ὃν ἔφασκον εἶναι ἕνα τῶν καλλινίκων μαρτύρων Θεοδώρων. τούτοις δὲ προμάχοις ἀεὶ καὶ προβόλοις κατὰ τῶν πολεμίων ἐχρῆτο ὁ βασιλεύς. καὶ γὰρ δὴ καὶ συνέτυχε τόνδε τὸν ἀγῶνα κατ' αὐτὴν συνενεχθῆναι τὴν ἡμέραν, καθ' ἣν εἰώθαμεν ἑορτάζειν τὴν μνήμην τοῦ στρατηλάτου. καὶ γυνὴ δέ τις ἐν Βυζαντίῳ σεμνὴ ὑπερτάτης δυνάμεως εἶναι τὸ φάσμα ἐπιστοῦτο, μιᾷ πρότερον τῆς συμπλοκῆς ἡμέρᾳ ὄναρ θεασαμένη, καὶ δόξασα τῇ θεοτόκῳ παρίστασθαι καὶ λεγούσης ἀκοῦσαι πρός τινα στρατιώτην· ‘κῦρι Θεόδωρε, ὁ ἐμὸς καὶ σὸς Ἰωάννης περιστάσει συνέχεται, καὶ σπεῦ- σον εἰς τὴν αὐτοῦ βοήθειαν,’ καὶ ἡλίου ἀνίσχοντος τοῖς γείτοσιν ἐξηγη- σαμένη. καὶ τὰ μὲν ὁραθέντα ταῦτα, τρέπονται δὲ πάλιν οἱ Σκύθαι, καὶ ἀποκεκλεισμένας τὰς τῆς πόλεως εὑρόντες πύλας ὑπὸ τοῦ Σκληροῦ ἀνὰ τὸ πεδίον ἐσκεδάννυντο, καὶ ἀνῃρέθησαν ὑπ' ἀλλήλων τε συμπατού- μενοι καὶ ὑπὸ Ῥωμαίων συγκοπτόμενοι ἀριθμοῦ κρείττους, τραυματίαι δὲ ἐγένοντο σχεδόν τι πάντες. τὸν μάρτυρα δ' ὁ βασιλεὺς τιμῶν καὶ τῆς ἐπικουρίας ἀποτιννὺς αὐτῷ τὰς ἀμοιβάς, τὸν ναὸν, ἐν ᾧ τὸ θεῖον αὐτοῦ ἀπόκειται σῶμα ἐκ βάθρων καταβαλὼν μέγαν τε καὶ κάλλιστον ᾠκοδόμησε, μεγαλοπρεπεῖς αὐτῷ κτήσεις προσαφορίσας. ὃν καὶ ἀντὶ Εὐχανείας Θεοδωρόπολιν κατωνόμασεν.

[John1.18] Ὁ δὲ Σφενδοσθλάβος πᾶσαν μετελθὼν μηχανὴν καὶ διὰ πασῶν ἐλαττούμενος, ὡς ἔγνω μηδεμίαν αὐτῷ ὑπολελεῖφθαι ἐλπίδα, πρὸς συνθήκας ἀπέβλεψε. πέμπει οὖν πρὸς βασιλέα πρεσβευτὰς πίστεις ἐξαι- τούμενος, ἐφ' ᾧ συμμάχοις καὶ φίλοις Ῥωμαίων καταλεγεὶς ἀσινὴς συγ- χωρηθείη ἐπ' οἴκου ἀναχωρῆσαι μετὰ τῶν ἀμφ' αὐτόν, ἀδεῶς τε τὸν βουλόμενον Σκύθην ἐμπορίας χάριν φοιτᾶν. δεξάμενος δὲ τὴν πρεσβείαν ὁ βασιλεὺς καὶ τὸ ᾀδόμενον λόγιον ἐπειπών, ὡς ἔθος Ῥωμαίοις τοὺς πολεμίους πλέον εὐεργεσίαις ἢ ὅπλοις νικᾶν πάντα τὰ αἰτούμενα ἐβε- βαίωσε. γενομένων δὲ τῶν σπονδῶν ὁ Σφενδοσθλάβος καὶ εἰς ὁμιλίαν ἐλθεῖν ἐδεήθη τῷ βασιλεῖ. ἐπινεύσαντος δὲ καὶ πρὸς τοῦτο ἀφίκετο. καὶ συμμίξαντες ἀλλήλοις καὶ διαλεχθέντες περὶ ὧν ἂν ἐβούλοντο, ἀπηλ- λάγησαν. ὁ δὲ βασιλεύς, αἰτήσαντος καὶ τοῦτο τοῦ Σφενδοσθλάβου, καὶ πρὸς Πατζινάκας διαπρεσβεύεται, εἰ βούλονται, φίλους αὐτοὺς καὶ συμμάχους ἀξιῶν ἔχειν, καὶ μὴ διαπερᾶν τὸν Ἴστρον καὶ τὰ Βουλγάρων ληΐζεσθαι, παραχωρῆσαι δὲ καὶ τοῖς Ῥῶς ἀκωλύτως διελθεῖν τὴν αὐτῶν γῆν καὶ οἴκαδε ἀπελθεῖν. ἀπεπλήρου δὲ τὴν πρεσβείαν Θεόφιλος ὁ τῶν Εὐχαΐτων ἀρχιερεύς. οἱ δὲ τὴν πρεσβείαν δεξάμενοι, τὴν διάβασιν μόνην ἀπαγορεύσαντες τῶν Ῥῶς, πρὸς τἆλλα σπονδὰς ἔθεντο. τῶν δὲ Ῥῶς ἀποπλευσάντων, τῶν παρὰ ταῖς ὄχθαις φρουρίων τοῦ ποταμοῦ καὶ πόλεων πρόνοιαν θέμενος ὁ βασιλεὺς ἐς ἤθη τὰ Ῥωμαίων ἀνέζευξεν. ὃν ὁ τῆς πόλεως ἀρχιερεὺς μετὰ τῆς συνόδου καὶ πάντες οἱ ἐν τέλει μετὰ παιάνων καὶ ἐπινικίων εὐφημιῶν ὑπεδέξαντο στεφανηφοροῦντες, τέ- θριππον ὄχημα λευκοπώλων ἔχοντες ἡτοιμασμένον πάνυ διαπρεπῶς καὶ τούτου ἐπιβάντα ἀξιοῦντες θριαμβεῦσαι τὸν βασιλέα. ὁ δὲ μηδὲν σοβαρὸν ἐθέλων, ἀλλὰ μέτριον ἑαυτὸν ἐπιδεικνύμενος, τοὺς μὲν προσενε- χθέντας ἀνειλήφει στεφάνους καὶ ἵππῳ λευκῷ τὸν θρίαμβον ἐξεπλήρωσεν, ἐν δὲ τῷ ἅρματι τὰς Βουλγαρικὰς θεὶς τῶν βασιλέων στολὰς καὶ ἄνωθεν τούτων εἰκόνα τῆς θεομήτορος ὡς πολιούχου, προπορεύεσθαι ἑαυτοῦ διετάξατο. ἐν δὲ τῷ λεγομένῳ φόρῳ γενόμενος καὶ ἀποχρώντως εὐφη- μηθεὶς καὶ τῇ θεομήτορι καὶ τῷ ταύτης υἱῷ τὰς ἐπινικίους εὐχαριστίας παρεσχηκώς, τὰ παράσημα τῆς Βουλγαρικῆς βασιλείας ἐπ' ὄψει τῶν πολιτῶν τὸν Βορίσην ἀποδιδύσκει. τὰ δὲ ἦν στέφανος ἐκ χρυσοῦ καὶ τιάρα νενησμένη ἐκ βύσσου καὶ πέδιλα ἐρυθρά. ἐκεῖθεν εἰς τὴν μεγάλην φοιτήσας ἐκκλησίαν καὶ ἐν αὐτῇ τὸν Βουλγαρικὸν στέφανον ἀνάθημα τῷ θεῷ δεδωκώς, ἀναγαγὼν δὲ καὶ τὸν Βορίσην εἰς τὸ τῶν μαγίστρων ἀξίωμα, ἐπορεύθη εἰς τὰ βασίλεια. ὁ δὲ Σφενδοσθλάβος οἴκαδε ὑπο- στρέφων ἐν τῷ διϊέναι τὴν τῶν Πατζινάκων γῆν περιπίπτει ἐνέδραις ἤδη προευτρεπισθείσαις καὶ ὑποδεχομέναις αὐτόν, καὶ ἄρδην αὐτός τε καὶ τὸ συνὸν αὐτῷ ἀπόλλυται πλῆθος, μηνιώντων αὐτῷ τῶν Πατζι- νάκων διὰ τὰς εἰς Ῥωμαίους σπονδάς.

[John1.19] Ὁ δὲ βασιλεὺς χαριστήρια τῶν τροπαίων ἀποδιδοὺς τῷ σωτῆρι Χριστῷ ναὸν ἄνωθεν τῆς ἁψῖδος τῆς Χαλκῆς ἀνῳκοδόμησεν ἐκ καινῆς, μηδενὸς φεισάμενος τῶν εἰς πολυτέλειαν συντεινόντων καὶ κόσμον. ἀφῆκε δὲ καὶ τοῖς ὑποφόροις πᾶσι τὸ λεγόμενον καπνικόν. προσέταξε δὲ ἐν τῷ νομίσματι καὶ τῷ ὀβολῷ εἰκόνα ἐγγράφεσθαι τοῦ σωτῆρος, μὴ πρότερον τούτου γινομένου. ἐγράφοντο δὲ καὶ γράμματα Ῥωμαϊστὶ ἐν θατέρῳ μέρει ὧδέ πῃ διεξιόντα· ‘Ἰησοῦς Χριστὸς βασιλεὺς βασιλέων.’ τοῦτο δὲ καὶ οἱ καθεξῆς ἐτήρησαν βασιλεῖς. Βασιλείου δὲ τοῦ πατριάρ- χου ἐπ' αἰτίαις διαβληθέντος καὶ συνοδικῶς καθαιρεθέντος, προεβλήθη πατριάρχης Ἀντώνιος ὁ Στουδίτης.

[John1.20] Αὐγούστῳ δὲ μηνί, ἰνδικτιῶνος τρίτης, ἐφάνη καὶ κομήτης ὁ λεγόμενος πωγωνίας, καὶ ἐφαίνετο ἕως Ὀκτωβρίου μηνὸς τῆς τετάρ- της ἰνδικτιῶνος. προεμήνυε δ' οὗτος τὸν τοῦ βασιλέως θάνατον καὶ τὰς μελλούσας κατασχεῖν τὴν Ῥωμαίων γῆν ἐκ τῶν ἐμφυλίων πολέμων ἀπαραμυθήτους τύχας.

[John1.21] Τῶν δ' ὑπὸ τοῦ βασιλέως Νικηφόρου προσκτηθεισῶν πόλεων καὶ τῶν ὑποφόρων γενομένων Ῥωμαίοις, ὡς ἔμπροσθεν εἴρηται, ἀρα- μένων πτέρναν καὶ τὴν Ῥωμαϊκὴν ἀποσεισαμένων ἐξουσίαν, ἔξεισι κατ' αὐτῶν ὁ βασιλεὺς καὶ ἄπεισιν ἄχρι Δαμασκοῦ.

[John1.22] Καὶ τὰς μὲν πειθοῖ καὶ λόγῳ, τὰς δὲ πολέμῳ καὶ βίᾳ ἀνακτησά- μενος, καὶ πάντα κατὰ τὸ πρέπον καταστησάμενος, ἀνεζεύγνυε πρὸς τὴν βασιλίδα. γενόμενος δὲ κατὰ τὴν Ἀνάβαρζαν καὶ τὸν Ποδανδὸν καὶ τὰς λοιπὰς παροδεύων χώρας, καὶ βλέπων τὰ ἐν ποσί, κτήσεις τε ὁρῶν πολυτελεῖς καὶ χωρία εὐφυῆ τε καὶ πάμφορα, διεπυνθάνετο τοὺς παρευρημένους, τίνος ἂν καὶ εἶεν αὗται. ὡς δ' ἐμάνθανε παρὰ τῶν ἐρω- τωμένων, ὅτι περ τοῦ παρακοιμωμένου εἰσὶ Βασιλείου πᾶσαι, αὕτη μὲν καὶ αὕτη τῇ Ῥωμαίων προσκτηθεῖσαι ἔναγχος παρὰ Νικηφόρου τοῦ βασιλέως, αὕτη δὲ παρὰ τοῦδε τοῦ δομεστίκου τῶν σχολῶν, καὶ αὕτη παρὰ τοῦ δεῖνος, καὶ αὕτη καὶ αὕτη παρὰ σοῦ, καὶ τῷ Βασιλείῳ δεδώ- ρηνται, οὐδὲν δέ, ὅτι καὶ λόγου ἄξιον εἶδεν ὑπολελειμμένον τῶν προσκτη- θέντων τῷ δημοσίῳ, γενόμενος περιαλγὴς καὶ βύθιον στενάξας· ‘δεινόν, ὦ παρόντες,’ ἔφη, ‘εἰ τὰ δημόσια καταναλίσκονται χρήματα καὶ τὰ Ῥωμαϊκὰ ταλαιπωροῦνται στρατεύματα καὶ οἱ βασιλεῖς ὑπερορίους ἀναδέχονται κόπους, τὰ δὲ ἐκ τῶν τοσούτων προσκτώμενα μόχθων ἑνὸς εὐνούχου γίνονται κτῆμα.’ καὶ ὁ μὲν βασιλεὺς ταῦτα, τῶν τις δὲ παρόντων τῷ Βασιλείῳ τὸν τοῦ βασιλέως λόγον διαπορθμεύσας ἀνη- ρέθισε πρὸς ὀργήν. καὶ ἔκτοτε εὐκαιρίαν ἐζήτει τὸν βασιλέα ἀποσκευ- άσασθαι. θωπείαις οὖν ὑπελθών ποτε καὶ δώροις ἐξαπατήσας τὸν ἐγ- χεῖν εἰωθότα τὸν οἶνον τῷ βασιλεῖ, καὶ δηλητήριον κερασάμενος οὐ

[John1.22.21] τῶν δραστικωτάτων καὶ ταχὺν ἐπιφερόντων τὸν κίνδυνον, ἀλλὰ τῶν σχολαίως καὶ κατὰ μικρὸν ἀναλισκόντων τὴν τοῦ πεπωκότος δύναμιν, κεράννυσι τῷ βασιλεῖ. καὶ πιὼν καὶ κατ' ὀλίγον νοσηλευόμενος καὶ τῆς οἰκείας δυνάμεως ἀποπίπτων, τελευταῖον δὲ καὶ τοὺς ὤμους ἀνθρα- κιάσας, αἵματος πολλοῦ ῥυέντος αὐτῷ διὰ τῶν ὀφθαλμῶν, εἰσελθὼν ἐν τῇ βασιλίδι κατέλυσε τὴν ζωήν, βασιλεύσας ἔτη ἕξ, τοσούτους τε μῆνας καὶ πρός, καὶ διαδόχους καταλιπὼν τῆς ζωῆς Βασίλειον καὶ Κωνσταν- τῖνον τοὺς παῖδας τοῦ Ῥωμανοῦ. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν· λευκὸς μὲν τὴν ὄψιν καὶ εὔχρους, τὴν κόμην φέρων ξανθὴν καὶ ἀραιάν, ἐπὶ μέτωπον. ὀφθαλμοὶ τούτῳ ἀνδρώδεις καὶ χαρωποί, ῥὶς λεπτή τε καὶ σύμμετρος, γένυς ἡ ἄνωθεν πυρσὴ καὶ εἰς πλαίσιον καθειμένη παρὰ τὸ μέτριον, ἡ δὲ κάτωθεν μεμετρημένη, ὡς τὸ εἰκός, καὶ μήτι ἐνδεῶς ἔχουσα. τὴν δὲ ἡλικίαν βραχύς τις ἦν, εἰ καὶ στέρνον εὐρὺ καὶ μετάφρενον εἶχε. γιγαντώδης δὲ τούτῳ ἐνῆν ἰσχύς, καὶ ταῖς χερσὶν εὐαγωγία καὶ ἀλκή τις ἀκαταγώνιστος· ἡρωϊκὴ γὰρ αὐτῷ ψυχὴ ἀνε- κέκρατο, ἀδεής τε καὶ ἀκατάπληκτος, ἐν οὕτω βραχεῖ σώματι ἀποδεδειγμένη τόλμαν ὑπερφυῆ. ἐς ὅλην γὰρ φάλαγγα οὐκ ἀπεδειλία μόνος ὁρμᾶν, πλείστους τε κατακαίνων ἀπτέρῳ τάχει πρὸς τοὺς οἰκείους διανέκαμπτεν, ἐν ἅλμασι δὲ καὶ σφαιρισμοῖς καὶ ἀκοντισμοῖς καὶ τόξων ἐντάσει καὶ βολαῖς πάντων κατευμεγέθει τῶν τότε. ἵππους τε τέσσαρας κέλητας ἱστὰς στοιχηδὸν ἐκ τοῦ θατέρου μέρους καθαλλόμενος ἐπὶ τὸν πύματον ὥς τις πτηνὸς ἐφίζανε. βέλος τε ἀφιεὶς διὰ δακτυλίου ὀπῆς τοῦ σκοποῦ κατε- στοχάζετο σφαῖράν τε ἐκ σκύτους κατειργασμένην ἐν πυθμένι ὑελλίνου σκύφους τιθείς, τὸν ἵππον μύωπι κεντρίζων θαμὰ καὶ τὸν δρόμον ἐπιταχύνων, ῥάβδῳ παίων τὴν σφαῖραν αὐτὴν μὲν ἀναθρῴσκειν καὶ πέτεσθαι κατειργάζετο, τὸ δὲ σκύφος ἐπὶ χώρας ἔμενεν ἀμετακίνητον. μεγαλόδωρός τε ἦν καὶ φιλοδωρότατος, καὶ οὐδεὶς αὐτὸν αἰτη- σάμενος ἀπῆλθε κενός, εἰ μὴ Βασίλειος ὁ παρακοιμώμενος ἐπεῖχεν αὐτόν. ἐλάττωμα δὲ τούτῳ προσῆν, ὅτι τε περὶ πότους ἔστιν ὅτε παρὰ τὸ προσῆκον ἐκώμαζε καὶ περὶ τὰς τοῦ σώματος ἡδονὰς διεπτόητο. ἦν δὲ ὅτε ἐβασίλευσεν ἐτῶν τεσσαράκοντα καὶ πέντε, θνῄσκει δὲ ζήσας τὰ πάντα ἔτη πεντήκοντα πρὸς τῷ ἑνί. Ὁ Σεβαστείας κατὰ τὴν ἑνδεκάτην (ιαʹ A) τοῦ Ἰαννουαρίου μηνὸς βασιλεῦσαί φησι τὸν Βασίλειον. ᾧ μᾶλλον πιστευτέον.

[Bas2+Const8.t] ΒΑΣΙΛΕΙΟΣ ΚΑΙ ΚΩΝΣΤΑΝΤΙΝΟΣ

[Bas2+Const8.1] Τὸ μὲν οὖν Ἰωάννου τέλος τὸν εἰρημένον συνηνέχθη τρόπον, τὸ δὲ τῆς βασιλείας κράτος εἰς Βασίλειον μετήχθη καὶ Κωνσταντῖνον τοὺς υἱοὺς Ῥωμανοῦ, κατὰ τὸ ἑξακισχιλιοστὸν τετρακοσιοστὸν ὀγδοηκοστὸν τέταρτον ἔτος, ἰνδικτιῶνος τετάρτης, μηνὸς Δεκεμβρίου. ὧν ὁ μὲν Βασί- λειος τὸν εἰκοστὸν ἤνυε τῆς ἡλικίας χρόνον, ἔτεσι δὲ τρισὶ τούτου νεώ- τερος ἦν ὁ Κωνσταντῖνος. σχῆμα μὲν οὖν καὶ ὄνομα μόνον τοῖς βασι- λεῦσι περιετέθειτο, ἡ δὲ μεταχείρισις τῶν πραγμάτων παρὰ τοῦ προέ- δρου ἐνηργεῖτο Βασιλείου διὰ τὸ νεάζον τῆς ἡλικίας τῶν βασιλέων καὶ ἁπαλὸν καὶ μήπω βεβηκὸς τοῦ φρονήματος. ὃς ἅμα τε περιῆλθεν εἰς τοὺς παῖδας τοῦ Ῥωμανοῦ τὸ κράτος, καὶ ἅμα ταχυδρόμους ἐκπέμ- ψας ἄγει τὴν αὐτῶν μητέρα ἀπὸ τῆς ὑπερορίας εἰς τὰ βασίλεια. δεδιὼς δὲ καὶ τὰς κατὰ τῆς βασιλείας ἐπαναστάσεις, καὶ μᾶλλον τῶν ἄλλων Βάρδαν μάγιστρον τὸν Σκληρόν, ἀεὶ τῇ βασιλείᾳ ἐφεδρεύοντα καὶ διὰ παντὸς τὴν ἀποστασίαν ὠδίνοντα (ἑάλω γὰρ καὶ ἐπὶ τοῦ βασιλέως Ἰωάννου ἐπιβουλεύων, καὶ καταδικασθεὶς ἐξορυχθῆναι τοὺς ὀφθαλμοὺς ἐξ- ερρύσθη παρ' αὐτοῦ τῆς ποινῆς), τοῦτον μάλιστα δεδοικὼς πᾶσαν τηνικαῦτα τὴν Ῥωμαϊκὴν δύναμιν ἐγκεχειρισμένον καὶ ὅπῃ καὶ βού- λοιτο ῥᾳδίως ἄγοντα καὶ μετακυβεύοντα (ἦν γὰρ στρατηλάτης προ- βεβλημένος πάσης ἀνατολῆς), συμφέρον εἶναι τῇ βασιλείᾳ καὶ ἀσφαλὲς ἐνόμισε τὸ πολὺ τῆς δυνάμεως ἀκρωτηριάσαι καὶ ἀσθενέστερον αὐτὸν ἀποφήνασθαι πρὸς τὴν ὑποπτευομένην ἀποστασίαν. καὶ οὖν καὶ παρα- λύει τοῦτον τῆς τοῦ στρατηλάτου ἀρχῆς, δοῦκα δὲ ἀποδείκνυσι τῶν ἐν Μεσοποταμίᾳ ταγμάτων, ἐπαγρυπνεῖν κελεύσας καὶ φυλάττειν τὰς ἐκδρομὰς τῶν Σαρακηνῶν. τὸ δ' αὐτὸ τοῦτο καὶ εἰς Μιχαὴλ τὸν Βούρτ- ζην ὕποπτον ὄντα ἐμηχανήσατο, διαστῆσαι τοῦτον τῆς τοῦ Σκληροῦ ἑταιρείας σπουδάσας (συνῆν γὰρ καὶ οὗτος αὐτῷ τάγματός τινος κατάρχων στρατιωτικοῦ). ὅνπερ τῷ τῶν μαγίστρων τιμήσας ἀξιώματι δοῦκα τῆς παρὰ τῷ Ὀρόντῃ Ἀντιοχείας προβάλλεται. ἔφορον δὲ καὶ ἐπιστάτην τῶν ἑῴων ἀποδείκνυσι πάντων ταγμάτων τὸν πατρίκιον Πέτρον τὸν τοῦ Φωκᾶ δοῦλον, στρατοπεδάρχην αὐτὸν ὀνομάσας, τομίαν μὲν ἄνθρωπον, δραστήριον δὲ ἄλλως καὶ τὰ πολεμικὰ ἐμπειρό- τατον. τοῦτο τὸν Σκληρὸν σφόδρα ἐλύπησεν, ὡς μηδὲ παρ' ἑαυτῷ δυνηθῆναι συγκαλύψαι τὴν ἀνίαν μεγαλοψύχως, ἀλλ' ἐπεγκαλέσαι καὶ προσονειδίσαι, εἰ ἀντὶ τῶν ὑπ' αὐτοῦ γενομένων ἀνδραγαθημάτων τε καὶ τροπαίων τοιαύτας ἀντιλαμβάνει τὰς ἀμοιβάς, ἐπὶ τὸ χεῖρον προκόπτων, κἂν ὀλίγον ἢ οὐδὲν τῷ παρακοιμωμένῳ ἐμέλησεν, ἀγα- πᾶν εἰπόντι τοῖς δεδομένοις, καὶ μὴ ἐπέκεινα πολυπραγμονεῖν, εἰ μή που μέλλει ἀντὶ ἄρχοντος οἰκουρὸς ἔσεσθαι τῆς ἰδίας οἰκίας.

[Bas2+Const8.2] Τούτων δὲ οὕτως οἰκονομηθέντων τῷ παρακοιμωμένῳ ἀπάρας ὁ Βάρδας τῆς βασιλίδος σὺν τάχει πολλῷ τὴν ἐγχειρισθεῖσαν αὐτῷ καταλαμβάνει ἀρχήν. ἐν δὲ ταῖς προηγησαμέναις στρατηγίαις ἐμβριθὴς πολλάκις φανεὶς καὶ δραστήριος, καὶ ὑπὸ παντός, ὡς ἔπος εἰπεῖν, τοῦ στρατοῦ φιληθείς, καὶ πρὸς πολλούς, οὓς ἐθάρρει τὸ τῆς μελέτης παραγυ- μνώσας μυστήριον, καὶ μᾶλλον τῷ τάγματι τῶν στρατηλατῶν, ἄρτι δὲ καιρὸν οἰηθεὶς ἐπιτήδειον εἰς τὸ ἀνακαλύψαι τὸ σπουδαζόμενον, μετὰ τῶν ἐπιτηδείων σκεψάμενος, ἣν ἐκ μακρῶν ὤδινεν ἀποτίκτει ἀποστασίαν, καὶ κατὰ τῶν βασιλέων καὶ τῶν ὁμοφύλων αἴρει τὰ ὅπλα. εὐθὺς οὖν Ἄνθην τινὰ τοὔνομα, Ἀλυάτην τὴν προσηγορίαν, τὰ μάλιστα ὄντα αὐτῷ τῶν δραστικωτάτων ὑπηρετῶν, ἐς τὴν βασιλίδα ἐκπέμπει, ὅπως, εἰ δύναιτο, Ῥωμανὸν τὸν ἑαυτοῦ κλέψας υἱόν (ἔτυχε γὰρ ἐνδημῶν τῇ βασιλευούσῃ) πρὸς αὐτὸν ἀφίκηται. ὁ δὲ γενόμενος ἐν τῇ πόλει καὶ πάντα τρόπον λαθεῖν ἐπειγόμενος φήμας οὐ καλὰς κατὰ τοῦ Σκληροῦ ἐνέσπειρε, δι' ὧν λαθεῖν τε ἐδυνήθη ἀνύποπτος φανεὶς καὶ τὸν Ῥωμανὸν ἀποκλέψας πρὸς τὸν Σκληρὸν ἀγαγεῖν. ὁ Βάρδας δὲ τὸ βουλευθὲν εἰς τοὐμφανὲς ἤδη ἐκρήξας διάδημά τε περιβάλλεται καὶ τὰ λοιπὰ τῆς βασιλείας ἀναλαμβάνει παράσημα καὶ ὑπὸ παντὸς τοῦ συνόντος στρατοῦ Ῥωμαίων ἀναγορεύεται βασιλεύς, τῶν Ἀρμενίων καταρξάντων τῆς εὐφημίας. ἐπεὶ δὲ τῷ τοιοῦτον ἀναρρίψαντι κύβον χρημάτων δεῖν πολλῶν ἠπίστατο, ὧν ἄνευ οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων, καθά πού φησιν ὁ ῥήτωρ, πρὸς συλλογὴν τούτων παραχρῆμα ἐτρέπετο, τούς τε τῶν δημοσίων πράκτορας φόρων κατέχων καὶ τὰ κοινὰ εἰσπραττόμενος χρήματα, καὶ τοὺς ἄλλως ὑπόνοιαν παρέχοντας πλούτου συλλαμβάνων καὶ τιμωρῶν, ἐνίων δὲ καὶ αὐθαιρέτως προσαγόντων τὸν ἑαυτῶν βίον ἐλπίδι τοῦ ἀπολήψεσθαι μείζονα. καὶ οὕτως ἐν οὐ μακρῷ τῷ χρόνῳ πλῆθος χρημάτων συνάγει πολύ. φρούριόν τε κατασχὼν ἐρυμνὸν τὸ λεγόμενον Χάρπετε, ἐν Μεσοποταμίᾳ κείμενον, καὶ παντοίως ἀσφαλισά- μενος καὶ φυλακὴν ἐπιστήσας τὴν ἐξαρκοῦσαν, ἐν τούτῳ τά τε συναγό- μενα ἀπετίθει χρήματα, καὶ ὁρμητήριον ἐξ ἀποτυχίας καὶ λιμένα σωτηρίας

[Bas2+Const8.2.31] ἔχειν ἐταμιεύετο. καὶ τοὺς προσγειτονοῦντας Σαρακηνούς, τόν τε τῆς Ἀμίδης ἀμηρᾶν Ἀποτούλφ, ἥτις Ἔμετ καλεῖται, καὶ τὸν τῆς Μαρτυρου- πόλεως Ἀποτάγλε, ἥντινα Μιεφερκεὶμ ὀνομάζουσι, πίστεις δοὺς καὶ λαβών, καὶ μετ' αὐτῶν κηδεύσας καὶ διὰ τοῦ κήδους τὰ τῆς φιλίας ἀσφαλισάμενος, χρήματά τε λαμβάνει πολλὰ καὶ συμμαχικὸν Ἄραβας ἱππότας τριακοσίους. τῆς φήμης δὲ πανταχοῦ διαδραμούσης, συνέρρεον πρὸς αὐτὸν ὁπόσοι νεωτέροις χαίρουσι πράγμασιν. ἤδη δὲ τοῦ θέρους ἐπιγενομένου ἄρας παντὶ τῷ στρατῷ ἠπείγετο πρὸς τὴν βασιλεύουσαν, μεστὸς ἐλπίδων καὶ μονονοὺ τοῖς βασιλείοις καθῆσθαι δοκῶν. καὶ γὰρ δὴ καὶ ἐθράσυνεν αὐτὸν καὶ τολμηρότερον ἐτίθει πρὸς τὸ ἐγχείρημα μοναχοῦ τινος ἀρετῆς ἀντιποιουμένου ὄψις νυκτερινή. ἐδόκει γὰρ οὗτος ἰδεῖν ἄνδρας πυρίνους, οἵτινες τὸν Βάρδαν λαβόντες ἄγουσιν εἴς τινα ὑψηλοτά- την περιωπήν. ἐντυχεῖν δ' ἐν αὐτῇ γυναικὶ ἀνθρωπίνης ὄψεως στερροτέρᾳ, καὶ τὴν μάστιγα αὐτῷ ἐπιδοῦναι βασιλικήν. ταύτην τὴν μάστιγα ὁ μὲν Βάρδας σύμβολον ἐλογίζετο τῆς βασιλείας, ἦν δὲ ἄρα ἡ πρὸς Ῥωμαίους ὀργὴ τοῦ θεοῦ.

[Bas2+Const8.3] Ἄρτι δὲ τῆς φήμης καὶ τὴν βασιλίδα καταλαβούσης, οἱ βασιλεῖς τε ἐν ἀγωνίᾳ καθίσταντο, καὶ ἀθυμία κατεῖχε τὸ νουνεχὲς τοῦ πολιτεύ- ματος καὶ ἀκέραιον, μόνους δὲ ηὔφραινε τοὺς ὅσοι ταῖς ἐναλλαγαῖς ἥδονται τῶν πραγμάτων καὶ χαίρουσι ταῖς λεηλασίαις. ταχύ τε οὖν γράμματα πρὸς τὸν στρατοπεδάρχην ἐγένοντο Πέτρον, καὶ ταχὺ τὸ ὑγιαῖνον τοῦ στρατοῦ μέρος ἠθροίζετο εἰς Καισάρειαν. ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ὁ σύγκελλος Στέφανος καὶ τῆς Νικομηδείας πρόεδρος, ἀνὴρ ἐλλόγιμος καὶ ἐπὶ σοφίᾳ καὶ ἀρετῇ διαβόητος καὶ πειθοῖ μαλάξαι ἱκανὸς γνώμην σκληρὰν καὶ ἀτίθασσον, πρέσβυς ἐς τὸν Σκληρὸν ἀποστέλλεται, εἴ πως δυνηθῇ πεῖσαι τοῦτον ἀποθέσθαι τὰ ὅπλα. ἀλλ' οὗτος πρὸς ἓν ἔχων τὴν διάνοιαν τεταμένην, τὴν τῆς βασιλείας ὄρεξιν, ἐλθόντα πρὸς αὐτὸν καὶ πολλὰ εἰπόντα ἐπαγωγὰ καὶ θελκτήρια λόγων μὲν πολλῶν οὐκ ἠξίωσεν, ἀνατείνας δὲ τὸν δεξιὸν πόδα καὶ τὸ κοκκοβαφὲς δείξας πέδιλον· ‘ἀδύνατον, ὦ ἄνθρωπε,’ ἔφη, ‘τὸν τοῦτο ἅπαξ περιβαλλό- μενον ἐπ' ὄψει πολλῶν ῥᾳδίως ἀποβαλεῖν. φράσον τοίνυν τοῖς ἀποστείλα- σιν, ὡς ἢ ἑκοντί με παραδέξονται βασιλέα, ἢ καὶ μὴ βουλομένων πειράσο- μαι λαβεῖν τὴν ἀρχήν.’ ταῦτα εἰπὼν καὶ προθεσμίαν ἡμέρας τεσσαρά- κοντα δεδωκὼς ἀπαλλάττεσθαι κελεύει. ἐπαναδραμόντος δὲ τοῦ συγ- κέλλου καὶ τὴν ἀπόκρισιν ἀποκομίσαντος τοῦ Σκληροῦ τοῖς βασιλεῦσι καὶ τῷ τὴν βασιλείαν ἰθύνοντι Βασιλείῳ, γράμματα ἐφοίτων πρὸς τὸν στρατοπεδάρχην ἐμφυλίου μὲν μὴ κατάρχειν πολέμου, τὰς δὲ παρόδους τηρεῖν ἀσφαλῶς, καὶ ἤν τις ἐπίῃ πολεμήσων, ἀμύνεσθαι. ὁ δὲ Σκληρὸς ἀπιὼν πρὸς Καισάρειαν προδρόμους ἀπέστειλε καὶ κατόπτας, ἐφ' ᾧ κατασκοπεῖν, καὶ ὅπῃπέρ εἰσιν οἱ ἐναντίοι μηνύειν, καὶ προομαλίζειν αὐτῷ τὴν ὁδόν. ἔξαρχος δὲ τῶν πεμφθέντων προκέκριτο Ἄνθης ὁ Ἀλυάτης. οἵτινες καταντήσαντες ἔν τινι στενοχωρίᾳ (Κούκου λίθον τὸν τόπον ὀνομάζουσι) καὶ μέρει τῆς βασιλικῆς στρατιᾶς ἐντυχόντες ἄρχοντα ἐχούσης Εὐστάθιον μάγιστρον τὸν Μαλεῗνον, ἀπεπειρῶντο τοῦ συναντή- ματος καὶ ἀκροβολισμοὺς ἐποιοῦντο. ἐπί τινα δὲ καιρὸν ἀκροβολιζο- μένων ἀλλήλοις τῶν στρατευμάτων, καὶ μηδενὸς νῶτα διδόντος, ὁ Ἀλυάτης μὴ περισχὼν ἑαυτόν, περικαρδίῳ δὲ ζέσει ληφθείς, μυωπίσας τὸν ἵππον σὺν ἀλογίστῳ ῥύμῃ τοῖς ἐναντίοις προσρήγνυται. μηδὲν δέ, ὅ τι καὶ λόγου διαπραξάμενος ἄξιον, πίπτει καιρίαν τυπείς. καὶ τὸ ἀμφ' αὐτὸν ἅπαν εἰς τὰς ἔγγιστα νάπας καὶ λόχμας διεσκεδάσθη. διεμηνύθη δὲ τότε καὶ ὁ τοῦ Βάρδα ἑταιρειάρχης ὡς μέλλων αὐτομολεῖν τῷ τοῦ βασιλέως στρατῷ. ὃν παραστησάμενος ὁ Σκληρὸς καὶ προσονειδίσας, καὶ μηδὲν πλέον φανερῶς εἰς αὐτὸν δεδρακώς, ἀπέλυσε, λάθρᾳ δὲ τοῖς μισθοφόροις Σαρακηνοῖς μηνύσας ἀνεῖλεν. οὗτοι γὰρ διϊόντα τὸν ἄνδρα μεσούσης ἡμέρας περιχυθέντες ταῖς μαχαίραις κατέκοψαν.

[Bas2+Const8.4] Οἱ δὲ τῶν βασιλικῶν κατάρχοντες στρατευμάτων τὴν τοῦ Σκλη- ροῦ ὅσον οὐδέπω ἐπέλευσιν προσδοκῶντες, τὰ καίρια τῆς ὁδοῦ κρίνουσι προκαταλαβεῖν, καὶ ἄραντες παντὶ τῷ στρατεύματι στρατοπεδεύουσιν ἀπεναντίας ἐκείνῳ, προκαταλαβόντες, ἃς ἔμελλε διοδεύειν ὁδούς. ὅπερ μαθὼν ὁ Σκληρὸς νωθρὸς ἦν καὶ ὤκνει τὴν εἰς τὸ πρόσω πορείαν, μελλήσει δὲ τρίβων τὸν χρόνον ἐκαραδόκει τὸ μέλλον. ἀνερεθίζει δὲ τοῦτον καὶ προθυμότερον ἀποδείκνυσιν αὐτόμολός τις ἐλθὼν στρατηγός, Σαχάκιος τοὔνομα, Βραχάμιος τὴν προσηγορίαν. παρηγγύησε γὰρ ἐλθὼν μὴ τηνάλλως τρίβειν τὸν χρόνον· καταφρόνησιν γὰρ ἔλεγεν ἐμποιεῖν τὴν τριβήν. δόξας δὲ λέγειν εὔκαιρα ἡγεμὼν καὶ ὁδηγὸς ἀποδείκνυται τῆς ὁδοῦ. καὶ ὁ μὲν ἡγεῖτο, οὗτος δὲ εἵπετο. καὶ διὰ τριῶν ἡμερῶν καταλαμ- βάνει τὴν Λάπαραν. τόπος δὲ οὗτος μέρος τῆς Καππαδοκίας, τὸ νῦν λεγόμενον Λικανδόν, διὰ τὸ λιπαρὸν καὶ πάμφορον οὕτω κατονομασθείς. τοῦτο μαθὼν ὁ στρατοπεδάρχης, νυκτοπορίᾳ χρησάμενος δέει τοῦ μὴ ἀντιπαρελθεῖν τὸν Σκληρόν, ἀντιστρατοπεδεύει τοῖς ἐναντίοις. καὶ μέχρι μέν τινος ἀνεδύοντο καὶ παρεῖλκον τὴν εἰς τοὐμφανὲς συμπλοκήν, καὶ κλέψαι τὴν νίκην διηγωνίζοντο. κατεστρατήγησε δὲ τοὺς ἐναντίους ὁ Βάρδας, δεῖπνα πολλὰ παρασκευασάμενος, ὡς τάχα τὸν οἰκεῖον ἑστιάσων στρατόν, καὶ οὕτω τοὺς πολεμίους ἐξαπατήσας. ὑπολαβόντες γὰρ κατ' ἐκείνην τὴν ἡμέραν μὴ κατάρξασθαι μάχης αὐτόν, καὶ αὐτοὶ πρὸς εὐωχίαν ἐτράποντο. ὁ δὲ Σκληρὸς ὡς ἔγνω τοῦτο (εἶχε γὰρ καὶ πρὸς πόλεμον παρεσκευασμένα τὰ στρατεύματα), αἰφνίδιον τῇ σάλπιγγι σημήνας τὸ ἐνυάλιον ἐμπίπτει τοῖς πολεμίοις ἀριστοποιουμένοις. οἱ δέ, ὡς ἔτυχεν ἕκαστος, τὸ παρατυχὸν ἀναλαμβάνοντες ὅπλον τοὺς προσιόντας ἐδέχοντο, μὴ τῷ αἰφνιδίῳ καταπλαγέντες. καὶ ἐπὶ χρόνον μέν τινα εὐρώστως ἠμύνοντο. εἶτα ὑπερκερώσεις ποιησάμενος ὁ Βάρδας καὶ ἔνδον συναπολαμβάνειν ἤδη τοὺς πολεμίους φοβῶν, ἐπαφεὶς δὲ καὶ κατὰ νῶτα τοὺς μισθοφόρους, τρέπει τε εἰς φυγὴν καὶ πολὺν ἐργάζεται φόνον, τοῦ δουκὸς Ἀντιοχείας τοῦ Βούρτζη πρῶτον ἐγκλίναντος, εἴτε διὰ δειλίαν εἴτε διὰ κακουργίαν. ἐλέγετο γὰρ ἀμφότερα. κατέσχε δὲ καὶ τὸ στρατόπεδον ἅπαν σὺν τῇ ἀποσκευῇ, καὶ πλοῦτον ἐντεῦθεν περιεβάλετο ἄπειρον. ἐκεῖθεν αὖθις ἐπὶ τὸ λεγόμενον ἔρχεται Τζαμανδόν. πόλις δὲ ἡ Τζαμανδὸς ἐν ἀποκρήμνῳ πέτρᾳ κειμένη, πολυάνθρωπος καὶ πλούτῳ περιβριθής. ἥντινα παρ' ἑκόντων λαβὼν τῶν ἐγχωρίων πλοῦτον συνέλεξεν οὐκ ὀλίγον. αὕτη ἡ νίκη πολλοὺς τῶν τῷ βασιλεῖ προσκειμένων κατέσεισε καὶ αὐτομολῆσαι πρὸς τὸν Σκληρὸν ἠνάγκασεν. ὅ τε γὰρ Βούρτζης πρῶτος αὐτομολεῖ τῷ Σκληρῷ καὶ ὁ πατρίκιος Ἀνδρόνικος καὶ δοὺξ ὁ Λυδὸς σὺν τοῖς υἱέσι. καὶ Ἀτταλεῖς δεσμὰ περιθέντες τῷ ναυάρχῳ τοῦ βασιλέως τῷ Κουρτικίῳ Μιχαὴλ προσχωροῦσι μετὰ παντὸς τοῦ στόλου, στρατηγεῖν παρὰ τοῦ Σκληροῦ πεμφθέντι τῶν Κιβυρραιωτῶν.

[Bas2+Const8.5] Ὧν ἀγγελθέντων τῷ βασιλεῖ καὶ τῷ παρακοιμωμένῳ, βουλῆς προτεθείσης ἔδοξε τῶν τῷ βασιλεῖ ᾠκειωμένων τινὰ ἰσοτύραννον εἰλη- φότα ἀρχὴν καὶ ἀνεύθυνον, καὶ ἐξουσίαν ἔχοντα τιμαῖς τε προβιβάζειν καὶ δώροις καταπλουτίζειν τοὺς προσχωροῦντας, χωρῆσαι κατὰ τοῦ τυράννου. ἤρεσεν ἡ γνώμη, καὶ πέμπεται Λέων ὁ τοῦ βασιλέως πρωτο- βεστιάριος, σύμβουλον εἰληφὼς καὶ Ἰωάννην τινὰ πατρίκιον, ἄνδρα ἐπίσημον καὶ ἐπὶ λόγων ἕξει βεβοημένον, ἐξουσίαν ἐκ βασιλέως δεξά-

[Bas2+Const8.5.8] μενος πάντα ἀδιστάκτως ποιεῖν, ὅσα ἔξεστι βασιλεῖ. ἐξελθὼν οὖν καὶ κατὰ τὸ τῆς Φρυγίας γενόμενος Κοτυάειον καὶ τῷ στρατοπεδάρχῃ ἑνω- θεὶς Πέτρῳ ἐκεῖσε τὴν παρεμβολὴν ἐπήξατο, κατεσκηνωμένου τοῦ Βάρδα τυγχάνοντος ἐν τῷ Διποτάμῳ. χωρίον δὲ βασιλικὸν τὸ Διπόταμον, ὃ Μεσάνακτα κατονομάζουσιν οἱ ἐγχώριοι. λάθρᾳ οὖν ὑποσχέσεσι δωρεῶν καὶ τιμῶν προβιβασμοῖς ἐπειρᾶτο διασύρειν τοὺς ἀποστάτας καὶ πρὸς ἑαυτὸν ἐπισπᾶσθαι καὶ εὔνους τιθέναι τῷ βασιλεῖ, ἐλάνθανε δὲ μᾶλλον ἐπιρρωννὺς τὸ ἀντίπαλον, ἀσθενείας σημεῖον λογιζόμενον τὴν παράκλη- σιν. ὅθεν καὶ ἀπογνοὺς ἄρας ἐκ Κοτυαείου καὶ τὸν Σκληρὸν νυκτὸς παρελάσας ἐχώρει πρὸς τὴν ἀνατολήν. τοῦτο τὸ ἔργον λίαν τοὺς περὶ τὸν Σκληρὸν ἐδειμάτωσε, δεδιότας οὐ περὶ χρημάτων καὶ κτημάτων μόνον, ἀλλὰ καὶ περὶ τῶν τιμιωτάτων αὐτῶν. πολλοὶ οὖν ἐξομνύμενοι τὴν ἀποστασίαν τῷ πρωτοβεστιαρίῳ προσέρρεον, ὡς κινδυνεύειν κονιορτοῦ δίκην διαλυθῆναι τὸ ἀποστατικόν. ὅπερ ἵνα μὴ γένηται φοβηθεὶς ὁ Σκληρὸς τὸν μάγιστρον Μιχαὴλ τὸν Βούρτζην ἄρτι, ὡς εἴπομεν, προσκεχωρηκότα αὐτῷ, καὶ Ῥωμανὸν πατρίκιον τὸν Ταρωνίτην μετ' εὐζώνου ἐκπέμπει στρατιᾶς, ἐμποδὼν ἵστασθαι τῷ πρωτοβεστιαρίῳ κελεύσας, ἐπιτιθεμένοις ἐξ ἐφόδου καὶ τὰς ἐκδρομὰς κωλύειν ὡς δύναμις, συμπλοκῆς δὲ καθολικῆς κατὰ τὸ ἐγχωροῦν φείδεσθαι. πλησιάσαντες δὲ τῷ βασιλικῷ στρατεύματι οἱ περὶ τὸν Βούρτζην ἠναγκάσθησαν καὶ ἄκοντες πολεμῆσαι παρὰ τὴν τοῦ Σκληροῦ παραγγελίαν, ἀπὸ τοιαύτης αἰτίας. Σαρακηνοὶ ἐκ τῆς πρὸς ἕω Βερροίας τὰ ἐτήσια τέλη Ῥωμαίοις κομίζοντες ἠγγέλλοντο πρὸς τὴν βασιλίδα ἀπιέναι, καὶ ὡς μέλλουσι κατά τινα ῥητὴν ἡμέραν διὰ μέσων ἰέναι τῶν στρατευμάτων. καὶ ἐπειδὴ παρῆν ἡ κυρία, καὶ ἔμελλον κατὰ τὸ λεγόμενον Ὀξύλιθον φρούριον οἱ Σαρακηνοὶ διαβαίνειν, καθοπλίσαντες οἱ περὶ τὸν Βούρτζην τοὺς ἀμφ' αὐτούς, τὸ δ' αὐτὸ τοῦτο καὶ οἱ τοῦ πρωτοβεστιαρίου πεποιηκότες, μάλα ὁρμητικῶς πρὸς τὴν μάχην ἐχώρουν. προὔκειτο γὰρ ἑκατέροις ὥσπερ τις ἆθλος ὁ παρὰ τῶν Σαρακηνῶν κομιζόμενος χρυσός. καὶ ἐπείπερ ἤγγισαν, συμπεσόντες ἐμάχοντο. τρέπεται γοῦν ὁ Βούρτζης, καὶ πολλοὶ τῶν σὺν αὐτῷ ἀπώλοντο, καὶ μᾶλλον τῶν Ἀρμενίων. πάντας γὰρ τοὺς ἁλόντας Ἀρμενίους ἀπέσφαττον οἱ Ῥωμαῖοι, μὴ λαμβάνοντες οἶκτον διὰ τὸ πρώτους προσχωρῆσαι τῷ ἀποστάτῃ.

[Bas2+Const8.6] Ἀγγελθείσης δὲ τῆς ἥττης ὁ Βάρδας καιρὸν ἀναβολῆς μὴ δεδωκώς, ἀγείρας τοὺς ἀμφ' αὐτὸν ὑπήντα διὰ ταχέων, καὶ κατά τινα τόπον Ῥαγέας ὀνομαζόμενον γενόμενος στρατοπεδεύεται, ἐπιτήδειον μάχης καιρὸν ἐκζητῶν. χρονοτριβούντων δὲ τῶν βασιλικῶν στρατευμάτων ὁ τῆς μάχης καιρὸς παρετείνετο, καὶ πολλοὶ τῶν ἀποστατῶν τῇ προηγησα- μένῃ ἥττῃ σεσαλευμένοι τῷ πρωτοβεστιαρίῳ προσέτρεχον. ὅσον μὲν οὖν σφριγῶν ἦν ἐν τῇ στρατιᾷ τοῦ βασιλέως καὶ ἀπειροπόλεμον, τῇ ἐξ ὑπογύου γαυρούμενον νίκῃ ὤργα πρὸς συμπλοκήν, οἱ γηραιότεροι δὲ καὶ κατηθλημένοι τοῖς ἀγῶσιν ὤκνουν καὶ ἀνεδύοντο τὴν μάχην. ἀλλ' ἐπεὶ κατὰ τὸν εἰπόντα· ‘ταχεῖα πειθὼ τὸν κακὸν ἀκολουθεῖ,’ πείθεται τοῖς νεωτέροις καὶ ὁ πρωτοβεστιάριος, καὶ τὸ ἐνυάλιον σημήνας ἐξάγει τὰ στρατεύματα πρὸς τὴν μάχην. καὶ ὁ Βάρδας δὲ τριχῇ διελὼν τὸν οἰκεῖον στρατόν, τὸ μὲν μέσον εἶχεν αὐτός, τοῦ δεξιοῦ δὲ κέρως Κωνσταντῖνον τὸν ἀδελφόν, τοῦ δ' εὐωνύμου Κωνσταντῖνον τὸν Γαυρᾶν ἄρχειν ἐπέστησε. συμβολῆς δὲ γενομένης καὶ τῶν περὶ τὰ κέρατα στρατηγῶν τὴν ἵππον ἐπισεισάντων τοῖς ἐναντίοις, μὴ ἐνεγκόντες τὴν ῥύμην οἱ περὶ τὸν πρωτο- βεστιάριον τρέπονται, καὶ γίνεται φόνος πολύς. ἐνταῦθα καὶ Ἰωάννης ἔπεσεν ὁ πατρίκιος καὶ ὁ στρατοπεδάρχης Πέτρος καὶ ἄλλοι πολλοὶ τῶν διαφανῶν. ἑάλω καὶ ὁ πρωτοβεστιάριος μεθ' ἑτέρων ἀνδρῶν ἀρχικῶν. τὸν μὲν οὖν πρωτοβεστιάριον φρουρεῖσθαι προσέταξε, Θεοδώρου δὲ καὶ Νικήτα τῶν αὐταδέλφων τῶν Ἁγιοζαχαριτῶν ἐπ' ὄψει παντὸς τοῦ στρατεύματος ἐξορύττει τοὺς ὀφθαλμούς, ὡς παραβάντων τάχα τοὺς ὅρκους, οὓς πρὸς αὐτὸν ἔθεντο, καὶ τῷ πρωτοβεστιαρίῳ προσχωρησάν- των.

[Bas2+Const8.7] Ἐκ ταύτης τῆς νίκης τὰ μὲν τοῦ Βάρδα ὑψοῦτο καὶ ἐπὶ μέγα ᾔρετο, πάντων, ὡς εἰπεῖν, μικρῶν καὶ μεγάλων προσρυϊσκομένων αὐτῷ, τὰ δὲ τοῦ βασιλέως ἐπὶ μιᾶς ἐσάλευεν, ἱερᾶς μέντοι ἀγκύρας, τῆς τοῦ θεοῦ βοηθείας. ὁ δὲ παρακοιμώμενος ἐφρόντιζε μὲν καὶ τῶν κατὰ χέρσον, πλέον δ' ἐμερίμνα τῶν κατὰ θάλατταν. ἐλύπει γὰρ αὐτὸν ὁ τοῦ ἐναντίου κατάρχων στόλου. Μιχαὴλ γὰρ ὁ Κουρτίκιος, πᾶσαν μὲν νῆσον πεπορθη- κώς, ἤδη δ' ἐπίδοξος ὢν καὶ τὴν ἐν Ἑλλησπόντῳ πολιορκεῖν Ἄβυδον. οὐκοῦν καὶ στόλον ἐξαρτυσάμενος μάλα καλῶς, ἐκπέμπει κατὰ τοῦ Κουρτι- κίου, ναύαρχον ἔχοντα Θεόδωρον πατρίκιον τὸν Καραντηνόν. οὗτος δ' ἐκπλεύσας καὶ τὰ στενὰ διαβὰς τοῦ Ἑλλησπόντου κατὰ Φώκαιαν τῷ Κουρτικίῳ προσρήγνυται, καὶ γενομένης καρτερᾶς ναυμαχίας οἱ περὶ τὸν Κουρτίκιον τρέπονται καὶ σκεδάννυνται, καὶ λοιπὸν θαλασσοκρατήσαν- τος τοῦ Καραντηνοῦ τὴν ἐκεχειρίαν ἔσχε τὰ τῆς θαλάσσης. ἤδη δὲ τῶν κατὰ θάλατταν ἐχόντων καλῶς ὁ παρακοιμώμενος τῶν κατὰ τὴν ἤπειρον ἐτίθετο ἐπιμέλειαν. καὶ δὴ Μανουὴλ πατρίκιον τὸν Ἐρωτικόν, ἐκ γένους τε ἄνδρα καὶ ἐπ' ἀρετῇ διαβόητον καὶ ἀνδρείᾳ, φρουρεῖν ἐκπέμπει τὴν Νίκαιαν. μετὰ μικρὸν δὲ καταλαμβάνει καὶ ὁ Σκληρός, καὶ τὰ πέριξ τῆς Νίκαιας πυρπολήσας χωρία τελευταῖον καὶ ἐπ' αὐτὴν τὴν Νίκαιαν ἔρχεται, καὶ ἑλεπόλεσι καὶ μηχαναῖς ἐκπορθῆσαι ἠπείγετο. γενναίως δὲ τοῦ Μανουὴλ ὑποδεξαμένου τὴν πολιορκίαν καὶ τὰς προσαγομένας τῷ τείχει κλίμακας καὶ μηχανὰς σκευαστῷ πυρὶ πυρπολή- σαντος, τὴν ἐκ πολιορκίας ἅλωσιν ἀπογνοὺς ὁ Σκληρὸς ἐνδείᾳ τῶν ἀναγ- καίων ἤλπιζεν αἱρῆσαι τὴν πόλιν. χρόνου δὲ τῇ πολιορκίᾳ τριβέντος πολλοῦ καὶ τῶν ἔνδον πιεζομένων τῇ σιτοδείᾳ, μὴ ἔχων, ὅ τι καὶ δράσειεν ὁ Μανουήλ, μηδ' ὅθεν εἰσκομίσεται τὰ πρὸς τὸ ζῆν ἀναγκαῖα ἐπιμελῶς τοῦ Σκληροῦ τὰς εἰσόδους τηροῦντος, ἀπάτῃ τὸν Σκληρὸν ἔγνω περιελ- θεῖν. ἀμέλει καὶ τοὺς τῆς Νικαίας σιτοβολῶνας ψάμμον λεληθότως πεπληρωκώς, καὶ σίτῳ ἄνωθεν τὴν ἐπιφάνειαν ἐπιχρώσας, ὡς κλέπτε- σθαι τὰς ὄψεις τῶν θεωμένων, τινὰς τῶν ἡλωκότων ἀπὸ τῆς ἐναντίας μοίρας προσκαλεσάμενος ἐδείκνυ τὰ ταμιεῖα, καὶ πρὸς τὸν Σκληρὸν ἐπαφίησιν, εἰπεῖν ἐπισκήψας, ὅτιπερ ‘τὴν ἐκ τοῦ λιμοῦ πολιορκίαν οὐ δέδοικα (ἀποχρώσας γὰρ ἔχω τὰς τροφὰς καὶ ἐπὶ δυσὶν ὅλοις ἔτεσι), πολιορκίᾳ δὲ ἄλλως ἡ πόλις ἀνάλωτος. τὰ σὰ δ' ἐγὼ φρονῶν ἕτοιμός εἰμι ὑπεκστῆναί σοι τῆς πόλεως, εἰ ἐμοί τε καὶ τοῖς μετ' ἐμοῦ δι' ὅρκων δοίης ἀπιέναι, ὅποι δὴ καὶ αἱρούμεθα.’ ἀσμένως δὲ τοῦ Βάρδα δεξαμένου τὸν λόγον καὶ πίστεις παρεσχηκότος, τοὺς Νικαεῖς ὁ Μανουὴλ εἰληφὼς καὶ τὸν ἀμφ' αὐτὸν στρατὸν μετὰ πάντων ὧν εἶχον, εἴσεισιν εἰς τὴν βασιλεύουσαν. τὴν Νίκαιαν δὲ παρειληφὼς ὁ Σκληρὸς καὶ τὸ περὶ τὸν σῖτον εὑρὼν ῥᾳδιούργημα ἠνιάθη μὲν ἐφ' οἷς ἐξηπάτητο, φρουρὰν δ' ὅμως ἀφεὶς ἀξιόμαχον ἐν αὐτῇ, καὶ στρατηγὸν Πηγάσιόν τινα ἐπι- στήσας, αὐτὸς τῶν ἐφεξῆς ἥπτετο ἔργων.

[Bas2+Const8.8] Ὁ δὲ παρακοιμώμενος τοῖς ὅλοις ἀπορηθείς (ἤδη γὰρ καὶ ὁ Σκληρὸς ἐπλησίαζε τῇ βασιλίδι) μίαν ἐγνώκει βοήθειαν ἀποχρῶσαν, Βάρδαν τὸν Φωκᾶν μεταπέμψασθαι τῆς ὑπερορίας, μόνον ἀξιόμαχον οἰηθεὶς τοῦτον ἀντίπαλον ἔσεσθαι τῷ Σκληρῷ. λόγου δὲ θᾶττον μετα- πεμψάμενος καὶ ὅρκοις ἀσφαλισάμενος καὶ πλοῦτον παρεσχηκὼς δαψιλῆ

[Bas2+Const8.8.6] καὶ τῷ τῶν μαγίστρων ἀξιώματι τιμήσας, δομέστικον προχειρίζεται τῶν σχολῶν καὶ κατὰ τοῦ Σκληροῦ ἐξίησιν. ὁ δὲ τὸν ὑπὲρ τῶν ὅλων ἀναδεξάμενος ἀγῶνα πρῶτον μὲν ἐπεχείρησεν ἀπὸ Θρᾴκης περαιωθῆναι εἰς Ἄβυδον. φυλάττοντος δὲ τὰ ἐν Ἑλλησπόντῳ χωρία Ῥωμανοῦ τοῦ υἱοῦ τοῦ Σκληροῦ, ἀποκρουσθεὶς ἐκεῖθεν ἐπάνεισιν εἰς τὴν βασιλίδα, ἐκεῖθέν τε πλοίου ἐπιβὰς καὶ τοὺς ἐναντίους λαθὼν πρὸς τὴν ἀντίπορθμον γίνεται γῆν, καὶ νυκτοπορίαις χρησάμενος ἄπεισιν εἰς Καισάρειαν, ἐκεῖσέ τε Εὐσταθίῳ μαγίστρῳ τῷ Μαλεΐνῳ καὶ Μιχαὴλ τῷ Βούρτζῃ συμπαίξας (ἔφθασε γὰρ καὶ αὐτὸς ἐκ μετανοίας τὰ τοῦ βασιλέως πάλιν ἑλέσθαι) μετ' αὐτῶν πρὸς πόλεμον ἐξηρτύετο. καὶ δὴ λαόν, ὡς ὁ καιρὸς ἐδίδου, ἀθροίσας, καὶ τοὺς ἐκ τῆς φυγῆς ἐσκεδασμένους ἁλίσας, πρὸς τὸ Ἀμώριον γίνεται. καὶ ὁ Σκληρὸς δὲ τὴν τούτου ἔξοδον ἀκηκοώς, καὶ νῦν πρῶτον οἰηθεὶς τὸν ἀγῶνα ἔσεσθαι αὐτῷ πρὸς ἄνδρα πολεμιστὴν καὶ φέρειν εἰδότα γενναίως καὶ τακτικῶς τὰς πολέμου στροφάς, καὶ οὐχ, ὡς τὸ πρότερον, πρὸς ἀνδράρια ἐκτετμημένα θαλαμευόμενα καὶ σκιατραφῆ, ἄρας ἀπὸ Νικαίας πρὸς τὸ Ἀμώριον ἄπεισι, καὶ συναντήσας συμπλέκεται τῷ Φωκᾷ. οὐχ ὑποστάντων δὲ τῶν περὶ τὸν Φωκᾶν διὰ τὸ ταῖς προηγη- σαμέναις ἥτταις χαυνωθῆναι τὸν τῆς ἀνδρείας αὐτοῖς καὶ τόλμης τόνον, ἐπικρατέστερος γίνεται ὁ Σκληρός. οὐ μέντοι καὶ παντάπασιν ἐς ὑπαγω- γὴν ἄκοσμον ἐσκέδαστο ἡ στρατιὰ τῷ Φωκᾷ, ἀλλ' ὑποκλίνασα μὲν ἐνέδωκε, σχολαίαν δ' ἐποιεῖτο τὴν ὑποχώρησιν, ὡς μὴ ὑπὸ δειλίας δοκεῖν ἐλαύνεσθαι, ἀλλ' ἐξ ἐπιτάγματος ὑπείκειν στρατηγικοῦ μετ' εὐκοσμίας καὶ τάξεως. καὶ γὰρ δὴ καὶ νῶτα δόντας τοὺς στρατιώτας καὶ πρὸς φυγὴν ὡρμημένους, ὄπισθεν οὐραγῶν ὁ Φωκᾶς τοὺς ἐπιόντας ἠμύνετο καὶ οὐ μετὰ σφοδροτάτης εἴα καὶ ῥύμης καὶ βίας προσφέρεσθαι. ἔνθα καὶ λέγεται Κωνσταντῖνον τὸν Γαυρᾶν μετὰ τῶν ἀμφ' αὐτὸν τὸ φεῦγον διώκοντα φιλοτιμίᾳ χρησάμενον ἀκαίρῳ, καὶ μεγάλην εὔκλειαν ἕξειν οἰηθέντα, εἰ αἰχμάλωτος ὑπ' αὐτοῦ γένοιτο ὁ Φωκᾶς, μυωπίσαντα τὸν ᾧ ἐπωχεῖτο ἵππον, μετὰ μεγίστης ὁρμῆς προσενεχθῆναι τῷ Φωκᾷ. ὃν οὗτος ἰδὼν καὶ ὅστις εἴη κατανοήσας, ἠρέμα τὸν ἵππον παρενεγκὼν καὶ ὑπαντιάσας παίει κορύνῃ κατὰ τῆς κόρυθος. καὶ ὁ μὲν λειποθυμήσας τῇ ἀνυποστάτῳ φορᾷ τῆς πληγῆς πίπτει παραυτίκα τοῦ ἵππου, ὁ δὲ Φωκᾶς ἀδείας μείζονος τυχὼν τῆς ἐπὶ τὰ πρόσω πορείας εἴχετο, σχολῇ καὶ βάδην ἰών, ἀλλ' οὐκ ἀνειμένοις τοῖς χαλινοῖς. οἱ γὰρ σὺν τῷ Γαυρᾷ τὸν οἰκεῖον πεπτωκότα θεασάμενοι στρατηγὸν καὶ ἐπιμέλειαν τούτου τιθέμενοι ἀνῆκαν τὸν διωγμόν. ὁ δὲ Φωκᾶς ἅμα τοῖς σὺν αὐτῷ τὸν λεγόμενον Χαρσιανὸν κατειληφὼς κἀκεῖσε αὐλισάμενος ἐσκόπει τὸ μέλλον, τιμαῖς τε ταῖς ἐκ βασιλέως δεξιούμενος πολλοὺς προσφοιτῶντας καὶ τῶν συνόν- των εὐεργεσίαις παραθερμαίνων τὰς προθυμίας. ἑπόμενος δὲ τούτῳ καὶ ὁ Σκληρός, καὶ περί τινα τόπον Βασιλικὰ θέρμα καλούμενον κατασκηνώ- σας, εἰς μάχην τὸν ὁμώνυμον ἐξεκαλεῖτο. ἀσπασίως δὲ καὶ τούτου δεξα- μένου τὴν πρόκλησιν αὖθις ἑτέρα συνίσταται μάχη. καὶ χρόνον μέν τινα ἀντέσχον οἱ περὶ τὸν Φωκᾶν, αὐτοῦ τούτου παριππεύοντος ἁπανταχοῦ καὶ τῇ σιδηραίᾳ κορύνῃ τὰς τῶν ἐναντίων ῥηγνύντος φάλαγγας καὶ μυρίον ἐργαζομένου φόνον. ὅμως δὲ καὶ πάλιν νῶτα δεδωκότες οἱ περὶ τοῦτον ἐτράπησαν.

[Bas2+Const8.9] Ἐκεῖθεν οὖν ὁ Φωκᾶς, ὡς εἶχε, διὰ ταχέων ἄνεισιν εἰς τὴν Ἰβηρίαν, καὶ Δαβὶδ τῷ τῶν Ἰβήρων ἄρχοντι προσελθὼν εἰς ἐπικουρίαν ᾔτει στρατόν. τοῦ δὲ μετὰ προθυμίας ὑπηρετοῦντος (ἐφιλίωτο γὰρ τῷ Φωκᾷ, ἐξ ὅτου δοὺξ ἦν ἐν Χαλδίᾳ) λαὸν ἐκεῖθεν εἰληφὼς οὐκ ὀλίγον, ἀθροίσας δὲ καὶ τοὺς μετ' αὐτοῦ ἐσκεδασμένους ὄντας ἐκ τῆς τροπῆς, κάτεισιν εἰς Παγκάλειαν, ἔνθα στρατοπεδευσάμενος ἦν ὁ Σκληρός. τόπος δὲ ἡ Παγκά- λεια πεδίον ἀναπεπταμένον τε καὶ ἱππήλατον, ἔγγιστά που τοῦ ποτα- μοῦ Ἅλυος κείμενος. καὶ γίνεται πάλιν καρτερὸς ἀγών. ἐνταῦθα τὸν ἑαυτοῦ λαὸν θεασάμενος ὁ Φωκᾶς κατὰ μικρὸν ἐνδιδόντα καὶ πρὸς φυγὴν βλέποντα, βέλτιον εἶναι κρίνας τὸν εὐκλεῆ θάνατον τῆς ἀγεννοῦς καὶ ἐπονειδίστου ζωῆς, τὰς τῶν ἐναντίων συγκόψας φάλαγγας πρὸς αὐτὸν μετὰ σφοδρότητος ἵεται τὸν Σκληρόν. εὐρώστως δὲ κἀκείνου τὴν αὐτοῦ ὑποδεξαμένου ὁρμήν, καὶ μηδενὸς τῶν στρατιωτῶν ἐπιβοηθοῦν- τος, ἀλλὰ τῷ τῶν ἀρχηγῶν ἀγῶνι βουλομένων κριθῆναι τὰ πράγματα (καὶ γὰρ δὴ καὶ ἐφαίνετο πάγκαλόν τι θέαμα καὶ κατάπληξιν τοῖς ὁρῶσιν ἐπάγον ἀνδρῶν δύο μονομαχία ἐπ' εὐτολμίᾳ καὶ ῥώμῃ ψυχῆς μέγα φρονούντων), ὑποστάντες ἀλλήλους συστάδην ἐμάχοντο. καὶ ὁ μὲν Σκληρὸς τοῦ ἵππου τοῦ Φωκᾶ τὸ δεξιὸν οὖς σὺν τῷ χαλινῷ παίσας ἀποκό- πτει τῷ ξίφει. ὁ δὲ Φωκᾶς τῇ κορύνῃ πατάξας αὐτὸν κατὰ τῆς κεφαλῆς τοῦ- τον μὲν ἐπὶ τοῦ τραχήλου τοῦ ἵππου ῥιπτεῖ τῷ βάρει τῆς πληγῆς κατ- ενεχθέντα, αὐτὸς δὲ τὸν ἵππον κεντρίσας καὶ τὰς τῶν ἐναντίων διατεμὼν φάλαγγας ἔξεισι, καὶ πρός τινα λόφον ἀνελθὼν τοὺς ἐκ τῆς τροπῆς ἀνεκαλεῖτο. οἱ δὲ περὶ τὸν Σκληρὸν κακῶς ἔχοντα τοῦτον θεασάμενοι ἐκ τῆς πληγῆς καὶ ἤδη λειποψυχοῦντα τῷ τραύματι ἐπί τινα πηγὴν ἄγουσι τὸν λύθρον ἀπονιψόμενον. ὑπώπτευον γὰρ καὶ τὸν Φωκᾶν τε- λείῳ ἤδη παραδοθῆναι ἀφανισμῷ. τοῦ ἵππου δὲ ἀποσκιρτήσαντος καὶ τὸν κατέχοντα ἀποδράντος καὶ διὰ τῶν στρατευμάτων ἐπιβάτου χωρὶς θέοντος ἀτάκτῳ ῥύμῃ, καὶ τῷ αἵματι πεφυρμένου (Αἰγύπτιον τὸν ἵππον ἐκάλουν), καὶ καταμαθόντες, οὗ τινος ὁ ἵππος, καὶ νομίσαντες τὸν ἑαυτῶν ἄρχοντα πεπτωκέναι, ἀκόσμως τρέπονται πρὸς φυγήν, κρημνοῖς καὶ Ἅλυϊ τῷ ποταμῷ ῥιπτοῦντες ἑαυτοὺς καὶ ἀκλεῶς ἀπολλύμενοι, μη- δενὸς ὄντος τοῦ διώκοντος. τοῦτο κατιδὼν ὁ Φωκᾶς ἀπὸ τοῦ λόφου, καὶ θεῖον ἔργον εἶναι τὸ πρᾶγμα, ὥσπερ ἦν εἰκός, ὑποτοπάσας, κάτεισι μετὰ τῶν συνόντων ἐπιδιώκων τοὺς φεύγοντας ὑπ' ἀλλήλων συμπατου- μένους καὶ ἀλκῆς ὅλως μὴ μεμνημένους, καὶ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ χειρούμενος. ὁ δὲ Σκληρὸς μετ' ὀλίγων διασωθεὶς φεύγει πρὸς Μαρτυ- ρόπολιν. ἐκεῖθεν δὲ πρεσβευτὴν ἐκπέμπει τὸν ἑαυτοῦ ἀδελφὸν Κωνσταν- τῖνον πρὸς Χοσρόην τὸν τῆς Βαβυλῶνος ἄρχοντα, ἐπικουρίαν καὶ συμμαχίαν αἰτῶν. παρέλκοντος δ' ἐκείνου καὶ μήτε τῇ δόσει συντιθε- μένου, μήτ' ἀπαναινομένου, καὶ τοῦ Κωνσταντίνου χρονοτριβοῦντος, ἠναγκάσθη καὶ αὐτὸς ὁ Σκληρὸς μετὰ τῶν συνόντων ἁπάντων πρὸς Χοσρόην φοιτῆσαι.

[Bas2+Const8.10] Τῆς δὲ τοῦ Σκληροῦ τροπῆς ἀγγελθείσης τῷ βασιλεῖ διὰ γραμ- μάτων τοῦ Φωκᾶ καὶ τῆς εἰς Βαβυλῶνα ἀναχωρήσεως, τοῦτον μὲν ὁ βασιλεὺς ἀποδεξάμενος ἀξίως ἐτίμησε, πρὸς δὲ Χοσρόην τὸν τῆς Βαβυλῶνος ἀμερμουμνῆν πρεσβευτὴν ἐκπέμπει τὸν βέστην Νικηφόρον τὸν Οὐρανόν, ἱκετεύων μηδεμιᾶς ἐπιστροφῆς ἀξιῶσαι τὸν ἀποστάτην, μηδὲ θελῆσαι παράδειγμα γενέσθαι τοῖς ὀψιγόνοις φαῦλον, ἀμελήσας μὲν βασιλέως ἀδικουμένου βασιλεὺς καὶ αὐτὸς ὤν, προσθέμενος δὲ τυράννῳ ἀδίκῳ καὶ ἀποστάτῃ. ἐνεχείρισε δὲ καὶ γράμματα βασιλικὰ ἐνσεσημασμένα, δι' ὧν συμπαθείας ἁπάσης ἠξίου τὸν Σκληρὸν καὶ τοὺς συνόντας αὐτῷ, εἰ μεταμαθόντες τὸ δέον τόν τε ἑαυτῶν ἐπιγνῶσι δε- σπότην καὶ πρὸς τὰ οἰκεῖα ὑπονοστήσουσι. διασωθέντος δὲ πρὸς Χοσρόην τοῦ Οὐρανοῦ καὶ τῶν βασιλικῶν φωραθέντων γραμμάτων, ὁ Χοσρόης καὶ τὸν πρεσβευτὴν καὶ τὸν Σκληρὸν καὶ πάντας τοὺς σὺν αὐτῷ Ῥωμαίους ὑπονόησας φρουραῖς παραδίδωσι. καὶ τούτους μὲν

[Bas2+Const8.10.15] εἶχεν ἡ φρουρά, τῶν δὲ μὴ συνανελθόντων ἀποστατῶν τῷ Σκληρῷ Λέων μὲν ὁ αἰχμάλωτος καὶ οἱ τοῦ δουκὸς Ἀνδρονίκου τοῦ Λυδὸς παῖδες Χριστοφόρος ὁ Ἐπείκτης καὶ Βάρδας ὁ Μουγγός (ἔφθη γὰρ ἐκεῖνος ἀποθανεῖν) τὸ Ἀρμακούριον καὶ τὴν Πλατεῖαν πέτραν καὶ ἄλλα τινὰ φρούρια ἐρυμνὰ ἐν τῷ θέματι κείμενα τῶν Θρᾳκησίων κατεσχη- κότες ἀντεῖχον ἕως ὀγδόης ἰνδικτιῶνος, καὶ ἐπεκδρομὰς ἐκ τούτων ποιούμενοι τὰ βασιλέως ἐλύπουν. καὶ οὐ πρὶν ἐπαύσαντο τὰς χώρας λεηλατοῦντες, πρὶν ἂν ἀμνηστίαν εἰληφότες κακῶν διὰ Νικηφόρου πατρικίου τοῦ Παρσακουτηνοῦ τῷ βασιλεῖ προσεχώρησαν.

[Bas2+Const8.11] Τότε δὴ καὶ Ἀντώνιος ὁ πατριάρχης, κατὰ τὴν τοῦ Σκληροῦ ἀποστασίαν ἀποταξάμενος τῇ ἱερατείᾳ, ἀπεβίω. καὶ χειροτονεῖται πατριάρχης Νικόλαος ὁ τὴν ἐπωνυμίαν Χρυσοβέργης, τῆς ἐκκλησίας ἀποιμάντου διατελεσάσης ἐπὶ ἔτη πρὸς τῷ ἡμίσει τέσσαρα. ἐγένετο δὲ καὶ ἔκλειψις ἡλίου περὶ μέσην ἡμέραν, ὡς καὶ ἀστέρας φανῆναι. τῶν δὲ Βουλγάρων ἅμα τῇ τελευτῇ τοῦ βασιλέως Ἰωάννου ἀποστατησάντων, ἄρχειν αὐτῶν προχειρίζονται τέσσαρες ἀδελφοί, Δαβίδ, Μωϋσῆς, Ἀαρὼν καὶ Σαμουήλ, ἑνὸς τῶν παρὰ Βουλγάροις μέγα δυνηθέντων κόμητος ὄντες παῖδες Νικολάου ὀνομαζομένου, μητρὸς Ῥιψίμης καὶ διὰ τοῦτο κομητόπωλοι κατονομαζόμενοι. τῶν γὰρ κατὰ γένος προσηκόντων τῷ Πέτρῳ οἱ μὲν ἄλλοι θανάτῳ διεκόπησαν, Βορίσσης δὲ καὶ Ῥωμανὸς οἱ τούτου υἱοὶ εἰς τὴν πόλιν εἰσαχθέντες, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἔμενον ἐν αὐτῇ, ὁ μὲν μάγιστρος παρὰ τοῦ βασιλέως τιμηθεὶς Ἰωάννου, ὁ δὲ Ῥωμανὸς ἐκτμηθεὶς τὰ παιδουργὰ μόρια παρὰ τοῦ παρακοιμωμένου πρότερον Ἰωσήφ. καὶ ἐπεὶ συνέβη τὸν βασιλέα Ἰωάννην ἀποθανεῖν, καὶ τὸν Σκληρὸν ἀποστατῆσαι τοῦ βασιλέως καὶ συγγενοῦς αὐτῶν Βασιλείου εἰς τὰ ἐπὶ Θρᾴκην χωρία ἐξιόντος, ἐκεῖθεν ἀποδιδράσκουσι, καὶ τὴν Βουλγαρίαν φθάσαι ἠπείγοντο. καὶ ὁ μὲν Βορίσσης τόξῳ βληθεὶς ἐν τῷ διϊέναι κατά τινα λόχμην παρά τινος Βουλγάρου νομίσαντος Ῥωμαῖον αὐτὸν εἶναι (ἐνεδέδυτο καὶ γὰρ στολὴν Ῥωμαϊκήν) ἀπόλλυται, Ῥωμανὸς δὲ διασῴζεται εἰς Βιδίνην, καὶ χρόνῳ ὕστερον ἐπάνεισι πάλιν εἰς τὴν βασιλίδα, ὡς ἐν τῷ ἰδίῳ τόπῳ λελέξεται. τούτων δὲ τῶν τεσσάρων ἀδελφῶν Δαβὶδ μὲν εὐθὺς ἀπεβίω ἀναιρεθεὶς μέσον Καστορίας καὶ Πρέσπας εἰς (εἰς] καὶ C) τὰς λεγομένας Καλὰς δρῦς παρά τινων Βλάχων ὁδιτῶν Μωσῆς δὲ τὰς Σέρρας πολιορκῶν λίθῳ ἀπὸ τοῦ τείχους βληθεὶς ἐτελεύ- τησε ἄλλοι δὲ οὐ λίθῳ βληθῆναι γράφουσι (λέγουσι A) τὸν Μωϋσῆν, ἀλλὰ τοῦ ἵππου συμπεσόντος αὐτῷ, ὑπό τινος τῶν περὶ τὸν δοῦκα Μελισσηνὸν ἀποσφάττεσθαι (ἀποσφαγῆναι A) καὶ τὸν Ἀαρὼν δὲ τὰ Ῥωμαίων, ὡς λέγεται, φρονοῦντα ἀνεῖλεν ὁ ἀδελφὸς Σαμουὴλ παγγενῆ, κατὰ τὴν ιδʹ τοῦ Ἰουνίου (Ἰουλίου C) μηνὸς ἐν τῇ τοποθεσίᾳ τῆς Ῥαμετανίτζας (Ῥωμετανίτζας A, Ῥαμιτζανίτζας U), μόνου Σφενδοσθλάβου τοῦ καὶ Ἰωάννου διασωθέντος, τοῦ υἱοῦ αὐτοῦ, παρὰ Ῥαδομηροῦ τοῦ καὶ Ῥωμανοῦ, τοῦ υἱοῦ τοῦ Σαμουήλ. καὶ καθί- σταται μόναρχος Βουλγαρίας ἁπάσης ὁ Σαμουήλ. οὗτος πολεμικὸς ἄνθρωπος ὢν καὶ μηδέποτε εἰδὼς ἠρεμεῖν, τῶν Ῥωμαϊκῶν στρατευ- μάτων ταῖς πρὸς τὸν Σκληρὸν μάχαις ἀσχολουμένων ἀδείας τυχὼν κατέδραμε πᾶσαν τὴν ἑσπέραν, οὐ μόνον Θρᾴκην καὶ Μακεδονίαν καὶ τὰ τῇ Θεσσαλονίκῃ πρόσχωρα, ἀλλὰ καὶ Θετταλίαν καὶ Ἑλλάδα καὶ Πελοπόννησον. καὶ πολλὰ φρούρια παρεστήσατο, ὧν ἦν τὸ κορυφαῖον ἡ Λάρισσα, ἧς τοὺς ἐποίκους μετῴκισεν εἰς τὰ τῆς Βουλγαρίας ἐνδότερα πανεστίους, καὶ τοῖς καταλόγοις τῶν ἑαυτοῦ κατατάξας στρατιωτῶν συμμάχοις ἐχρῆτο κατὰ Ῥωμαίων. μετήγαγε δὲ καὶ τὸ λείψανον τοῦ ἁγίου Ἀχιλλίου, ἐπισκόπου Λαρίσσης χρηματίσαντος ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου κἀν τῇ μεγάλῃ καὶ πρώτῃ συνόδῳ παρόντος σὺν Ῥηγίνῳ Σκοπέλων (Σκοπέλου A) καὶ Διοδώρῳ (Διοδώρου AC) Τρίκκης (Τρίκης ACE), καὶ εἰς τὴν Πρέσπαν ἀπέθετο, ἔνθα ἦσαν αὐτῷ τὰ βασίλεια, οἶκον κάλλιστον καὶ μέγιστον ἐπὶ τῷ ὀνόματι αὐτοῦ δομησάμενος.

[Bas2+Const8.12] Ἀμύνασθαι δὲ τοῦτον ὁ βασιλεὺς τῶν εἰργασμένων γλιχόμενος, ἐπείπερ ἀπετινάξατο τὰς περὶ τοῦ Σκληροῦ φροντίδας, τὰς Ῥωμαϊκὰς ἀθροίσας δυνάμεις αὐτὸς δι' ἑαυτοῦ εἰσβολὴν ἐν Βουλγαρίᾳ ἐδόκει ποιήσασθαι, Βάρδαν τὸν Φωκᾶν ἔτι δομέστικον ὄντα τῶν σχολῶν καὶ τοὺς λοιποὺς ἑῴους δυνάστας μηδ' ἀξιώσας λόγου. εἰσερχόμενος δὲ ἐν Βουλγαρίᾳ διὰ τῆς παρὰ τῇ Ῥοδόπῃ καὶ τῷ ποταμῷ Εὕρῳ, τὸν μάγι- στρον Λέοντα τὸν Μελισσηνὸν κατόπιν εἴασε, τὰς δυσχωρίας φυλάττειν προστάξας. αὐτὸς δὲ τὰ μεταξὺ Τριαδίτζης, ἥτις πάλαι Σαρδικὴ ἐπωνό- μαστο ἐν ᾗ καὶ τῶν δυτικῶν τριακοσίων ἐπισκόπων σύνοδος γέγονε Κώνσταντος τοῦ τῆς δύσεως καὶ Κωνσταντίνου (Κωνσταντίου E) τοῦ τῆς ἀνατολῆς βασιλέως κελεύσει τῶν υἱῶν τοῦ μεγάλου Κωνσταντίνου στενὰ διελθὼν καὶ τὰς λόχμας, καὶ ἔν τινι τόπῳ Στοπονίῳ λεγομένῳ γενόμενος, ἔθετο χάρακα, ἐκεῖσέ τε διενοεῖτο, πῶς ἂν ἐπιχειρήσῃ τῇ πολιορκίᾳ τῆς Σαρδικῆς. ἠκούετο δὲ καὶ ὁ Σαμουὴλ τὰς κορυφὰς τῶν κύκλωθεν ὀρέων κατέχων (πρὸς φανερὰν γὰρ συμπλοκὴν καὶ ἀγχέμαχον ἐδειλία), καὶ πάντοθεν ἐνεδρεύων, εἴ πως δυνηθείη βλάψαι τοὺς ἐναν- τίους. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο καὶ τοιοῦτος ἦν τῷ βασιλεῖ ὁ σκοπός, Στέφανος ὁ δομέστικος τῶν σχολῶν τῆς δύσεως, ὃν διὰ τὸ βραχὺ τῆς ἡλικίας Κοντοστέφανον ἐπωνόμαζον, ἀπεχθέστατος ὢν Λέοντι τῷ Μελισσηνῷ, πρόσεισι νυκτὸς ἤδη καταλαβούσης τῷ βασιλεῖ καὶ ἀνα- ζευγνύειν ὡς τάχιστα παρεκάλει, καὶ τὰ ἄλλα λογιζόμενον δεύτερα, καὶ τὴν βασιλίδα καταλαβεῖν, ὡς τοῦ Μελισσηνοῦ ἐποφθαλμιῶντος τῇ βασιλείᾳ κἀκεῖσε ἀπιόντος ἄρτι σὺν τάχει πολλῷ. ἐθρόησεν ὁ λόγος τὸν βασιλέα, καὶ ἀναζυγὴν εὐθέως ἐκήρυξεν. ὁ δὲ Σαμουὴλ τὴν ἀσύντακτον ἀναχώρησιν φυγήν, ὡς εἰκός, εἶναι ὑποτοπάσας, ἐπιπεσὼν ἀθρόως μετ' ἀλαλαγμοῦ καὶ βοῆς τούς τε Ῥωμαίους κατέπληξε καὶ φυγεῖν ἠνάγκασε, καὶ τὸ στρατόπεδον κατέσχε, καὶ τῆς ἀποσκευῆς ἁπάσης ἐγένετο κύριος καὶ αὐτῆς τῆς βασιλικῆς σκηνῆς καὶ τῶν βασιλικῶν παρασήμων. μόλις δὲ ὁ βασιλεὺς τὰ στενὰ διελθὼν εἰς Φιλιππούπολιν διασῴζεται. ἐν ᾗ γενόμενος, καὶ τὸν Μελισσηνὸν ἀμετακίνητον εὑρὼν καὶ τὴν ἐμπιστευ- θεῖσαν αὐτῷ φυλακὴν ἐπιμελῶς τηροῦντα, τῷ Κοντοστεφάνῳ ἐλοιδο- ρεῖτο ὡς ψευσαμένῳ καὶ παραιτίῳ γεγονότι τοσούτου κακοῦ. οὗτος δὲ μὴ ἐνεγκὼν πράως τὴν ἐπιτίμησιν, ἀλλ' ἔτι μᾶλλον τραχυνόμενος καὶ δίκαια συμβουλεῦσαι ἰσχυριζόμενος, ἠνάγκασε τὸν βασιλέα διὰ τὴν ἀναίσχυντον ἰταμότητα ἀναπηδῆσαί τε τοῦ θρόνου καὶ τῶν τριχῶν αὐτοῦ καὶ τῆς γενειάδος λαβόμενον κατασπάσαι εἰς γῆν.

[Bas2+Const8.13] Ἰνδικτιῶνος δὲ πεντεκαιδεκάτης, ἔτους ἑξακισχιλιοστοῦ τετρα- κοσιοστοῦ ἐνενηκοστοῦ τετάρτου, Ὀκτωβρίῳ μηνί, ἐγένετο κλόνος μέγας, καὶ κατέπεσον οἰκίαι καὶ ναοὶ πολλοὶ καὶ μέρος τῆς σφαίρας τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας. ὅπερ πάλιν ὁ βασιλεὺς φιλοτίμως ἐπανωρθώ- σατο, δαπανήσας εἰς μόνας τὰς μηχανὰς τῆς ἀνόδου, δι' ὧν οἱ τεχνῖται ἱστάμενοι καὶ τὰς ὕλας ἀναγομένας δεχόμενοι ᾠκοδόμουν τὸ πεπτω- κός, κεντηνάρια δέκα.

[Bas2+Const8.14] Οἱ δὲ τῶν Ῥωμαίων μεγιστᾶνες μηνιῶντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς Βάρδας καί τινες σὺν αὐτῷ, ὅτι περ εἰς Βουλγαρίαν ἐκστρατεύ- σας ὑπερεῖδεν αὐτούς, μηδ' ἐν Καρὸς λογισάμενος μοίρᾳ, ἄλλοι δὲ καὶ

[Bas2+Const8.14.4] ἄλλοι δι' ἄλλους προπηλακισμούς τε καὶ παροινίας, ὁ δὲ μάγιστρος Εὐ- στάθιος ὁ Μαλεῗνος διὰ τὸ ἀτίμως ἀπὸ τῆς εἰρημένης ἐκστρατείας ἀποπεμ- φθῆναι, συναθροισθέντες ἐν τῷ Χαρσιανῷ κατὰ τὸν οἶκον τοῦ ῥηθέντος Μα- λεΐνου, πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, τῆς πεντεκαιδεκάτης ἰνδικ- τιῶνος, Βάρδαν τὸν Φωκᾶν ἀνεῖπον βασιλέα, διάδημά τε περιθέντες αὐτῷ καὶ τὰ λοιπὰ τῆς βασιλείας γνωρίσματα. τούτου δὲ ἀναγορευθέντος ἠγγέλλετο καὶ ὁ Σκληρὸς ἥκων ἀπὸ Συρίας. καθειρχθεὶς γάρ, ὡς εἴπο- μεν, παρὰ τοῦ Χοσρόου μετὰ τῶν περὶ αὐτὸν ἐν Βαβυλῶνι ἔμενε τηρού- μενος ἐν τῇ φρουρᾷ, πάσης ἐπιμελείας ἐστερημένος καὶ τῇ ἐκ τῆς καθείρ- ξεως κακουχίᾳ καὶ ταῖς τῶν φυλαττόντων παροινίαις τετρυχωμένος. ἐξαίφνης δ' ἐπέλαμψεν αὐτῷ τύχη λαμπρά, καὶ τῆς φυλακῆς ἐκβάλλεται σὺν τοῖς ἀμφ' αὐτὸν παραδόξως. οἵῳ δὲ τρόπῳ τῶν δεσμῶν ἠλευθε- ρώθη, καὶ ὅπως εἰς τὰ Ῥωμαίων ἤθη ἐπανεσώθη, ἄπεισι λέξων ὁ λόγος.

[Bas2+Const8.15] Τὸ τῶν Περσῶν γένος τὴν ἀρχὴν τῆς βασιλείας ἀφαιρεθὲν ὑπὸ τῶν Σαρακηνῶν ἀεὶ μὲν ἐνεκότει τούτοις καὶ ἐνεδομύχει, καὶ καιρὸν ἐζήτει καὶ μηχανήν, ὅπως τοὺς τὸ κράτος ἔχοντας κατασπάσῃ καὶ τὴν πάτριον πάλιν ἀναλάβῃ ἀρχήν. ἦν δέ τις ἐν αὐτοῖς ἀνὴρ ἐξ εὐγενοῦς σειρᾶς καταγόμενος, Ἴναργος τοὔνομα, λέγειν τε δεινὸς καὶ ἄλλως πολεμικὸς καὶ δραστήριος ἄνθρωπος. οὗτος τὸν βασιλέα Χοσρόην κατανοήσας ἀνειμένως καὶ φαύλως ἄρχοντα, καὶ νῦν παρεῖναι, ὃν ἐζή- τουν οἱ Πέρσαι καιρὸν οἰηθείς, ἀνασείει τε τὸ γένος τῶν Ἀχαιμενιδῶν ἅπαν καὶ ἀπόστασιν κινεῖ κατὰ τῶν Σαρακηνῶν. προσλαβόμενος δὲ καὶ μισθοφορικὸν ἀπὸ τῶν ἑῴων Τούρκων ἀμφὶ τὰς εἴκοσι χιλιάδας ἐδῄου καὶ κατέτρεχε τὰ Σαρακηνῶν, ἄρδην ἀναιρῶν τοὺς ἁλισκομένους καὶ μηδὲ παίδων φειδόμενος. πρὸς τοῦτον ὁ Χοσρόης πολλάκις καὶ διὰ τῶν οἰκείων στρατηγῶν καὶ αὐτὸς δι' ἑαυτοῦ ἀντιπαραταξάμενος ἐν πάσαις ταῖς μάχαις ἡττήθη. ἀπογνοὺς οὖν λοιπὸν καὶ εἰδὼς μὴ ὢν ἱκανὸς ὅπλα τὸ ἀπὸ τοῦδε κινῆσαι κατὰ Περσῶν, τῶν αὐτοῦ στρατευμάτων πολλάκις κατακοπέντων καὶ μηδ' ὄνομα στεγόντων ἀκοῦσαι Περσῶν, εἰς ἔννοιαν ἔρχεται τῶν ἐν τῇ φρουρᾷ Ῥωμαίων, ἐπιλογισάμενος λίαν ἐμφρόνως, ὡς, εἰ μή τις τῶν ἐπισήμων ἦν καὶ ἐμφανῶν ὁ καθειργμένος καὶ κατὰ ψυχὴν καὶ σῶμα γενναῖος, οὐκ ἂν τοῦ οἰκείου δεσπότου κατεξανέστη καὶ ἐς τόδε ἀνάγκης τοῦτον συνήλασε, καὶ μετὰ ταῦτα φυγὰς καὶ βίον διαντλῶν ἀτυχῆ ὑπὸ τοσούτων καὶ τηλικούτων ὡς βασιλεὺς ἀνυ- μνεῖται· κοινολογησάμενος μετὰ τῆς ἑαυτοῦ γερουσίας ἐκβάλλει τε τοὺς ἄνδρας τῆς φυλακῆς καὶ πάσης ἐπιμελείας καταξιοῖ, καὶ τελευταῖον τὴν περὶ τοῦ πολέμου προσφέρει ἀξίωσιν. θρυπτομένου δὲ κατ' ἀρχὰς τοῦ Σκληροῦ, καὶ μετ' εἰρωνείας πῶς ἂν δυνηθεῖεν λέγοντος ὅπλα κινῆσαι ἄνδρες ἐν τοσούτῳ καιρῷ καθειργμένοι καὶ κατακόρως μετασχόντες τῶν ἐκ τῆς φρουρᾶς κακοπαθειῶν, ὁ Χοσρόης πάλιν ἐνέκειτο, καὶ χρήματα λαβεῖν αὐτὸν ἱκέτευεν ἀριθμοῦ διεκπίπτοντα καὶ στρατεύματα πλήθει τε ἄπειρα καὶ λαμπρὰ ταῖς παρασκευαῖς, καὶ στρατηγῆσαι τὸν πόλε- μον, καὶ μὴ μνησικακῆσαι τῆς καθείρξεως, ὡς δυναμένου καὶ αὐτοῦ τοῖς μετὰ ταῦτα καλοῖς καὶ ταῖς φιλοφροσύναις ἐπηλυγάσαι τὰ προφθά- σαντα κακὰ καὶ τὰς ἐκ τῆς φυλακῆς ἀηδίας. πείθεται τὸ τελευταῖον ὁ Σκληρός, καὶ ἐκτελέσειν ὑπέσχετο τὸ κεκελευσμένον. στρατεύματα μέντοι λαβεῖν Ἀράβων ἢ Σαρακηνῶν ἢ ἑτέρων ἐθνῶν τῶν τῷ Χοσρόῃ ὑποκει- μένων οὐδ' ὅλως ἠνέσχετο, τὰς δὲ φυλακὰς τῶν ἐν Συρίᾳ πόλεων ἀναζη- τῆσαι ἠξίωσε, καὶ τοὺς ἐν αὐταῖς κρατουμένους Ῥωμαίους ἐξαγαγεῖν καὶ καθοπλίσαι, μετὰ τούτων καὶ οὐκ ἄλλως λέγων εἶναι δυνατὸν αὐτῷ τὸν πρὸς τοὺς Πέρσας ἀναδέξασθαι πόλεμον. ἐδέξατο ὁ Χοσρόης τὸν λόγον, καὶ αἱ φυλακαὶ ταχὺ ἀνεῴγνυντο, καὶ οἱ ἐν αὐταῖς ἠλευθεροῦντο Ῥωμαῖοι, καὶ συνηθροίσθησαν ἀπὸ τούτων ἄνδρες τρισχίλιοι. οὓς εἰς βαλανεῖα ἐκδοὺς καὶ τῶν ἐκ τῆς καθείρξεως ῥύπων ἀποκαθάρας ἐσθῆσί τε καὶ περιβολαῖς καιναῖς ἀμφιάσας, καὶ ἑκάστῳ τὴν προσήκουσαν καὶ ἀρκοῦσαν δοὺς παντευχίαν, ὁδηγοὺς τῆς ὁδοῦ λαβὼν ἔξεισι μετ' αὐτῶν κατὰ τῶν Περσῶν. γενομένης δὲ ἀντιπαρατάξεως, καὶ μετὰ ῥύμης σφοδρᾶς τῶν περὶ τὸν Σκληρὸν ἐπιθεμένων τοῖς Πέρσαις, ἐκεῖνοι τῷ ξένῳ τῆς καθοπλίσεως καὶ τῷ ἀήθει τῆς φωνῆς καὶ τῷ ἀγνώστῳ τῆς παρατάξεως, τὸ δὲ πλέον καὶ τῇ ῥαγδαίᾳ φορᾷ καὶ ῥύμῃ τῶν Ῥωμαίων καταπλαγέντες τρέπονται κατὰ κράτος καὶ πίπτουσι πανσυδί, ὡς μηδ' ἄγγελον (τοῦτο δὴ τὸ τοῦ λόγου) περιλειφθῆναι τῆς συμφορᾶς, πε- σόντος καὶ αὐτοῦ τοῦ Ἰνάρου κατὰ τὴν προσβολήν. λείαν δ' ὅτι πολλὴν περιβαλλόμενοι καὶ ἵππους συχνοὺς οὐκεθ' ὑποστρέψαι πρὸς Χοσρόην ἔγνωσαν, ἀλλὰ τῆς ἐπὶ Ῥωμαίους ἀγούσης ἁψάμενοι καὶ συντόνῳ χρησάμενοι τῇ ὁδοιπορίᾳ ἔλαθον διαδράντες καὶ εἰς τὰ σφέτερα ἤθη διασωθέντες. ἕτερος δὲ λόγος ἔχει, ὡς μετὰ τὴν κατὰ Περσῶν νίκην ἐπανελθόντας ἐδέξατο φιλοφρόνως αὐτοὺς ὁ Χοσρόης, καὶ ἐπεὶ μετ' ὀλίγον τὸ τῆς ζωῆς αὐτὸν ἔφθασε τέλος, ἐπέσκηψε τῷ υἱῷ καὶ ὁμωνύμῳ καὶ μετ' αὐτὸν βασιλεῖ συμμαχίαν δοῦναι τοῖς Ῥωμαίοις καὶ οἴκαδε πέμψαι. καὶ ὁ μὲν Σκληρὸς ἑνὶ τῶν εἰρημένων τρόπων τὴν Ῥωμαίων καταλαμβάνει γῆν, εὑρὼν Βάρδαν τὸν Φωκᾶν ὡς βασιλέα ἀνευφημού- μενον, καὶ αὐτὸς ὁμοίως παρὰ τῶν συνόντων ἀνευφημούμενος.

[Bas2+Const8.16] Οὕτω δὲ τὰ πράγματα διακείμενα εὑρηκὼς διάφορος ἦν καὶ ποικίλος ταῖς γνώμαις. ἑαυτὸν μὲν γὰρ ἀσθενέστατον ἔκρινεν εἰς τὸ καθ' ἑαυτὸν μόνον συνέχειν καὶ διακρατεῖν τὴν ἀποστασίαν. προσχωρῆσαι δὲ τῷ Φωκᾷ ἢ τῷ βασιλεῖ λίαν ἀγεννὲς ᾠήθη καὶ ἄνανδρον. πολλὰ γοῦν γνωματεύσας μετὰ τῶν συνόντων, τέλος τὸ μὲν μόνος ἀνευφημεῖσθαι ὡς βασιλεὺς παράβολον καὶ ἀλυσιτελὲς διὰ τὸ ἀδύνατον ἐλογίζετο, ἑνὶ δὲ προσφοιτῆσαι τῶν δυναστῶν καὶ τοῦ ἑτέρου καταφρονῆσαι κατ- εγίνωσκε διὰ τὸ τοῦ μέλλοντος ἄδηλον. ἔγνω οὖν κατὰ τὸ δυνατὸν καὶ ἄμφω προσκτήσασθαι τὰς ἀρχάς, ἵν' ἐξ ἀποτυχίας τὴν ἑτέραν ἔχῃ βοηθὸν καὶ συλλήπτορα. γράμματα μὲν οὖν αὐτὸς ἐκπέμπει πρὸς τὸν Φωκᾶν, κοινοπραγίαν ἐξαιτῶν καὶ τῆς βασιλείας διανομήν, εἰ κατα- γωνίσασθαι δυνηθεῖεν τὸν βασιλέα. λάθρᾳ δὲ Ῥωμανὸν τὸν υἱὸν ἐκ- πέμπει πρὸς τὸν βασιλέα ὡς τάχα αὐτομολήσαντα, λίαν ἐντρεχῶς λογισάμενός τε καὶ κρίνας, ἵν' εἰ μὲν ὁ Φωκᾶς ὑπέρσχῃ, αὐτὸς εἴη σωτὴρ τοῦ παιδός, εἰ δ' ἐπικρατέστερα τὰ τοῦ βασιλέως ὑπάρξει, αὐτὸς δι' ἐκείνου παραιτηθεὶς τοῦ κινδύνου ῥυσθείη. καὶ ὁ μὲν Ῥωμανὸς δόκησιν φυγῆς παρασχὼν ἄπεισι πρὸς τὸν βασιλέα. ὃν οὗτος φιλοφρόνως ἄγαν δεξάμενος καὶ περιχαρῶς μάγιστρόν τε εὐθέως ἐτίμησε καὶ συμβούλῳ διὰ παντὸς ἐν τοῖς πολέμοις ἐχρῆτο. καὶ γὰρ δὴ καὶ μετὰ τὴν εἰς Συρίαν ὑποχώρησιν τοῦ Σκληροῦ τῶν φροντίδων ὁ βασιλεὺς ἀπαλλαγεὶς καὶ τῶν διοικήσεων ἁπτόμενος ἀνδρικώτερον, ἐπεὶ ἔγνω τὸν παρακοιμώ- μενον μὴ ἀρεσκόμενον τοῖς δρωμένοις, ἀλλ' ὑποτονθορύζοντα καὶ δεινὰ δράσειν, εἰ καιροῦ λάβοιτο, ἐλπιζόμενον, τοῦτον μὲν κατάγει τῆς ἐξουσίας καὶ οἴκοι μένειν προστάττει, αὖθις δὲ μὴ ἠρεμοῦντα ὁρῶν, ἀλλ' ἀεὶ μελετῶντα ἀλλόκοτα καὶ τὴν προτέραν ἀπειληφέναι σπεύδοντα ἐξουσίαν ὑπερόριον ἀνὰ τὸ Στενὸν τίθησιν, ἀφελόμενος καὶ τὰ πλείω τῆς οὐσίας αὐτοῦ, ὡς μὴ κεχορηγημένην ἔχων ὕλην φθάσαι τι δρᾶσαι τῶν ἀνηκέστων. αὐτὸς δὲ τῆς ἐξ αὐτοῦ συμβουλῆς μονωθείς, καὶ φίλων

[Bas2+Const8.16.29] δεόμενος καὶ συνεργῶν ἐν ταῖς περιστάσεσι, τότε γνησίως τὸν Ῥωμανὸν προσεδέξατο, ἄνδρα εἰδὼς ἐντρεχῆ καὶ δραστήριον καὶ τὰ πολεμικὰ ἱκανώτατον.

[Bas2+Const8.17] Βάρδας δὲ ὁ Φωκᾶς, ὡς τὴν τοῦ Σκληροῦ ἐπάνοδον προσαγ- γελθεῖσαν ἐπύθετο, γράμματά τε ἐκπέμπει αὐτὰ ἐκεῖνα δηλοῦντα τὰ ἐκείνῳ πρὸς τρόπου, καὶ ὅρκοις ἐπιστοῦτο τὰς ὑποσχέσεις, ‘εἰ τῶν ἠλπισμένων τύχοιμεν,’ λέγων, ‘σὺ μὲν ἄρξεις Ἀντιοχείας καὶ Φοινίκης καὶ Κοίλης Συρίας καὶ Παλαιστίνης καὶ Μεσοποταμίας, ἐγὼ δὲ ἄρχων ἔσομαι τῆς βασιλίδος αὐτῆς καὶ τῶν ὑπολοίπων ἐθνῶν.’ δεξάμενος δὲ περιχαρῶς ὁ Σκληρὸς τοὺς λόγους, καὶ τοῖς ὅρκοις θαρρήσας, ἄπεισιν ἐν Καππαδοκίᾳ πρὸς τὸν Φωκᾶν, ὡς τάχα πληρώσων τὴν κοινοπρα- γίαν. ἐκεῖνος δὲ τοῦτον ἔνδον τῆς σαγήνης λαβὼν ἀπαμφιέννυσί τε τὰ τῆς βασιλείας παράσημα καὶ ἐς τὸ φρούριον τὸν Τυροποιὸν ἐκπέμπει, φρουρὰν οὐκ ἀγεννῆ περιστήσας αὐτῷ. αὐτὸς δὲ μέρος τοῦ στρατοῦ παρασχὼν Καλοκυρῷ πατρικίῳ τῷ Δελφινᾷ ἐκπέμπει κατὰ τὴν ἀντί- πορθμον τῇ βασιλίδι Χρυσόπολιν. τὸ δὲ λοιπὸν ἅπαν τῆς στρατηγίας ἄγων μεθ' ἑαυτοῦ κάτεισιν εἰς Ἄβυδον, ἐλπίσας οὕτω κατεχομένων τῶν στενῶν πεπιεσμένους ἐνδείᾳ παραστήσεσθαι τοὺς πολίτας. ὁ δὲ βασιλεὺς πολλὰ παρακαλέσας τὸν Δελφινᾶν ἀπαναστῆναι τῆς Χρυσο- πόλεως καὶ μὴ ἀντιμέτωπον τῇ βασιλίδι ποιεῖσθαι στρατοπεδείαν, ὡς οὐκ ἔπειθε, πλοῖα παρασκευάσας νυκτὸς καὶ τούτοις ἐμβιβάσας Ῥῶς (ἔτυχε γὰρ συμμαχίαν προσκαλεσάμενος ἐξ αὐτῶν, καὶ κηδεστὴν ποιη- σάμενος τὸν ἄρχοντα τούτων Βλαδιμηρὸν ἐπὶ τῇ ἑαυτοῦ ἀδελφῇ Ἄννῃ), περαιωθεὶς μετ' αὐτῶν ἀνοήτως ἐπιτίθεται τοῖς ἐχθροῖς καὶ ῥᾷον χειροῦται. τὸν μὲν οὖν Δελφινᾶν ἐπὶ ξύλου κρεμᾷ κατ' ἐκεῖνον τὸν τόπον, ἔνθαπερ εἶχε τὴν σκηνὴν πεπηγμένην, τὸν δὲ ἀδελφὸν τοῦ Φωκᾶ Νικη- φόρον τὸν τυφλὸν φρουρᾷ παραδίδωσι ἀνασκολοπίζει δὲ καὶ τὸν Ἀτζυποθεόδωρον κατὰ τὴν Ἄβυδον καὶ τοῖς λοιποῖς τοῖς ἁλοῦσι ποινὰς ἐπιθεὶς τὰς δοκούσας ὑπέστρεψεν εἰς τὴν βασιλίδα.

[Bas2+Const8.18] Ὁ δὲ Φωκᾶς τὴν Ἄβυδον καταλαβὼν ἐπιμελῶς ἐπολιόρκει, ῥω- μαλέως ὑφισταμένων καὶ τῶν ἔνδον τὴν πολιορκίαν, τοῦ δρουγγαρίου τῶν πλωΐμων Κυριακοῦ προεκπεμφθέντος παρὰ τοῦ βασιλέως καὶ τοὺς ἔνδον παραθαρρύνοντος. μετὰ μικρὸν δὲ ἐπεραιώθη καὶ Κωνσταντῖνος ὁ τοῦ βασιλέως ἀδελφός, κατόπιν δ' ἀφίκετο καὶ αὐτὸς ὁ βασιλεύς. ὧν περαιωθέντων ὁ Φωκᾶς μέρος μὲν τῆς στρατιᾶς προσεδρεύειν ἐπ- έταξε τῇ τῆς Ἀβύδου πολιορκίᾳ, αὐτὸς δὲ τοῖς λοιποῖς τοῦ στρατοῦ ἀντιπαρατάττει τοῖς βασιλεῦσι, καὶ μελλούσης ἤδη ἀρχὴν λαμβάνειν τῆς μάχης ὁ Φωκᾶς τοῦ ζῆν ἀγεννῶς τὸ γενναίως ἀποθανεῖν εὐγενῶς προκρίνας, τὸν βασιλέα θεασάμενος πόρρωθεν τῇδε κἀκεῖσε καθιππα- ζόμενον καὶ τὰς τῶν οἰκείων διακοσμοῦντα τάξεις καὶ παραθαρρύ- νοντα, καὶ πρὸς ἑαυτὸν λογισάμενος, ὡς, εἰ τούτου ἐπιτυχὴς γένηται, ῥᾷον ἂν καὶ τοὺς λοιποὺς καταγωνιεῖται, τὸν ἵππον μυωπίσας ῥαγ- δαίως ἵκετο κατ' αὐτοῦ, τὰς ἐναντίας φάλαγγας διακόπτων καὶ ἀνυπό- στατος τοῖς πᾶσι φαινόμενος. ἤδη δὲ τῷ βασιλεῖ προσεγγίζων εὐθὺς ὑποστρέφει καὶ εἴς τινα λόφον ἄνεισι, καὶ τοῦ ἵππου ἀποβὰς καὶ πρὸς γῆν ἐκτείνας ἑαυτὸν ἀπέλιπε τὴν ζωήν, εἴτε παρά του τῶν στρατιω- τῶν ἐν τῷ ἀτάκτως φέρεσθαι καιρίαν τυπείς, εἴτε καὶ ἄλλως ἀπὸ σωματι- κῆς ἀταξίας κατεργασθείς. πληγὴν μέντοι οὐδ' ὅλως εὑρέθη ἐν τῷ σώματι ἔχων, καὶ διὰ τοῦτο ὁ λέγων λόγος δηλητηρίῳ αὐτὸν ἀναιρεθῆναι κρατεῖ. φέρεται γάρ, ὅτι Συμεὼν ὁ πιστικώτατος τῶν θεραπόντων αὐτοῦ, δώροις ὑπὸ βασιλέως ἀναπεισθείς, φαρμάκῳ τοῦτον ἀπέκτεινεν. εἰώθει γὰρ ὁ Φωκᾶς ἐν τοῖς πολέμοις ὕδατος ψυχροῦ πρὸ τῆς συμπλοκῆς ἀπογεύεσθαι. ὃ κἀν ταύτῃ τῇ συμπλοκῇ ποιήσας ἔλαθε συγκαταπιὼν τῷ ὕδατι καὶ τὸ δηλητήριον. ἐπὶ πολὺν δὲ χρόνον ἐν τῷ λόφῳ κειμένου τοῦ Φωκᾶ ᾤοντο πάντες διά τινα σωματικὴν μαλακίαν ἀναπαύσει μικρᾷ ἑαυτὸν δεδωκέναι. ὡς δὲ ἐχρόνιζε κείμενος καὶ προσελθών τις νεκρὸν αὐτὸν εὗρε καὶ ἄναυδον καὶ διεγνώσθη τοῖς πᾶσιν ὁ τούτου θάνατος, οἱ μὲν ἀποστάται εὐθὺς εἰς φυγὴν ὥρμησαν, τὰ δὲ τοῦ βασι- λέως ἐπερρώσθη στρατεύματα, καὶ ἐδίωκον ἀμεταστρεπτί, καὶ ζωγροῦν- ται μὲν Λέων καὶ Θεόγνωστος οἱ Μελισσηνοί, Θεοδόσιος ὁ Μεσανύκτης καὶ ἄλλοι πολλοί. οὓς μεθ' ἑαυτοῦ ὁ βασιλεὺς εἰς τὴν πόλιν εἰσαγαγὼν διὰ μέσης ἐθριάμβευσε τῆς ἀγορᾶς ὄνοις ἐφεζομένους, μόνου φεισάμενος Λέοντος τοῦ Μελισσηνοῦ. λέγεται γὰρ οὗτος ἐπὶ τῆς παρατάξεως τῷ οἰκείῳ ἀδελφῷ Θεογνώστῳ, ἐπιχλευάζοντι τοὺς βασιλεῖς καὶ ὕβρεις ἀπρεπεῖς ἐς αὐτοὺς ἀπορριπτοῦντι, ἐπιτιμῆσαί τε πολλὰ μετὰ δακρύων καὶ παρακαλέσαι παύσασθαι τῆς ἀθυροστομίας καὶ μὴ ἀναιδῶς ἐνυ- βρίζειν εἰς τοὺς οἰκείους δεσπότας, ἐπεὶ δὲ μὴ ἔπειθε, καὶ τὸν σειρομάστην ἐντείνας δοῦναι τούτῳ πολλάς, ὥστε καὶ τὸν βασιλέα θεωρὸν ὄντα τῶν γινομένων ἀνειπεῖν πρὸς τοὺς παρόντας· ‘ἴδετε, ὦ οὗτοι, ἀφ' ἑνὸς ξύλου καὶ σταυρὸν καὶ πτύον.’ διὰ ταύτην οὖν τὴν αἰτίαν λέγεται τῷ Λέοντι συγχωρηθῆναι τὸν θρίαμβον.

[Bas2+Const8.19] Ἄρτι δὲ τοῦ Φωκᾶ ἀποθανόντος κατὰ τὸν Ἀπρίλλιον μῆνα τῆς δευτέρας ἰνδικτιῶνος, τοῦ ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἐνενη- κοστοῦ ἑβδόμου ἔτους, καὶ τῆς κατ' αὐτὸν ἀποστασίας διαλυθείσης, ἀδείας λαβόμενος ὁ Σκληρὸς πάλιν ἀνελάμβανεν ἑαυτὸν καὶ τὴν προ- τέραν ἐσωμάσκει ἀποστασίαν. ὅπερ πυθόμενος ὁ βασιλεὺς γράμμασι παρῄνει κόρον λαβεῖν τῆς τῶν Χριστιανῶν χύσεως αἱμάτων, ἄνθρωπον καὶ αὐτὸν ὄντα καὶ θάνατον προσδεχόμενον καὶ κρίσιν, καὶ ὀψέ ποτε μεταμαθεῖν τὸ συμφέρον, καὶ τὸν ἐκ θεοῦ δεδομένον ἐπιγνῶναι ἄρχοντα μὴ πλανώμενον τῷ πραττομένῳ (ταττομένῳ E) τοῦ ὀνόματος αὐτοῦ στοιχείῳ. ἐλέ- γετο γὰρ λόγος δημώδης ὑπό τινων τῶν τὰ μετέωρα ἐστοχασμένων· ‘βῆτα βῆτα διώξει, καὶ βῆτα βασιλεύσει.’ ὑφ' οὗ αὐτός τε καὶ ὁ Φωκᾶς ἐξηπατημένοι ταῖς ἀπο- στασίαις (ταῖς ἀποστ.] τὰς εἰς αὐτὸν et deinde lac. E) ἐπεβάλλοντο (ἐπεβάλοντο E). τούτοις δὲ τοῖς γράμμασι μαλαχθεὶς ἐκεῖνος καὶ πίστεις λαβών, ὡς οὐδὲν ὑποστήσεται φλαῦρον, κατατίθεται τὰ ὅπλα καὶ τῷ βασιλεῖ σπένδεται, κουροπαλάτης τιμηθείς. οὐ μέντοι γε καὶ ὀφθαλμοῖς τὸν βασιλέα θεάσα- σθαι ἠξιώθη. κατὰ γὰρ τὴν ὁδὸν ἀορασίᾳ πληγεὶς τὴν ὁρατικὴν ἀπέβαλεν αἴσθησιν καὶ τυφλὸς εἰσήχθη πρὸς βασιλέα. ὃν χειραγωγού- μενον ἐκεῖνος θεασάμενός φησι πρὸς τοὺς παρόντας· ‘ὃν ἐφοβούμην καὶ ἔτρεμον, χειραγωγούμενος ἔρχεται.’

[Bas2+Const8.20] Ἀπολυθεὶς δὲ τῶν ἐμφυλίων πολέμων καὶ φροντίδων ὁ βασιλεύς, πῶς ἂν διάθηται τὰ κατὰ τὸν Σαμουὴλ ἐσκόπει καὶ τοὺς λοιποὺς τοπάρχας, οἵτινες ταῖς ἀποστασίαις ἐνασχολουμένου ἄδειαν εἰληφότες οὐ μικρὰ τὰς τῶν Ῥωμαίων ἐπικρατείας ἐλύπησαν. ἔξεισι γοῦν εἰς τὰ ἐπὶ Θρᾴκης καὶ Μακεδονίας χωρία, καὶ κάτεισιν εἰς Θεσσαλονίκην, ἀποδώσων τὰ εὐχαριστήρια τῷ μάρτυρι Δημητρίῳ. ἐκεῖσέ τε Γρηγόριον μάγιστρον τὸν Ταρωνίτην ἄρχειν λιπών, δοὺς αὐτῷ καὶ στρατὸν ἀξιόμαχον, ἐφ' ᾧ εἴργειν καὶ ἀνακόπτειν τὰς ἐπιδρομὰς τοῦ Σαμουήλ, αὐτὸς ὑποστρέψας κἀν τῇ βασιλίδι γενόμενος ἄνεισιν εἰς Ἰβηρίαν. ἤδη γὰρ καὶ ὁ κουροπαλά- της ἐτεθνήκει Δαβίδ, κληρονόμον τῶν αὐτῷ προσηκόντων γράψας τὸν βασιλέα. ἐκεῖσε δὲ γενόμενος καὶ τὴν δοθεῖσαν αὐτῷ κληρονομίαν κατα- στησάμενος, καὶ τὸν τοῦ κουροπαλάτου Δαβὶδ ἀδελφὸν Γεώργιον τὸν τῆς ἐνδοτέρω Ἰβηρίας ἄρχοντα τοῖς οἰκείοις ἀρκεῖσθαι πείσας, καὶ μὴ

[Bas2+Const8.20.14] ἐπιβαίνειν τοῖς ἀλλοτρίοις, σπεισάμενός τε αὐτῷ καὶ ὅμηρον εἰληφὼς τὸν τούτου υἱόν, ἄπεισιν εἰς Φοινίκην, ἔχων μεθ' ἑαυτοῦ καὶ τοὺς ἐν τῇ κατ' αὐτὸν Ἰβηρίᾳ κατὰ γένος πρωτεύοντας, ὧν ἦσαν κορυφαῖοι ὁ Πακουριά- νος καὶ Φεβδάτος καὶ Φέρσης οἱ αὐτάδελφοι, οὓς καὶ εἰς τὸν τῶν πατρικίων ἀνεβίβασε θῶκον. ἐν Φοινίκῃ δὲ γενόμενος καὶ τὸν Τριπόλεως ἀμηρᾶν καὶ τὸν Δαμασκοῦ καὶ Τύρου καὶ Βηρυτοῦ (οὗτοι γὰρ πρὸ ὀλίγου ὁμονοήσαν- τες καὶ ὅπλα κατὰ τῆς Ἀντιοχείας κινήσαντες, τοῦ βασιλέως τῷ πρὸς τὸν Φωκᾶν πολέμῳ σχολάζοντος, Δαμιανόν τε πατρίκιον, ὃς ἦρχεν Ἀντιο- χείας, πολέμῳ συμβαλόντα τούτοις ἀνεῖλον καὶ κίνδυνον οὐ μικρὸν τῇ πόλει ἐνέσειον), ὡς ἐνῆν ἀσφαλισάμενος μένειν τῇ δουλώσει Ῥωμαίων καὶ ὅμηρα λαβὼν ἐπαναζευγνύει πρὸς τὸ Βυζάντιον.

[Bas2+Const8.21] Διϊόντα δὲ τοῦτον ἐν Καππαδοκίᾳ Εὐστάθιος μάγιστρος ὁ Μαλεῗνος ἐν τοῖς οἰκείοις ὑπεδέξατο πανστρατί, πᾶσαν αὐτῷ τε καὶ τῷ στρατεύματι ἀφθόνως παρεσχηκὼς χορηγίαν. ὃν ὡς τάχα ἀποδεξά- μενος καὶ ἐπαινέσας καὶ μετ' αὐτοῦ προσλαβόμενος εἰς τὴν βασιλίδα ἔκτοτε ὑποστρέψαι οὐ συνεχώρησεν, ἀλλὰ χορηγῶν αὐτῷ δαψιλῶς τὰ πρὸς τὴν χρείαν καὶ ὥσπερ τι θηρίον ἔν τινι τρέφων σηκῷ κατεῖχεν, ἕως αὐτὸν καὶ τὸ πέρας τοῦ βίου κατέλαβε. τούτου ἀποθανόντος ἡ κτῆσις αὐτοῦ πᾶσα δεδημοσίευτο. ἔγραψε δὲ καὶ νόμον ὁ βασιλεὺς εἴργοντα τοὺς δυνατοὺς ἐν ὁμάδι χωρίων αὐξάνεσθαι. τοῦτο δὲ καὶ ὁ πρὸ αὐτοῦ Κωνσταντῖνος ὁ Πορφυρογέννητος, ὁ πατροπάτωρ τοῦ βασιλέως, καὶ Ῥωμανὸς ὁ ἐκείνου πενθερὸς ἐποιήσαντο.

[Bas2+Const8.22] Νικολάου δὲ τοῦ Χρυσοβέργη ἐπὶ χρόνοις δώδεκα καὶ μῆνας ὀκτὼ τὴν ἐκκλησίαν ἰθύναντος καὶ καταλύσαντος τὴν ζωήν, χειροτονεῖ- ται Σισίνιος μάγιστρος, ἀνὴρ ἐλλόγιμος καὶ ἰατρικῆς τέχνης ἥκων εἰς τὸ ἀκρότατον, ἐν ἔτει ἑξακισχιλιοστῷ πεντακοσιοστῷ τρίτῳ, ἰνδικτιῶνος ὀγδόης· ὅστις καὶ τοὺς διακρινομένους ἥνωσε διὰ τὴν τετραγαμίαν Λέοντος τοῦ βασιλέως, ἐξ ὅτου τοῦτον Εὐθύμιος εἰς κοινωνίαν ἐδέξατο, ἥνωσεν. καὶ οὗτος δὲ ἐπὶ τρεῖς μόνους ἐνιαυτοὺς τὴν ἐκκλησίαν ποιμάνας ἐξέστη τῆς ζωῆς, καὶ προεβλήθη Σέργιος, ἡγούμενος ὢν τῆς μονῆς τοῦ Μανουὴλ καὶ τὸ γένος ἀναφέρων πρὸς Φώτιον τὸν πατριάρχην.

[Bas2+Const8.23] Τοῦ δὲ Σαμουὴλ ἐκστρατεύσαντος κατὰ Θεσσαλονίκης καὶ τὸ μὲν ἄλλο πλῆθος εἰς λόχους καὶ ἐνέδρας διαμερίσαντος, ὀλίγους δέ τινας εἰς ἐκδρομὴν ἄχρι Θεσσαλονίκης αὐτῆς πεπομφότος, ἐπιγνοὺς τὴν ἔφοδον ὁ δοὺξ Γρηγόριος τὸν μὲν οἰκεῖον υἱὸν Ἀσώτιον ἔπεμψεν ἰδεῖν καὶ κατασκοπῆσαι τὸ πλῆθος καὶ αὐτῷ γνῶσιν δοῦναι, αὐτὸς δὲ ὄπισθεν εἵπετο. ὁ δὲ ἐξελθὼν καὶ τοῖς προδρόμοις συμπλακεὶς καὶ τρεψάμενος ἔλαθεν εἰς μέσους τοὺς λόχους περιληφθείς. τοῦτο ὡς ὁ Γρηγόριος ἔμαθεν, ἐβοήθει διὰ ταχέων τὸν παῖδα τῆς αἰχμαλωσίας γλιχόμενος ἐκλυτρώσα- σθαι. ἀλλὰ καὶ αὐτὸς κυκλωθεὶς ὑπὸ τῶν Βουλγάρων καὶ γενναίως καὶ ἡρωϊκῶς ἀγωνισάμενος ἔπεσεν. ἀγγελθείσης δὲ τῷ βασιλεῖ τῆς τοῦ δουκὸς ἀναιρέσεως πέμπεται πάσης δύσεως ἄρχων ὁ μάγιστρος Νικηφό- ρος ὁ Οὐρανός. ἔφθασε γὰρ καὶ οὗτος τὴν ἐκ Βαβυλῶνος φυγὴν ὠνησά- μενος καὶ τὴν βασιλίδα καταλαβών. ὅστις ἐν Θεσσαλονίκῃ γενόμενος, ἐπεὶ ἔγνω τὸν Σαμουὴλ τῇ τοῦ δουκὸς Γρηγορίου τοῦ Ταρωνίτου σφαγῇ καὶ τῇ ἁλώσει τοῦ υἱοῦ αὐτοῦ ἐπαιρόμενον, καὶ διὰ τοῦτο τά τε Θετταλικὰ διαβάντα Τέμπη καὶ τὸν Πηνειὸν περαιωσάμενον ποταμόν, Θετταλίαν τε καὶ Βοιωτίαν καὶ Ἀττικὴν εἰσβαλόντα τε καὶ ἐν Πελοποννήσῳ διὰ τοῦ ἐν Κορίνθῳ ἰσθμοῦ, καὶ πάντα ταῦτα δῃοῦντα καὶ ληϊζόμενον, ἄρας καὶ αὐτὸς μετὰ τῶν περὶ αὐτὸν στρατευμάτων καὶ τὰς ὑπωρείας διελθὼν τοῦ Ὀλύμπου καὶ ἐν Λαρίσσῃ γενόμενος, κἀκεῖσε λιπὼν τὴν ἀποσκευὴν καὶ εὔζωνον λαβὼν τὸν στρατὸν τὴν Θετταλίαν ὁδοιπορίᾳ συντόνῳ διελθὼν καὶ τὸ τῆς Φαρσαλίας πεδίον καὶ τὸν Ἀπιδανὸν διαβὰς ποτα- μόν, κατὰ τὸ χεῖλος τοῦ Σπερχειοῦ πήγνυσι τὴν στρατοπεδείαν, εἰς τὴν περαίαν καὶ αὐτοῦ τοῦ Σαμουὴλ αὐλιζομένου. ὄμβρων γὰρ ἀπλέτων ὑσθέντων ἐξ οὐρανοῦ καὶ τοῦ ποταμοῦ πλημμυροῦντος καὶ πελαγίζον- τος, ἀπέγνωστο τὸ νῦν ἔχον ἡ συμπλοκή. ἀλλ' ὁ μάγιστρος ἄνω καὶ κάτω τὸν ποταμὸν περισκοπήσας καί τινα τόπον εὑρών, δι' οὗ ᾠήθη δυνατὸν ἔσεσθαι τούτῳ περαιωθῆναι, ἀγείρας νυκτὸς τὸν στρατὸν περαιοῦ- ται τὸν ποταμὸν καὶ τοῖς περὶ τὸν Σαμουὴλ ἀμερίμνως καθεύδουσιν ἐπιτίθεται. καὶ σφάζονται μὲν ἀριθμοῦ κρείττους, μηδενὸς πρὸς ἀλκὴν ἀπιδεῖν τολμήσαντος, ἐπλήγη δὲ καὶ αὐτὸς ὁ Σαμουὴλ καὶ ὁ τούτου υἱὸς Ῥωμανὸς βαθείαις πληγαῖς. καὶ κἂν ἑάλωσαν, εἰ μὴ τοῖς νεκροῖς συμμίξαντες ἑαυτοὺς ἔκειντο ὡς τεθνεῶτες, καὶ νυκτὸς ἐπιγενομένης ἔλαθον διαδράντες εἰς τὰ ὄρη τῶν Αἰτωλῶν, κἀκεῖθεν διὰ τῶν κορυφῶν τῶν τοιούτων ὀρέων διελθόντες τὴν Πίνδον διεσώθησαν ἐν Βουλγαρίᾳ. ὁ δὲ μάγιστρος τοὺς αἰχμαλώτους Ῥωμαίους ἐλευθερώσας, σκυλεύσας δὲ καὶ τοὺς πεσόντας Βουλγάρους, διαρπάσας δὲ καὶ τὸ τῶν πολεμίων στρατόπεδον καὶ πλοῦτον ὅτι πλεῖστον περιβαλλόμενος, σὺν τῇ στρατιᾷ ἐπανέζευξεν εἰς Θεσσαλονίκην.

[Bas2+Const8.24] Ὁ Σαμουὴλ δὲ πρὸς τὰ οἰκεῖα ἀνασωθεὶς γαμβρὸν ἄγεται ἐπὶ τῇ αὐτοῦ θυγατρὶ Ἀσώτιον τὸν τοῦ Ταρωνίτου υἱόν, τῶν δεσμῶν ἐλευθερώσας· πρὸς τοῦτον γὰρ ἡ παῖς αὐτοῦ Μιροσθλάβα ἐρωτικῶς διατεθεῖσα ἐξάξειν ἑαυτὴν ἠπείλει, εἰ μὴ νομίμως αὐτῷ συναφθείη. ἐκτελέσας δὲ τοὺς γάμους ἐκπέμπει μετ' αὐτῆς τοῦτον εἰς τὸ Δυρράχιον, ἐπὶ φυλακῇ τάχα τῆς χώρας. ὁ δὲ ἐκεῖσε γενόμενος καὶ τῇ συζύγῳ κοινολογησάμενος καὶ πείσας φεύγει μετ' αὐτῆς εἰς τὰς ἐν τῷ τόπῳ φυλα- κῆς χάριν παραπλεούσας Ῥωμαϊκὰς τριήρεις, καὶ δι' αὐτῶν εἰς τὸν βασιλέα ἀνασῴζεται, τιμηθεὶς μάγιστρος καὶ ἡ τούτου σύζυγος ζωστή. διεκόμισε δ' οὗτος καὶ γράμματα δυνάστου τινός, ἑνὸς τῶν ἐν Δυρραχίῳ, Χρυσηλίου τοὔνομα, ὑπισχνουμένου παραδοῦναι τὴν τοῦ Δυρραχίου πόλιν τῷ βασιλεῖ, εἰ τιμηθείη αὐτός τε καὶ οἱ δύο υἱοὶ αὐτοῦ πατρίκιοι. γράμμασι δὲ τοῦ βασιλέως ἐπιτελεῖς τὰς ὑποσχέσεις ποιῆσαι βεβαιώσαν- τος, παρεδόθη τὸ Δυρράχιον Εὐσταθίῳ πατρικίῳ τῷ Δαφνομήλῃ, καὶ οἱ τοῦ Χρυσηλίου υἱοὶ τετίμηντο πατρίκιοι, ἐκείνου φθάσαντος καταστρέψαι τὴν ζωήν.

[Bas2+Const8.25] Τούτῳ τῷ χρόνῳ Παῦλος μάγιστρος ὁ Βωβός, ἀνὴρ τῶν ἐν Θεσσαλονίκῃ τὰ πρῶτα, καὶ Μαλακινὸς πρωτοσπαθάριος ἐπὶ συνέσει καὶ λόγῳ ἐμπρέπων, διαβληθέντες, ὡς τὰ Βουλγάρων φρονοῦντες μετῳκίσθησαν, ὁ μὲν Παῦλος εἰς τὴν ἐν Θρᾳκησίῳ πεδιάδα, ὁ δὲ Μαλακι- νὸς ἐς Βυζάντιον. τοῦτο παθεῖν φοβηθέντες καί τινες τῶν ἐκ τῆς Ἀδριανου- πόλεως ἰλλούστριοι καὶ στρατηγικαῖς ἀρχαῖς διαπρέψαντες, διὰ τὸ ὑποπτεύεσθαι τῷ Σαμουὴλ προσερρύησαν, ὁ μὲν Βατάτζης πανοικί, μόνος δὲ Βασίλειος ὁ Γλαβᾶς. οὗ τὸν υἱὸν ὁ βασιλεὺς καθεῖρξε καὶ ἐπὶ τρεῖς ὅλους ἐνιαυτοὺς κατεῖχεν, εἶτα ἀπέλυσε. τότε καὶ τῷ ἄρχοντι Βενετίας γυναῖκα νόμιμον ἔδωκεν ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ Ἀργυροῦ, ἀδελφὴν δὲ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὸ ἔθνος οὕτως ὑποποιούμενος. ἐποιήσατο δὲ καὶ εἰσβολὴν ἐν Βουλγαρίᾳ διὰ Φιλιππου- πόλεως ὁ βασιλεύς, ταύτην φρουρεῖν τάξας τὸν πατρίκιον Θεοδωροκάνον. καὶ πολλὰ τῶν ἐν Τριαδίτζῃ φρουρίων καταστρεψάμενος ἐπανῆλθεν εἰς Μοσυνούπολιν.

[Bas2+Const8.26] Τῷ δὲ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ ὀγδόῳ ἔτει, τῆς τρισκαιδε- κάτης ἰνδικτιῶνος, δύναμιν βαρεῖαν ἐκπέμψας ὁ βασιλεὺς κατὰ τῶν πέραν

[Bas2+Const8.26.3] τοῦ Αἵμου Βουλγαρικῶν κάστρων, ἀρχηγοὺς ἔχουσαν τὸν πατρίκιον Θεοδωροκάνον καὶ Νικηφόρον πρωτοσπαθάριον τὸν Ξιφίαν, τήν τε μεγάλην εἷλε Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν, καὶ ἀσινὴς καὶ τροπαιοῦχος ἡ Ῥωμαϊκὴ ὑπενόστησε δύναμις.

[Bas2+Const8.27] Τῷ δ' ἐπιόντι πάλιν ἔτει ἄπεισι κατὰ Βουλγαρίας ὁ βασιλεὺς διὰ Θεσσαλονίκης, καὶ προσερρύη αὐτῷ Δοβρομηρὸς ὁ τῆς Βερροίας κατάρχων, ἐπ' ἀνεψιᾷ γαμβρὸς τοῦ Σαμουήλ, παραδοὺς καὶ τὴν πόλιν τῷ βασιλεῖ καὶ ἀνθύπατος τιμηθείς. ὁ δὲ τὰ Σέρβια φυλάττων Νικόλαος, ὁ δὲ τὰ Σέρβια φυλάττων Νικόλαος] ὁ δὲ τὴν Κολυδρὸν φυλάττων Δημήτριος ὁ Τειχω- νᾶς, ἐπεὶ μὴ προεδίδου τὴν πόλιν, ἠξίωσε δὲ ἐκχωρηθῆναι, αὐτῷ τὰ σὺν τῷ περὶ αὐτὸν στρατεύματα ὑπεκχώρησεν ὁ βασιλεύς. ἀφῆκε δ' αὐτὸν σὺν τῷ σὺν αὐτῷ στρατῷ πρὸς τὸν Σαμουὴλ ἀφίξεσθαι. Νικόλαος δὲ ὁ τὰ Σέρβια φυλάττων, ὃν Νικολιτζᾶν ὑποκοριζόμενοι διὰ τὸ βραχὺ τῆς ἡλικίας ἐκάλουν, ἐκθύμως ἀντεῖχε καὶ τὴν ἐπενηνεγμένην αὐτῷ γεγηθότως ἐπέφερε πο- λιορκίαν. φιλοτίμως δὲ τοῦ βασιλέως χρησαμένου αὐτῇ, ἑάλω τὸ φρούριον καὶ αὐτὸς ὁ Νικολιτζᾶς. καὶ μετοικίσας ἐκεῖθεν τοὺς Βουλγάρους ὁ βασιλεὺς Ῥωμαίους φυλάττειν ἐπέστησε. καὶ ταῦτα δράσας ἐπάνεισι πρὸς τὴν βασιλίδα, ἐπαγόμενος μεθ' ἑαυτοῦ καὶ τὸν Νικολιτζᾶν, ὃν καὶ πατρικιότητι ἐτίμησεν. ἀλλ' ἀβεβαίου γνώμης οὗτος τυχών, ἐκεῖθεν ἀποδράς, ἔλαθεν ἀνασωθεὶς πρὸς τὸν Σαμουήλ, καὶ μετ' αὐτοῦ ἐλθὼν ἐπολιόρκει τὰ Σέρβια. ἀλλὰ πάλιν ὁ βασιλεὺς ὀξὺς ἐπιφανεὶς τὴν τῆς πόλεως ἔλυσε πολιορκίαν, δρασμῷ χρησαμένου τοῦ Νικολιτζᾶ σὺν τῷ Σαμουήλ. ἀλλ' οὐκ εἰς τέλος διέδρα ὁ ἄπιστος. λόχῳ γὰρ περιπεσὼν Ῥωμαϊκῷ συνελήφθη, καὶ πρὸς τὸν βασιλέα δέσμιος ἀχθεὶς εἰς φυλακὴν ἐνεβλήθη ἐν Κωνσταντινουπόλει πεμφθείς. ὁ δὲ βασιλεὺς εἰσελθὼν εἰς Θετταλίαν τὰ ἐν αὐτῇ φρούρια ἤδη παρὰ τοῦ Σαμουὴλ κατασκαφέντα ἀνωρθώσατο, καὶ τὰ παρὰ τῶν Βουλγάρων κατεχόμενα ἐκπολιορκήσας τοὺς μὲν Βουλγάρους ἐς τὸν λεγόμενον μετῴκισε Βολερόν, φρουρὰν δὲ ἐν πᾶσι καταλιπὼν ἀξιόμαχον ἐπανῆλθεν εἰς τὰ λεγόμενα Βοδινά. φρού- ριον δὲ τὰ Βοδινὰ ἐπὶ πέτρας ἀποτόμου κείμενον, δι' ἧς καταρρεῖ τὸ τῆς λίμνης τοῦ Ὀστροβοῦ ὕδωρ, ὑπὸ γῆς κάτωθεν ῥέον ἀφανῶς κἀκεῖσε πάλιν ἀναδυόμενον. καὶ ἐπεὶ μὴ ἑκουσίως παρεδίδοσαν ἑαυτοὺς οἱ ἔν- δον, πολιορκίᾳ τοῦτο κατέσχε. καὶ τούτους ὁμοίως εἰς τὸν Βολερὸν ἀποικίσας, φρουρᾷ δὲ τοῦτο ὀχυρωσάμενος ἀξιολόγῳ, ἐπάνεισιν εἰς Θεσσαλονίκην.

[Bas2+Const8.28] Ὁ δὲ τοῦ φρουρίου κατάρχων Δραξάνος, ἀνὴρ πολεμιστής, ᾐτήσατο κατὰ τὴν Θεσσαλονίκην οἰκῆσαι. ἐπινεύσαντος δὲ τοῦ βασι- λέως ἡρμόσατο γυναῖκα τὴν θυγατέρα τοῦ πρώτου τῶν πρεσβυτέρων τοῦ ναοῦ τοῦ ἀθλοφόρου Δημητρίου, καὶ παῖδας ἐξ αὐτῆς ἔσχε δύο. εἶτα ἀποδρὰς ἑάλω, καὶ ἐντεύξει τοῦ κηδεστοῦ ἠλευθερώθη. καὶ δεύ- τερον ἀποδρὰς ὁμοίως ἀφείθη. καὶ ἕτερα δὲ τέκνα δύο ποιήσας τὸ τρί- τον ἀπέδρα, καὶ συλληφθεὶς ἀνεσκολοπίσθη.

[Bas2+Const8.29] Τῶν δὲ Νουμεριτῶν καὶ Ἀταφιτῶν Ἀράβων δεινῶς τήν τε Κοίλην Συρίαν καὶ αὐτὴν κατατρεχόντων τὴν Ἀντιόχειαν, τὸν μάγι- στρον Νικηφόρον τὸν Οὐρανὸν ὁ βασιλεὺς ἄρχοντα Ἀντιοχείας ἐκπέμ- πει, διάδοχον αὐτοῦ τῆς Θεσσαλονίκης πεποιηκὼς τὸν πατρίκιον Δαβὶδ τὸν Ἀρειανίτην. ἐν δὲ Φιλιππουπόλει τὸν πρωτοσπαθάριον Νικηφόρον τὸν Ξιφίαν στρατηγεῖν ἔταξε, τοῦ Θεοδωροκάνου διὰ γῆρας παραιτη- σαμένου. ὁ δὲ μάγιστρος Νικηφόρος ὁ Οὐρανὸς ἐν Ἀντιοχείᾳ γενόμενος καὶ δυσὶ καὶ τρισὶ μάχαις συμπλακεὶς Κιτρινίτῃ τῷ τῶν Ἀράβων ἀρχηγῷ καὶ τρεψάμενος ἔπεισεν ἡσυχίαν ἄγειν, καὶ τὰ πράγματα εἰς βαθεῖαν εἰρήνην καὶ γαληνιῶσαν μετήγαγεν.

[Bas2+Const8.30] Ὁ δὲ βασιλεὺς κατὰ τὸ ἐπιὸν ἔτος, ἰνδικτιῶνος πεντεκαιδε- κάτης, ἐκστρατεύει κατὰ Βιδίνης, καὶ ἐφ' ὅλους ὀκτὼ μῆνας ἐμφιλοχω- ρήσας τῇ προσεδρείᾳ αἱρεῖ κατὰ κράτος τὴν πόλιν. ἔνθα καὶ τῶν Βουλγαρικῶν ἀρχόντων διεδείχθη ἡ πολυπειρία. εἰς ἓν γὰρ ἀγγεῖον παμπληθὲς ὁμιλοῦντες τὸ Μηδικὸν πῦρ διὰ τούτου ἐσβέννυον. ἐν ᾧ δὲ τῇ πολιορκίᾳ οὗτος προσήδρευεν, ὁ Σαμουὴλ εὐζώνῳ χρησάμενος ὁδοιπορίᾳ ἐπιτίθεται ἐξ ἐφόδου τῇ Ἀδριανουπόλει κατ' αὐτὴν τὴν ἡμέραν τῆς κοιμήσεως τῆς ὑπεραγίας θεοτόκου, καὶ τήν τε πανήγυριν, ἥτις εἰώθει ἐτησίως τελεῖσθαι δημοτελής, αἱρεῖ ἐξαίφνης ἐπιπεσών, καὶ λείαν πολλὴν περιποιησάμενος ὑπέστρεψεν εἰς τὰ ἴδια. ὁ δὲ βασιλεὺς τὴν Βιδίνην μάλα καλῶς ὀχυρωσάμενος ἐπανῆλθεν ἀσινὴς εἰς τὴν βασι- λίδα, ἐν τῷ διϊέναι πάντα τὰ ἐν ποσὶ Βουλγαρικὰ φρούρια δῃῶν καὶ καταστρεφόμενος. τῇ πόλει δὲ τῶν Σκοπίων ἐγγίσας εὗρε πέραν Ἀξειοῦ τοῦ ποταμοῦ, ὃν νῦν Βαρδάριον ὀνομάζουσι, Ἀξειοῦ-ὀνομάζουσι] Ναξίου ποταμοῦ τοῦ νῦν Βαρδαρίου ὀνομαζομένου διὰ τὸ ὑπὸ Βάρδα τοῦ Σκληροῦ τῆς παλαιᾶς κοίτης μετοχευθῆναι, ἔνθα νῦν ῥέων φαίνεται κατεσκηνωμένον ἀμερίμνως τὸν Σαμουήλ. θαρρῶν γὰρ τῇ πλημμύρᾳ τοῦ ποταμοῦ, καὶ ὡς οὐ διαβατὸς τὸ νῦν ἔχον ἔσεται, ηὐλίζετο ἀμελῶς. τινὸς δὲ τῶν στρατιωτῶν πόρον εὑρόντος καὶ δι' αὐτοῦ τὸν βασιλέα διαβιβάσαντος, ὁ μὲν Σαμουὴλ τῷ αἰφνιδίῳ καταπλαγεὶς ἔφυγεν ἀμετα- στρεπτί, ἐλήφθη δὲ ἡ τούτου σκηνὴ καὶ τὸ ὅλον στρατόπεδον. ἐνεχείρισε δὲ καὶ τὴν πόλιν τῶν Σκοπίων τῷ βασιλεῖ ταύτης ἄρχειν παρὰ τοῦ Σαμουὴλ τεταγμένος Ῥωμανός, ὁ Πέτρου μὲν τοῦ βασιλέως Βουλγάρων υἱός, τοῦ δὲ Βορίση ἀδελφός, Συμεὼν τῷ τοῦ πάππου ὀνόματι μετονο- μασθείς· ὃν ὁ βασιλεὺς ἀποδεξάμενος τῆς προαιρέσεως πατρίκιόν τε τιμᾷ καὶ πραιπόσιτον, καὶ στρατηγεῖν ἐκπέμπει Ἀβύδου.

[Bas2+Const8.31] Ἐκεῖθεν ὁ βασιλεὺς διαβὰς ἔρχεται πρὸς τὸν Πέρνικον, οὗ φύλαξ ἦν ὁ Κρακρᾶς, ἀνὴρ ἄριστος τὰ πολεμικά. ἐν ᾧ χρόνον οὐκ ὀλίγον δια- τρίψας καὶ λαὸν οὐκ ὀλίγον ἐν τῇ πολιορκίᾳ ἀποβαλών, ὡς ἔγνω κρεῖτ- τον ὑπάρχον πολιορκίας τὸ ἔρυμα, καὶ οὐδ' ὁ Κρακρᾶς θωπείαις ἢ ἄλλαις ὑποσχέσεσιν ἐμαλάσσετο καὶ ἐπαγγελίαις, μετέβη πρὸς Φιλιπ- πούπολιν. ἐκεῖθέν τε ἀπάρας ἄπεισιν εἰς Κωνσταντινούπολιν.

[Bas2+Const8.32] Καὶ τῇ αὐτῇ ἰνδικτιῶνι δόγμα ἐξέθετο, τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας τελεῖσθαι παρὰ τῶν δυνατῶν. κατωνομάσθη δὲ ἡ τοιαύτη σύνταξις ἀλληλέγγυον. τοῦ πατριάρχου δὲ Σεργίου καὶ πολ- λῶν ἀρχιερέων καὶ ἀσκητῶν ἀνδρῶν οὐκ ὀλίγων δεηθέντων ἐκκοπῆναι τουτὶ τὸ παράλογον ἄχθος, ὁ βασιλεὺς οὐχ ὑπήκουσεν. ὁ δὲ Σαμουὴλ λόχους θεὶς ἐν τόποις ἐπιτηδείοις, τὸν δοῦκα Θεσσαλονίκης Ἰωάννην πατρίκιον τὸν Χάλδον ἐζώγρησε.

[Bas2+Const8.33] Ὀγδόῃ δὲ ἰνδικτιῶνι, ἐν ἔτει ἑξακισχιλιοστῷ πεντακοσιοστῷ ὀκτωκαιδεκάτω, ὁ τῆς Αἰγύπτου κατάρχων Ἀζίζιος διὰ μικρὰς αἰτίας καὶ μηδενὸς λόγου προσκρούσματα ἄξια τὰς πρὸς Ῥωμαίους λύσας σπονδὰς τόν τε ἐν Ἱεροσολύμοις ἐν τῷ τάφῳ τοῦ σωτῆρος Χριστοῦ ἀνεγηγερμένον πολυτελῶς θεῖον ναὸν κατεστρέψατο, καὶ τὰ εὐαγῆ ἐλυμήνατο μοναστήρια, καὶ τοὺς ἐν τούτοις ἀσκουμένους ἁπανταχοῦ τῆς γῆς ἐφυγάδευσε.

[Bas2+Const8.34] Τῷ δ' ἐπιόντι ἔτει γέγονε χειμὼν ἐπαχθέστατος, ὡς ἀποκρυ- σταλλωθῆναι πάντα ποταμὸν καὶ λίμνην καὶ αὐτὴν τὴν θάλασσαν. καὶ Ἰαννουαρίῳ μηνὶ τῆς αὐτῆς ἐπινεμήσεως γέγονε σεισμὸς φρικωδέ- στατος, καὶ διεκράτησε κλονουμένη ἡ γῆ μέχρι τῆς ἐννάτης τοῦ Μαρτίου μηνός. ἐν ταύτῃ δὲ περὶ δεκάτην ὥραν τῆς ἡμέρας γέγονε βρασμὸς καὶ κλόνος φρικτὸς κατά τε τὴν βασιλίδα καὶ ἐν τοῖς θέμασι, καὶ πεπτώ- κασιν αἱ σφαῖραι τοῦ ναοῦ τῶν ἁγίων τεσσαράκοντα καὶ τῶν ἁγίων

[Bas2+Const8.34.8] πάντων. ἃς ὁ βασιλεὺς εὐθὺς ἀνεκτήσατο. ταῦτα δὲ προεμήνυε τὴν μετὰ ταῦτα γενομένην ἐν Ἰταλίᾳ στάσιν. δυνάστης γάρ τις τῶν ἐποίκων τῆς Βάρεως, τοὔνομα Μέλης, παραθήξας τὸν ἐν Λογγιβαρδίᾳ λαὸν ὅπλα κατὰ Ῥωμαίων αἴρει. καὶ ὁ βασιλεὺς Βασίλειον ἐκπέμπει τὸν Ἀργυρὸν στρατηγὸν ὄντα τῆς Σάμου καὶ τὸν λεγόμενον Κοντολέοντα τῆς Κεφα- ληνίας στρατηγοῦντα ἐπὶ τῷ καταστῆσαι Ῥωμαίοις τὰ πράγματα. οἷς ἀντιπαραταξάμενος ὁ Μέλης τρέπει λαμπρῶς, πολλῶν πεπτω- κότων, οὐκ ὀλίγων δὲ ζωγρηθέντων, τῶν δὲ λοιπῶν τὴν διὰ φυγῆς ἀσχήμονα προκρινάντων ζωήν.

[Bas2+Const8.35] Ὁ δὲ βασιλεὺς οὐ διέλιπε καθ' ἕκαστον ἐνιαυτὸν εἰσιὼν ἐν Βουλγαρίᾳ καὶ τὰ ἐν ποσὶ κείρων τε καὶ δῃῶν. ὁ Σαμουὴλ δὲ μὴ δυνά- μενος τῶν ὑπαίθρων ἀντιποιεῖσθαι, μηδὲ πρὸς ἐμφανῆ μάχην ἀντι- στῆναι τῷ βασιλεῖ, ἀλλὰ πάντοθεν θραυόμενος καὶ τὴν οἰκείαν ἀκμὴν ἀποβάλλων, ἔγνω τάφροις καὶ θριγγίοις ἐπιτειχίσαι τούτῳ τὴν εἰς Βουλγαρίαν εἴσοδον. εἰδὼς οὖν, ὡς ἔθος ἀεὶ τῷ βασιλεῖ διὰ τοῦ λεγο- μένου Κίαβα Λόγγου καὶ τοῦ Κλειδίου ποιεῖσθαι τὰς διελεύσεις, ταύ- την ἔγνω τὴν δυσχωρίαν ἐπιτειχίσαι καὶ τῷ βασιλεῖ ἀποκλεῖσαι τὴν εἴσοδον. φραγμὸν οὖν δομησάμενος εἰς εὖρος πολύν, καὶ φύλακας ἐν αὐτῷ ἀξιοπρεπεῖς ἐπιστήσας, προσέμενε τὸν βασιλέα. ἀφικομένου δὲ καὶ τούτου καὶ ἀποπειρασαμένου τῆς εἰσόδου, ἐπείπερ ἀντεῖχον γενναίως οἱ φυλάσσοντες καὶ τοὺς βιαζομένους ἐξ ὑπερδεξίων ἀνῄρουν βάλλοντες καὶ τιτρώσκοντες, καὶ ἤδη ἀπέγνωστο τῷ βασιλεῖ ἡ διάβασις, Νικη- φόρος ὁ Ξιφίας τῆς Φιλιππουπόλεως τότε στρατηγῶν τῷ βασιλεῖ συνταξάμενος, καὶ αὐτὸν μὲν προσμένειν καὶ συνεχεῖς προσβολὰς ποιεῖσθαι τῷ δέματι παρεγγυήσας, αὐτὸς δὲ ἀπιέναι φήσας, εἴ πως καὶ δυνη- θείη λυσιτελές τι διαπράξασθαι καὶ σωτήριον, τὸν περὶ αὐτὸν εἰληφὼς λαὸν ὑποστρέφει, καὶ περιοδεύσας τὸ πρὸς μεσημβρίαν τοῦ Κλειδίου κείμενον ὑψηλότερον ὄρος, ὃ Βαλασίτζαν κατονομάζουσι, καὶ τραχυ- πορίαις καὶ ἀνοδίαις χρησάμενος, εἰκοστῇ ἐννάτῃ τοῦ Ἰουλίου μηνός, ἰνδικτιῶνος δωδεκάτης, ἄνωθεν ἐξαίφνης μετ' ἀλαλαγμοῦ καὶ δούπου κατὰ νώτου γίνεται τῶν Βουλγάρων. οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλα- γέντες τρέπονται πρὸς φυγήν. καὶ ὁ βασιλεὺς μονωθὲν διαρρήξας τὸ τεῖχος ἐδίωκεν. ἔπεσον οὖν πολλοί, καὶ πολλῷ πλείους ἑάλωσαν, μόλις τοῦ Σαμουὴλ διαφυγεῖν δυνηθέντος τὸν κίνδυνον συνεργίᾳ τοῦ ἰδίου υἱοῦ γενναίως τοὺς ἐπιόντας ὑποδεξαμένου, καὶ ἵππῳ τοῦτον ἐπιβιβά- σαντος καὶ ἐς τὸ λεγόμενον Πρίλαπον τὸ φρούριον ἀπαγαγόντος. ὁ δὲ βασιλεὺς τοὺς ἑαλωκότας τῶν Βουλγάρων ἀμφὶ τὰς πεντεκαίδεκα, ὥς φασιν, ὄντας χιλιάδας ἀπετύφλωσε, καὶ ἑκάστην ἑκατοντάδα πεπηρω- μένων ὑφ' ἑνὸς μονοφθάλμου ὁδηγεῖσθαι κελεύσας ἐς τὸν Σαμουὴλ ἀπο- πέμπει. οὓς ἐκεῖνος κατ' ἀριθμὸν καὶ τάξιν θεώμενος ἀφικνουμένους, καὶ τὸ πάθος οὐκ ἐνεγκὼν νεανικῶς καὶ εὐψύχως, λειποθυμίᾳ καὶ σκότῳ βάλλεται καὶ εἰς γῆν πίπτει· ὕδατι δὲ καὶ μύροις οἱ παρόντες τὴν πνοὴν αὐτῷ ἀνακαλεσάμενοι ἀνενεγκεῖν μικρὸν πεποιήκασιν. ἀνενεγκὼν δὲ ὕδωρ πιεῖν ἐπεζήτησε ψυχρόν. λαβὼν δὲ καὶ πιὼν ἐλήφθη καρδιωγμῷ, καὶ μετὰ δύο ἡμέρας θνῄσκει κατὰ τὴν ἕκτην τοῦ Ὀκτωβρίου μηνός. παραλαμβάνει δὲ τὴν ἀρχὴν τῶν Βουλγάρων ὁ υἱὸς αὐτοῦ Γαβριὴλ ὁ καὶ Ῥωμανός, ῥώμῃ μὲν καὶ ἰσχύϊ τοῦ πατρὸς ὑπερέχων, φρονήσει δὲ καὶ διανοίᾳ πολλῷ λειπόμενος, τεχθεὶς τῷ Σαμουὴλ ἀπό τινος αἰχμαλώτιδος Λαρισσαίας ἀπό τινος αἰχμαλώτιδος Λαρισσαίας] ἐξ Ἀγάθης τῆς θυγατρὸς Ἰωάννου τοῦ Χρυση- λίου τοῦ ἐν Δυρραχίῳ πρωτεύοντος. ἦρξε δὲ κατὰ τὴν πεντεκαιδεκάτην τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτιῶνος τρισκαιδεκάτης. καὶ μηδ' ὅλον ἀποπληρώσας ἐνιαυτὸν σφάττεται, εἰς κυνηγέσιον ἐξελθών, παρὰ Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου τοῦ υἱοῦ Ἀαρών, ὃν αὐτὸς θνῄσκειν μέλλοντα τοῦ θανάτου ἀπελυτρώσατο. εἶχε δὲ γυναῖκα ὁ Ῥοδομηρὸς τὴν θυγατέρα τοῦ κράλλη Οὐγγρίας. οὐκ οἶδ' οἷς τισι λόγοις ἐμίσησε ταύτην καὶ ἀπεδίωξεν, ἐγκύμονα ἤδη ἐξ αὐτοῦ γενομένην. ἠγάγετο δὲ Εἰρήνην τὴν πανωραίαν αἰχμαλωτισθεῖσαν ἐν Λαρίσσῃ.

[Bas2+Const8.36] Πρὸ τοῦ δὲ ταῦτα γενέσθαι, Θεοφυλάκτου τοῦ Βοτανειάτου ἄρχειν Θεσσαλονίκης μετὰ τὸν Ἀρειανίτην πεμφθέντος Δαβὶδ ὁ Νεστο- ρίτζης, εἷς τῶν παρὰ Βουλγάροις μέγα δυναμένων ὑπάρχων, μετὰ δυνάμεως ἁδρᾶς κατὰ Θεσσαλονίκης ἐκπέμπεται παρὰ τοῦ Σαμουήλ. οἷς συναντήσας ὁ Θεοφύλακτος σὺν τῷ υἱῷ Μιχαὴλ καὶ συμπλακεὶς τρέπει τε κατὰ κράτος, καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους συχνοὺς προσλαβόμενος διακομίζει τῷ βασιλεῖ πολιορκοῦντι τὸ ἐν τῇ κλεισούρᾳ τοῦ Κλειδίου δέμα. τὸ δέμα δέ, ὡς εἴρηται, διαβὰς ὁ βασιλεὺς κατὰ Στρούμβιτζαν γίνεται. καὶ παρεστήσατο μὲν φρούριον τὸ καλούμενον Ματζούκιν, τῇ Στρουμβίτζῃ δὲ προσεγγίζον, μετὰ δυνάμεως δ' ἐκ- πέμπει τὸν Βοτανειάτην Θεοφύλακτον τὸν δοῦκα Θεσσαλονίκης, ὑπερ- βῆναι κελεύσας τοὺς ἐν Στρουμβίτζῃ βουνούς, καὶ τὰ ἐν ταῖς κατ' αὐτοὺς ὁδοῖς πυρπολῆσαι δέματα, καὶ εὐπόρευτον αὐτῷ θεῖναι τὴν πρὸς Θεσ- σαλονίκην ἄγουσαν ὁδόν. ὁ δὲ ἀπελθὼν συνεχωρήθη μὲν ἐν τῷ εἰσιέναι παρὰ τῶν τοποφυλακούντων Βουλγάρων ἀνεμποδίστως διελθεῖν, μέλ- λων δὲ πρὸς τὸν βασιλέα πάλιν ὑποστρέφειν μετὰ τὸ τὰ προστεταγ- μένα πληρῶσαι περιπίπτει λόχοις ἐπ' αὐτῷ τούτῳ προσκαθημένοις καὶ ἐνεδρεύουσιν ἔν τινι ἐπιμήκει στενοχωρίᾳ. ἐν ᾗ εἰσελθὼν καὶ πάντοθεν περιστοιχισθεὶς καὶ ἄνωθεν ὑπὸ λίθων καὶ τόξων βαλλόμενος, μηδενὸς ἀμύνασθαι δυναμένου διὰ τὴν πύκνωσιν καὶ τὸ τῆς στενοχωρίας ἀδιεξ- όδευτον, αὐτός τε πίπτει, μηδὲ ταῖς οἰκείαις χερσὶ δυνηθεὶς χρήσασθαι τοῦ Ῥαδομηροῦ τῇ λόγχῃ, ἣν ἐπεφέρετο, τὰ τούτου ἐκχέαντος ἔγκατα καὶ πολὺ μέρος σὺν αὐτῷ ἀπώλετο τοῦ στρατοῦ. ἅπερ μηνυθέντα τῷ βασιλεῖ πολλῆς αὐτὸν ἐνέπλησεν ἀθυμίας. ὅθεν καὶ προσωτέρω χωρεῖν οὐκ ἔκρινεν, ἀλλ' ὑποστρέψας ἦλθεν εἰς τὰ Ζαγόρια, ἔνθα τὸ λίαν ὀχυρώ- τατον ἵδρυται φρούριον ὁ Μελνῖκος, ἐπί τινος πέτρας ἱδρυμένον κρημ- νοῖς καὶ φάραγξι βαθυτάταις πάντοθεν ἐστεφανωμένης. ἐν ᾧ οἱ τῆς περιχώρου πάντες καταφυγόντες Βούλγαροι ὀλίγα τῶν Ῥωμαίων ἐφρόντιζον. πρὸς οὓς ὁ βασιλεὺς Σέργιόν τινα ἐκτομίαν, ἕνα τῶν οἰκειο- τάτων αὐτῷ θαλαμηπόλων ἐκπέμπει, ἄνδρα φρενήρη τε καὶ δεινὸν εἰπεῖν, ἀποπειρώμενος τῆς γνώμης αὐτῶν. οὗτος δ' ἐκεῖσε γενόμενος καὶ πολλαῖς χρησάμενος πιθανολογίαις μεταδιδάξαι ἴσχυσε τοὺς ἀνθρώ- πους τὸ δέον, καὶ τὰ ὅπλα καταθεμένους παραδοῦναι τῷ βασιλεῖ ἑαυ- τοὺς καὶ τὸ φρούριον. οὓς ἀποδεξάμενος ὁ βασιλεὺς καὶ φιλοφρονησά- μενος ἀξιοπρεπῶς, καὶ φρουρὰν τῷ φρουρίῳ τὴν ἀρκοῦσαν ἐγκατα- τάξας, μετέβη πρὸς Μοσυνόπολιν. ἐν ᾗ διάγοντι τούτῳ καὶ ὁ τοῦ Σα- μουὴλ ἀγγέλλεται θάνατος κατὰ τὴν εἰκοστὴν τετάρτην τοῦ Ὀκτω- βρίου μηνός. καὶ εὐθὺς ὁ βασιλεὺς ἀπάρας ἐκ Μοσυνοπόλεως κάτεισιν εἰς Θεσσαλονίκην, κἀκεῖθεν ἄπεισιν εἰς Πελαγονίαν, μηδὲν λυμηνάμενος τῶν ἐν ποσίν, ἀλλ' ἢ μόνα πυρπολήσας τὰ ἐν Βουτέλῃ βασίλεια τοῦ Γαβριήλ. πέμψας δὲ καὶ στρατιὰν χειροῦται τὸ φρούριον Πριλάπου καὶ τοῦ Στυπείου. ἐκεῖθεν καταλαμβάνει τὸν Τζερνᾶν λεγόμενον ποταμόν, ὃν σχεδίαις καὶ θυλάκοις πεφυσημένοις διαπεράσας ἐπάνεισιν εἰς τὰ Βοδηνά, κἀκεῖθεν τῇ ἐννάτῃ τοῦ Ἰαννουαρίου μηνὸς ἦλθεν εἰς Θεσσα- λονίκην.

[Bas2+Const8.37] Ἔαρος δ' ἐπιστάντος ὑπέστρεψε πάλιν εἰς Βουλγαρίαν καὶ τῷ φρουρίῳ τῶν Βοδηνῶν προσίσχει. ἔφθασαν γὰρ οὗτοι, τὴν πρὸς

[Bas2+Const8.37.3] βασιλέα πίστιν ἀπαρνησάμενοι, ἆραι κατὰ Ῥωμαίων ὅπλα. καρτερὰν οὖν ἐνστησάμενοι πολιορκίαν ἠνάγκασε πίστεις λαβόντας ἑαυτοὺς ἐγχειρίσαι τοὺς ἔνδον. οὓς πάλιν ἐν τῷ Βολερῷ μετοικίσας, καὶ ἕτερα φρούρια ἀνεγείρας δύο ἐν τῷ μέσῳ τῆς δυσχωρίας, ὧν τὸ μὲν Καρδίαν ὠνόμασε, τὸ δ' ἕτερον Ἅγιον Ἠλίαν, ὑπέστρεψεν εἰς Θεσσαλονίκην. ἐπιστάντος-εἰς Θεσσαλονίκην] ἐπιστάντος κατ' αὐτὴν τὴν ἡμέραν τοῦ μεγάλου σαββά- του ἐξ ἐφόδου ἐλθὼν παρέλαβε τὰ Βοδηνὰ καὶ τοὺς οἰκήτορας ταύτης εἰς τὸ Βολερὸν μετῴκησεν, Ῥωμαίους δὲ ἀντ' αὐτῶν τῇ πόλει οἰκήτορας ἐναφῆκε τοὺς καλουμένους Κονταράτους, θηριώδεις ἀνθρώπους καὶ φονικούς, ἀνελεήμονάς τε καὶ ὁδοστάτας. ἀνήγειρε δὲ καὶ ἕτερα δύο φρούρια ἐν τῷ μέσῳ τῆς δυσχωρίας, ὧν τὸ μὲν Καρδίαν ὠνόμασεν, τὸ ἕτερον τὸν Ἅγιον Ἠλίαν, καὶ ὑπέστρεψεν εἰς Θεσσαλονίκην. ἐν ᾗ Ῥωμανὸς ὁ καὶ Γαβριὴλ διά τινος Ῥωμαίου τετμημένην ἔχοντος τὴν χεῖρα δούλωσιν καὶ ὑποταγὴν ὑπισχνεῖτο. ὁ δὲ ὑποπτεύσας τὰ γράμ- ματα, τὸν πατρίκιον Νικηφόρον τὸν Ξιφίαν καὶ Κωνσταντῖνον τὸν Διο- γένην, μετὰ τὸν Βοτανειάτην στρατηγὸν γεγονότα Θεσσαλονίκης, μετὰ δυνάμεως ἐκπέμπει ἐν τῇ χώρᾳ τῶν Μογλένων. ὧν τὴν πᾶσαν ληϊσαμένων ἐκείνην γῆν καὶ τὴν πόλιν πολιορκούντων, ἔφθασε καὶ ὁ βασιλεύς, καὶ τὴν παραρρέοντα τῇ πόλει μετοχετεύσας ποταμὸν καὶ τὰ θεμέλια τῶν τειχῶν ὑπορύξας καὶ ξύλα καὶ εὔπρηστον ὕλην ὑποβαλὼν τοῖς ὀρύγμασι καὶ πῦρ ἐμβαλών, τῆς ὕλης καταπρησθείσης κατέστρεψε τὸ τεῖχος. ὅπερ ἰδόντες οἱ ἔνδον πρὸς ἱκεσίαν μετ' ὀλοφυρμῶν ἐτράποντο καὶ ἑαυτοὺς παρεδίδουν σὺν τῷ φρουρίῳ. ἐλήφθη οὖν Δομετιανὸς ὁ Καυκάνος, ἀνὴρ δυνάστης καὶ τῷ Γαβριὴλ συμπάρεδρος, καὶ Ἠλίτζης ὁ ἄρχων Μογλένων, καὶ ἕτεροι δυνάσται πολλοὶ καὶ λαὸς πολεμιστὴς οὐκ ὀλίγος. τοὺς μὲν οὖν ὅπλα δυναμένους κινεῖν εἰς Ἀσπρακανίαν ἐκπέμπει ὁ βασιλεύς, τὸν δὲ λοιπὸν συρφετώδη λαὸν διαρπαγῆναι προσέταξεν, ἐμπρησθῆναι δὲ καὶ τὸ φρούριον. ἑάλω δὲ καὶ ἕτερον φρού- ριον Ἐνώτια κεκλημένον, γειτονοῦν τοῖς Μογλένοις.

[Bas2+Const8.38] Ἡμέρᾳ δὲ πέμπτῃ ἧκεν ὁ χειρότμητος Ῥωμαῖος, ἔχων καὶ θερά- ποντα Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου, υἱοῦ Ἀαρών, ἐπαγόμενος καὶ γράμματα δηλοῦντα φονευθῆναι ἐν τῷ Πετερισκῷ (Πετρισκῷ U) ὑπ' αὐτοῦ τὸν Γαβριὴν καὶ τὴν πᾶσαν ἐξουσίαν εἰς ἑαυτὸν μετενεχθῆναι, ὑπισχνουμενά τε τὴν πρέπουσαν ὑποταγὴν καὶ δούλωσιν ἐνδείξασθαι πρὸς τὸν βασιλέα. ἅπερ ἀναγνοὺς ὁ βασιλεὺς καὶ χρυσοβούλλοις γράμ- μασι τὰ δοκοῦντα πιστωσάμενος ἀπέστειλε πρὸς τὸν Ἰωάννην. καὶ μετ' ὀλίγας πάλιν ἡμέρας ἐπανῆκεν ὁ τετμημένος τὴν χεῖρα Ῥωμαῖος, γραφὰς κομίζων Ἰωάννου τε καὶ τῶν ἀρχόντων Βουλγαρίας ὑπηκόους ὁμολογούντων γενέσθαι καὶ δούλους τοῦ βασιλέως. προσερρύη δὲ τῷ βασιλεῖ καὶ Καυκάνος Καυκάνος] Θεόδωρος ὁ Κπαχάνης ὁ ἀδελφὸς Δομετιανοῦ καὶ Μελίτωνος τοῦ ἐν Μογλένοις ἁλόντος. ὃν φιλοτιμησάμενος διὰ τιμῆς ἦγεν. ὃς καὶ ὑπέσχετο τῷ βασιλεῖ ἀνελεῖν τὸν Βλαδισθλάβον. ἀπιὼν δὲ ἐπὶ Βουλγαρίαν σὺν τῷ θεράποντι τοῦ Ἰωάννου καὶ τὴν σφαγὴν αὐτουργῆσαι ὀφείλοντι, δώροις ὑποκλα- πέντι, παρ' αὐτοῦ σφάττεται κατὰ τὸ Στούπιον οἰκητήριον. Διάβολις ὁ τόπος ἐκαλεῖτο ἀνέκαθεν, ἔνθα ἡ τοῦ Θεοδώρου ἐτελέσθη σφαγή. ἐπεὶ δὲ ἔγνω τὸν Ἰωάννην δόλῳ καὶ περινοίᾳ γράψαντα τὰ γραφέντα καὶ τἀναντία, ὧν ὑπισχνεῖτο, διανοούμενον, ἐπανέστρεψε πάλιν πρὸς Βουλγαρίαν, καὶ λεηλατήσας τὴν περίχωρον Ὀστροβοῦ καὶ τοῦ Σωσκοῦ καὶ τὴν πεδιάδα Πελαγονίας τοὺς ἁλισκομένους πάντας ἀπετύφλου Βουλγάρους. ἄπεισιν οὖν ἄχρι τῆς πόλεως Ἀχρίδος, ἐν ᾗ τὰ βασίλεια τῶν βασιλέων ἵδρυντο Βουλγαρίας. καὶ τὴν πόλιν παραλαβὼν καὶ πάντα καλῶς διαθεὶς ἔμελλε καὶ προσωτέρω βαδίζειν καὶ τῆς πρὸς τὸ Δυρράχιον ἅψασθαι. ἐδεῖτο γὰρ τῆς ἐπιδημίας αὐτοῦ τὰ ἐκεῖσε. ἕως μὲν γὰρ Τριβαλίας καὶ τῶν ἀγχοτάτω Σερβίας μερῶν ἦρχε Βλαδιμηρὸς ὁ ἐπὶ θυγατρὶ τοῦ Σαμουὴλ κηδεστής, ἀνὴρ ἐπιεικὴς καὶ εἰρηνικὸς καὶ ἀρετῆς ἀντεχόμενος, ἠρεμίαν εἶχε τὰ ἐν Δυρραχίῳ. ἐπεὶ δὲ ὁ Γαβριὴλ παρὰ τοῦ Ἰωάννου ἀπώλετο, καὶ οὗτος παρασπονδηθεὶς καὶ τοῖς ὅρκοις πιστεύσας παρὰ Ἰωάννου δοθεῖσιν αὐτῷ διὰ Δαβὶδ τοῦ ἀρχιε- πισκόπου Βουλγαρίας ἑαυτὸν ἐνεχείρισε καὶ μετὰ μικρὸν ἀπεσφάγη, πολὺν εἶχε τάραχον καὶ κλόνον τὰ ἐκεῖσε πράγματα, ἐγκειμένου καθ' ἑκάστην καὶ διὰ στρατηγῶν πολλάκις τοῦ Ἰωάννου καὶ δι' ἑαυτοῦ πάλιν ἑλεῖν τὴν πόλιν. καὶ διὰ τοῦτο ἐβούλετο μὲν ὁ βασιλεὺς ἀπελ- θεῖν καὶ βοηθῆσαι, ἐκωλύθη δὲ δι' αἰτίαν οὐκ ἄλογον. ἀπερχόμενος γὰρ πρὸς Ἀχρίδας κατέλιπε κατόπιν μετὰ πλήθους στρατιωτῶν Γεώργιον στρατηγὸν τὸν Γονιτζιάτην καὶ Ὀρέστην πρωτοσπαθάριον τὸν αἰχ- μάλωτον, κατατρέχειν κελεύσας τὰ πεδία Πελαγονίας. οὓς ἐλλοχήσαντες Βούλγαροι ἔχοντες στρατηγὸν τὸν Ἰβάτζην, φανερώτατον ἄνδρα καὶ δεδοκιμασμένον, ἀναιροῦσι πάντας. ὧν τῇ λύπῃ συγχυθεὶς ὁ βασιλεὺς ἐπανέστρεψεν εἰς Πελαγονίαν, καὶ τὸν Ἰβάτζην καταδραμὼν καὶ διώ- ξας ἀπῆλθεν ἐν Θεσσαλονίκῃ. κἀκεῖθεν διέβη εἰς Μοσυνούπολιν, λαὸν κατὰ Στρουμβίτζης πεπομφὼς ἡγεμόνα ἔχοντα τὸν πατρίκιον Δαβὶδ τὸν Ἀρειανίτην. ὃς αἰφνίδιος ἐπιφανεὶς εἷλε τὸ φρούριον, ὃ Θερμίτζα κατονομάζεται. καὶ ἕτερον πάλιν λαὸν κατὰ τῶν ἐν Τριαδίτζῃ φρου- ρίων, ἔξαρχον ἔχοντα τὸν Ξιφίαν, ἐκπέμπει. καὶ οὗτος δὲ τὰ ἐν τοῖς ὑπαίθροις πάντα καταστρεψάμενος εἷλε πολιορκίᾳ τὸ ἔρυμα, ὃ Βοιὼ καλεῖται.

[Bas2+Const8.39] Ὁ δὲ βασιλεὺς ἀπελθὼν ἐν Κωνσταντινουπόλει, κατὰ τὸν Ἰαννουάριον μῆνα τοῦ ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ εἰκοστοῦ τετάρτου ἔτους, στόλον εἰς Χαζαρίαν ἐκπέμπει, ἔξαρχον ἔχοντα τὸν Μογγόν, υἱὸν Ἀνδρονίκου δουκὸς τοῦ Λυδοῦ· καὶ τῇ συνεργίᾳ Σφέγγου τοῦ ἀδελφοῦ Βλαδιμηροῦ, τοῦ γαμβροῦ τοῦ βασιλέως, ὑπέταξε τὴν χώραν, τοῦ ἄρχοντος αὐτῆς Γεωργίου τοῦ Τζούλη ἐν τῇ πρώτῃ προσβολῇ συλληφθέντος. τότε καὶ Σεναχηρεὶμ ὁ τῆς ἄνω Μηδίας ἄρχων, ἣν Ἀσπρακανίαν ὀνομάζουσι σήμερον τῷ βασιλεῖ παγγενεὶ προσ- έδραμε, τὴν ὑπείκουσαν αὐτῷ παραδεδωκὼς ἅπασαν χώραν, πατρίκιος τιμηθεὶς καὶ στρατηγὸς Καππαδοκίας, καὶ κτήσεις ἀντιλαβὼν τάσδε τὰς πόλεις, τὴν Σεβάστειαν, τὴν Λάρισσαν, τὴν Ἄβαραν, καὶ ἄλλας κτήσεις πολλάς. στενοχωρούμενος γὰρ οὗτος ὑπὸ τῶν προσοίκων Ἀγαρηνῶν καὶ μὴ οἷος ὢν ἀντέχειν προσέδραμε τῷ βασιλεῖ, παραδοὺς τὴν ἑαυτοῦ χώραν. ἧς ἄρχειν ἀποσταλεὶς Βασίλειος πατρίκιος ὁ Ἀργυ- ρὸς καὶ τοῖς ὅλοις πταίσας παραλύεται τῆς ἀρχῆς. καὶ διάδοχος αὐτοῦ πέμπεται Νικηφόρος πρωτοσπαθάριος ὁ Κομνηνός, ὃς κατὰ χώραν γενόμενος καὶ τὰ μὲν πειθοῖ, τὰ δὲ βίᾳ χρώμενος ὑπήκοον τῷ βασιλεῖ τὴν χώραν ἐποίησεν.

[Bas2+Const8.40] Ἑξακισχιλιοστῷ δὲ πεντακοσιοστῷ εἰκοστῷ τετάρτῳ ἔτει, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης, ἀπάρας τῆς βασιλίδος ὁ βασιλεὺς ἄπεισιν εἰς Τριάδιτζαν, καὶ τὸ φρούριον Πέρνικον περικαθίσας ἐπολιόρκει, τῶν ἔνδον δὲ καρτερῶς καὶ ἐκθύμως ἀγωνιζομένων, καὶ πολλῶν Ῥω- μαίων πιπτόντων. ἐφ' ὅλας ὀγδοήκοντα καὶ ὀκτὼ ἡμέρας προσλιπαρή- σας τῇ πολιορκία, ὡς ἔγνω ἀδυνάτοις ἐπιχειρῶν, ἄπρακτος ὑπεχώρησεν καὶ εἰς Μοσυνούπολιν κατῆλθεν. ἐν ᾗ τὸν λαὸν διαναπαύσας, ἔαρος ἐπιστάντος ἄρας ἐκ Μοσυνουπόλεως εἴσεισιν εἰς Βουλγαρίαν καὶ περι- καθίσας φρούριον τὸ λεγόμενον Λογγᾶν εἷλε πολιορκίᾳ. Δαβὶδ δὲ τὸν

[Bas2+Const8.40.10] Ἀριανίτην καὶ Κωνσταντῖνον τὸν Διογένην εἰς τὰς κατὰ Πελαγονίαν πεδιάδας ἐκπέμψας ζῴων πολλῶν καὶ αἰχμαλώτων ἐγένετο κύριος. τὸ δὲ ληφθὲν φρούριον ἐμπρήσας ὁ βασιλεύς, καὶ τριχῇ τοὺς ἁλόντας μερισάμενος, καὶ μίαν μὲν μερίδα τοῖς συμμαχοῦσι παρεσχηκὼς Ῥῶς, ἑτέραν δὲ Ῥωμαίοις, καὶ ἄλλην ἑαυτῷ παρακατασχών, ἐχώρει προσω- τέρω. καὶ μέχρι Καστορίας ἐλθὼν καὶ τῆς πόλεως ἀποπειραθείς, ὡς ᾔσθετο ἀνεπιχείρητον αὐτὴν οὖσαν, ὑπέστρεψεν. ἐδέξατο γὰρ καὶ γράμμα τοῦ στρατηγοῦντος ἐν Δοροστόλῳ Τζοτζικίου, τοῦ υἱοῦ τοῦ πατρικίου Θευδάτου τοῦ Ἴβηρος, ὡς ὁ Κρακρᾶς λαὸν ὅτι πλεῖστον ἀθροίσας καὶ τῷ Ἰωάννῃ ἑνωθείς, προσλαβόμενοι δὲ καὶ Πατζινάκας, μέλλουσιν εἰσβολὴν κατὰ Ῥωμανίας ποιήσασθαι. τούτῳ τῷ γράμματι θορυβηθεὶς ἐπανῄει διὰ ταχέων. ἐν τῷ παριέναι δὲ τό τε φρούριον εἷλε τὰ Βοσό- γραδα καὶ ἐνέπρησε, καὶ τὴν Βέρροιαν ἐπικτήσας, δῃώσας δὲ καὶ κατε- ρειπώσας τὰ πέριξ Ὀστροβοῦ καὶ Μολισκοῦ, ἔστη τοῦ προσωτέρω ἰέναι. ἀπηγγέλη γὰρ αὐτῷ, ὡς ἡ μελετωμένη τῷ Κρακρᾷ καὶ τῷ Ἰωάννῃ κατὰ Ῥωμαίων ἔφοδος ἐνεποδίσθη, τῶν Πατζινάκων μὴ δόν- των συμμαχίαν αὐτοῖς. διὸ καὶ ὑποστρέψας πολιορκεῖ φρούριον ἄλλο τὴν Σέτεναν, ἐν ᾗ βασίλεια ἦσαν τοῦ Σαμουὴλ καὶ σῖτος ἀπέκειτο πολύς, ὃν τῷ λαῷ διαρπάσαι κελεύσας, τἆλλα πάντα κατέφλεξεν. ἐξέπεμψε δὲ καὶ κατὰ Ἰωάννου οὐ μακρὰν ἀπέχοντος τὸ τάγμα τῶν σχολῶν τῆς δύσεως καὶ τὸ τῆς Θεσσαλονίκης, ἡγεμόνα ἔχοντα Κωνσταντῖνον τὸν Διογένην. τούτοις ἀπιοῦσιν ἐνήδρευσεν ὁ Ἰωάννης. μαθὼν δὲ τοῦτο ὁ βασιλεὺς ἐξιππασάμενος, καὶ μηδὲν ἄλλο εἰπών, ἀλλ' ἢ ‘ὅστις πολε- μιστής, ἀκολουθείτω μοι,’ ἀπῄει κατὰ σπουδήν. τοῦτο γνόντες οἱ τοῦ Ἰωάννου σκοποὶ μετὰ φόβου πρὸς τὸ τοῦ Ἰωάννου στρατόπεδον ἔρ- χονται, καὶ δειλίας καὶ ταραχῆς τοῦτο ἐνέπλησαν, μηδὲν ἄλλο βοῶντες, ἀλλ' ἢ ‘βεζεῖτε, ὁ τζέσαρ.’ πάντων οὖν φευγόντων ἀκόσμως σὺν τῷ Ἰωάννῃ, οἱ περὶ τὸν Διογένην ἀναθαρρήσαντες κατόπιν ἐδίωκον. καὶ κτείνουσι μὲν πολλούς, συλλαμβάνουσι δὲ καὶ διακοσίους πανοπλίτας καὶ τοὺς ἵππους καὶ τὴν ἀποσκευὴν Ἰωάννου καὶ τὸν τούτου ἀνεψιόν· ὃν καὶ παραυτίκα στερεῖ τῶν ὀφθαλμῶν. ταῦτα δράσας ἐπάνεισι πρὸς τὰ Βο- δηνά, καὶ πάντα τὰ ἐκεῖσε καταστησάμενος ἐπαναζευγνύει πρὸς τὸ Βυζάντιον, κατὰ τὴν ἐννάτην τοῦ Ἰαννουαρίου μηνός, ἰνδικτιῶνος πεντε- καιδεκάτης, ἔτους ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ εἰκοστοῦ ἕκτου.

[Bas2+Const8.41] Ἀδείας δὲ λαβόμενος ὁ Ἰωάννης ἄπεισι πολιορκήσων τὸ Δυρ- ράχιον μετὰ φρυάγματος καὶ ὄγκου βαρβαρικοῦ. ἔνθα πολιορκίας συστά- σης καὶ συμπλοκῆς γενομένης πίπτει, πίπτει-καταβεβλ. αὐτόν] μετὰ τοῦ στρατηγοῦ καὶ πατρικίου Νικήτα τοῦ Πηγωνί- του, ἀπὸ τῶν ἵππων μαχομένων, πίπτει, ὑπὸ δύο πεζῶν ἐπιδραμόντων ἐν τῇ συμπλοκῇ κατὰ τῶν σπλάγχνων καιρίαν τυπείς, μηδενὸς δήλου γενομένου τοῦ καταβεβληκότος αὐτόν, ἄρξας Βουλγά- ρων ἐπ' ἐνιαυτοὺς δύο καὶ μῆνας πέντε. μηνυθέντος δὲ τῷ βασιλεῖ τοῦ θανάτου τοῦ Ἰωάννου διὰ τοῦ στρατηγοῦντος Δυρραχίου Νικήτα πατρικίου τοῦ Πηγονίτου, ἔξεισι παραυτίκα ὁ βασιλεύς. γενομένῳ δ' αὐτῷ κατὰ τὴν Ἀδριανούπολιν ὑπαντῶσιν ὁ ἀδελφὸς τοῦ περιφήμου Κρακρᾶ καὶ ὁ υἱός, προσχωρεῖν εὐαγγελιζόμενοι τό τε περίπυστον φρούριον τὸν Πέρνικον, καὶ ἕτερα πέντε ἐπὶ τριάκοντα. οὓς τιμήσας ἀξίως καὶ τὸν Κρακρᾶν ἐς τὸν τῶν πατρικίων θρόνον ἀναβιβάσας ἦλθεν εἰς Μοσυνούπολιν. ἐνταῦθα δὲ καὶ πρέσβεις ἧκον ἐκ Πελαγονίας καὶ Μωροβίσδου καὶ Λιπενίου, παραδιδόντων τῷ βασιλεῖ τὰς πόλεις. ἐκεῖθεν ἄρας ἦλθεν ἐν Σέρραις, αἷς ἀφίκετο ὁ Κρακρᾶς μετὰ τῶν ἀρχόντων τῶν προσρυέντων τριακονταπέντε κάστρων, καὶ καλῶς ὑπεδέχθη. προσερρύη δὲ καὶ Δραγομοῦζος, τὰ ἐν τῇ Στρουμβίτζῃ παρεσχηκὼς καὶ πατρίκιος τιμηθείς, ἄγων μεθ' ἑαυτοῦ καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Χάλδον, τότε τῆς χρονίας ἀπολυθέντα καθείρξεως. ἔτυχε γὰρ ἁλοὺς παρὰ τοῦ Σαμουὴλ καὶ ἐπὶ εἴκοσι καὶ δύο χρόνους ὢν ἐν τῇ φυλακῇ. ἄρτι δὲ τῇ Στρουμβίτζῃ προσήγγισεν ὁ βασιλεύς, καὶ ἧκεν ὁ ἀρχιεπί- σκοπος Βουλγαρίας Δαβὶδ μετὰ γραμμάτων Μαρίας τῆς Ἰωάννου γυναικός, ὑπισχνουμένης ἐκστῆναι Βουλγαρίας, εἰ τεύξεται τῶν κατὰ σκοπόν. ὑπήντησε δὲ καὶ Βογδάνος ὁ τῶν ἐνδοτέρω κάστρων τοπάρχης, καὶ τιμᾶται καὶ οὗτος πατρίκιος, ὡς καὶ πάλαι τὰ βασιλέως φρονῶν καὶ τὸν ἑαυτοῦ πενθερὸν ἀνελὼν Ματτθαΐτζην. ἐκεῖθεν ἄπεισιν εἰς τὰ Σκόπια, ἔνθα συνήντησεν αὐτῷ καὶ ὁ νέος Νικολιτζᾶς, τὴν πρώτην καὶ μαχιμωτάτην σύνταξιν τοῦ Σαμουὴλ ἐπαγόμενος, καὶ ἐτιμήθη πρωτοσπαθάριος καὶ στρατηγὸς καὶ στρατηγὸν αὐτοκράτορα λιπὼν ἐν τῇ πόλει Δαβὶδ πατρίκιον τὸν Ἀριανίτην κατεπάνω Βουλγαρίας προσονομάσας αὐτόν, ὑπέστρεψε διὰ τῶν φρουρίων Στυπείου τε καὶ Προσάκου, μετὰ λιτῶν καὶ ὕμνων εὐφημούμενος καὶ τιμώμενος. αὖθις δὲ πάλιν πρὸς τὰ δεξιὰ νεανικῶς ἄπεισιν εἰς Ἀχρίδας, κἀκεῖσε στρατοπεδείαν ἐπήξατο, τοῦ λαοῦ παντὸς μετὰ παιάνων καὶ κρότων καὶ εὐφημιῶν προσυπαντῶν- τος αὐτῷ. πόλις δὲ ἡ Ἀχρὶς ἐπὶ λόφου κειμένη ὑψηλοῦ, ἔγγιστα λίμ- νης μεγίστης, Λυχνιδοῦ (Λυχινδὸν U) καλουμένης. ἀφ' ἧς καὶ ἡ πόλις Λυχνιδὸς ἐπικαλεῖται (καλεῖται B) ὁμωνύμως τῇ λίμνῃ, Δασσαρίτης (Δασαρίτης B, Δασσαρίτις O) ἔκπαλαι καλουμένη. ἀπὸ δὲ τῆς λίμνης ταύτης ἀγρεύεται ἰχθύων εὐχρήστων (ἀχρίστων E) πλῆθος (πλῆθος εὐχρήστων U) ἀμύθητον (ἀμύθ.] πολύ E) (ἀπὸ δὲ τῆς λίμνης-ἀμύθητον om. B) ἐξ ἧς ποιεῖται τὰς ἐκβολὰς ὁ Δρῖνος ὁ ποταμὸς πρὸς ἄρκτον ἰών, ἀπὸ μὲν τῶν νοτιωτέρων μερῶν τῶν πρὸς τὴν (τὴν] τὸν E, τὴν om. C) Διάβολιν ἐκρέων, διαιρῶν δὲ τὴν εἰρημένην λίμνην, οἷον (ὁ add. O) Ἀλφειὸς λέγεται τὸ πέλαγος διαιρεῖν (διαιρῶν U) καὶ πρὸς τὴν Ἀρέθουσαν ἀπιὼν καὶ κατὰ τὸ βόρειον μέρος ἰών. πρὸς δὲ (δὲ om. O) τὸ τέρμα τῆς λίμνης τὰς ἐγχωρίως λεγομένας Στρούγας (Στρούδας (CE, Στρούβας O) εὑρηκὼς καὶ ταύταις ἑνωθεὶς μέγιστός τε γίνεται ποταμῶν, εἶτα νεύων πρὸς δύσιν καὶ εἰσβάλλων εἰς τὸν Ὄρινον περὶ τὸν Εἰλισσὸν τὸ φρούριον, καλεῖται δὲ Λυχνιδὸς ἡ λίμνη, ἀφ' ἧς καὶ ἡ πόλις Λυχνιδὸς ἐπικαλεῖται ὁμωνύμως τῇ λίμνῃ, Δασαρίτις ἔκπαλαι καλουμένη. ἀπὸ δὲ τῆς λίμνης ταύτης ἀγρεύεται ἰχθύων εὐχρήστων πλῆθος ἀμύθητον μητρόπολις οὖσα πάσης τῆς Βουλγαρίας, ἐν ᾗ καὶ τὰ βασίλεια τῶν βασιλέων ἵδρυντο Βουλγαρίας καὶ τὰ χρήματα ἀποτεθησαύριστο. ἅπερ ἀνοίξας ὁ βασιλεὺς εὗρε χρήματα πολλὰ καὶ στέμματα ἐκ μαργάρων καὶ χρυσοϋφεῖς ἐσθῆτας καὶ χρυσοῦ ἐπισήμου κεντηνάρια ἑκατόν, ἅτινα πάντα εἰς ῥόγας ἐκένωσε τῆς περὶ αὐτὸν στρατιᾶς. ἐπιστήσας οὖν ἄρχοντα τῇ πόλει Εὐστάθιον πατρίκιον τὸν Δαφνομήλην, καὶ φρουρὰν ἀξιόλογον αὐτῷ δούς, ἐξῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἀχθεῖσαν ὡς αὐτὸν ἐδέξατο τὴν γυναῖκα Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου, σὺν τρισὶν υἱοῖς καὶ θυγατράσιν ἓξ ἐπαγομένην καὶ νοθογενῆ υἱὸν τοῦ Σαμουὴλ καὶ δύο θυγατέρας Ῥαδομηροῦ τοῦ υἱοῦ τοῦ Σαμουὴλ καὶ πέντε υἱούς, ὧν ὁ εἷς πεπήρωτο τοὺς ὀφθαλμοὺς παρὰ τοῦ Ἰωάννου λωβηθείς, ὅτε τὸν Ῥαδομηρὸν τὸν υἱὸν Σαμουὴλ σὺν τῇ αὐτοῦ γυναικὶ καὶ Βλαδιμηρὸν τὸν τούτου γαμβρὸν ἀνεῖλεν. ἦσαν δὲ καὶ ἕτεροι τρεῖς υἱοὶ τῇ Μαρίᾳ ἀπὸ τοῦ

[Bas2+Const8.41.69] Ἰωάννου τεχθέντες, ἀλλ' ἔφθασαν ἀποδρᾶσαι εἰς τὸ ὄρος τὸν Τμόρον, κορυφὴν ὑπάρχοντα τῶν Κεραυνίων ὀρῶν. ἣν ἠπίως καὶ φιλοφρόνως δεξάμενος φυλάττεσθαι προσέταξε μετὰ τῶν ἄλλων. προσῆλθον δὲ τῷ βασιλεῖ καὶ ἕτεροι μεγιστᾶνες τῶν Βουλγάρων, ὁ Νεστορίτζης, ὁ Λαζαρίτζης καὶ ὁ νέος Δοβρομηρός, μετὰ τῶν οἰκείων ἕκαστος ταγμάτων, καὶ ἐδέχθησαν εὐμενῶς καὶ βασιλικῶς ἐτιμήθησαν. τότε καὶ Προυσιάνος καὶ οἱ τούτου δύο ἀδελφοί, Ἀλουσιάνος καὶ Ἀαρών, οἱ τοῦ Βλαδισθλά- βου παῖδες οἱ εἰς τὸν Τμόρον φυγόντες, ὡς ἔμπροσθεν εἴρηται, καὶ χρονίᾳ κατασχεθέντες πολιορκίᾳ (στρατιῶται γὰρ προσταχθὲν ἐκ βασιλέως προσεδρεύοντες ἐτήρουν τὰς καθόδους τοῦ ὄρους) διακηρυκεύον- ται πρὸς τὸν βασιλέα πίστεις αἰτοῦντες καὶ ἑαυτοὺς ἐγχειρίσαι ἐπαγγελλό- μενοι. καὶ πρὸς μὲν τούτους ὁ βασιλεὺς φιλανθρώπους ἔδωκεν ἀποκρίσεις, ἄρας δ' ἐξ Ἀχρίδος ἔρχεται εἰς τὴν λίμνην τὴν λεγομένην Πρέσπαν, ἐν τῷ διϊέναι τὸ μεταξὺ ὄρος φρούριον οἰκοδομήσας ἄνωθεν τούτου καὶ Βασιλίδα ἐπονομάσας, καὶ ἕτερον ἐν τῇ λεχθείσῃ λίμνῃ τῇ βραχυτέρᾳ, ὃ καὶ αὐτὸ Κωνστάντιον ἐπωνόμασεν. ἐκ δὲ Πρέσπης ἄπεισιν εἰς τὴν λεγομένην Διάβολιν, ἐν ᾗ βήματος ἀρθέντος ὑψηλοῦ εἰσιόντας ἐδέξατο τοὺς περὶ τὸν Προυσιάνον ἀδελφούς, καὶ λόγοις ἐπιεικέσι καὶ φιλανθρώποις παραμυθησάμενος τοῦτον μὲν μάγιστρον, τοὺς δὲ λοιποὺς πατρικίους ἐτίμησεν. ἤχθη δὲ καὶ ὁ Ἰβάτζης πεπηρω- μένας ἔχων τὰς ὄψεις. ἀλλ' ἄξιον εἰπεῖν καὶ τὸν τρόπον τῆς ἐκτυφλώσεως. ἔχει γὰρ ἡδύ τι καὶ θαυμαστὸν ἡ διήγησις.

[Bas2+Const8.42] Μετὰ γὰρ τὸν τοῦ Βλαδισθλάβου τοῦ καὶ Ἰωάννου θάνατον καὶ τὴν τῆς γυναικὸς αὐτοῦ Μαρίας καὶ τῶν ταύτης παίδων προσχώρησιν Πρεασιάνου, Ἀλουσιάνου, Ἀαρών, Τραϊανοῦ καὶ Ῥοδομηροῦ (καὶ Κλίμεν] add. E) καὶ τὴν τῶν ἄλλων δυναστῶν ἁπάσης τῆς Βουλγαρίας ὑπακοὴν ὁ Ἰβάτζης οὗτος φυγὼν καὶ ἔν τινι δυσβάτῳ γενόμενος ὄρει (Βροχωτὸς κλῆσις αὐτῷ) βασίλειά τε ἔχοντι περικαλλῆ (Προνίσταν ταῦτα καλοῦσι) καὶ παραδείσους καὶ ἀπολαύσεις οὐκ ἀπρεπεῖς, ὑπεῖξαι τοῖς θελήμασιν οὐκ ἐβούλετο τοῦ θεοῦ, ἀλλὰ δύναμιν ἐκ τοῦ κατὰ μικρὸν συνεγείρων ἀνεστάτου τὰ παρακείμενα καὶ ἀποστασίαν ἐμελέτα καὶ τὴν Βουλγαρι- κὴν ὠνειροπόλει ἀρχήν. τοῦτο οὐ μικρῶς ἐλύπει τὸν βασιλέα, καὶ διὰ τοῦτο τοῦ κατ' εὐθεῖαν ἀφέμενος πορεύεσθαι ἀπέκλινε πρὸς μεσημβρίαν, καὶ κατὰ τὴν εἰρημένην ἐγένετο Διάβολιν, ὡς ἢ καταναγκάσων πάντως τὸν ἀποστάτην καταθεῖναι τὰ ὅπλα, ἢ πολέμῳ τοῦτον κατεργασό- μενος. καὶ ὁ μὲν βασιλεὺς ἐν τῷ ῥηθέντι τόπῳ φιλοχωρῶν γράμμασιν ἐνουθέτει τὸν Ἰβάτζην, μὴ τῆς Βουλγαρίας ὑποταγείσης μόνον χεῖρας ἀνταίρειν αὐτόν, μηδὲ φαντάζεσθαι τὰ ἀτέλεστα, γινώσκοντα, ὡς οὐκ εἰς ὄνησιν αὐτῷ τὸ ἐγχείρημα τελευτήσει. ὁ δὲ τὰ γράμματα δεχόμενος καὶ ἑτέροις ἀμειβόμενος, καὶ παντοίας προτιθεὶς ἀφορμάς, παρεῖλκε καὶ ἀνεδύετο, ὡς ἀναγκασθῆναι τὸν βασιλέα ἐπὶ πέντε καὶ πεντήκοντα ἡμέρας ἐνδιατρῖψαι τῷ τόπῳ, ταῖς ὑποσχέσεσι δελεαζόμενον. ἐγνώσθη τὰ τοῦ πράγματος τῷ τῆς Ἀχρίδος ἄρχοντι Εὐσταθίῳ τῷ Δαφνομήλῃ, ὅτι μέλει τῷ βασιλεῖ ἡ τοῦ Ἰβάτζη καθαίρεσις. καὶ δῆτα καιρὸν ἐπιτήδειον εὑρηκώς, καὶ δυσὶ θεράπουσι τῶν πιστικωτάτων κοινολογησάμενος καὶ τὸ βούλευμα φανερώσας, ἐγχειρεῖ τῇ πράξει. δημοτελὴς ἤγετο ἑορτὴ τῷ Ἰβάτζῃ, ἡ κοίμησις τῆς πανάγνου καὶ θεομήτορος. κατὰ ταύτην τὴν ἡμέραν εἰώθει συγκαλεῖν εἰς εὐωχίαν οὐ τοὺς ἀγρογείτονας μόνον καὶ ἀγχιτέρμονας, ἀλλὰ καὶ τῶν ὡς πορρωτάτω πολλούς. ἄπεισι γοῦν ὁ Εὐστάθιος αὐτόκλητος εἰς τὴν ἑορτήν, καὶ τοῖς φυλάττουσιν ἐντυχὼν τὰς διόδους ἀπαγγέλλειν ἐκέλευεν, ὅστις εἴη, καὶ ὅτι πάρεστι τῷ ἄρχοντι συνευφρανθησόμενος. ἀπαγγειλάντων δὲ τούτων, ἐν θαύματι ὁ Ἰβάτζης ἐτίθει, εἰ δυσμενὴς ἄνθρωπος αὐθαίρετος ἥκει καὶ χερσὶν ἑαυτὸν ἐκδίδωσι πολεμίαις. ὅμως ἀφικέσθαι κελεύει, καὶ ἐλθόντα ἐδέξατό τε περιχαρῶς καὶ ἠσπάσατο. ἄρτι δὲ τελεσθέντος τοῦ ἑωθινοῦ ὕμνου, καὶ πάντων τῶν συνειλεγμένων εἰς τὰς ἰδίας διασκεδασθέντων καταγωγάς, ὁ Εὐστάθιος πρόσεισι τῷ Ἰβάτζῃ καὶ ἀξιοῖ τοὺς ἄλλους πρὸς μικρὸν ἐκστῆναι ὡς τάχα μέλλων αὐτὸς διαλέξασθαι κατ' ἰδίαν περί τινος ἀναγκαιοτάτου καὶ λυσιτελοῦντος αὐτῷ. ὁ δὲ τὸν δόλον καὶ τὴν ἀπάτην μὴ κατανοήσας, ἀλλὰ τῷ ὄντι ὑπολαβών, ὡς βούλεται καὶ αὐτὸς εἷς γενέσθαι τῶν συν- ιστώντων αὐτῷ τὴν ἀποστασίαν, τοὺς θεράποντας μικρὸν ἀποστῆναι κελεύσας, τῆς χειρὸς ἐκείνου λαβόμενος ἔν τινι παραδείσῳ εἰσάγει συνηρε- φεῖ δένδροις καὶ κοιλότητα ἔχοντι, ὡς μηδὲ φωνὴν ἐξηχεῖσθαι δύνασθαι διὰ τὴν συνδενδρίαν. οὗ ἐντὸς γενόμενος ὁ Εὐστάθιος καὶ μεμονωμένου λαβόμενος τοῦ Ἰβάτζη, εἰς γῆν τε αὐτὸν εὐθὺς καταβάλλει καὶ τὸ γόνυ προσερείσας τῷ στήθει (ἦν γὰρ κατὰ χεῖρα γενναῖος) τοῦτον κατῆγχε, καὶ τοῖς δυσὶν ὑπηρέταις ἐνεκελεύετο βοηθεῖν τὴν ταχίστην. οἱ δέ, καθάπερ συντεθειμένον ἦν, ἱστάμενοι καὶ καραδοκοῦντες τὸ μέλλον, ὡς ἤκουσαν τῆς φωνῆς τοῦ κυρίου, ἔδραμόν τε εὐθέως καὶ τὸν Ἰβάτζην περισχόντες καὶ τῷ χιτῶνι ἀποφράξαντες αὐτοῦ τὸ στόμα, ὡς μὴ βοήσας περιστήσῃ πλῆθος αὐτοῖς καὶ ἄπρακτον ἀποτελέσῃ τὸ ἔργον, ἀποτυφλοῦσι, τυφλωθέντα δὲ ἐκβάλλουσι τοῦ παραδείσου εἰς τὴν αὐλήν. αὐτοὶ δὲ εἴς τι ὑπερῷον οἴκημα ὑψηλὸν ἀναδραμόντες καὶ τὰ ξίφη ἑλκύσαντες ἐξεδέ- χοντο τοὺς μέλλοντας προσιέναι. γνωσθέντος δὲ τοῦ δράματος συνέρρει πλῆθος ἀμύθητον. οἱ μὲν γὰρ ξίφη κατέχοντες ἐν χερσίν, οἱ δὲ δόρατα, οἱ δὲ τόξα, οἱ δὲ λίθους, οἱ δὲ ξύλα, οἱ δὲ δαλοὺς καιομένους, ἄλλοι δὲ ὕλην εὔπρηστον, ἔθεον βοηδρομοῦντες καὶ κεκραγότες· ‘σφαττέσθωσαν, καιέσθωσαν, μεληδὸν κατατεμνέσθωσαν, λίθοις καταχωννύσθωσαν οἱ παλαμναῖοι καὶ ἀλιτήριοι· μή τις φειδὼ γενέσθω τῶν ἀλαστόρων.’ συνδρομὴν δὲ θεασάμενος ὁ Εὐστάθιος καὶ τῆς ἑαυτοῦ ἀπεγνωκὼς σωτηρίας παρεκάλει τέως τοὺς ἀμφ' αὐτὸν ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ μὴ μαλακισθῆναι, μηδ' ἑαυτοὺς προδοῦναι καὶ εἰς ἐξουσίαν πεσεῖν τῶν ἐπιζητούντων τὴν αὐτῶν ἀπώλειαν καὶ παρ' ἐκείνων τὴν σωτηρίαν ἐκδέχεσθαι, ἢ θάνατον οἰκτρὸν καὶ ἐπώδυνον. πρὸς δὲ τὸ πλῆθος ἀπό τινος θυρίδος προκύψας καὶ τῇ χειρὶ κατασιγάσας τὸν ὄχλον τοιῶνδε λόγων ἀπήρξατο· ‘ὅτι μέν, ὦ ἄνδρες οἱ συνειλεγμένοι, οὐδεμία τις προαπέκειτό μοι ἀπέχθεια πρὸς τὸν ὑμέτερον δυνάστην, καὶ ὑμεῖς αὐτοὶ πάντως ἐρεῖτε, ὡς Βούλγαρος μὲν αὐτός, Ῥωμαῖος δ' ἐγώ, καὶ Ῥωμαῖος οὐ τῶν ἐπὶ Θρᾴκης καὶ Μακεδονίας οἰκούντων, ἀλλ' ἐκ τῆς Μικρᾶς Ἀσίας, ἥτις ὅσον ἀπέχει ὑμῶν, ἴσασιν οἱ γινώσκοντες. ὅτι δὲ καὶ αὐτὸς τῷ τοιούτῳ ἐπεχείρησα ἔργῳ οὐκ εἰκῇ καὶ μάτην, ἀλλά τίς με κατήπειξεν ἀνάγκη, λογιεῖσθε οἱ φρονιμώτεροι. οὐ γὰρ ἂν οὕτω μανιωδῶς εἰς προὖπτον ἐμαυτὸν ἐνέρριψα κίνδυνον καὶ τῆς ἐμαυτοῦ ζωῆς κατεφρόνησα, εἰ μή τις ἦν ἄλλη αἰτία ἡ βιασαμένη με πρὸς τὴν πρᾶξιν ἐλθεῖν. ἴστε οὖν, ὡς τὸ γενόμενον ἔργον πρόσταγμα βασιλέως ἐστίν, ᾧ πειθαρχῶν ἐγὼ ὡς ὄργανον διηκόνησα. καὶ νῦν, εἰ βούλεσθέ με διαχειρίσασθαι, ἰδοὺ ὑφ' ὑμῶν ἐγὼ περιειλημμένος. πλὴν οὐκ εὐκόλως, οὐδὲ ῥᾳδίως ἀποθανοῦμαι, οὐδὲ καταθεὶς τὰ ὅπλα ἐμαυτὸν παραδώσω ὑμῖν ὡς βούλεσθε χρήσα- σθαι, ἀλλ' ἀγωνιοῦμαι περὶ τῆς οἰκείας ζωῆς καὶ μέχρι θανάτου ἀμυνοῦ- μαι τοὺς ἐπιόντας ἅμα τοῖς σὺν ἐμοί. εἰ δὲ καὶ θανούμεθα, ὅπερ ἀνάγκη

[Bas2+Const8.42.79] παθεῖν τοὺς ὑπὸ πλειόνων περιστοιχηθέντας, εὐδαίμονα καὶ μακάριον τὸν θάνατον λογιζόμεθα, ἔχοντες καὶ τὸν μέλλοντα τὸ ἡμέτερον ἐκζητῆσαι καὶ ἐκδικῆσαι αἷμα, πρὸς ὃν βουλεύσασθε, εἰ δυνατὸν ἄχρι πολλοῦ ἀνθίστασθαι.’ τούτων ἀκούσαντες οἱ συνειλεγμένοι τῶν λόγων, καὶ τῷ ἐκ βασιλέως δέει καταπλαγέντες, κατὰ μικρὸν ὑπορρέοντες ἄλλος ἀλλαχῇ διεσκεδάσθησαν, οἱ γηραιότεροι δὲ καὶ φρονιμώτεροι καὶ τὸν βασιλέα εὐφημήσαντες ὑπετάγησαν. ὁ δ' Εὐστάθιος κατὰ πολλὴν ἄδειαν τὸν Ἰβάτζην εἰληφὼς τῷ βασιλεῖ διεκόμισεν. ὃν οὗτος ἀποδεξάμενος τῆς ἀνδραγαθίας στρατηγόν τε εὐθὺς προὐβάλλετο Δυρραχίου καὶ τὴν ἅπασαν κινητὴν ὕπαρξιν ἐδωρήσατο τοῦ Ἰβάτζη. τοῦτον δὲ παρέδωκε φυλακῇ.

[Bas2+Const8.43] Τότε καὶ Νικολιτζᾶς, ὁ πολλάκις ληφθεὶς καὶ πολλάκις ἀφεθείς, ἔν τισιν ὄρεσι κρυπτόμενος, ὡς ἐπέμφθη δύναμις κατ' αὐτοῦ καὶ τῶν οἱ συνόντων οἱ μὲν προσεχώρησαν ἐθελοντί, οἱ δὲ καὶ ἡλίσκοντο, αὐτόμολος κάτεισιν εἰς τὸ στρατόπεδον καὶ τῇ χειρὶ κρούσας τὴν θύραν προσήγγει- λεν ἑαυτόν, ὅστις εἴη, καὶ ὅτι παραδίδωσιν ἑκουσίως τὸ σῶμα τῷ βασιλεῖ. ἀλλὰ τοῦτον μὲν ὁ βασιλεὺς οὐδὲ ἰδεῖν ἠνέσχετο, ἀλλ' εἰς Θεσσαλονίκην ἐξέπεμψε φρουρεῖσθαι κελεύσας. αὐτὸς δὲ τὰ τοῦ Δυρραχίου καὶ Κολωνείας καὶ Δρυϊνουπόλεως, ὥς πῃ ἐδόκει αὐτῷ βέλτιστα, καταστησάμενος, καὶ φύλακας τοῖς θέμασι καὶ στρατηγοὺς ἐπιστήσας, καὶ τῶν αἰχμαλώτων Ῥωμαίων τοὺς βουλομένους κατὰ χώραν μένειν κελεύσας, τοὺς δὲ λοιποὺς ἕπεσθαι προστάξας, καὶ τῶν ἁλόντων ποτὲ στρατιωτῶν· ἦσαν γὰρ πολλοὶ ἔκ τε Ῥωμαίων καὶ Ἀρμενίων ἔν τε Πελαγονίᾳ καὶ Πρέσπᾳ καὶ τῇ Ἀχρίδι ὑπὸ Σαμουὴλ κατῳκισάμενοι, ὧν ἐπιση- μότατοι οἱ Βασιλείου τοῦ Ἀποκαπ' παῖδες Γρηγορᾶς καὶ (sequ. lac. unius vocis) ἦλθεν εἰς Καστορίαν. ἔνθα προσήχθησαν αὐτῷ θυγατέρες δύο τοῦ Σαμουήλ, αἵτινες θεασάμεναι θεασάμεναι-διαχειρισόμεναι] πυθόμεναι τὴν τιμήν, ἣν τετίμηται Μαρία ἡ τοῦ Βλαδισθλά- βου σύζυγος, ἠπείλησαν αὐτὴν διαχειρίσασθαι τὴν Ἰωάννου γυναῖκα παρισταμένην τῷ βασιλεῖ ὥρμησαν κατ' αὐτῆς ὡς διαχειρισόμεναι Μαρίαν. ἀλλὰ ταύταις μὲν ὁ βασιλεὺς τὸν θυμὸν κατεκοίμισεν, ὑποσχόμενος τιμῆσαι καὶ ὑπερπλουτίσαι αὐτάς, τὴν δὲ Μαρίαν τῷ τῆς ζωστῆς πατρικίου ἀξιώματι τιμήσας εἰς τὴν βασιλίδα μετὰ τῶν υἱῶν ἐκπέμπει. καὶ τῶν συγγενῶν ἁπάντων σὺν τῷ τοῦ Σαμουὴλ νοθογενεῖ βραχυτάτῳ. καθαιρεῖ δὲ καὶ τὰ ἐν Σερβίοις καὶ τῷ Σωσκῷ φρούρια πάντα διὰ τοῦ Ξιφίου καὶ εἰς ἔδαφος καταστρέφει. καὶ εἰς τὸ φρούριον Σταγοὺς ἔρχεται, ἔνθα κατέλαβεν ὁ τῶν Βελεγράδων ἄρχων μετὰ δουλικοῦ τοῦ σχήματος Ἐλεμάγος ἄρχων-Ἐλεμάγος] ἄρχων Ἐλίναγος ὁ Φραντζὴς μετὰ δουλικοῦ τοῦ σχήματος μετὰ τῶν συναρχόντων αὐτοῦ. τὰ δὲ Βελάγραδα φρούριον δύσβατον καὶ τοῖς ἐχθροῖς ἀνεπίβατον. πρὸς μεσημβρίαν γὰρ κρημνοῖς στεφανοῦται, ἐν οἷς καὶ ποταμὸς ῥεῖ· Ἀσῶνα κλῆσις αὐτῷ. καὶ μία εἴσοδός ἐστι τῷ φρουρίῳ. ἀλλὰ δὴ καὶ τῆς Ῥάκοβας ὁ κρατῶν εἰς τὸν βασιλέα κατέλαβεν. ἐκεῖθεν ἄρας ἄπεισιν εἰς Ἀθήνας. ἐν δὲ τῷ διϊέναι τὸ Ζητούνιον τὰ ὀστᾶ τῶν πεσόντων ἐκεῖσε Βουλγάρων, ὁπηνίκα ὁ μάγιστρος Νικηφόρος ὁ Οὐρανὸς τὸν Σαμουὴλ ἐτρέψατο, θεασάμενος ἐθαύμασεν. ὑπερηγάσθη δὲ καὶ τὸ ἐν Θερμοπύλαις γενόμενον τεῖχος, ὃ Σκέλος ἄρτι κατονομάζεται, εἰς ἀποτροπὴν τῶν Βουλγάρων παρὰ τοῦ Ῥουπενίου. ἐν Ἀθήναις δὲ γενόμενος, καὶ τῇ θεοτόκῳ τὰ τῆς νίκης εὐχαριστήρια δοὺς καὶ ἀναθήμασι λαμπροῖς καὶ πολυτελέσι κοσμήσας τὸν ναόν, ὑπέστρεψεν εἰς Κωνσταντι- νούπολιν. ἐν Θεσσαλονίκῃ δὲ διαγνωσθείσης τῶν δυοῖν ἀρχόντων καὶ πατρικίων Ἑλινάγου καὶ Γαβρᾶ τῆς ἐπιβουλῆς, ὡς δὴ τὸ Βουλγαρικὸν ἀναδεξαμένων καὶ αὖθις κράτος, ὁ μὲν Γαβρᾶς ἤδη ἀποδρὰς εἰς τὴν ἰδίαν χώραν καὶ ἁλοὺς πηροῦται τοὺς ὀφθαλμούς, ὁ δὲ Ἑλινάγος ἐτασθεὶς καὶ πρὸς πᾶν ἔξαρνος μείνας εἰς τὴν ἰδίαν ἀπεκατέστη τιμήν. εἰσιὼν δὲ εἰς Κωνσταντινούπολιν καὶ διὰ τῶν μεγάλων πυλῶν τῆς Χρυσῆς πόρτης χρυσῷ στεφάνῳ λόφον ἐφύπερθεν ἔχοντι ἐθριάμβευσεν ἐστεφανωμένος, προηγουμένης Μαρίας τῆς τοῦ Βλαδισθλάβου γυναικὸς καὶ τῶν τοῦ Σαμουὴλ θυγατέρων. καὶ τῶν λοιπῶν Βουλγάρων καὶ τοῦ ἀρχιερέως Βουλγάρων. ἰνδικτιὼν ἦν δευτέρα, ἔτος ἑξακισχιλιοστὸν πεντακοσιοστὸν εἰκοστὸν ἕβδομον. καὶ οὕτω μετὰ τροπαίων καὶ νίκης ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ εἰσελθὼν καὶ τῷ θεῷ εὐχαριστηρίους ᾄσας ᾠδὰς ἀπῆλθεν εἰς τὰ βασίλεια. ὃν ὁ πατριάρχης Σέργιος μετὰ νίκης εἰσελθόντα πολλὰ κατελιπάρει σβέσαι τὸ ἀλληλέγγυον (ἦν γὰρ ὑποσχόμενος ποιῆσαι τοῦτο, εἰ τῶν Βουλγάρων ὑπερισχύσειεν), ἀλλ' οὐκ ἔπεισεν. ὃς ἐπὶ εἴκοσιν ὅλους ἐνιαυ- τοὺς τὴν τοῦ θεοῦ ποιμάνας ἐκκλησίαν Ἰουλίῳ μηνί, ἰνδικτιῶνος δευτέρας, ἐν ἔτει τῷ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ εἰκοστῷ ἑβδόμῳ, πρὸς κύριον ἐξεδήμησε. καὶ προεβλήθη πατριάρχης Εὐστάθιος, πρῶτος ὢν τῶν πρεσβυτέρων τοῦ ἐν τῷ παλατίῳ ναοῦ. ὁ δὲ βασιλεὺς ἐκύρωσε καὶ αὖθις τὴν ἐπισκοπὴν (ἀρχιεπισκοπὴν E) Βουλγαρίας αὐτοκέφαλον, καθὰ καὶ παλʹ (πάλιν E) ἐπὶ τοῦ γέροντος Ῥωμανοῦ, πληροφορηθεὶς ἀπὸ τῶν διατάξεων Ἰουστινιανοῦ τοῦ βασιλέως αὐτὴν εἶναι τὴν πρώτην Ἰουστινιανήν, ἣν ἐκεῖνος πατρίδα ἑαυτοῦ φησιν (ἔφησεν E), ἔχουσαν τηνικαῦτα ἐπίσκοπον Καστελλίωνα.

[Bas2+Const8.44] Τῷ δὲ βασιλεῖ προσερρύησαν, τῆς Βουλγαρίας δουλωθείσης αὐτῷ, καὶ τὰ ὅμορα ἔθνη τῶν Χορβάτων, ἄρχοντας ἔχοντα δύο ἀδελφούς, ὧν προσρυέντων καὶ ἀξιώματα λαβόντων ὑπήκοα γέγονε καὶ τὰ ἔθνη. μόνος δὲ ὁ τοῦ Σιρμίου κρατῶν ἀδελφὸς τοῦ Νεστόγγου Σέρμων πιθῆσαι οὐκ ἠθέλησε. πρὸς ὃν Κωνσταντῖνος ὁ Διογένης, τῶν ἐκεῖσε μερῶν ἄρχων, φιλίαν ὑποκρινόμενος πρεσβευτὴν ἐκπέμπει, δηλῶν μεθ' ὅρκων ἐπιθυμίαν ἔχειν ἑνωθῆναι αὐτῷ καὶ περὶ ἀναγκαίων κοινολογήσα- σθαι. εἰ δέ τις αὐτὸν ὑποτρέχει φόβος, τρεῖς ὑπηρέτας εἰληφέναι μόνους, καὶ κατὰ τὸ μέσον τοῦ παραρρέοντος μεταξὺ ποταμοῦ συμμῖξαι αὐτῷ μετὰ τριῶν ὑπηρετῶν ὁμοίως ἀφίξεσθαι μέλλοντι. πεισθεὶς οὖν ἐκεῖνος ἔρχεται πρὸς τὸν ποταμὸν καὶ τῷ Διογένει ἑνοῦται. ἐν ᾧ δὲ ἔμελλον διαλέ- γεσθαι, ὁ Διογένης ἐγκόλπιον φέρων μάχαιραν καὶ ταύτην αἰφνιδίως ἑλκύσας παίει τοῦτον κατὰ τῆς πλευρᾶς καὶ εὐθὺς ἀναιρεῖ. τῶν δὲ μετ' αὐτοῦ φυγῇ χρησαμένων, τοὺς πλησιάζοντας συναθροίσας ὁ Διογένης στρατοὺς μετὰ χειρὸς ἱκανῆς ἔρχεται πρὸς τὸ Σίρμιον, καὶ τὴν γυναῖκα τοῦ τεθνεῶτος καταπληξάμενος καὶ ὑποσχέσεσι μεγάλαις καταμαλάξας ἔπεισε προσχωρῆσαι καὶ τὸ Σίρμιον παραδοῦναι τῷ βασιλεῖ. ἥτις καὶ εἰς τὸ Βυζάντιον ἀνεπέμφθη, καὶ ἀνδρὶ συνεζεύχθη ἑνὶ τῶν ἐν τῇ βασιλίδι μεγιστάνων, καὶ ὁ Διογένης ἄρχειν ἐτάχθη τῆς νεοκτήτου χώρας.

[Bas2+Const8.45] Ἀνεκαίνισε δὲ ὁ βασιλεὺς καὶ τὸν ἀγωγὸν Οὐαλεντινιανοῦ τοῦ βασιλέως, ὡς ἂν ἔχοιεν οἱ ἀστοὶ ἀφθονίαν ὕδατος. Γεωργίου δὲ τοῦ ἄρχοντος Ἀβασγίας τὰς πρὸς Ῥωμαίους ἀθετήσαντος συνθήκας καὶ τὰ ὅμορα κατατρέχοντος, ἔξεισι κατ' αὐτοῦ ὁ βασιλεὺς πανστρατί, κατόπιν λιπὼν Νικηφόρον πατρίκιον τὸν Ξιφίαν καὶ Νικηφόρον πατρίκιον τὸν υἱὸν Βάρδα τοῦ Φωκᾶ. οἱ δὲ διὰ τὸ τῆς στρατείας ἀπολελεῖφθαι δεινοπαθήσαντες οὐ μικρῶς, λαόν, ὡς ἔτυχεν, ἠθροικότες ἀπό τε Καππαδο- κίας καὶ Ῥοδαντοῦ καὶ τῶν πέριξ χωρίων, ἀποστασίαν κινοῦσιν. οὗπερ ἀγγελθέντος τῷ βασιλεῖ ταραχὴ κατεῖχε τὴν παρεμβολὴν καὶ ἀγωνία,

[Bas2+Const8.45.10] δεδοικυῖαν, μή πως ἐν μέσῳ Ἀβασγῶν τε καὶ τῶν ἀποστατῶν συνειλημ- μένοι (διεδέδοτο γὰρ καὶ λόγος, ὡς οἱ περὶ τὸν Ξιφίαν διεκηρυκεύσαντο περὶ τούτου πρὸς τὸν ἄρχοντα Ἀβασγίας) ἀνήκεστόν τι πάθωσιν. ὁ δὲ βασιλεὺς γράμματα πρός τε τὸν Ξιφίαν καὶ τὸν Φωκᾶν γράψας ἐξέπεμψε, παραγγείλας τῷ λαβόντι σπουδάσαι πάντα τρόπον λαθεῖν καὶ ἑκάστῳ ἀσυγγνώστως δεδωκέναι τὸ γράμμα. τοῦ δέ, ὡς ἐκελεύσθη, ποιήσαντος καὶ τὰς ἐπιστολὰς ἐγχειρίσαντος λεληθότως, ὁ μὲν Φωκᾶς εὐθὺς ὑπανέγνω τὴν ἑαυτοῦ τῷ Ξιφίᾳ, ἐκεῖνος δὲ τὴν ἑαυτοῦ ἀποκρύψας καὶ γράμμα δέξασθαι ὅλως ἀπαρνησάμενος ἐν μιᾷ τῶν ἡμερῶν καλεῖ τοῦτον ἐπὶ κοινολογίαν καὶ ἐλθόντα, λόχους ἔχων προευτρεπισμένους, ἀποκτίννυσι. καὶ ἡ ἐπισύστασις τῶν ἀποστατῶν εὐθὺς διεσκεδάσθη. τοῦ δὲ θανάτου τοῦ Φωκᾶ γνωσθέντος τῷ βασιλεῖ πέμπεται Θεοφύλακτος ὁ Δαμιανοῦ τοῦ Δαλασσηνοῦ υἱός, καὶ τὸν Ξιφίαν συλλαβὼν ἐκπέμπει δέσμιον εἰς τὴν βασιλίδα πρὸς Ἰωάννην τὸν πρωτονοτάριον, ὃς ἐν τῇ νήσῳ τοῦ Ἀντιγόνου μοναχὸν αὐτὸν ἀποκείρει. ὁ δὲ βασιλεὺς τοῦ τῶν ἀποστατῶν ἀπολυθεὶς δέους συμβάλλει τοῖς Ἀβασγοῖς, καὶ πίπτουσι πολλοὶ τῶν Ῥωμαίων. ὅμως διελύθησαν ἄμφω τὰ στρατεύματα, καὶ ἡ νίκη ἀμφίβολος ἦν. μετὰ δὲ ταῦτα δευτέρας συμπλοκῆς γενομένης, τῇ ἑνδεκάτῃ τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτιῶνος ἕκτης, κατὰ τὸ ἑξακισχιλιοστὸν πεντα- κοσιοστὸν τριακοστὸν πρῶτον ἔτος, πίπτει μὲν ὁ Λιπαρίτης (οὗτος γὰρ ἦν ἀρχιστράτηγος τῷ Γεωργίῳ) καὶ σὺν αὐτῷ πᾶν τὸ κρατιστεῦον ἐν Ἀβασγοῖς, φεύγει δὲ καὶ ὁ Γεώργιος εἰς τὰ ἐνδότερα ὄρη τῆς Ἰβηρίας. μετ' ὀλίγον δὲ πρεσβευσάμενος καὶ τῷ βασιλεῖ ἐκστὰς χώρας ὁπόσης ἐβούλετο, σπένδεται, ὅμηρον δοὺς τὸν υἱὸν αὐτοῦ Παγκράτιον. ὃν μάγι- στρον ὁ βασιλεὺς ποιήσας ὑπέστρεψε. τοὺς μὲν οὖν ἄλλους τῶν τῷ Ξιφίᾳ συναραμένων καὶ τῷ Φωκᾷ τῶν ὑπαρχόντων γυμνώσας καθεῖρξε, μόνον δὲ τὸν πατρίκιον Φέρσην ἀπέκτεινε, πρὸ πάντων τε προσρυέντα τοῖς ἀποστάταις, καὶ τέσσαρας ἀρχόντων γειτόνων κουράτωρας ἀποκτείναντα, καὶ ἐκτομίαν τινὰ βασιλικὸν αὐτοχείρως καρατομήσαντα. ἐδόθη δὲ καὶ λέουσι βασιλικός τις θαλαμηπόλος βρῶμα, ἐλεγχθεὶς φαρμάκοις ἐπιβου- λεύων τῷ βασιλεῖ διὰ τὸν Ξιφίαν.

[Bas2+Const8.46] Καὶ Ἄννης δὲ τῆς τοῦ βασιλέως ἀδελφῆς ἐν Ῥωσίᾳ ἀποθανούσης, καὶ πρὸ αὐτῆς τοῦ ἀνδρὸς αὐτῆς Βλαδιμηροῦ, Χρυσόχειρ τις συγγενὴς ὢν τοῦ τελευτήσαντος, ἄνδρας ὀκτακοσίους προσεταιρισάμενος καὶ πλοίοις ἐμβιβάσας, ἦλθεν εἰς Κωνσταντινούπολιν ὡς τάχα μισθοφορήσων, τοῦ δὲ βασιλέως καταθεῖναι τὰ ὅπλα κελεύσαντος, καὶ οὕτω ποιήσασθαι τὴν ἐντυχίαν, μὴ θελήσας διῆλθε τὴν Προποντίδα. ἐν Ἀβύδῳ δὲ γενόμενος καὶ τῷ στρατηγοῦντι ταύτης συρράξας ὑπερμαχοῦντι τῶν παραλίων, καὶ τοῦτον ῥᾳδίως τρεψάμενος, κατῆλθεν εἰς Λῆμνον. ἐκεῖσε δὲ παρὰ τοῦ στόλου τῶν Κιβυρραιωτῶν, καὶ Δαβὶδ τοῦ ἀπὸ Ἀχριδῶν στρατηγοῦντος Σάμου, καὶ Νικηφόρου τοῦ Καβάσιλα, δουκὸς ὄντος Θεσσαλονίκης, παρασπονδηθέντες ἅπαντες ἀπεσφάγησαν.

[Bas2+Const8.47] Βουλόμενος δὲ ὁ βασιλεὺς ἐκστρατεῦσαι κατὰ τῆς Σικελίας Ὀρέστην προέπεμψε μετὰ δυνάμεως ἁδρᾶς, ἕνα ὄντα τῶν πιστοτάτων εὐνούχων, αὐτὸς δὲ ἐκωλύθη φθάσαντος τοῦ χρεών. Δεκεμβρίῳ γὰρ μηνί, ἰνδικτιῶνος ἐννάτης, ἔτους ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ τριακοστοῦ τετάρτου, αἰφνιδίῳ νόσῳ ληφθεὶς ἀπεβίω, πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς καὶ Εὐσταθίου τοῦ πατριάρχου ἀποθανόντος, περὶ οὗ λέγεται, ὅτι ἐν μιᾷ τῶν ἐπισήμων ἑορτῶν τῆς ἱερουργίας τελουμένης-τοῦτο μὲν

[γὰρ add. C] διὰ τὸ γῆρας· ἔξωρος γὰρ (γὰρ om. C) ἦν, τοῦτο δὲ διὰ μαλακίαν σωματικήν· ἐνοσηλεύετο γάρ-τῆς εἰσόδου τῶν ἁγίων ἀργῶς τε καὶ σχολαίως πλεῖον (πλείω EU) τοῦ (τοῦ] τῆς E) συνήθους τελουμένης (τελωμένης C), μετὰ τὸ τελέσαι τὴν εὐχὴν μὴ δυνάμενος ἵστασθαι, δόξαν αὐτῷ ἤχθη θρόνος, ἐφ' ᾧ ἀναπαύεσθαι (ἀναπεπαῦ- σθαι A) εἴθιστο. κεκαθικὼς οὖν ἐξεδέχετο τὴν τῶν ἁγίων ἄφιξιν (κεκαθ. -ἄφιξιν] καὶ δὴ καθίσας τὴν τῶν ἁγίων ἐξεδέχετο ἄφιξιν A). καθήμενος δὲ ἀφύπνωσε, καὶ ὁρᾷ θέαμα φρικτόν, ὕπαρ, οὐκ ὄναρ. ἑώρα γὰρ εἰσοδεύοντα θηρία ἱερατικὰς ἠμφιεσμένα (ἠμφιεσμέ- νας CU) στολάς, τὰ μὲν ἄλλα σώματα ἀνθρωπίνως πεπλασμένα, μόνας δὲ τὰς κεφαλὰς θηριομόρφους ἔχοντα. ἐν τοσούτῳ δὲ τοῦ διακόνου ὑπομνήσαντος τὴν τῶν ἁγίων παρουσίαν, πολλὰ (πολὺ E) αὐτὸν κατεμέμφετο τῆς ὑπομνήσεως, ὡς (ὡς om. U) στερήσαντα αὐτὸν (αὐτῷ U) φρικωδεστάτου θεάματος. ἕνδεκα γὰρ ἔλεγεν ἰδεῖν τοιού- τους τερατομόρφους (τετραμόρφους U) ἀρχιερεῖς, ἔτι ἐπὶ τούτοις καὶ ἄλλων εἰσιόντων, περικοπείσης τῆς αὐτῶν εἰσόδου διὰ τὴν τοῦ (τοῦ om. A) διακόνου ὑπόμνησιν. τὰ δὲ θηρία εἶναι ἔλεγεν ὄνους, λέοντας, παρδάλεις, κατοικιδίους αἰλούρους (αἱρούλους U), οὓς ἡμεῖς συνήθως γάττας (γόητας C) καλοῦμεν (οὓς ἡμεῖς-καλοῦμεν om. A), λύκους, ἄρκους (ἄρκους, λύκους A), καὶ ἕτερα τοιαῦτα. ἀλλὰ (ἀλλὰ] καὶ A) τοῦτο μὲν τοιοῦ- τον. οὗ διάδοχον ὁ βασιλεὺς ἐποιήσατο Ἀλέξιον μοναχὸν καὶ καθηγούμενον τῆς μονῆς τοῦ Στουδίου, εἰς ἐπίσκεψιν αὐτοῦ πεφοιτηκότα μετὰ τῆς τιμίας κεφαλῆς τοῦ προδρόμου. ὃν καὶ πέμψας ἐνθρονίζει διὰ τοῦ πρωτο- νοταρίου Ἰωάννου, ᾧ συνεργῷ ἐχρῆτο πρὸς τὴν τῶν κοινῶν διοίκησιν. καὶ τῇ ἑσπέρᾳ ἐτελεύτησε, ζήσας μὲν ἔτη ἑβδομήκοντα, καὶ τὰ πάντα βασιλεύσας, ἐπὶ χρόνους δὲ πεντήκοντα τὴν αὐτοκράτορα διϊθύνας ἀρχήν. ταφῆναι δὲ παρεκάλεσε τὸν ἑαυτοῦ ἀδελφόν, ὃν καὶ διάδοχον κατέλιπε τῆς ἀρχῆς, ἐν τῷ κατὰ τὸ Ἕβδομον ναῷ τοῦ εὐαγγελιστοῦ καὶ θεολόγου. ὃ δὴ καὶ γέγονεν.

[Const8.t] ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΑΔΕΛΦΟΣ ΒΑΣΙΛΕΙΟΥ

[Const8.1] Ἀναζωσάμενος δὲ τὴν πᾶσαν δυναστείαν ὁ Κωνσταντῖνος καὶ πράττειν, ὅ τι καὶ βούλεται ἐξουσίαν λαβών, καὶ ταῖς ἐκδεδιῃτημέναις χαίρων τῶν πράξεων, πολλῶν κακῶν αἴτιος ὑπῆρξε τῷ πολιτεύματι, αὐτὸς μὲν πράττων οὐδὲν ἢ βουλευόμενος τῶν δεόντων, ἱπποδρομίαις δὲ χαίρων καὶ μίμοις καὶ γελωτοποιοῖς, καὶ κοττάβοις ἐννυκτερεύων, ἄρχοντας καθιστὰς ἔν τε πολιταρχίαις καὶ στρατηγίαις οὐ τοὺς ἔργῳ καὶ λόγῳ τὸ δόκιμον ἑαυτῶν παρεχομένους, ἀλλ' οἰνόληπτα ἐκτετμη- μένα ἀνδράποδα καὶ πάσης μιαρίας καὶ βδελυρίας ἐμπεπλησμένα, ἀνάγων αὐτοὺς εἰς τὰς τῶν ἀξιωμάτων ὑψηλοτάτας περιωπάς, τοὺς δὲ γένει καὶ ἀρετῇ καὶ πείρᾳ προέχοντας παρατρέχων. Νικόλαον γὰρ τὸν πρῶτον τῶν αὐτοῦ θαλαμηπόλων δομέστικον προεβάλλετο τῶν σχολῶν καὶ παρακοιμώμενον, Νικηφόρον δὲ τὸν μετ' ἐκεῖνον τὰ δευτερεῖα φέροντα πρωτοβεστιάριον, Συμεὼν τὸν κατὰ τάξιν τρίτον δρουγγάριον τῆς βίγλας, προέδρους τοὺς πάντας τιμήσας, Εὐστράτιον τὸν μετ' ἐκείνους πολλοστὸν μέγαν ἑταιρειάρχην. προεβάλλετο δὲ καὶ δοῦκα Ἀντιοχείας εὐνοῦχόν τινα Σπονδύλην λεγόμενον, καὶ Ἰβηρίας Νικήταν τὸν ἐκ Πισσιδίας, καὶ ἄμφω ἐπιρρήτους ἀνθρώπους καὶ πονηρούς. οἵτινες ταραχῆς καὶ συγχύσεως τὰ πάντα πληρώσαντες μικροῦ τὴν βασιλείαν ἀνέτρεψαν, ἤδη καλῶς ἀγομένην ἀπό τε τῆς αὐτοκρατορίας Ῥωμανοῦ τοῦ τοῖν βασιλέοιν πατρός, Νικηφόρου τε καὶ Ἰωάννου καὶ Βασιλείου τῶν κατὰ διαδοχὰς διαδεξαμένων τὰ σκῆπτρα καὶ φοβερὰν καθισταμένην τοῖς πλησιάζουσι ἔθνεσι. καὶ οὐ μόνον ἀδιάφορον εἶχε τὴν γνώμην ἐν ταῖς τῶν ἀρχῶν προβολαῖς, ὡς ἔτυχε ταύτας καθιστάς, ἀλλὰ καὶ τοὺς ἀξιολογω-

[Const8.1.24] τέρους καὶ δοκιμωτέρους ἐδίωκε διὰ παντός, τοῖς εὐδοκίμοις ἐπιβουλεύων. ἀπετύφλωσε μὲν γὰρ καὶ Κωνσταντῖνον πατρίκιον τὸν υἱὸν Μιχαὴλ μαγίστρου τοῦ Βούρτζη, πρὸ τῆς αὐτοκρατορίας αὐτοῦ προσκρούοντα καὶ τὰς ἀκολάστους αὐτοῦ πράξεις Βασιλείῳ τῷ βασιλεῖ μηνύοντα, καὶ ἄλλους ἀγαθοὺς ἄνδρας οὐκ ὀλίγους ἠφάνισεν, ὡς προϊὼν ἐξείποι ὁ λόγος. καὶ τὰ μὲν προοίμια τῆς αὐτοκρατορίας αὐτοῦ τοιαῦτα. τὰ δὲ μετὰ ταῦτα ποία ἂν καὶ κατ' ἀξίαν παραστήσηται ἱστορία; μόνων γάρ, ὡς ἐρρέθη, ἐξεχόμενος γελωτοποιῶν καὶ μίμων, καὶ περὶ τὰς ἱπποδρο- μίας, εἴπερ τις ἄλλος κεχηνώς, ἔργον μόνον ἀναγκαῖον ταύτας ἡγεῖτο, τὰ λοιπὰ μηδενὸς ἀξιῶν λόγου, ἀλλὰ δεύτερα λογιζόμενος πάντα τῶν αὐτοῦ ἀκολάστων ἔργων. Νικηφόρον γὰρ τὸν Κομνηνόν, ἄνδρα συνετὸν καὶ ἐπ' ἀρετῇ καὶ ἀνδρείᾳ διαβεβοημένον, Μηδίας ἄρχοντα τῆς καὶ Βαασπρακανίας, καὶ τὰ πρόσχωρα ὑποτάξαντα ἔθνη, δι' αἰτίαν μὲν εὔλογον οὐδεμίαν, τῆς δὲ ἀρετῆς φθονήσας ἀπετύφλωσεν, ἔγκλημα τούτῳ καθοσιώσεως ἐπενεγκών. οὗτος γὰρ πολλάκις συμπλεκόμενος τοῖς γείτοσιν ἐν Μηδίᾳ Σαρακηνοῖς, καὶ τοὺς ἑαυτοῦ στρατιώτας μαλακιζο- μένους ὁρῶν καὶ τὰ νῶτα στρέφοντας ἀκόσμως καὶ φεύγοντας, καὶ τὰ μὲν ὀνειδίζων, τὰ δὲ καὶ παρακαλῶν μὴ οὕτω φεύγειν αἰσχρῶς, ἀλλ' ἵστασθαι κατὰ τῶν ἀντιπάλων γενναίως, ἔπεισε συγκαταθέσθαι. ὡς δὲ καὶ ἐνωμότως βεβαιῶσαι τὴν κατάθεσιν οὗτος ἀπῄτει, ὅτι σὺν αὐτῷ θανοῦνται μαχόμενοι πρὸς τοὺς πολεμίους, ἔγγραφον ἐκδεδώκασι γραμματεῖον, παλαμναιοτάταις ἀραῖς καὶ φρικωδεστάτοις ὅρκοις ἐμπεδω- σάμενοι στῆναι ῥωμαλέως ἐν τῇ παρατάξει καὶ ἀποθανεῖν σὺν τῷ στρατηγῷ. τοῦτο ὡς ἦλθεν εἰς ὦτα τῷ Κωνσταντίνῳ, παραλύεται μὲν εὐθὺς τῆς ἀρχῆς ὁ Νικηφόρος καὶ εἰς τὴν βασιλίδα εἰσάγεται, κριτήριόν τε καὶ βῆμα ἦρτο, καὶ καταδικάζεται ὡς συνομοσάμενος κατὰ τῆς βασιλείας, καὶ τὰς ὄψεις πηροῦται. ἐγκοτῶν δὲ καὶ Βάρδᾳ πατρικίῳ τῷ ἐγγόνῳ τοῦ μαγίστρου Βάρδα τοῦ Φωκᾶ καί τισιν ἄλλοις, ῥάπτει διά τινος τῶν παρατρεφομένων συκοφαντῶν τυραννίδος ἐπίθεσιν κατ' αὐτοῦ, καὶ εὐθὺς ἀποτυφλοῖ τοῦτον καὶ τοὺς συνδιαβληθέντας αὐτῷ. καὶ στάσεως δὲ γενομένης ἐν τῇ Ναυπάκτῳ κατὰ Γεωργίου τοῦ στρατηγοῦντος αὐτῆς, ὃν καὶ Μωρογεώργιον διὰ τὸ ἄστατον τῆς γνώμης ἐκάλουν, ἀναιρεῖται μὲν ὁ στρατηγός, διαρπάζουσι δὲ καὶ τὰ προσόντα πάντα αὐτῷ, κακῶς διατιθέμενος περὶ τοὺς ἐγχωρίους καὶ εἰσπράξεσι σεσοφισμέναις καὶ συνεχέσι τούτους συντρίβων. ὁ βασιλεὺς δὲ οὐ μόνον τοὺς αἰτίους ἀπηνῶς ἐκόλασε τοῦ φόνου, ἀλλὰ καὶ αὐτὸν τὸν ἀρχιερέα τῆς Ναυπάκτου ἐτύφλωσε. Βασίλειος δὲ πατρίκιος ὁ Ῥωμανοῦ τοῦ Σκληροῦ υἱὸς προσκρού- ων τῷ μαγίστρῳ Προυσιάνῳ τῷ Βουλγάρῳ στρατηγοῦντι Βουκελλαρίων, ἐς τοσοῦτον προήχθη τόλμης, ὡς καὶ διὰ μάχης τούτῳ ἐλθεῖν. τούτων τὴν διένεξιν Κωνσταντῖνος ὁ βασιλεὺς ἀναισχυντίαν κρίνων κατὰ τῆς βασιλείας ἄμφω ὑπερορίζει, τὸν μὲν ἐν τῇ Ὀξείᾳ νήσῳ, τὸν δὲ ἐν τῇ Πλάτῃ. μετὰ μικρὸν δὲ τὸν μὲν Βασίλειον, κατηγορηθέντα, ὡς εἴη ἀπόδρασιν μελετῶν, ἀπετύφλωσε, τὸν δὲ Προυσιάνον μικροῦ δεῖν τοῦτο αὐτὸ πείσεσθαι κινδυνεύοντα ἠλευθέρωσεν. ἐτύφλωσε δὲ καὶ Ῥωμανὸν τὸν Κουρκούαν, ἐπ' ἀδελφῇ ὄντα γαμβρὸν τοῦ Προυσιάνου καὶ τὸν Βογδάνον καὶ τὸν Γλαβᾶν καὶ τὸν Γουδέλιον. ἐγλωσσοτόμησε δὲ καὶ τὸν μοναχὸν Ζαχαρίαν τὸν συγγενῆ τοῦ βέστου Θευδάτου, συσκευάζεσθαι τούτους πλασάμενος κατ' αὐτοῦ.

[Const8.2] Τούτῳ τῷ ἔτει καὶ Πατζινάκαι εἰσβολὴν ἐποιήσαντο κατὰ Βουλ- γαρίας, καὶ πλεῖστον λαὸν καὶ στρατηγοὺς καὶ ταγματάρχας ἔσφαξαν καὶ ἐζώγρησαν. διὸ ὁ βασιλεὺς Κωνσταντῖνος τὸν Διογένην ἄρχοντα Σιρμίου τυγχάνοντα καὶ δοῦκα τῆς Βουλγαρίας ἐποίησεν, ὃς συμπλακεὶς πολλάκις αὐτοῖς διεσπαρμένοις ἐτρέψατο καὶ ἠνάγκασε περαιωθέντας τὸν Ἴστρον ἡσυχίαν ἄγειν. ἐγένετο δὲ καὶ ἐφ' ὅλους τοὺς τῆς βασιλείας αὐτοῦ χρόνους αὐχμὸς μέγιστος, ὡς ἀποξηρανθῆναι τὰς ἀεννάους πηγὰς καὶ τοὺς ποταμούς. τοῦ βασιλέως δὲ Βασιλείου φειδοῖ τῶν πενήτων μὴ ἐγκαίρως τὰς δημοσίας εἰσπραττομένου συντελείας, ἀλλὰ ἀνακωχὴν καὶ ὑπερημερίαν δίδοντος ταῖς ἀπαιτήσεσι, συνέβη τελευτήσαντος ἐκείνου δύο ἐνιαυτῶν φόρους ἔτι ἠρτῆσθαι. οὓς ὁ Κωνσταντῖνος εὐθὺς εἰσεπράξατο. εἰσεπράξατο δὲ καὶ τῶν ἑτέρων τριῶν ἐνιαυτῶν (ἐς τοσοῦτον γὰρ χρόνον αὐτῷ ἡ ἀρχὴ ἐξετάθη), καὶ συνετρίβησαν οὐχ οἱ πένητες μόνον καὶ ἄποροι, ἀλλὰ καὶ οἱ εὐπόρως ἔχοντες, ἐν τρισὶ χρόνοις πέντε παρασχόν- τες δασμοφορίας. ἐξῆλθεν οὖν καὶ στόλος Ἀγαρηνῶν κατὰ τῶν Κυκλάδων νήσων. οἷς συμπλακεὶς ὁ στρατηγὸς Σάμου Γεώργιος ὁ Θεοδωροκάνος ἅμα Βεριβόῃ τῷ στρατηγοῦντι τῆς Χίου ἐτρέψατο, καὶ δώδεκα μὲν αὔτανδρα εἷλε, τὰ δὲ λοιπὰ διεσκέδασεν.

[Const8.3] Ἐννάτῃ δὲ Νοεμβρίου μηνός, τῆς δωδεκάτης ἰνδικτιῶνος, ἐν ἔτει ἑξακισχιλιοστῷ πεντακοσιοστῷ τριακοστῷ ἑβδόμῳ, αἰφνιδίῳ νόσῳ ληφθεὶς ὁ Κωνσταντῖνος καὶ παρὰ τῶν ἰατρῶν ἀπαγορευθεὶς ἐσκέπτετο, τίνα ἂν καταλίποι διάδοχον τῆς βασιλείας. ἔδοξεν οὖν αὐτῷ τὸν πατρίκιον Κωνσταντῖνον τὸν Δαλασσηνὸν μεταστείλασθαι, κατὰ τὸν Ἀρμενιακὸν ἐν τῷ ἰδίῳ οἴκῳ σχολάζοντα, γαμβρόν τε ποιήσασθαι ἐπὶ μιᾷ τῶν θυγατέρων καὶ ἀναγορεῦσαι βασιλέα. καὶ δὴ πέμπεται ἄξων αὐτὸν εὐνοῦχός τις τῶν πιστικωτάτων, ὁ λεγόμενος Ἐργοδότης. σπουδῇ δὲ τοῦ Συμεὼν φιλίως διακειμένου πρὸς τὸν πατρίκιον Ῥωμανὸν τὸν Ἀργυρόν, αὕτη μὲν παρωράθη ἡ γνώμη, καὶ στέλλεταί τις τάχα ἐκ βασιλέως ἐς τὸν Δαλασσηνόν, ἐκεῖσε προσμένειν κελεύοντος αὐτόν, ὅπῃ ἂν ἡ γραφὴ καταλήψηται, ἄγεται δὲ ὁ Ῥωμανὸς ἐς τὰ βασίλεια. ἀχθέντι δὲ δύο προτίθενται γνῶμαι, ἢ διαζυγῆναι τῆς νομίμου γυναικὸς τῇ βασιλέως τε θυγατρὶ συναφθῆναι καὶ βασιλέα ἀναγορευθῆναι, ἢ πηρω- θῆναι τοὺς ὀφθαλμούς. τοῦ δὲ ἰλιγγιῶντος καὶ ἀναδυομένου πρὸς τούτων ἑκάτερον, ἡ σύνοικος δείσασα περὶ τἀνδρός, μή τι καὶ πάθῃ φλαῦρον, τὴν κοσμικὴν ἑκουσίως ἀπέθετο τρίχα καὶ τῷ συζύγῳ πρὸς τῇ ὄψει ἐχαρίσατο καὶ τὴν βασιλείαν. οὐσῶν δὲ τῷ Κωνσταντίνῳ θυγατέρων τριῶν ἐκ τῆς θυγατρὸς τοῦ πατρικίου Ἀλυπίου, ἣν ἔτι ζῶντος τοῦ Βασιλείου ἡρμόσατο, ἡ μὲν καθ' ἡλικίαν πρωτεύουσα Εὐδοκία ἀπεκείρατο, ἡ τρίτη δὲ Θεοδώρα ἀπηνήνατο συζυγῆναι τῷ Ῥωμανῷ, ἢ διὰ τὸ συγγε- νές, ὥς φασιν, ἢ διὰ τὸ ἔτι τὴν ἐκείνου σύζυγον ζῆν. ἡ δὲ τῷ χρόνῳ δευτέρα Ζωὴ τὸν περὶ τῆς συνοικίας λόγον προσενεχθέντα ἀσπασίως ἐδέξατο. λόγου δὲ περὶ τῆς συγγενείας κινηθέντος, καὶ τῆς ἐκκλησίας σὺν τῷ πατριάρχῃ λυσάντων τὸ ἀμφίβολον, ἱερολογεῖται ὁ Ῥωμανὸς τῇ Ζωῇ καὶ αὐτοκράτωρ ἀναγορεύεται βασιλεύς. καὶ μετὰ τρεῖς ἡμέρας Κωνσταντῖνος ἀπέθανε, ζήσας μὲν τὸν ἅπαντα τῆς ζωῆς αὐτοῦ χρόνον ἑβδομήκοντα ἔτη, ἐπὶ τρεῖς δὲ ἑνὸς δέοντος μηνὸς βεβασιλευκώς.

[Roman3.t] ΡΩΜΑΝΟΣ Ο ΑΡΓΥΡΟΣ

[Roman3.1] Οὕτω δὲ παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν τὸν τῆς πηρώ- σεως κίνδυνον διαδρὰς ὁ Ῥωμανὸς τὸ τῆς βασιλείας περιζώννυται κρά- τος, καὶ βασιλεὺς αὐτοκράτωρ ἅμα Ζωῇ τῇ τοῦ Κωνσταντίνου ἀναγο- ρεύεται θυγατρί. ἅμα τε οὖν ἐπὶ τὸν βασίλειον ἐκάθισε θρόνον, καὶ ἅμα προοιμίοις ἀγαθοῖς καὶ ἐπιβατηρίοις ἐπαινετοῖς ἐδεξιοῦτο τοὺς ὑπὸ χεῖρα, ἀπὸ τῆς εὐσεβείας πρότερον ἀρξάμενος ἀγαθοεργεῖν. ἐνδέουσαν γὰρ τὴν πρόσοδον τῆς μεγάλης εἰδὼς ἐκκλησίας, ἅτε οἰκονόμος ταύτης γενόμενος ἐν τοῖς ἔμπροσθεν χρόνοις, καὶ τῶν ἄλλων, ὁπόσαις ὑπηρετεῖ-

[Roman3.1.9] σθαι ἔθος παρὰ τοῦ ταύτης κλήρου, ὀγδοήκοντα ἀνὰ πᾶν ἔτος χρυσίου λίτρας χορηγεῖσθαι τούτοις τετύπωκεν εἰς προσθήκην ἀπὸ τοῦ βασι- λικοῦ ταμιείου. ἐξέκοψε δὲ καὶ τέλεον ἀπερρίζωσε τὸ ἀλληλέγγυον, ὅπερ ἐμελέτα μὲν ὁ Κωνσταντῖνος ποιῆσαι, οὐκ ἔφθασε δέ. ἐκένωσε δὲ καὶ τὰς φυλακὰς τῶν καθειργμένων διά τινας εὐθύνας, τὰ μὲν δημόσια χρέα χαριζόμενος, ἀποτιννὺς δὲ τὰ ἰδιωτικά. ἀπελυτρώσατο δὲ καὶ τοὺς κατεχομένους αἰχμαλώτους ἐν Πατζινακίᾳ. ἐτίμησε δὲ καὶ συγκέλλους μητροπολίτας τρεῖς, τὸν Ἐφέσου Κυριακὸν ὡς τοῦ πατριάρχου ὁμαίμονα, Δημήτριον τὸν Κυζίκου ὡς λίαν αὐτῷ καὶ πρὸ τῆς βα- σιλείας πεφιλημένον, καὶ Μιχαὴλ τὸν Εὐχαΐτων καθ' αἷμα τούτῳ ἐγγίζοντα διὰ τὸ ἀναφέρειν τὸ γένος εἰς τοὺς λεγομένους Ῥαδηνούς. Ἰωάννην δὲ τὸν τοῦ Βασιλείου τοῦ βασιλέως πρωτονοτάριον, ἤδη τὴν κοσμικὴν κειράμενον τρίχα, μεταπεμψάμενος καὶ σύγκελλον τιμήσας τῇ τῆς ἑαυτοῦ συζύγου ἀδελφῇ Θεοδώρᾳ φρουρὸν κατέστησε. πολλοὺς δὲ καὶ τῶν λειτουργῶν τοῦ θεοῦ ἐκ τῶν ἀλληλεγγύων εἰς ἐσχάτην ἐλθόντας ἀνεκτήσατο πενίαν, καὶ τοὺς ἄλλους δυσφοροῦντας καὶ πιεζο- μένους ἀπορίαις παραμυθίας ἠξίωσε. παρέσχε δὲ καὶ χρημάτων πλῆθος ἀριθμοῦ κρεῖττον ὑπὲρ σωτηρίας ψυχῆς τοῦ ἑαυτοῦ πενθεροῦ. ἠξίωσε δὲ παραπλησίως καὶ τοὺς ὅσοι κακῶς ἔπαθον ὑπ' αὐτοῦ, τοὺς μὲν εἰς ἀξιώματα προβιβάσας, τοὺς δὲ ἐν κτήμασι καὶ ἄλλους ἐν χρήμασι παραμυθησάμενος. ἀνήγαγε δὲ καὶ εἰς τὸ λαμπρὸν τῶν μαγίστρων ἀξίωμα τὸν ἐπ' ἀδελφῇ γαμβρὸν αὐτοῦ Ῥωμανὸν τὸν Σκληρόν, ὃν ὁ Κωνσταντῖνος, ὡς εἴπομεν, ἀπετύφλωσεν. ἀνεκαλέσατο δὲ καὶ τῆς χρο- νίας ὑπερορίας Νικηφόρον τὸν Ξιφίαν, ὃς ἐθελοντὴς ἐν τῇ μονῇ τῶν Στουδίου τὸ τῶν μοναχῶν ἠμφιέσατο σχῆμα.

[Roman3.2] Κατὰ τοῦτον τὸν χρόνον ὗσεν ὁ θεὸς ὑετὸν σύμμετρον καὶ εὐφο- ρία γέγονε τῶν καρπῶν, κατ' ἐξαίρετον δὲ τῆς ἐλαίας. ἐγένετο δὲ κατὰ τὴν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς ταραχὴ διὰ τὴν καθέδραν ἐν τῇ λειτουργίᾳ, μὴ καταδεξαμένων τῶν μητροπολιτῶν προκαθίσαι αὐτῶν τοὺς συγκέλλους ἐν τῷ συνθρόνῳ.

[Roman3.3] Κατὰ τοῦτον τὸν χρόνον διαβληθεὶς ὁ μάγιστρος Προυσιάνος ὁ Βούλγαρος κοινοπραγεῖν Θεοδώρᾳ τῇ τῆς βασιλίδος ἀδελφῇ καὶ τῆς βασιλείας ἀντιποιεῖσθαι εἰς τὸ τοῦ Μανουὴλ μοναστήριον φρουρεῖται. ἐπικρατησάσης δὲ τῆς κατηγορίας αὐτὸς μὲν ἀποτυφλοῦται, ἡ δὲ μήτηρ αὐτοῦ ἡ ζωστὴ τῆς πόλεως ἐκβάλλεται. καὶ Κωνσταντῖνος ὁ Διογένης, γαμβρὸς ὢν τοῦ βασιλέως ἐπὶ θυγατρὶ τοῦ ἀδελφοῦ αὐτοῦ Βασιλείου, ἀπὸ Σιρμίου μετατεθεὶς εἰς Θεσσαλονίκην γίνεται δούξ, κατηγορηθεὶς δὲ παρὰ Ὀρέστου τοῦ θεράποντος Βασιλείου τοῦ βασι- λέως ὡς μελετῶν ἀποστασίαν, στρατηγὸς εἰς Θρᾳκησίους στέλλεται. φανερᾶς δὲ τῆς κατηγορίας γενομένης ἄγεται δέσμιος ἐν τῇ βασιλίδι καὶ ἐν πύργῳ βάλλεται. οἱ δὲ τούτου συνωμόται, ὁ πρωτονοτάριος Ἰωάννης καὶ σύγκελλος, ὁ πατρίκιος Εὐστάθιος καὶ στρατηγὸς ὁ Δαφνο- μήλης, Μιχαὴλ Θεόγνωστος καὶ Σαμουὴλ οἱ τοῦ μαγίστρου Μιχαὴλ τοῦ Βούρτζη ἔκγονοι, Γεώργιός τε καὶ Βαρασβατζὲ ὁ ἐν τῷ ὄρει τῷ Ἄθῳ τὴν τῶν Ἰβήρων μονὴν συστησάμενος, οἱ τοῦ πατρικίου Θευδά- του ἀνεψιοί, δεινῶς τυφθέντες καὶ διὰ μέσης τῆς λεωφόρου παραπεμ- φθέντες ἐξορίᾳ παρεπέμφθησαν. κατηνέχθη δὲ καὶ Θεοδώρα τῶν ἀνακτό- ρων, καὶ εἰς τὸ λεγόμενον περιωρίσθη Πετρίον. Ὀκτωβρίῳ δὲ μηνὶ κατὰ τὴν τριακοστὴν πρώτην ἡμέραν τοῦ μηνὸς χύσις ἀστέρος ἐγένετο, ἐκ δυσμῶν πρὸς ἀνατολὴν τὴν πορείαν ποιοῦντος. καὶ κατ' αὐτὴν τὴν ἡμέραν πτῶσις οὐ μικρὰ γέγονε τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἐν Συρίᾳ, στρατηγοῦντος τῆς μεγάλης Ἀντιοχείας Μιχαὴλ τοῦ Σπονδύλη. ἐγέ- νετο δὲ καὶ ὄμβρων ἐπίκλυσις, ἐπικρατήσασα ἕως τοῦ Μαρτίου μηνός, τῶν ποταμῶν ὑπερχυθέντων καὶ τῶν κοίλων πελαγισάντων, ὡς ἀποπνι- γῆναι σχεδὸν πάντα τὰ ζῷα καὶ τοὺς καταβληθέντας καρποὺς τῇ γῇ καὶ διὰ τοῦτο λιμὸν κατὰ τὸν ἐπιόντα χρόνον ἐπακολουθῆσαι δεινόν. βουλόμενος δὲ ὁ βασιλεὺς τὸ γεγονὸς ἐν Συρίᾳ ἀτύχημα ἐξιάσασθαι, ὥρμητο κατὰ τῆς Βερροίας ἐκστρατεῦσαι. ἐκπέμπει γοῦν μετ' εὐζώνου δυνάμεως Κωνσταντῖνον πατρίκιον τὸν Καραντηνὸν τὸν ἐπ' ἀδελφῇ τούτου γαμβρόν, ἀπελθεῖν ἐπισκήψας καὶ κατασκοπῆσαι τὰς εἰσόδους καὶ κατὰ τὸ δυνατὸν πημαίνεσθαι τοὺς ἐχθρούς, παρατάξεως δὲ καθο- λικῆς ἀπέχεσθαι μέχρι τῆς αὐτοῦ παρουσίας. ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνηθροίζετο, ὁ μὲν τῆς Ἀβασγίας ἄρχων Γεώργιος νόσῳ τελευτᾷ, ἡ δὲ τούτου σύνοικος πρέσβεις ἐς βασιλέα στείλασα μετὰ δώρων σπονδάς τε εἰρηνικὰς ἐζήτει καὶ τῷ ταύτης υἱῷ τῷ Παγκρατίῳ τὴν συνοικήσουσαν. ἧς τὴν πρεσβείαν ἀποδεξάμενος ὁ βασιλεὺς τάς τε σπονδὰς ἐκύρωσε καὶ Ἑλένην τὴν ἑαυτοῦ ἀνεψιάν, τὴν θυγατέρα τοῦ ἀδελφοῦ αὐτοῦ Βασιλείου, νύμφην ἐς Ἀβασγίαν ἀπέστειλε, τὸν νυμ- φίον Παγράτιον ἐς τῶν κουροπαλατῶν ἀναβιβάσας τὸ ὕψος.

[Roman3.4] Κατὰ τοῦτον τὸν χρόνον γέγονέ τι τεράστιον παράδοξον ἐν τῷ θέματι τῶν Θρᾳκησίων, περὶ τὰς ὑπωρείας τοῦ ὄρους Κουζηνᾶ, ἐν ᾧ πηγὴ ἦν καλλίστου καὶ διειδοῦς ὕδατος. φωνή τις ἐξηκούετο μετὰ ὀδυρ- μοῦ καὶ οὐαὶ καὶ θρήνων, παρεμφερὴς ὀλοφυρμῷ γυναικός. καὶ οὐχ ἅπαξ ἢ δὶς τοῦτο, ἀλλ' ἀπὸ Μαρτίου μηνὸς ἄχρις Ἰουνίου αὐτοῦ καθ' ἡμέραν καὶ νύκτα. ἀπιόντων δέ τινων ἐπὶ κατασκοπῇ πρὸς τὸν τόπον, ἔνθα ἡ φωνὴ ἐξηχεῖτο, ἀλλαχοῦ μετέπιπτεν ἡ ὀλολυγή. τοῦτο δέ, ὡς ἔοικε, προεμήνυε τὴν φθάσασαν ῥηθῆναι ἀτυχίαν τῶν Ῥωμαίων ἐν τῇ Κοίλῃ Συρίᾳ. τοῦ γὰρ βασιλέως Νικηφόρου τὰς πλείστας Συρίας καὶ Φοινίκης πόλεις παραστησαμένου, καὶ τοῦ μετ' αὐτὸν Ἰωάννου τὰ ἑαλωκότα κρατυναμένου καὶ μέχρι Δαμασκοῦ τὴν ἐπικράτειαν παρατεί- ναντος, ἐπείπερ ὁ μετ' αὐτοὺς Βασίλειος πρότερον μὲν ὑπὸ τῶν ἐμφυ- λίων ἀσχολούμενος πολέμων, ὕστερον δὲ καὶ τοῖς κατὰ τοῦ Σαμουὴλ ἔργοις προσλιπαρῶν οὐκ ἔσχεν εὐκαιρίαν καλῶς καὶ ὡς ἐνεδέχετο τὰ ἐν τῇ ἑῴᾳ κατασφαλίσασθαι, ἀλλ' ὅσον ἐν φαντασίᾳ γενόμενος ἐκεῖσε, καὶ ὡς ὁ καιρὸς ἀπῄτει ταῦτα καταστησάμενος, εἶθ' ὑποστρέψας καὶ ἀσχο- λίαν ἔμμονον ἔχων καὶ φροντίδα τὸ τῶν Βουλγάρων ὑποτάξαι γένος, ἀφορμὴ γέγονε τοῦ τὸν ζυγὸν ἀπορρῖψαι τὰς δυνατωτέρας τῶν πόλεων καὶ τὴν ἑαυτῶν ἀναζητεῖν ἐλευθερίαν. ἀλλ' ἕως μὲν οὗτος περιῆν, ἐμε- λετᾶτο μὲν ἡ ἀπόστασις, κρύβδην δὲ καὶ οὐ φανερῶς. τούτου δὲ τὸ χρεὼν ἀποτίσαντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Κωνσταντίνου ἀμελῶς βασιλεύοντος καὶ ῥᾳθύμως, καὶ ἐπ' ἐκείνοις ἔχοντος τὸν σκοπόν, ἅπερ ὁ λόγος φθάσας ἐστηλογράφησε, τῶν δ' ἄλλων ὀλιγωρίαν κατασκεδά- σαντος οὐ τὴν τυχοῦσαν, ἀδείας οἱ Σαρακηνοὶ λαβόμενοι τάς τε ἐν ταῖς πόλεσι φρουρὰς ἐξεπόρθησαν, ἀνελόντες καὶ τοὺς φρουρούς, κατ' ἐξαί- ρετον δὲ ὁ τῆς Βερροίας ἀρχηγός, ἣν καὶ Χάλεπ καλοῦσιν. ἐκδρομάς τε γὰρ ἐποίει συνεχεῖς, καὶ τὴν Ἀντιόχειαν ἐκάκου καὶ τὰ ὁμοροῦντα ἔθνη καὶ πρόσοικα τὰ τοῖς Ῥωμαίοις ὑπήκοα. πρὸς ὃν Σπονδύλης, τῆς Ἀντιο- χείας, ὡς εἴρηται, κατάρχων ἐκστρατεύει ἔτι περιόντος τοῦ Κωνσταντί- νου, βουλόμενος τάχα νεανικόν τι καὶ γενναῖον ἐνδείξασθαι. καὶ συμ- βαλὼν τῷ τῆς Βερροίας ἐξηγουμένῳ ἡττᾶται, καὶ πολὺς μὲν γίνεται τῶν σὺν αὐτῷ φθόρος, αὐτὸς δὲ αἴσχιστα εἰς Ἀντιόχειαν διασῴζεται. κατεστρατήγησε δ' αὐτὸν καί τις Ἄραψ, Μουσάραφ τὴν προσηγορίαν, τρόπῳ τοιῷδε. οὗτος γὰρ ὁ Μουσάραφ δορυάλωτος κατεχόμενος ἐν Ἀντιοχείᾳ (ἦν γὰρ κατασχεθεὶς ὑπὸ Πόθου τοῦ Ἀργυροῦ), ἐπείπερ αἱ

[Roman3.4.36] τῆς ἡγεμονίας ἡνίαι εἰς τὸν Σπονδύλην μετέπεσον, κατανενοηκὼς τὸν ἄνθρωπον εὐρίπιστον, ὑπέσχετο μεγάλα χρησιμεῦσαι Ῥωμαίοις, εἰ ἀνεθείη τῶν δεσμῶν, καὶ πάντα ἐπιτελέσειε τὰ κατὰ σκοπόν. τά τε γὰρ ὁμόφυλα κακῶσαι κατεπηγγέλλετο, καὶ τόπον ὑποδεικνύς, εἰ φρούριον ἐν αὐτῷ δομηθείη καὶ αὐτῷ παραδοθείη, οὐ μικρὸν ὄφελος ἔσεσθαι Ῥωμαίοις. οὗ τὰς ῥᾳδιουργίας μὴ συνεὶς ὁ Σπονδύλης τῶν τε κλοιῶν ἀφῆκεν αὐτόν, καὶ τὸ φρούριον, ὡς ἐκέλευεν, ἐδομήσατο, καὶ αὐτῷ τὴν φυλακὴν ἐπετρέψατο, χιλίους φρουροὺς ἐγκαταστήσας ἐν τούτῳ Ῥω- μαίους. ὁ δὲ Μουσάραφ τυχών, οὗπερ ηὔχετο καιροῦ, λάθρᾳ τῷ Τρι- πόλεως ἀμηρᾷ καὶ Τούσβερ τῷ ἀρχιστρατήγῳ τοῦ Αἰγυπτίου προσδια- λεχθείς, λαὸν ὑπ' αὐτῶν πεμφθέντα δεξάμενος τούς τε χιλίους ἀναιρεῖ καὶ τὸ φρούριον αὐτοῖς παραδίδωσι. καὶ οὐ διέλιπον ἐξ ἐκείνου ἐξ ὑπερδεξίων φερόμενοι οἱ Σαρακηνοὶ διαφθείρειν τὰ ἐν Συρίᾳ Ῥωμαίοις ὑπήκοα καὶ λυμαίνεσθαι.

[Roman3.5] Ἀλλὰ τοῦτον μὲν ὁ Ῥωμανὸς μεθίστησι τῆς ἀρχῆς, διάδοχον αὐτοῦ πέμψας Κωνσταντῖνον τὸν ἐπ' ἀδελφῇ γαμβρὸν αὐτοῦ τὸν Καραντηνόν, ηὐτρεπίζετο δὲ καὶ αὐτὸς κατόπιν ἀπελθεῖν κατὰ τῶν Σαρακηνῶν. ἤδη δὲ τὸ Φιλομίλιον καταλαβόντος αὐτοῦ ἦλθον πρέ- σβεις ἐκ Βερροίας μετὰ δώρων ὅτι πολλῶν, παρακαλοῦντες συμπαθείας τυχεῖν καὶ τὴν πρὶν δουλείαν ἐπαναδέξασθαι καὶ τοὺς ἐτησίους εὐγνω- μόνως προσφέρειν φόρους. πολλῶν δὲ κἀγαθῶν στρατιωτῶν τῶν συστρα- τευομένων αὐτῷ παρακαλούντων τὴν πρόκλησιν δέξασθαι, ὧν εἷς ἦν καὶ ὁ πατρίκιος Ἰωάννης ὁ Χάλδος, καὶ μὴ ἐκστρατεῦσαι κατὰ Συρίας ἐν καιρῷ θέρους, ὁπότε τό τε ὕδωρ ἐν αὐτῇ σπανίζει καὶ τὸ τῶν Ἀρά- βων ἔθνος ἀνυπόστατόν ἐστιν, οἷα ἐνειθισμένον φέρειν γενναίως τὰ ἐγχώρια θάλπη καὶ τοὺς φλογμοὺς καὶ τοὺς καύσωνας, οἱ δὲ Ῥωμαῖοι πανοπλῖται τυγχάνοντες οὐ τληπαθῶς ἔχουσι πρὸς τὴν ὥραν, μηδενὸς ἐπιστροφὴν ποιησάμενος, ἀλλ' ἐξ ὑπογύου τὰ τῶν πρὸ αὐτοῦ βασι- λέων ἔχων ἀνδραγαθήματα, καὶ σπεύδων ἀνδρῷόν τι καὶ αὐτὸς ἐπι- δείξασθαι, ἄπεισιν ἐν Συρίᾳ. καὶ στρατοπεδείαν πηξάμενος ἔν τινι φρουρίῳ δύο ἡμερῶν ὁδὸν Βερροίας ἀπέχοντι (Ἀζάζιον ὄνομα τῷ φρουρίῳ) ἐσκόπει τὸ μέλλον. ἐν ᾧ κατεσκηνωμένος τὸν τῶν ἐξκουβίτων ἄρχοντα τὸν πατρίκιον Λέοντα τὸν Χοιροσφάκτην μετὰ τοῦ οἰκείου τάγματος ἐπὶ κατασκοπῇ στέλλει, εἴ τινές τε ἐπίοιεν κατοψόμενον Ἄραβες, καὶ ὅπῃ δὴ λυσιτελὲς μεταθεῖναι τὴν στρατοπεδείαν. ἀλλὰ τοῦτον οἱ ἐνεδρεύοντες καὶ τὰ ἐν μεταξὺ πεδία φυλάσσοντες Ἄραβες καιροσκοπήσαντες καὶ αἰφνίδιον ἐπιθέμενοι κατέσχον, τὸν δὲ μετ' αὐτοῦ λαὸν διεσκέδασαν. ἐς τοσοῦτον δὲ προῆλθον τόλμης καὶ ἀναιδείας, ὡς καὶ ἀναφανδὸν ἐπικόπτειν Ῥωμαίοις τὴν χορτολογίαν καὶ τὴν τῶν ἄλλων ἀναγκαίων συλλογήν. πλέον δ' αὐτοὺς ἐκάκουν ἐν τοῖς ὕδασι· πιεζόμενοι γὰρ οἱ Ῥωμαῖοι καὶ ἡ τούτων ἵππος καὶ τὰ ὑποζύγια, ὑπὸ τῆς ἀνάγκης τοῦ δίψους εἰς προφανῆ ἑαυτοὺς συνώθουν τὸν κίνδυνον, καὶ ἁλισκόμενοι ἀπώλλυντο. τότε δὴ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Δαλασσηνὸς ἐκπεμφθεὶς ἀνακόψαι τοὺς ἐπεμβαίνοντας καὶ ἀνδρικόν τι καὶ γενναῖον διαπράξασθαι, καὶ τούτοις συμπλακεὶς καὶ ἀκόσμως φυγὼν μεγάλης συγχύσεως καὶ ταραχῆς τὰ Ῥωμαίων ἐνέπλησε καὶ τὸν βασιλέα αὐτόν. ἐπανελθόντος γὰρ αὐτοῦ τεθορυβημένου καὶ τὸ στρατό- πεδον ἅπαν ταραχῆς ἐμφορήσαντος καὶ ἀκοσμίας, οὐκέτι τοῦ λοιποῦ λόγος μάχης ἐτύγχανεν, ἀλλ' ἕκαστος, ὥς πῃ δυνατὸν ἦν, τὴν ἑαυτοῦ ἐπραγματεύετο σωτηρίαν. βουλῆς οὖν προτεθείσης, ἔδοξεν ἕωθεν δια- λύσαντας τὴν τάφρον ἐπαναζευγνύειν εἰς Ἀντιόχειαν. καὶ δὴ κατὰ τὴν δευτέραν τοῦ Αὐγούστου μηνός, ἰνδικτιῶνος τρισκαιδεκάτης, ἔτους ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ τριακοστοῦ ὀγδόου, κατὰ τὰ βεβου- λευμένα τὰς τῆς στρατοπεδείας ἀνοίξαντες πύλας ἁπανταχῇ τῆς ἐπ' Ἀντιόχειαν εἴχοντο, οἱ πλείους μὲν κοιλιακῷ κατειργασμένοι νοσήματι, οἱ πλείους δὲ καὶ ὑπὸ τῆς ἀνάγκης τοῦ δίψους κατειργασμένοι. οἷς ἐξελθοῦσι τῆς παρεμβολῆς μετὰ ῥύμης οἱ Ἄραβες ἐπιτίθενται. τῶν δὲ μηδ' ὅλως ὑποστάντων τὴν ὁρμήν, γίνεται τροπὴ φρικωδεστάτη, καὶ οἱ μὲν ὑπ' ἀλλήλων ἐπατοῦντο καὶ διεφθείροντο, οἱ δὲ ζωγρίαι ἡλίσκοντο. ἔνθα τι καὶ συνέβη χαρίεν γενέσθαι. τῶν γὰρ στρατηγῶν, οἷς ἐπ' ἀν- δρείᾳ ὄνομα ἦν, καὶ τῶν στρατιωτῶν μηδενὸς ὑποστῆναι τολμῶντος τὸν κίνδυνον, ἀλλ' ἀκλεῶς ἀποδιδρασκόντων, εὐνοῦχός τις τῶν θαλα- μηπόλων τὴν ἑαυτοῦ φερομένην ἰδὼν ἀποσκευὴν καὶ τοὺς ὑπηρέτας, καὶ μὴ ἐνεγκὼν μετρίως τὸ πάθος, τὸν ἵππον τῇδε κἀκεῖσε συνταράξας ἔπεισι μετὰ σφοδρᾶς ὁρμῆς κατὰ τῶν Σαρακηνῶν, καὶ τόξον ἐντείνας βάλλει μὲν ἕνα, τρέπει δὲ τοὺς ἄλλους, καὶ τὰ ἑαυτοῦ ἑλὼν ὑπέστρεψε γεγηθὼς οὐκ ἐμπειρίᾳ πολεμικῇ, ἀλλ' ἔρωτι χρημάτων τῆς ἑαυτοῦ ἀλογίσας ζωῆς ὁ ταλαίπωρος τομίας, τοῦ χρημάτων ἔρωτος τὸν τῆς ζωῆς κίνδυνον ἐξώσαντος ὡς πορρωτέρω. ὁ δὲ βασιλεὺς ἐγγὺς ἐλθὼν τοῦ ἁλῶναι περισῴζεται εἰς Ἀντιόχειαν, ἐκ- θύμως ἀγωνισαμένων τῶν βασιλικῶν ἑταίρων καὶ διασωσάντων ἑαυτούς τε καὶ τὸν βασιλέα.

[Roman3.6] Τότε δὴ Γεωργίου τοῦ Μανιάκη τοῦ θέματος στρατηγοῦντος Τελούχ, Ἄραβες ὀκτακόσιοι μετὰ γαύρου τοῦ φρονήματος ὑποστρέ- ψαντες ἀπὸ τῆς τροπῆς καὶ πρὸς αὐτὸν παραγενόμενοι εἴκειν τὴν ταχί- στην ἐκέλευον καὶ τὴν πόλιν καταλιπεῖν τοῦ βασιλέως ἑαλωκότος καὶ παντὸς τοῦ Ῥωμαϊκοῦ στρατεύματος ἄρδην ἀπολωλότος, καὶ μὴ ἑαυτὸν προφανεῖ κινδύνῳ ἐκδεδωκέναι. ἡμέρας γὰρ διαλαμπούσης οἰκτρῶς αὐτός τε καὶ οἱ σὺν αὐτῷ ἀπολοῦνται περιστοιχηθέντες. ὁ δὲ δέχεσθαι τάχα τὴν παραίνεσιν δόξας καὶ ποιήσειν τὸ κελευόμενον ὑποπτευθείς, σῖτά τε καὶ ποτὰ τούτοις ἀποχρώντως ἐκπέμψας διαναπαύειν ἐκέλευεν ἑαυτούς, ὡς ἁμ' ἡμέρᾳ αὐτὸς μὲν σὺν τοῖς συνοῦσιν αὐτῷ ἀπαλλαγήσεται, αὐτοὺς δὲ κυρίους καταστήσει τῆς πόλεως Τελοὺχ καὶ πάντων τῶν Ῥωμαϊκῶν χρημάτων. οἱ δὲ τοῖς τε λόγοις καὶ τοῖς ἔργοις φενακισθέντες, καὶ ὡς αὔριον τάχα ἀπολήψεσθαι τὰ πάντα ὑπειληφότες, πρὸς πότους καὶ μέθας ἐτράπησαν καὶ ἐν πάσῃ ἀδείᾳ καὶ ἀμεριμνίᾳ διενυκτέρευον. ὁ δὲ περὶ μέσας νύκτας οἰνωμένοις αὐτοῖς καὶ ἀφροντίστως ἐπιτίθεται κοιμωμένοις, καὶ τούτους μὲν πάντας ἀπέσφαξεν, ὑφείλετο δὲ καὶ δια- κοσίας ὀγδοήκοντα καμήλους πεφορτωμένας καὶ πλήρεις ἀγαθῶν παν- τοίων Ῥωμαϊκῶν. τὰς δὲ ῥῖνας καὶ τὰ ὦτα τῶν πεσόντων ἀποτεμὼν διεκόμισεν ἐν Καππαδοκίᾳ τῷ βασιλεῖ, ἤδη ἀπὸ τῆς φυγῆς κατειληφότι τὸν τοῦ Φωκᾶ οἶκον καὶ ἐν αὐτῷ διατρίβοντι. ὃν ὁ βασιλεὺς τοῦ ἔργου ἀποδεξάμενος κατεπάνω τῆς κάτω Μηδίας ἀποδείκνυσιν.

[Roman3.7] Ἀπαίρων δὲ τῆς Συρίας δομέστικον μὲν τῶν σχολῶν ἀποδείκνυσι Συμεὼν τὸν τοῦ πενθεροῦ αὐτοῦ Κωνσταντίνου θεράποντα, ἡγεμόνα δὲ Ἀντιοχείας Νικήταν τὸν ἐκ Μισθείας. τούτοις ἐνετείλατο κατὰ τὸ δυνατὸν ἀποπειρᾶσθαι τοῦ παρὰ τοῦ Μουσάραφ κτισθέντος φρουρίου, ᾧ Μενῖκος ὄνομα, μή πως δυνηθεῖεν ἀπαλλάξαι Συρίαν τῶν ἐκ τοῦ Μουσάραφ ἐπιδρομῶν. ἀφυῶς δὲ τούτων καὶ ἀμαθῶς ἐπιχειρησάντων τῇ πολιορκίᾳ, νυκτὸς ὁ Μουσάραφ ὑπεκδραμὼν τοῦ φρουρίου τάς τε ἑλεπόλεις ἐνέπρησε καὶ τούτους ἐκεῖθεν αἰσχρῶς ἀπεδίωξεν. ὅπερ πυθό- μενος ὁ βασιλεύς, καὶ μὴ φέρων τὴν ὕβριν, Θεόκτιστον πρωτοσπαθάριον, ἕνα τῶν πιστικωτάτων αὐτῷ ὑπάρχοντα διακόνων καὶ μέγαν ἑταιρει- άρχην τῷ τότε χρηματίζοντα, μετὰ δυνάμεως ἁδρᾶς Ῥωμαίων τε καὶ ἐθνικῶν κατὰ Συρίας ἐκπέμπει, στρατηγὸν αὐτοκράτορα τοῦτον προ-

[Roman3.7.13] χειρισάμενος, καὶ ἐπισκήψας τῷ Τριπόλεως συμμῖξαι ἀμηρᾷ Πινζαρὰχ καὶ μετ' αὐτοῦ τὰ τῶν Ἀράβων λυμαίνεσθαι. ἔτυχε γὰρ οὗτος ὁ Πινζα- ρὰχ διά τι πρόσκρουσμα πρὸ μικροῦ ἀποστατῆσαι τοῦ Αἰγυπτίων ἀμερμουμνῆ καὶ ὅπλα κινῆσαι κατ' αὐτοῦ. καὶ τοῦ Αἰγυπτίου τὸν Τοῦρ- κον Τοῦσπερ, ἄρχοντα τυγχάνοντα τῶν αὐτοῦ ταγμάτων, μετὰ χειρὸς ἀξιολόγου ἐπὶ καθαιρέσει τοῦ Πινζαρὰχ πεπομφότος, ὡς οὗτος ᾔσθετο μὴ ἀξιόμαχος εἶναι αὐτὸς καθ' αὑτὸν τῇ τῶν Αἰγυπτίων συμπλακῆναι δυνάμει, τῷ βασιλεῖ Ῥωμαίων προσρύεται καὶ ὁμαιχμίαν αἰτεῖ. οὗ τὴν αἴτησιν μὴ παριδὼν ὁ Ῥωμανὸς τὸν Θεόκτιστον μετὰ πλήθους ἀξιολόγου ἐξέπεμψε, συμμαχίαν τε παρασχεῖν τῷ Πινζαρὰχ κελεύσας, καὶ ἐκ παρόδου τοῦ φρουρίου Μενίκου ἀντιποιεῖσθαι. ὃς ἀπελθὼν καὶ συμ- μίξας τῷ Πινζαρὰχ ἔργου εἴχετο. καὶ ὁ μὲν Αἰγυπτίων ἀρχιστράτηγος Τοῦσπερ τῷ αἰφνιδίῳ τῆς ἐφόδου καὶ τῷ πλήθει καταπλαγεὶς οἴκαδε ὑπενόστησεν. οὐκ ἤνεγκε δὲ οὐδ' ὁ Μουσάραφ τὴν ἐπέλευσιν τῶν πολε- μίων, ἀλλὰ τὸν Μενῖκον ἀφεὶς ἔφυγε καὶ περὶ τὰ ὅρια Τριπόλεως συσχε- θεὶς ἀνῃρέθη. παρειλήφασι δὲ οἱ περὶ τὸν Θεόκτιστον αὐτό τε τὸ φρού- ριον τὸν Μενῖκον, παραδοθέντα αὐτοῖς ὑπὸ ἀδελφόπαιδος τοῦ Μουσά- ραφ, καὶ ἕτερον φρούριον ἐπί τινος ἀποτόμου κείμενον πέτρας, τὸ λεγό- μενον Ἀργυρόκαστρον. ταῦτα δὲ οὕτω καταστησάμενος ὁ Θεόκτιστος εἰσῆλθεν εἰς τὴν βασιλίδα, ἐπαγόμενος μεθ' ἑαυτοῦ καὶ Ἀλὰχ τὸν τοῦ Πινζαρὰχ υἱόν, ὃν καὶ πατρικιότητος ὁ αὐτοκράτωρ ἠξίωσε. κατόπιν δὲ ἦλθε καὶ ὁ Πινζαράχ, προπεμπόμενος καὶ δυροφορούμενος παρὰ τοῦ χρηματίσαντος ἄρχοντος Ἀντιοχείας Νικήτα τοῦ ἐκ Μισθείας. ὃν ὁ βασιλεὺς φιλοφρόνως ἀποδεξάμενος καὶ δώροις καὶ εὐεργεσίαις δεξιω- σάμενος οὐ μικραῖς οἴκαδε χαίροντα ἐξαπέστειλεν. ἐλυτρώσατο δὲ καὶ τῆς αἰχμαλωσίας τὸν Χοιροσφάκτην καὶ τοῖς οἰκείοις ἀπέδωκε.

[Roman3.8] Τοῦ πρωτοσπαθαρίου δὲ Ὀρέστου, ὃν ὑπὸ Βασιλείου τοῦ βασι- λέως ἐν Σικελίᾳ πεμφθῆναι ὁ λόγος ἐδήλωσεν ἄνωθεν, ἀπείρως ἔχοντος περὶ τὰ πολεμικὰ καὶ ἀτέχνως ἐπιχειροῦντος τοῖς πράγμασιν, οἱ ἐκ Σικελίας Σαρακηνοὶ καιροφυλακήσαντες καὶ αἰφνίδιον ἐπιθέμενοι τοῖς Ῥωμαίοις, ἤδη καὶ κοιλιακῷ νοσήματι ἀπὸ τρυφῆς κατασχεθεῖσιν, ὄλε- θρον οὐκ ὀλίγον εἰργάσαντο, ἀνακτώμενος δὲ τὸ γεγονὸς ἀτύχημα ὁ βασιλεὺς δύναμιν ἀξιόμαχον ἔκ τε Ἑλλάδος καὶ Μακεδονίας ἀθροίσας ἐν Ἰταλίᾳ ἐκπέμπει, κἂν οὐδέν τι γενναῖον δρᾶσαι ἴσχυσεν ἀφελείᾳ καὶ κακότητι τοῦ στρατηγοῦ. τούτῳ τῷ ἔτει ἑξακισχιλιοστῷ πεντακοσιο- στῷ τριακοστῷ ἐννάτῳ τυγχάνοντι, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης, καὶ ὁ Προυσιάνος ἑκουσίως ἀποκείρεται μοναχός, καὶ ἡ μήτηρ αὐτοῦ ἐκ Μαντινείου τῆς ἐν Βουκελλαρίῳ μονῆς εἰς Θρᾳκησίους μεταβιβάζεται, καὶ Κωνσταντῖνος πατρίκιος ὁ Διογένης ἐκβληθεὶς τοῦ πύργου ἐν τῇ μονῇ τῶν Στουδίου ἀποκείρεται μοναχός. ὁ δὲ βασιλεὺς Ῥωμανὸς τὸν οἶκον τοῦ Τριακονταφύλλου ἐξωνησάμενος εἰς μοναστήριον μετεσκεύασεν ἐπ' ὀνόματι τῆς δεσποίνης ἡμῶν θεοτόκου, μηδεμιᾶς πολυτελείας φεισά- μενος, συντρίψας μέντοι τῇ προφάσει ταύτῃ οὐ μικρῶς τὸ ὑπήκοον καὶ κακώσας ἔν τε ταῖς τῶν λίθων καὶ τῶν ἄλλων εἰδῶν διακομιδαῖς. κατα- λαμπρύνει δὲ καὶ τὰ κιονόκρανα τῆς μεγάλης ἐκκλησίας καὶ τῆς ὑπερ- αγίας θεοτόκου τῶν Βλαχερνῶν ἀργύρῳ καὶ χρυσῷ. μέλλων δὲ καὶ τὸ θυσιαστήριον ἐπιποιεῖσθαι τῶν Βλαχερνῶν εὗρε κρεμαμένην εἰκόνα παλαιάν, ἣν ἀνακαινισθῆναι προσέταξεν. ἐξηργυρωμένον δὲ τὸ χρίσμα τοῦ τοίχου ἰδὼν καθαιρεθῆναι προσέταξε καὶ νέον γενέσθαι. καθαιρε- θέντος δὲ τοῦ χρίσματος εὑρέθη εἰκὼν ὑλογραφική, σανίδιον ἐπιστή- θιον κρατούσης τῆς θεοτόκου τὸν κύριον καὶ θεὸν ἡμῶν, ἀμόλυντος διαμείνασα ἀπὸ τῶν ἡμερῶν τοῦ Κοπρωνύμου ἕως τῆσδε τῆς ἡμέρας, ἐτῶν διελθόντων τριακοσίων.

[Roman3.9] Τῷ δὲ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ τετρακοστῷ ἔτει, ἰνδι- κτιῶνος πεντεκαιδεκάτης, μηνὶ Σεπτεμβρίῳ, ἦλθε πρὸς τὸν βασιλέα Ῥω- μανὸν μετὰ δώρων πολλῶν ὁ τοῦ Χαλεπίτου υἱὸς Ἄμερ, ἐξαιτῶν ἀνα- νεῶσαι τὴν εἰρήνην καὶ τοὺς πρόσθεν παρέχειν φόρους. καὶ δὴ στέλλεται Θεοφύλακτος πρωτοσπαθάριος ὁ Ἀθηναῖος, καὶ τάς τε σπονδὰς ἐβε- βαίωσε καὶ κοινοπραγίαν μετὰ τῶν Χαλεπιτῶν ἔθετο. Ζωὴ δὲ ἡ βασιλὶς μετὰ τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ αἰφνίδιον ἀπελθοῦσα εἰς τὸ Πε- τρίον τὴν ἑαυτῆς ἀδελφὴν Θεοδώραν ἀπέκειρε μοναχήν, ἀδύνατον ἄλλως εἶναι φήσασα παυθῆναι τὰς ἐπιβουλὰς καὶ τὰ σκάνδαλα. δέδωκε δὲ καὶ τὴν οἰκείαν ἀνεψιὰν ὁ βασιλεὺς Ῥωμανὸς μετὰ πολλῶν ἕδνων εἰς εὐνὴν τῷ τῆς μεγάλης Ἀρμενίας ἐξουσιάρχῃ. μέλλων δὲ δευτέραν εἰσβολὴν τάχα ποιήσασθαι κατὰ Συρίας ὁ βασιλεὺς ἐξῆλθεν εἰς τὰ Μεσά- νακτα. ἐκεῖσε δὲ τούτου ἐνδιατρίβοντος μηνύεται τῇ βασιλίδι Ζωῇ διὰ Θεοφάνους τοῦ Θεσσαλονικέως, ὡς Κωνσταντῖνος ὁ Διογένης κοινολο- γησάμενος τῇ ταύτης ἀδελφῇ Θεοδώρᾳ ἀπόδρασιν πρὸς τὸ Ἰλλυρικὸν μελετᾷ, εἰδήσει τοῦ μητροπολίτου Δυρραχίου καὶ τοῦ ἐπισκόπου Περι- θεωρίου. καὶ εὐθὺς ἀνάρπαστοι οἵ τε ἐπίσκοποι καὶ ὁ Διογένης γίνονται. καὶ ὁ μὲν Κωνσταντῖνος ἐταζόμενος ἐν τῷ παλατίῳ τῶν Βλαχερνῶν διὰ Ἰωάννου πραιποσίτου, τοῦ μετὰ ταῦτα ὀρφανοτρόφου καὶ ἀδελ- φοῦ τοῦ βεβασιλευκότος Μιχαήλ, ἑαυτὸν ἀποκρημνίσας τοῦ τείχους καὶ ἐκτραχηλισθεὶς ἀπέθανε ῥιφεὶς μετὰ τῶν αὐτοφόνων, οἱ δὲ ἐπίσκοποι ὡς τὸν βασιλέα πρὸς τὰ Μεσάνακτα ἐξεπέμφθησαν κἀκεῖθεν ἠλευθερώ- θησαν.

[Roman3.10] Εἰκάδι δὲ ὀγδόῃ Ἰουλίου μηνός, ἡμέρᾳ ἕκτῃ, ὥρᾳ δευτέρᾳ τῆς νυκτός, ἀστέρος ἐγένετο χύσις ἐκ μεσημβρίας πρὸς ἄρκτον, πᾶσαν περι- αστράψαντος τὴν γῆν. καὶ μετὰ μικρὸν ἀγγέλλονται τὰ κατασχόντα τὴν Ῥωμαίων ἀτυχήματα, Ἄραβες μὲν ληϊσάμενοι Μεσοποταμίαν ἄχρι Μελιτηνῆς, Πατζινάκαι δὲ τὸν Ἴστρον διαβάντες καὶ τὴν Μυσίαν κα- κῶς διαθέμενοι, Σαρακηνοὶ δὲ τὴν παράλιον καταδραμόντες τοῦ Ἰλλυ- ρικοῦ μέχρι Κερκύρας καὶ αὐτὴν πυρπολήσαντες. ἀλλ' οἱ μὲν ἄλλοι ἀπήμονες κακῶν οἴκαδε ὑπενόστησαν, Σαρακηνοὶ δὲ ὑπό τε Ῥαουσαίων καὶ τοῦ στρατηγοῦντος ἐν Ναυπλίῳ Νικηφόρου πατρικίου τοῦ Καραν- τηνοῦ κακῶς ἔπαθον, καταπολεμηθέντες καὶ τὰ πλείω ἀποβαλόντες τῶν σκαφῶν. οἱ δὲ περισωθέντες, οὓς εἶχον Ῥωμαίους αἰχμαλώτους ἀποκτεί- ναντες, ἐν τῷ οἴκαδε ὑποστρέφειν ναυαγίῳ περιπεσόντες περὶ τὸ Σικε- λικὸν πέλαγος διεφθάρησαν.

[Roman3.11] Τούτῳ τῷ ἔτει καὶ λιμὸς καὶ λοιμὸς ἐπέδραμε Καππαδοκίαν, Παφλαγονίαν, Ἀρμενιακόν, καὶ Ὁνωριάδα, ὡς καὶ αὐτοὺς τοὺς τῶν θεμάτων ἐποίκους τὰς πατρίδας καταλιπόντας μετοικίαν ζητεῖν. οἷς ὁ βασιλεὺς ἐν τῷ ἀπὸ τῶν Μεσανάκτων εἰσιέναι πρὸς τὴν βασιλίδα συνην- τηκὼς καὶ τὴν αἰτίαν τῆς ἀπαναστάσεως μὴ ἀγνοήσας, ὑποστρέφειν οἴκαδε κατηνάγκαζε, χρυσίῳ ἀναλαμβάνων καὶ τοῖς ἄλλοις τοῖς πρὸς τὸ ζῇν ἀναγκαίοις. καὶ Μιχαὴλ δὲ ὁ τῆς Ἀγκύρας τότε τὴν ἐκκλησίαν πηδαλιουχῶν ἔργα ἀρετῆς ἐπεδείξατο ἄξια, μηδενὸς φεισάμενος τῶν τεινόντων εἰς σωτηρίαν τῶν τοῦ λιμοῦ καὶ λοιμοῦ τραυματιῶν.

[Roman3.12] Τῇ δὲ τρισκαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, ἡμέρᾳ κυριακῇ, ὥρᾳ πρώτῃ τῆς νυκτός, ἐν ἔτει τῷ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ σαρακοστῷ, γέγονε σεισμὸς μέγας. εἰσῆλθε δὲ καὶ ὁ βασιλεὺς ἐν τῇ βασιλίδι, καὶ τῆς προτέρας αὐτοῦ γυναικὸς Ἑλένης ἀποθανούσης μεγά- λας διαδόσεις ὑπὲρ αὐτῆς ἐποιήσατο. τούτῳ τῷ ἔτει κατὰ τὴν εἰκοστὴν τοῦ Φεβρουαρίου μηνὸς καὶ ἀστὴρ διῆξεν ἀπὸ βορρᾶ πρὸς μεσημβρίαν

[Roman3.12.7] μετ' ἤχου καὶ κτύπου. ἐφαίνετο δὲ ἄχρι τῆς πεντεκαιδεκάτης Μαρτίου, τόξον ὕπερθεν ἔχων. Μαρτίου δὲ ἕκτῃ, ἡμέρᾳ τρίτῃ, γέγονε σεισμός.

[Roman3.13] Ἐγένετο δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ ἐκδρομὴ Ἄφρων Σαρακηνῶν πλοίων χιλίων, πολεμιστὰς ἐχόντων μυρίους, οἵτινες πολλὰ τὰς νήσους καὶ τὰς παραλίους ἐκάκωσαν. ὧν μέρει τινὶ συμπλακεὶς Νικηφόρος ὁ Καραντηνὸς ἐτρέψατο, καὶ πεντακοσίους πεπεδημένους Σαρακηνοὺς τῷ βασιλεῖ ἐξαπέστειλε. τούτῳ τῷ ἔτει καὶ Γεώργιος πρωτοσπαθάριος ὁ Μανιάκης, ὁ Γουδελίου τοῦ Μανιάκη υἱός, τῶν παρευφρατιδίων στρατηγῶν πόλεων καὶ ἐν Σαμοσάτῳ τὰς οἰκήσεις ἔχων τῆς παρὰ τῇ Ὀσροηνῇ πόλεως ἀπεπειράθη Ἐδέσσης. ταύτης γὰρ τὴν ἐπιστασίαν Σαλαμάνης ἔχων ὁ Τοῦρκος, παρὰ τοῦ ἀμηρᾶ Μαρτυ- ρουπόλεως ἤτοι Μιεφερκεὶμ ἐπιτετραμμένην αὐτῷ, καὶ δώροις καὶ ὑπο- σχέσεσι καὶ τιμαῖς διαφθαρεὶς παραδίδωσι τῷ Μανιάκῃ ἀωρὶ τῶν νυ- κτῶν, ὃς τρεῖς πύργους λίαν ὀχυρωτάτους κατασχὼν εὐψύχως τοὺς πολιορκοῦντας ἠμύνετο, βοήθειαν ἔξωθεν ἐπικαλούμενος. Ἀπομερβάνης δὲ ὁ τοῦ Μιεφερκεὶμ ἀμηρᾶς τὴν ἅλωσιν μαθὼν καὶ ὀξὺς ἐπιφανεὶς μετὰ δυνάμεως οὐκ ὀλίγης ἐπεχείρησε μὲν τῇ πολιορκίᾳ τῶν πύργων, γεν- ναίως δὲ ὑποστάντος τοῦ Γεωργίου ἀποκρουσθεὶς καὶ μὴ ἔχων, ὅ τι καὶ δράσειεν, ἀποκείρας τὰ κάλλιστα τῶν οἰκημάτων καὶ διαφθείρας τὸν τῆς πόλεως κόσμον καὶ αὐτῆς τῆς μεγάλης ἐκκλησίας, καὶ καμήλοις ἐπιθεὶς τὰ κάλλιστα καὶ τὰ περίλοιπα τῆς πόλεως πυρὶ παραδούς, ὑπεχώρησεν εἰς Μαρτυρούπολιν. ἀδείας δὲ τυχὼν ὁ Μανιάκης, τὸ ἐν μέσῳ τῆς πόλεως κείμενον φρούριον ἐν λοφώδει

[κείμενον] πέτρᾳ κατα- σχών, δύναμίν τε ἔξωθεν προσκαλεσάμενος, ἀσφαλῶς τὴν πόλιν κατ- έσχεν. εὑρὼν δὲ καὶ τὴν ἰδιόγραφον ἐπιστολὴν τοῦ δεσπότου καὶ κυρίου Ἰησοῦ Χριστοῦ, τὴν πρὸς Αὔγαρον πεμφθεῖσαν, τῷ βασιλεῖ ἐν Βυζαν- τίῳ ἀπέστειλεν.

[Roman3.14] Ἀζίου δὲ τοῦ Αἰγυπτίου μανέντος καὶ πολλὰ κακὰ εἰς Χριστια- νοὺς ἐνδειξαμένου, καταστρέψαντος δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἶτα καὶ αὐτοῦ αἴσχιστα καταλύσαντος τὴν ζωήν, ὁ υἱὸς αὐτοῦ, ἀπό τινος Ῥωμαίας γυναικὸς αἰχμαλώτου τεχθεὶς αὐτῷ, ἐπέτρεψε τοῖς βουλομένοις οἰκοδομεῖν τὸν ναόν, ὃν ἀποστείλας ὁ βασιλεὺς φιλοτίμως οἰκοδομῆσαι ἠπείγετο. ἀλλὰ φθάσαν τὸ χρεὼν ἐνεπόδισε, καὶ ὁ μετ' αὐτὸν Μιχαὴλ ἐκπληρωτὴς τοῦ ἔργου ἐγένετο.

[Roman3.15] Καὶ ὁ μάγιστρος δὲ Βασίλειος, ὁ ἐπ' ἀδελφῇ τοῦ βασιλέως γαμβρός, ὁ Σκληρός, παρὰ Κωνσταντίνου ἐκτυφλωθείς, ἄστατον γνώ- μην ἔχων καὶ ἀλλοπρόσαλλον, εἰ καὶ μάγιστρος ἐτετίμητο καὶ πολλῶν ἠξίωτο εὐεργεσιῶν παρὰ τοῦ Ῥωμανοῦ, ὅμως ἐπιβουλὴν μελετᾷ κατ' αὐτοῦ. ἀλλὰ φωραθεὶς τῆς πόλεως ἐκβάλλεται σὺν τῇ γυναικί.

[Roman3.16] Ἀπέστειλε δὲ καὶ ἐξ Ἐδέσσης ὁ Μανιάκης τῷ βασιλεῖ ἐνιαύσιον φόρον, λίτρας πεντήκοντα. καὶ ὁ τῆς Τριπόλεως δὲ ἀμηρᾶς ὁ Πινζαράχ, κατισχυόμενος παρὰ τῶν Αἰγυπτίων, φυγὰς τὴν βασιλίδα κατέλαβεν. ὃν ὁ βασιλεὺς πάλιν μετὰ πλείστης δυνάμεως σὺν τῷ ἑταιρειάρχῃ Θεο- κτίστῳ εἰς Συρίαν ἐκπέπομφεν. ἐξέπεμψε δὲ καὶ μετὰ στόλου τὸν πρωτο- σπαθάριον Τεκνέαν τὸν ἐξ Ἀβύδου εἰς Αἴγυπτον, τὰ τοῦ Νείλου στόματα, ὅπῃ παρείκοι, κακώσοντα καὶ αὐτὴν Ἀλεξάνδρειαν. ὃς εὐθυπλοήσας καὶ μέχρις αὐτῆς ἐλάσας Ἀλεξανδρείας πλοῖά τε πάμπλειστα ἐχειρώσατο καὶ λείαν ὅτι πολλὴν περιβαλλόμενος ὑπέστρεψεν ἀσινής. παρέδωκε δὲ καὶ τὸ φρούριον τὸ λεγόμενον Περκρὶν ὁ κατέχων αὐτὸ Σαρακηνὸς Ἀλείμ, ἔγγιστα Βαβυλῶνος διακείμενον, τῷ βασιλεῖ Ῥωμαίων, ἐλπίσας πατρι- κιότητός τε καὶ πλείστων ἄλλων ἀμοιβῶν ἀξιωθῆναι, διὰ τοῦ υἱοῦ αὐτοῦ τὴν πρὸς τὸν βασιλέα ποιησάμενος ἔντευξιν. καὶ τὸ μὲν φρούριον παρειλή- φει ὁ πατρίκιος Νικόλαος ὁ Βούλγαρος, ᾧ Χρυσήλιος τὸ ἐπώνυμον, ὁ δὲ τοῦ Σαρακηνοῦ υἱὸς εἰσελθὼν ἐν Βυζαντίῳ καὶ διὰ τὸ τὸν βασιλέα συνέχε- σθαι ἀρρωστήματι μηδεμιᾶς τυχὼν ἐπιστροφῆς καὶ μετὰ θυμοῦ ὑποστρέ- ψας ἀνέπεισε τὸν γεννήσαντα ἀντιλαβέσθαι τοῦ οἰκείου φρουρίου, ὅστις λάθρᾳ τοῖς ὁμόροις Πέρσαις κοινοπραγήσας νυκτός τε τὸ φρούριον ἀπέκλεψε καὶ ἑξακισχιλίους ἄνδρας Ῥωμαίους πολεμιστὰς ἀπέκτεινε ῥᾳστώνῃ καὶ ἀμελείᾳ τοῦ κατέχοντος τοῦτο Χρυσηλίου. ἀλλὰ μετὰ μικρὸν ὁ πατρίκιος Νικήτας ὁ Πηγονίτης ἄρχειν ἐκεῖσε πεμφθεὶς καὶ ἐπιμόνῳ χρησάμενος πολιορκίᾳ μετὰ Ῥῶς καὶ λοιπῆς ἄλλης Ῥωμαϊκῆς δυνάμεως, τό τε φρούριον κατὰ κράτος εἷλε πολιορκίᾳ καὶ τὸν Ἀλεὶμ σὺν τῷ υἱῷ ἀπέκτεινε. τότε δὴ καὶ Ἀλδὴ ἡ Γεωργίου τοῦ Ἀβασγοῦ γυνή, τοῦ γένους οὖσα τῶν Ἀλανῶν, προσερρύη τῷ βασιλεῖ, παραδοῦσα καὶ τὸ ὀχυρώτα- τον φρούριον τὴν Ἀνακουφίαν. ἧς τὸν υἱὸν Δημήτριον ὁ βασιλεὺς τῷ τῶν μαγίστρων τετίμηκεν ἀξιώματι. ἔστησε δὲ πάλιν τρόπαιον κατὰ τῶν Σαρακηνῶν ὁ Καραντηνός, ἐξελθόντων ἐπὶ λεηλασίᾳ καὶ δεσμίους Σαρακηνοὺς ἑξακοσίους πέπομφε τῷ βασιλεῖ.

[Roman3.17] Τούτῳ τῷ ͵Ϛφμζʹ ἔτει, ἑπτακαιδεκάτῃ Φεβρουαρίου μηνός, σεισμοῦ γεγονότος κακῶς ἔπαθον αἱ ἐν Συρίᾳ πόλεις. καὶ τοῦ Ὀρέστου δὲ παραλυθέντος τῆς ἀρχῆς Λέων μὲν ὁ λεγόμενος Ὦπος τοῦ πεζικοῦ στρατοῦ κατάρχειν ἐκπέμπεται ἐν Ἰταλίᾳ, τοῦ δὲ πλωΐμου Ἰωάννης, εἷς ὢν τῶν θαλαμηπόλων Βασιλείου τοῦ βασιλέως. τῆς δὲ ἀκρίδος τὰ ἑῷα ἐπὶ πολὺν χρόνον διαφθειρούσης θέματα, ἠναγκάσθησαν οἱ ἔποικοι τούτων καὶ τέκνα πωλῆσαι καὶ ἐν Θρᾴκῃ ἀποικισθῆναι. οἷς ἅπασιν ἀνὰ τρία διδοὺς νομίσματα ὁ βασιλεὺς ὑποστρέφειν οἴκαδε παρεσκεύαζεν, ἕως ἡ ἀκρὶς ἀνέμῳ ἀρθεῖσα βιαίῳ εἰς τὸ τῆς Ἑλλησπόντου πεσοῦσα διεφθάρη πέλαγος καὶ ἐκβρασθεῖσα πρὸς τὸν αἰγιαλὸν τὴν παράλιον ψάμμον ἐκάλυψεν. ὁ δὲ βασιλεὺς τούς τε τῶν ὑδάτων ὁλκοὺς ἐπεποιήσατο τοὺς τὸ ὕδωρ τῇ πόλει εἰσάγοντας, καὶ τὰς δεχομένας τοῦτο καστέλλους καὶ τὸ λωβοτροφεῖον καὶ πάντας τοὺς κακῶς παθόντας ξενῶνας ὑπὸ τοῦ σεισμοῦ, καὶ ἁπλῶς πάντων ἐπεμελεῖτο τῶν ἀγαθῶν ἔργων. νόσῳ δὲ χρονίᾳ βάλλεται καὶ τριχορρυεῖ γένυν τε καὶ τὴν κόμην, κατεργασθείς, ὥς φασιν, ὑπὸ Ἰωάννου τοῦ μετὰ ταῦτα ὀρφανοτρόφου. οὗτος γὰρ ὁ Ἰωάννης καὶ πρὸ τῆς βασιλείας ὑπηρετῶν τῷ Ῥωμανῷ, ἄρτι τοῦ κράτους ἐπιβάντος αὐτοῦ μεγάλην δύναμιν ἔσχεν. ἦσαν δὲ αὐτῷ καὶ ἕτεροι ἀδελφοί, Μιχαήλ, Νικήτας, Κωνσταντῖνός τε καὶ Γεώργιος. ἀλλ' αὐτὸς μὲν ὁ Ἰωάννης καὶ Κωνσταντῖνος καὶ Γεώργιος ὑπῆρχον εὐνοῦχοι, ἀγυρτικὴν μετιόντες τέχνην, ὁ δὲ Νικήτας εἶχε μὲν τὰ παιδογόνα καὶ τὸν πρῶτον ἤδη ἐπήνθει ἴουλον, ὁ δὲ Μιχαὴλ τῆς ἀνδρικῆς ἤδη ἡλικίας ἁπτόμενος εὐπρεπέστατος ἦν τὴν ὄψιν. ἄμφω δὲ τὴν ἀργυραμοιβὴν μετῄεσαν ἐπιστήμην καὶ τὰ ἀργύρια ἐκιβδήλευον. τούτους οἰκειωθέντας ἅπαντας τῷ βασιλεῖ διὰ τοῦ Ἰωάννου ἡ τύχη, τὴν μέλλουσαν καταλήψεσθαι δυνα- στείαν αὐτοὺς ὑποδηλοῦσα, ἐπὶ μέγα διὰ παντὸς ἐξῇρε δυνάμεως. οἵ τε γὰρ ἄλλοι ἐν διαφόροις ἀρχαῖς ἐξητάζοντο, καὶ ὁ Μιχαὴλ ὑπὸ τοῦ βασι- λέως ἄρχων προὐβέβλητο τοῦ πανθέου. πρὸς τοῦτον ἡ βασιλὶς ἔρωτα δαιμονιώδη σχοῦσα καὶ μανικόν, καὶ κρυφίους ἐντυχίας ποιησαμένη, σκοτίως ἐπεμίγνυτο. διὸ καί φασι χρονίοις φαρμάκοις κατεργασθεὶς ὁ βασιλεὺς θυμαλγέσι νόσοις ἐσφακελίζετο, καιρὸν ἐπιζητούσης τῆς βασιλίδος τοῦ τὸν μὲν βασιλέα ἀποσκευάσασθαι ἀνυπονοήτως, τὸν Μιχαὴλ δὲ εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν. ὅθεν καὶ φαρμάκοις, ὡς εἴρηται, οὐκ ὠκυμόροις, ἀλλὰ σχολαίτατον καὶ βραδὺν ἐπάγουσι θάνατον

[Roman3.17.35] καταπραχθεὶς οἰκτρὸν καὶ ἐπώδυνον διήντλει τὸν βίον, κλινοπετὴς ὢν καὶ ὅλῃ ψυχῇ τὸν θάνατον ἐκκαλούμενος. διήρκεσεν οὖν ἄχρι τῆς ἑνδεκάτης τοῦ Ἀπριλλίου μηνός, τῆς δευτέρας ἰνδικτιῶνος, τοῦ ͵Ϛφμβʹ ἔτους. τότε δὲ κατὰ τὴν ἡμέραν τῆς ἁγίας μεγάλης πέμπτης τὴν διανομὴν τῆς τῶν συγκλητικῶν ποιησάμενος ῥόγας, καὶ ἐπιθυμήσας λούσασθαι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανεῖον καὶ εἰσελθὼν οἰκτρῶς ἀποπνίγεται ὑπὸ τῶν περὶ τὸν Μιχαὴλ ἐν τῇ κολυμβήθρᾳ τοῦ λοετροῦ, βασιλεύσας ἐπ' ἔτη πέντε καὶ μῆνας ἕξ. καὶ ταύτῃ τῇ νυκτὶ τῶν ἁγίων παθῶν ψαλλομένων μηνύεται ὁ πατριάρχης Ἀλέξιος ὑπὸ τοῦ βασιλέως Ῥωμανοῦ τάχα ἀνελθεῖν ἐν τοῖς ἀνακτόροις καὶ ἀνελθὼν εὑρίσκει μὲν νεκρὸν τὸν ἄνακτα Ῥωμανόν, τοῦ χρυσοτρικλίνου δὲ κοσμηθέντος ἐπὶ βήματος καθίσασα ἡ Ζωὴ ἐξάγει τὸν Μιχαήλ, καὶ τὸν πατριάρχην καταναγκάζει ἱερολογῆσαι τοῦτον αὐτῇ. ὁ δὲ τῷ λόγῳ ἐκθαμβηθεὶς ἵστατο ἐννεὸς καὶ πρὸς τὴν ἱερολογίαν ἐνεδοίαζεν. ἀλλ' ὁ Ἰωάννης σὺν τῇ Ζωῇ πεντήκοντα μὲν χρυσίου λίτρας τῷ πατριάρχῃ, πεντήκοντα δὲ τῷ κλήρῳ δοὺς ἔπεισεν ἱεροτελεστίας αὐτοὺς ἀξιῶσαι.

[Mich4.t] ΜΙΧΑΗΛ Ο ΠΑΦΛΑΓΩΝ

[Mich4.1] Τὸν ῥηθέντα δὲ τρόπον ἀναιρεθεὶς Ῥωμανὸς ὁ βασιλεὺς θάπτεται ἐν τῇ παρ' αὐτοῦ νεουργηθείσῃ τῆς περιβλέπτου μονῇ, κατ' αὐτὴν τὴν ἁγίαν μεγάλην παρασκευήν.

[Mich4.2] Ἡ Ζωὴ δὲ τὸν Μιχαὴλ ἐπὶ τὸν βασίλειον ἐνιδρύσασα θρόνον ᾠήθη μὲν ἀντὶ ἀνδρὸς καὶ βασιλέως δοῦλον καὶ διάκονον ἕξειν, καὶ ἤδη τοὺς πατρῴους εὐνούχους εἰσαγαγοῦσα εἰς τὰ ἀνάκτορα γενναιότερον ἥπτετο τῶν πραγμάτων. ἀλλ' ἀπέβη πάντα ταύτῃ εἰς τοὐναντίον λαμπρῶς. ὁ γὰρ τοῦ βασιλέως ἀδελφὸς Ἰωάννης, πρακτικὸς ἄνθρωπος ὢν καὶ δραστήριος, ἅμα τε ἐπέβη τῶν βασιλείων, καὶ δεδιὼς περὶ τἀδελ- φοῦ (ἑώρα γὰρ ὡς εἰς παράδειγμα τὸν Ῥωμανόν), μή τι καὶ πάθῃ δεινόν, τοὺς μὲν εὐνούχους τῆς βασιλίδος καταβιβάζει τοῦ παλατίου καὶ τὰς πιστικωτάτας τῶν θεραπαινίδων αὐτῇ ἀποσκευάζεται, γυναῖκας δὲ τῶν κατὰ γένος αὐτῷ προσηκόντων φρουροὺς ἐφίστησι τῇ βασιλίδι καὶ φύλακας. καὶ οὐδὲ μικρὸν ἢ μέγα ἦν, ὃ μὴ μετὰ γνώμης αὐτοῦ διεπράττετο. περιπάτων τε γὰρ ἐκωλύετο καὶ βαλανείων οὐ μετεῖχε, μὴ αὐτοῦ ἐπιτρέ- ψαντος, καὶ ὅλως περιῄρητο αὐτῇ πᾶσα ψυχαγωγία. πάντα δὲ τὰ ἔνδον καταστησάμενος γράμματα κατὰ πάσης ἐκπέμπει τῆς οἰκουμένης, γνωρίζοντα τοῖς πᾶσιν, ὡς εἴη μὲν Ῥωμανὸς ὁ βασιλεὺς τὸ φυσικὸν ἀποδεδωκὼς χρέος, ἀνηγόρευται δὲ ὁ Μιχαὴλ ἔτι ζῶντος ἐκείνου καὶ ἐπιτρέποντος, καὶ τῇ βασιλίδι συζεύγνυται. πρὸς ἅπερ πάντες μὲν ὑπεκλίνοντο οἱ ἄλλοι, καὶ δι' εὐφήμου φωνῆς τὸν νέον ἐμεγάλυνον βασιλέα. μόνος δὲ Κωνσταντῖνος πατρίκιος ὁ Δαλασσηνός, οἴκαδε διατρίβων, οὐκ ἤνεγκε πράως τὴν ἀκοήν, ἀλλὰ καὶ ἀπεδυσπέτησε πρὸς τὰ φημιζόμενα καὶ διὰ θαύματος ἦγε, πῶς πλείστων ἀγαθῶν ὄντων ἀνδρῶν ἐξ οἴκων λαμπρῶν καὶ ἐπισήμου γένους χυδαῖος καὶ τριωβολι- μαῖος ἄνθρωπος τῶν ἄλλων προτετίμητο πάντων καὶ δεσπότης καὶ βασιλεὺς ἀνηγόρευτο. τοῦτο δὲ πυθόμενος ὁ Ἰωάννης ἐπλήσθη μέν, ὡς εἰκός, θορύβου καὶ ταραχῆς, ἐμελέτα δὲ καὶ ἐσκέπτετο, πῶς ἂν καὶ τόνδε τὸν ἄνδρα ὑπὸ τὴν ἑαυτοῦ θεῖτο σαγήνην. καὶ δὴ στέλλεται πρὸς αὐτὸν εἷς τῶν εὐνούχων ὁ λεγόμενος Ἐργοδότης, ἐπιτήδειος ὑπηρετεῖν εἰς τὰ τοιοῦτα, ἐφ' ᾧ ὅρκους δοῦναί τε καὶ λαβεῖν καὶ ἀγαγεῖν τὸν ἄνδρα ἐς βασιλέα. καὶ ὁ μὲν ἄπεισιν εἰς τὸν Δαλασσηνόν, ὁ Ἰωάννης δὲ τήν τε σύγκλητον ὑπεποιεῖτο καὶ τὸ κοινὸν καὶ τὴν τῶν πολλῶν ἐπεσπᾶτο εὔνοιαν, βαθμοῖς μὲν τοὺς τῆς συγκλήτου προὔχοντας ἀξιωμάτων ὑψῶν, δωρεῶν δὲ διανομαῖς καὶ χάρισι μειλισσόμενος τὸ κοινόν, καὶ καθάπαξ οἰκειούμενος τὸ ὑπήκοον. ὅτι δὲ μὴ ἀρεστὰ τὰ γεγονότα ἦν τῷ θεῷ, διεδείχθη τρανῶς ἐκ προοιμίων αὐτῶν. κατὰ γὰρ τὴν ἑνδεκάτην ὥραν τῆς ἁγίας καὶ μεγάλης κυριακῆς χάλαζα κατηνέχθη ἀφόρητος καὶ ῥαγδαία, ὡς συντριβῆναι μὴ μόνον τὰ δένδρα κάρπιμά τε καὶ ἄκαρπα, ἀλλὰ δῆτα καὶ οἰκίας πεσεῖν καὶ ναοὺς καὶ τὰ λήϊα καὶ τὰς ἀμπέλους μέχρις ἐδάφους, ὡς ἐπισυμβῆναι κατὰ τοῦτον τὸν χρόνον παντοίων καρπῶν ἀφορίαν γενέσθαι. γέγονε δὲ καὶ χύσις ἀστέρος κατὰ τὴν κυριακὴν τὴν μετὰ τὸ πάσχα, περὶ ὥραν τρίτην τῆς νυκτός, τῇ μαρμαρυγῇ τῆς λαμπρότητος τοὺς ἀστέρας πάντας ἀποκαλύψαντος, ὡς καὶ δόκησιν παρασχεῖν τοῖς πολλοῖς ἡλίου ἀνατολῆς. ἐλήφθη δὲ καὶ ὁ βασιλεὺς δαιμονίῳ. ὃ σεμνολο- γοῦντες οἱ περὶ τοῦτον μανικὸν ἀπεκάλουν νόσημα, καὶ παρέμεινεν ἄχρι τέλους τῆς αὐτοῦ βιοτῆς, μηθ' ὑπὸ θείας δυνάμεως, μηθ' ὑπὸ ἰατρῶν θεραπείαν λαβών, ἀλλ' ἐλεεινῶς κατατεινόμενος καὶ βασανιζόμενος.

[Mich4.3] Ἄρτι δὲ τοῦ Ἐργοδότου πρὸς τὸν Δαλασσηνὸν ἀφικομένου, πιστεῦσαι μὲν οὗτος τοῖς ὅρκοις καὶ σὺν αὐτῷ ἀπελθεῖν ἐν τῷ Βυζαντίῳ οὐκ ἠθέλησεν, τῶν τινὰ δὲ πέμψας πιστοτάτων αὐτῷ ὅρκους τε ἀπῄτησε μείζονας τοῦ μή τι παθεῖν χαλεπόν, καὶ ἀπελθεῖν ἐπηγγείλατο. πέμπεται τοίνυν Κωνσταντῖνος ὁ Φαγίτζης εὐνοῦχος, ἄνθρωπος Παφλαγὼν καὶ συνήθης τῷ βασιλεῖ, τά τε τίμια ἐπαγόμενος ξύλα καὶ τὸ ἅγιον ἐκμαγεῖον καὶ τὴν πρὸς Αὔγαρον ἰδιόγραφον ἐπιστολὴν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰκόνα τῆς ὑπεραγίας θεοτόκου. ὃς ἀπελθὼν καὶ ὅρκους τῷ Κωνσταντίνῳ δοὺς καὶ λαβών, ἔρχεται μετ' αὐτοῦ εἰς τὸ Βυζάντιον. ἐλθόντα δὲ τοῦτον φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο, καὶ ἀνθύπατον τιμήσας καὶ δώροις μεγίστοις δεξιωσάμενος ἀνέτως καὶ ἀδεῶς προσέταξε διάγειν ἐν τῷ ὄντι κατὰ τὰ Κύρου οἴκῳ αὐτοῦ.

[Mich4.4] Τούτῳ τῷ χρόνῳ καὶ ἄλλο τι συνέβη ἀξιαφήγητον. τῶν εἰς παραχειμασίαν ἐν τῷ θέματι τῶν Θρᾳκησίων διεσπαρμένων Βαράγγων γυναῖκά τις ἐγχωρίαν εὑρὼν ἐπ' ἐρημίας ἀπεπειρᾶτο τῆς σωφροσύνης αὐτῆς. ὡς δ' οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν, ἡ δὲ τὸν ἀκινάκην σπασα- μένη τἀνδρὸς παίει κατὰ καρδίας τὸν βάρβαρον καὶ εὐθὺς ἀναιρεῖ. τοῦ δὲ ἔργου διαδοθέντος ἐν τῇ περιχώρῳ συναθροισθέντες οἱ Βάραγγοι τήν τε γυναῖκα στεφανοῦσι, δόντες αὐτῇ καὶ τὴν ἅπασαν οὐσίαν τοῦ βιαστοῦ, κἀκεῖνον ἄταφον ῥιπτοῦσι κατὰ τῶν βιοθανάτων τὸν νόμον. τὰ δὲ τῆς ἀκρίδος στρατόπεδα, ὡς ἤδη φθάσαντες εἴπομεν, κατὰ τὴν Ἑλλησπόντου αἰγιαλῖτιν ψάμμον διαφθαρέντα αὖθις ἀνεφύη αὐτομάτως καὶ τὴν παράλιον πάλιν τοῦ Ἑλλησπόντου κατέμαρπτε, καὶ ἐπὶ τριετίαν ὅλην διετέλεσε κεραΐζοντα τὸ θέμα τῶν Θρᾳκησίων, καὶ ἐν Περγάμῳ γενόμενα διεφθάρη, θεασαμένου τινὸς πρότερον τῶν ὑπηρετουμένων τῷ ἐπισκόπῳ θέαμα οὐκ ὄναρ, ἀλλ' ὕπαρ. ἐδόκει γὰρ ὁρᾶν εὐνοῦχόν τινα λευχείμονα, ἐξαστράπτοντα τὴν μορφήν. καὶ ὃς τριῶν παρακειμένων ἔμπροσθεν αὐτοῦ σάκκων, λῦσαι προσετετάχει καὶ κενῶσαι τὸν ἕνα, εἶτα τὸν δεύτερον, καὶ ἐφεξῆς τὸν τρίτον. τοῦ δέ, ὡς ἐκελεύσθη, ποιήσαντος, ὁ μὲν πρῶτος ὄφεις καὶ ἐχίδνας καὶ σκορπίους ἐξέβρασεν, ὁ δὲ δεύτερος φρύνους καὶ ἀσπίδας καὶ βασιλίσκους καὶ κεράστας καὶ ἕτερα ἰοβόλα, ὁ δὲ τρίτος κανθάρους καὶ σκνίπας καὶ σφῆκας καί τινα ἄλλα τῶν ὀπισθοκέν- τρων ζῴων. καὶ ὁ μὲν ἐπὶ τῷ θεάματι ἵστατο ἐννεός, ὁ δὲ φαιδρὸς ἐκεῖνος ἀνὴρ ἔγγιστα παραστησάμενος αὐτόν· ‘ταῦτα’, ἔφη, ‘ἐπῆλθέ τε καὶ ἐπελεύσεται ἐφ' ὑμᾶς διὰ τὴν παράβασιν τῶν τοῦ θεοῦ ἐντολῶν καὶ τὸ γενόμενον ἀνόσιον εἴς τε τὸν βασιλέα Ῥωμανὸν καὶ εἰς τὴν αὐτοῦ κοίτην.’ καὶ ταῦτα μὲν συνηνέχθη τῇδε.

[Mich4.5] Μιχαὴλ δὲ ὁ βασιλεὺς ὑπό τε τῆς δαιμονίου νόσου εἰργόμενος, καὶ ἄλλως πρὸς μεταχείρησιν πραγμάτων νωθρός τις ὢν καὶ ἀμβλύς, σχῆμα μὲν εἶχε τῆς βασιλείας καὶ ὄνομα, ἡ δὲ τῶν πραγμάτων ἐνέργεια ἅπασα πολιτικῶν τε καὶ στρατιωτικῶν ἐν ταῖς χερσὶν ἦν τοῦ Ἰωάννου. εὐθὺς οὖν προχειρίζεται Νικήταν τὸν ἑαυτοῦ ἀδελφὸν δοῦκα Ἀντιοχείας, ὃν ἀπελθόντα εἰσελθεῖν ἐν τῇ πόλει οὐ συνεχώρησαν οἱ Ἀντιοχεῖς. πρὸ μικροῦ γὰρ φορολόγος τις, Σαλίβας τὴν προσηγορίαν, τὰ κατ' αὐτοὺς ἐπιτετραμ- μένος καὶ βαρέως τοῖς ἀνθρώποις ἐπενηνεγμένος κτείνεται παρὰ τοῦ δήμου τῶν Ἀντιοχέων. διὰ οὖν τὸν τούτου φόνον, ἵνα μή τι καὶ ἀνήκεστον πάθωσι δεδιότες οἱ Ἀντιοχεῖς, ἀπέκλεισαν τῷ Νικήτᾳ τὴν εἴσοδον. ὅρκοις δὲ τούτου πιστωσαμένου, ὡς ἀμνηστία κακῶν αὐτοῖς ἔσεται, καὶ οὐδὲν οὐδεὶς πείσεται ἄχαρι διὰ τὸν τοῦ Σαλίβα φόνον, συγχωροῦσι τὴν εἴσοδον. ὁ δὲ τῆς πόλεως ἐπειλημμένος καὶ κύριος τῶν πραγμάτων γενό- μενος, ὀλίγα ἢ οὐδὲν τῶν ὅρκων φροντίσας, ἀμφὶ μὲν τοὺς ἑκατὸν ἄνδρας ἀπέκτεινεν ἀποτεμών τε καὶ ἀνασκολοπίσας, ἕνδεκα δὲ τοὺς προὔχοντας ζαπλούτους ἄνδρας καὶ γένει περιφανεῖς δεσμεύσας, ὧν κορυφαῖος ἦν ὁ πατρίκιος Ἐλπίδιος, δεσμίους ἐκπέμπει πρὸς τὸ Βυζάντιον, γράψας τῷ ἀδελφῷ Ἰωάννῃ, μὴ διὰ τὸν τοῦ Σαλίβα φόνον κωλυθῆναι αὐτῷ τὴν εἰς τὴν πόλιν εἴσοδον, ἀλλὰ διὰ τὴν εἰς τὸν Δαλασσηνὸν εὔνοιαν. τοῦτο τῆς προαποκειμένης ὑπονοίας κατὰ τοῦ Δαλασσηνοῦ τῷ Ἰωάννῃ ζώπυρον ἐγεγόνει καὶ εἰς πυρσὸν ἀνήπτετο. καὶ εὐθὺς ἄγεται εἰς τὰ βασίλεια, καὶ κατὰ τὴν τρίτην τοῦ Αὐγούστου μηνὸς τῆς δευτέρας ἰνδικτιῶνος ἐν τῇ νήσῳ Πλάτῃ περιορίζεται. βάλλεται δὲ καὶ ἔν τινι πύργῳ ὁ ἐπὶ θυγατρὶ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος ὁ Δοῦκας, ὅτιπερ ἐπεβοᾶτο τὴν ἀδικίαν καὶ τὴν παράβασιν τῶν ὅρκων ἐξήλεγχε καὶ τὸν θεὸν ἐμαρτύρετο. ἔπαθον δὲ δι' αὐτὸν καὶ ἄνδρες τρεῖς τῶν ἐκ τῆς Μικρᾶς Ἀσίας εὐγενεῖς καὶ πλού- σιοι, ὁ Γουδέλης, ὁ Βαϊανὸς καὶ ὁ λεγόμενος Προβατᾶς, δημευθείσης τῆς οὐσίας αὐτῶν καὶ Κωνσταντίνῳ τῷ τοῦ βασιλέως ἀφορισθείσης ἀδελφῷ. τότε καὶ Συμεὼν πρωτοβεστιάριος, ὁ τῶν θεραπόντων τοῦ βασιλέως εἷς Κωνσταντίνου, ὅτι μὴ ἠρέσκετο τοῖς δρωμένοις, ἀλλὰ τὴν εἰς τὸν Δαλασση- νὸν ἀδικίαν ἐπεβοᾶτο καὶ τὴν τῶν ὅρκων ἀθέτησιν τῶν βασιλείων, διώκεται καὶ τῆς πόλεως, κἀν τῷ Ὀλύμπῳ γενόμενος τὴν κοσμικὴν ἀπέθετο τρίχα, καρεὶς ἐν τῷ παρ' αὐτοῦ νεουργηθέντι μοναστηρίῳ.

[Mich4.6] Τῷ δ' αὐτῷ ἔτει καὶ σεισμοῦ γενομένου, κακῶς ἔπαθον τὰ Ἱεροσό- λυμα, τεθνηκότων ἀνθρώπων πολλῶν ἐν τοῖς τῶν οἰκιῶν καὶ τῶν ἐκκλη- σιῶν συμπτώμασι, σειομένης τῆς γῆς ἄχρι τεσσαράκοντα ἡμερῶν. τῷ δὲ Σεπτεμβρίῳ μηνὶ τοῦ ͵Ϛφμγʹ ἔτους, στῦλος πυρὸς ἐφαίνετο κατὰ τὴν ἑῴαν, τὴν κορυφὴν κεκλιμένην φέρων πρὸς μεσημβρίαν. καθ' ἃς ἡμέρας καὶ οἱ Σαρακηνοὶ ᾖραν τὰ Μύρα. ἐξεδίωξαν δὲ καὶ Βερροιαῖοι οἱ καὶ Χαλεπῖται τὸν παρὰ τοῦ βασιλέως Ῥωμανοῦ πεμφθέντα αὐτοῖς ἁρμο- στήν. καὶ Παγκράτιος δὲ ὁ σεβαστός, Ῥωμανὸν τὸν βασιλέα δῆθεν ἐκδι- κῶν ὡς θεῖον τῆς γυναικὸς αὐτοῦ, τήν τε πρὸς Ῥωμαίους εἰρήνην ἀπείπατο καὶ τὰ πρῴην δοθέντα φρούρια καὶ κάστρα ἅπαντα ἀνεκτήσατο. περαιωθέντες δὲ καὶ τὸν Ἴστρον οἱ Πατζινάκαι πᾶσαν ἐληΐσαντο τὴν Μυσίαν ἄχρι Θεσσαλονίκης, καὶ τὰ τῶν Ἄφρων πλοῖα τὰς Κυκλάδας οὐ μικρῶς ἐλυμήναντο. ὧν οὐδεμία φροντὶς ἦν τῷ Ἰωάννῃ, μόνην δ' ἔμμονον ἀσχολίαν εἶχεν, ὅπως ἂν ὁ Δαλασσηνὸς ἀσφαλῶς τηροῖτο, καὶ μὴ τὰς αὐτοῦ λάθοι διαδρὰς πλεκτάνας. καὶ δῆτα μεταγαγὼν ἀπὸ τῆς νήσου Πλάτης αὐτὸν πύργῳ καθείργνυσιν ἀσφαλεῖ, ἐπιστήσας αὐτῷ φρουροὺς οὐκ ἀγεννεῖς. μεταστέλλεται δὲ ἐξ Ἐδέσσης καὶ Γεώργιον πατρίκιον τὸν Μανιάκην, καὶ τοῦτον μὲν ἄρχειν ἐκπέμπει τῆς ἄνω Μηδίας τῆς καὶ Βαασπρακανίας, ἐν Ἐδέσσῃ δὲ πέμπει Λέοντα τὸν Λεπενδρηνόν. ἕλκους δὲ διανεμομένου τὸ τοῦ ὀρφανοτρόφου στόμα καὶ πάσης ἰατρικῆς τέχνης ἀπειρηκυίας, ὄναρ αὐτῷ ἐπιστὰς ὁ μέγας ἐν θαύμασι Νικόλαος ἥκειν ἐν Μύροις τὴν ταχίστην ἐκέλευεν, ὡς ἐκεῖσε τευξόμενος θεραπείας. ὁ δὲ θᾶττον, ἢ λόγος ἐκεῖσε φοιτήσας, καὶ μύροις καὶ ἄλλαις πολυτελείαις τὸν τοῦ μεγάλου θεῖον δεξιωσάμενος ναόν, καὶ τείχει περικλείσας τὴν τῶν Μυρέων πόλιν ὀχυρωτάτῳ, θεραπείας τυχὼν ἐπάνεισιν ὑγιής.

[Mich4.7] Νικήτα δὲ τοῦ στρατηγοῦντος Ἀντιοχείας τῆς ἐν Συρίᾳ καταστρέ- ψαντος τὴν ζωήν, ἅτερος τῶν ἀδελφῶν ὁ Κωνσταντῖνος καθίσταται τούτου διάδοχος, καὶ Γεώργιος ὁ λοιπὸς πρωτοβεστιάριος γίνεται, τοῦ Συμεών, ὡς εἴπομεν, τὸ μοναχικὸν ἐνδυσαμένου σχῆμα. ἐλευθεροῖ δὲ καὶ τοὺς καθειργμένους Ἀντιοχεῖς τῆς χρονίου καθείρξεως ὁ βασιλεύς, ἀναγαγὼν καὶ πρὸς τὸ τοῦ καίσαρος περίοπτον ὕψος Μιχαὴλ τὸν τῆς ἑαυτοῦ ἀδελφῆς Μαρίας υἱόν. ἀποκλαιόμενος δὲ καὶ τὴν εἰς τὸν βασιλέα Ῥωμανὸν ἄχρι τέλους διετέλεσεν ἁμαρτάδα, τὸν θεὸν ἱλασκόμενος δι' ἀγαθοεργιῶν καὶ τῶν εἰς τοὺς πένητας μεταδόσεων, μοναστήριά τε ἐκ καινῆς ἀνεγείρων καὶ μοναχοὺς ἐγκατοικίζων, καὶ ἄλλας πράξεις ἐπιτελῶν οὐ μεμπτάς. αὗται δ' ἂν ἦσαν ἀνύσιμοι, εἰ τήν τε βασιλείαν ἀπέρριψε, δι' ἣν τὰ τοιαῦτα κακά, καὶ τὴν μοιχαλίδα ἀπώσατο, καὶ καθ' ἑαυτὸν ἀπεκλαίετο τὴν ἁμαρτίαν. τούτων δὲ μηδὲν πεπραχώς, ἀλλ' ἐκείνῃ τε συνὼν καὶ τῆς βασιλείας ὁλοσχερῶς ἀντεχόμενος, κἀκ τῶν δημοσίων καὶ κοινῶν τὰς δοκούσας εὐποιΐας ἀποπληρῶν, εἶθ' ὑπολαμβάνων συγχωρή- σεως τυχεῖν, ἀνόητον ἐλογίζετο τὸ θεῖον καὶ ἄδικον, ἀλλοτρίοις χρήμασιν ὠνούμενον τὴν μετάνοιαν.

[Mich4.8] Τῷ δὲ ͵Ϛφμγʹ ἔτει, ἰνδικτιῶνος τρίτης, Μαΐῳ μηνί, Ἄφροι καὶ Σικελοὶ καταδραμόντες τὰς Κυκλάδας καὶ τὰ τοῦ Θρᾳκησίου παράλια, τελευταῖον κατεπολεμήθησαν ὑπὸ τῶν ἐκεῖσε φυλαττόντων, καὶ πεντακό- σιοι μὲν ζῶντες ὡς βασιλέα ἤχθησαν, οἱ δὲ λοιποὶ πάντες ἀνεσκολοπίσθη- σαν ἐν τῇ παραλίῳ ἀπὸ Ἀτραμυτίου καὶ μέχρι Στροβίλου. πέμπει δὲ καὶ πρεσβευτὴν εἰς Σικελίαν ὁ Ἰωάννης Γεώργιον τὸν Προβατᾶν, περὶ εἰρήνης διαλεξόμενον τῷ ταύτης ἀμηρεύοντι. ὃς ἀπελθὼν καὶ δεξιῶς διαλεχθείς, εἰληφὼς τὸν τοῦ ἀμηρᾶ υἱὸν ἤγαγεν εἰς τὴν βασιλεύουσαν. κατὰ τοῦτον τὸν χρόνον σεισμοῦ γεγονότος χάσματα γέγονεν ἐν Βουκελλαρίοις, καὶ κατεπόθησαν ὁλόκληρα χωρία πέντε. ἔνθα συνέβη καὶ Νικηφόρον πρόεδρον τὸν Κωνσταντίνου τοῦ βασιλέως εὐνοῦχον ἐνδιατρί- βοντα μικροῦ δεῖν κινδυνεῦσαι, διαφυγόντα δὲ παρ' ἐλπίδα τὸν κίνδυνον ἀποκαρῆναι μοναχὸν ἐν τῇ μονῇ τῶν Στουδίου.

[Mich4.9] Ἀπολάφαρ δὲ Μουχούμετ ὁ Σικελίας ἄρχων, ὁμαιχμίαν μετὰ τοῦ βασιλέως θέμενος, ἐτιμήθη μάγιστρος. τοῦ δὲ ἀδελφοῦ αὐτοῦ Ἀπόχαψ ἀντάραντος αὐτῷ κατισχυόμενος ἐς τὴν βασιλέως βοήθειαν καταφεύγει. καὶ δὴ στέλλεται μετὰ δυνάμεως ἐν Λογγιβαρδίᾳ Γεώργιος πατρίκιος ὁ Μανιάκης στρατηγὸς αὐτοκράτωρ, σὺν αὐτῷ δὲ καὶ ἄρχων τοῦ στόλου Στέφανος πατρίκιος, ὁ ἐπ' ἀδελφῇ τοῦ βασιλέως γαμβρός. Σαρακηνῶν δὲ Ἄφρων καὶ Σικελῶν μετὰ σκαφῶν οὐκ ὀλίγων ἐπιδραμόντων τὰς νήσους καὶ τὴν παράλιον, ὁ Κιβυρραιωτῶν ἀρχηγὸς Κωνσταντῖνος ὁ Χαγὲ συμπλακεὶς αὐτοῖς μετὰ τοῦ ἐγχωρίου στόλου ἐτρέψατο κατὰ κράτος, καὶ πεντακοσίους μὲν αἰχμαλώτους πέμπει τῷ βασιλεῖ, τοὺς δὲ λοιποὺς κατεπόντισεν. ἀφορήτου δὲ παγετοῦ γενομένου καὶ τοῦ Ἴστρου κρυσταλ- λωθέντος, οἱ Πατζινάκαι περαιωθέντες οὐ μικρῶς τὴν Μυσίαν καὶ Θρᾴκην μέχρι Μακεδονίας ἐκάκωσαν. ἐπῆλθε δὲ πάλιν ἀκρὶς τοῖς Θρᾳκησίοις, [Mich4.9.14] καὶ κακῶς διέθετο τοὺς καρπούς.

[Mich4.10] Τῷ δὲ ͵Ϛφμδʹ ἔτει, ἰνδικτιῶνος τετάρτης, διὰ τοῦ ἔαρος τρεῖς εἰσβολὰς οἱ Πατζινάκαι ποιησάμενοι κατὰ Ῥωμαίων ἄρδην τὰ παρα- τυχόντα ἠφάνισαν, ἡβηδὸν τοὺς ἁλισκομένους ἀναιροῦντες καὶ τιμωρίαις τοὺς αἰχμαλώτους ὑποβάλλοντες ἀνεκδιηγήτοις. εἷλον δὲ καὶ στρατηγοὺς πέντε ζωγρίας, Ἰωάννην τὸν Δερμοκαΐτην, Βάρδαν τὸν Πίτζην, Λέοντα τὸν Χαλκούτζην, Κωνσταντῖνον τὸν Πτερωτὸν καὶ Μιχαὴλ τὸν Στρα- βοτριχάρην. ἐτελεύτησαν δὲ καὶ οἱ τῶν Ῥῶς ἄρχοντες, Νεσισθλάβος καὶ Ἱεροσθλάβος, καὶ ἄρχειν προεκρίθη τῶν Ῥῶς συγγενὴς τῶν τελευτησάν- των Ζινίσθλαβος. καὶ ἡ Σερβία Ῥωμαίων ἀφηνιάσασα μετὰ θάνατον Ῥωμανοῦ τοῦ βασιλέως αὖθις ἐσπείσατο. Ἄμερ δὲ τοῦ τῆς Αἰγύπτου ἀμερμουμνῆ τελευτήσαντος, ἡ γυνὴ αὐτοῦ Χριστιανὴ οὖσα διαπρεσβεύε- ται ἅμα τῷ υἱῷ πρὸς βασιλέα περὶ εἰρήνης. ἧς ἀποδεξάμενος τὴν προαίρε- σιν ὁ βασιλεὺς σπονδὰς τριακοντούτεις ἔθετο μετ' αὐτῆς. Δεκεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος πέμπτης, ἔτους ͵Ϛφμεʹ, κατὰ τὴν ὀκτωκαιδεκάτην τοῦ μηνός, περὶ τετάρτην ὥραν τῆς νυκτός, γεγόνασι σεισμοὶ τρεῖς, δύο μικροὶ καὶ εἷς μέγας. Γεωργίου δὲ πατρικίου τοῦ Μανιάκη, ὡς εἴπομεν, ἐξ Ἐδέσσης μετατεθέντος καὶ τοῦ Λεπενδρηνοῦ ἄρχειν ἐν αὐτῇ ταχθέντος, οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν Ἄραβες κοινοπραγίαν θέμενοι ἐπῆλθον τῇ Ἐδέσσῃ καὶ ἐπολιόρκουν τὴν πόλιν. καὶ μικροῦ δ' ἂν ἑάλω, εἰ μὴ Κωνσταντῖνος ὁ τοῦ βασιλέως ἀδελφὸς βοήθειαν ἀποχρῶσαν ἐξ Ἀντιοχείας πεπομφὼς ταύτην παρ' ἐλπίδας ἐρρύσατο. ὃν ὁ βασιλεὺς τοῦ ἔργου ἀποδεξάμενος δομέστικον προβάλλεται τῶν σχολῶν τῆς ἀνατολῆς. προχειρίζεται δὲ καὶ Νικομηδείας ἐπίσκοπος Ἀντώνιος ὁ Πάχης εὐνοῦχος, κατὰ γένος προσήκων τῷ βασιλεῖ, μηδὲν ἄξιον ἔχων ἐπισκόπου, ἀλλὰ βοῦν ἀφωνίας ἐπὶ τῇ γλώσσῃ φέρων. καὶ Ἰωάννου δὲ τοῦ Βουλγαρίας ἀρχιεπισκόπου κοιμηθέντος, ἕτερον ὁ βασιλεὺς προχειρί- ζεται, Παφλαγονίας μὲν ὁρμώμενον, κἂν τῇ μεγάλῃ δὲ ἐκκλησίᾳ διαπρέψαντα, καὶ τὸ τοῦ χαρτοφυλάκου διακόνημα ἐν πολλοῖς ἔτεσιν διανύσαντα, ἔρωτι δὲ ἡσυχίας καὶ τῷ (τὸ U) μὴ καλῶς τὰ θεῖα οἰκονομεῖσθαι παραιτησάμενον τοὺς ἐν μέσῳ θορύβους, καὶ διὰ τὸ μὴ θέλειν τῷ πατριάρχῃ προσκρούειν ἡσυχάζοντα καὶ ἰδιοπραγοῦντα. οὗτος Λέων μὲν ἐκαλεῖτο, πᾶσαν δὲ παιδείαν ἐξήσκητο τήν τε θύραθεν καὶ τὴν ἡμετέραν, ἐπιστὰς δὲ τῇ Βουλγαρίᾳ πολλὰ μνημεῖα τῆς αὐτοῦ ἀρετῆς καταλέλοιπεν. αὐχμοῦ δὲ γενομένου, ὡς ἐπὶ μῆνας ὅλους ἓξ μὴ καταρραγῆναι ὑετόν, λιτανείαν ἐποιήσαντο οἱ τοῦ βασιλέως ἀδελφοί, ὁ μὲν Ἰωάννης βαστάζων τὸ ἅγιον μανδύλιον, ὁ μέγας δομέστικος τὴν πρὸς Αὔγαρον ἐπιστολὴν τοῦ Χριστοῦ καὶ ὁ πρωτοβεστιάριος Γεώργιος τὰ ἅγια σπάργανα. καὶ πεζῇ ὁδεύσαντες ἀπὸ τοῦ μεγάλου παλατίου ἀφίκοντο ἄχρι τοῦ ναοῦ τῆς ὑπεραγίας θεοτόκου τῶν Βλαχερνῶν. ἐποίησε δὲ καὶ ἑτέραν λιτὴν ὁ πατριάρχης σὺν τῷ κλήρῳ. οὐ μόνον δὲ οὐκ ἔβρεξεν, ἀλλὰ καὶ χάλαζα παμμεγέθης καταρραγεῖσα συνέτριψε τὰ δένδρα καὶ τὰς κεράμους τῆς πόλεως. σιτοδείας δὲ κατασχούσης τὴν πόλιν, ὁ Ἰωάννης ἐξωνήσατο ἀπὸ Πελοποννήσου καὶ Ἑλλάδος σίτου χιλιάδας ἑκατόν, καὶ δι' αὐτῶν τοὺς πολίτας παρεμυθήσατο.

[Mich4.11] Ἐν δὲ Σικελίᾳ, ὡς εἴρηται, τῶν δύο ἀδελφῶν στασιαζόντων καὶ τοῦ Ἀπολάφαρ ὑπερισχύοντος, ἅτερος τῶν ἀδελφῶν τὸν τῆς Ἀφρικῆς ἄρχοντα Οὔμερ εἰς συνεργίαν καλεῖ. καὶ ὃς ὑπισχνεῖται συμμαχήσειν, εἰ κατάσχεσιν ἐν τῇ νήσῳ λάβῃ τινά. προθύμως δὲ τοῦ Σικελοῦ κατανεύσαν- τος εἰς τοῦτο ἀφικνεῖται, καὶ συμπλακεὶς τῷ Ἀπολάφαρ ἔτι δυνάμεως τῆς μετὰ τοῦ πατρικίου Γεωργίου τοῦ Μανιάκη ὑστερούσης τῆς εἰς συμμαχίαν τούτου πεμφθείσης τρέπεται τοῦτον κατὰ κράτος. ὁ δὲ πρὸς τὸν ἄρχοντα Λογγιβαρδίας καταφυγὼν Λέοντα τὸν Ὦπον ᾔτει βοή- θειαν. καὶ ὅς, ἣν εἶχε δύναμιν ἐκ τοῦ παρείκοντος συναθροίσας περαιοῦται εἰς Σικελίαν, καὶ πολλάκις συμβαλὼν τῷ τῶν Ἄφρων ἀρχηγῷ καὶ ὑπερτερήσας ἀνέκοψε τοῦτον τῆς ἀσχέτου ὁρμῆς. εἶτα μαθών, ὡς οἱ ἀδελφοὶ σπένδονται καὶ μέλλουσιν ἑνωθέντες ἐπιθέσθαι Ῥωμαίοις, διαπεροῦται πάλιν εἰς Ἰταλίαν, αἰχμαλώτων Ῥωμαίων ἀμφὶ τὰς πεντε- καίδεκα χιλιάδας συνεισελθόντων ἐν τοῖς πλοίοις αὐτῷ καὶ διασωθέντων ἐν Ἰταλίᾳ καὶ αὖθις οἴκαδε διαπερασάντων. ἀδείας οὖν δραξάμενος ὁ Καρχηδόνιος ἐπέκειτο τῇ Σικελίᾳ καὶ κατὰ πολλὴν ἄδειαν αὐτὴν ἐκεράϊζε. καὶ τὰ μὲν κατὰ Σικελίαν εἶχεν οὕτως.

[Mich4.12] Ἐκτόπως δὲ τοῦ Ἰωάννου τοῦ θρόνου Κωνσταντινουπόλεως ἐρῶντος, κοινοπραγήσαντες ὁ τῆς Κυζίκου Δημήτριος, Ἀντώνιος ὁ Νικομηδείας, ὁ τῆς Σίδης καὶ Ἀγκύρας οἱ αὐτάδελφοι σὺν ἄλλοις μητρο- πολίταις ἐβουλεύσαντο τοῦ θρόνου καταγαγεῖν τὸν Ἀλέξιον καὶ ἀντ' αὐτοῦ Ἰωάννην τῷ θρόνῳ ἐγκαταστῆσαι. πρὸς οὓς Ἀλέξιος ὁ πατριάρχης μετὰ τοῦ λοιποῦ μέρους τῆς ἐκκλησίας μηνύματα ἐκπέμπει, δηλοῦντα· ‘ἐπειδή, ὥς φατε, οὐ ψήφῳ ἀρχιερέων, ἀλλὰ προστάξει Βασιλείου τοῦ βασιλέως ἐπέβην τοῦ θρόνου ἀκανονίστως, καθαιρεθήτωσαν, οὓς ἐχειρο- τόνησα μητροπολίτας ἐπὶ ἕνδεκα πρὸς τῷ ἡμίσει χρόνους τὴν ἐκκλησίαν ἰθύνας, ἀναθεματισθήτωσαν δὲ καί, οὓς ἔστεψα τρεῖς βασιλεῖς, καὶ ἐξίσταμαι τοῦ θρόνου τῷ βουλομένῳ.’ ταύτην δεξάμενοι τὴν ἀγγελίαν οἱ περὶ τὸν Δημήτριον, καὶ αἰσχύνης καὶ δέους πλησθέντες (ἦσαν γὰρ οἱ πλείους ὑπ' αὐτοῦ χειροτονηθέντες), ἠσπάσαντο σιωπήν, καὶ λοιπὸν ὁ Ἰωάννης ἐπέσχε τὴν ἐπὶ τῇ κατασχέσει τοῦ θρόνου ὄρεξιν.

[Mich4.13] Τῷ δὲ ͵ϚφμϚʹ ἔτει, ἰνδικτιῶνος ἕκτης, Νοεμβρίου δευτέρᾳ, γέγονε σεισμὸς περὶ ὥραν δεκάτην τῆς ἡμέρας, καὶ διετέλεσεν ἡ γῆ σειομένη ἄχρι ὅλου τοῦ Ἰαννουαρίου μηνός. γέγονε δὲ καὶ λιμὸς κατά τε Θρᾴκην καὶ Μακεδονίαν, Στρυμόνα καὶ Θεσσαλονίκην, καὶ μέχρι Θετταλίας. καταβοησάντων δὲ τῶν κληρικῶν Θεσσαλονίκης Θεοφάνους τοῦ μητροπο- λίτου, ὡς ἀποκρατοῦντος τὰς συνήθεις σιτήσεις αὐτῶν, ὁ βασιλεὺς τῇ Θεσσαλονίκῃ ἐνδιατρίβων λόγοις παραινετικοῖς ἐκέχρητο πρὸς αὐτόν, καὶ παρῄνει μὴ ἀποστερεῖν τὸν τῆς ἐκκλησίας λαὸν τῶν ἀπὸ νόμου σιτηρεσίων. τοῦ δὲ τραχυνομένου καὶ μὴ ὑπείκοντος, ἔγνω δεῖν ὁ βασι- λεὺς ἀπάτῃ περιελθεῖν αὐτὸν καὶ κολάσαι τὴν ἀπληστίαν αὐτοῦ. πέμ- πει οὖν τινα τῶν ὑπηρετούντων αὐτῷ, ἐξαιτῶν ἐκδανεῖσαί οἱ κεντηνά- ριον ἕν, μέχρις ἂν ἐκ Βυζαντίου χρυσίον διακομισθείη. ὁ δὲ ἐνωμότως ἀπηρνήσατο μὴ ἔχειν πλὴν τριάκοντα λιτρῶν. καὶ τοῦτον μὲν ἐκποδὼν μεθίστησιν ὁ βασιλεύς, ἀποστείλας δὲ καὶ τὰ ταμιεῖα αὐτοῦ διερευνησά- μενος εὗρε χρυσίου κεντηνάρια τριάκοντα καὶ τρία. ἐξ ὧν δίδωσι μὲν τοῖς κληρικοῖς τὰ ὀφειλόμενα ἀπὸ πρώτου ἔτους τῆς ἀρχιερωσύνης τοῦ Θεοφάνους ἕως τῆς ἐνεστώσης ὥρας, τὰ δὲ λοιπὰ πένησι διανέμει, καὶ τὸν μητροπολίτην ἐξωθεῖ τῆς ἐκκλησίας καὶ ἔν τινι κτήματι περιο- ρίζει. ἐφίστησι δὲ Προμηθέα τῇ μητροπόλει, παρ' οὗ καὶ οὗτος σιτη- ρέσια λαμβάνειν τετύπωτο καὶ καθ' ἑαυτὸν διάγειν.

[Mich4.14] Παγκρατίου δὲ τοῦ ἐξουσιαστοῦ Ἀβασγίας σφοδρῶς ἐπικει- μένου τῷ κατεπάνω Ἰβηρίας τῷ Ἰασίτῃ, ὁ Ἰωάννης μετὰ τῶν στρατευ- μάτων πάντων τὸν δομέστικον Κωνσταντῖνον τῶν σχολῶν, τὸν αὐτοῦ ἀδελφόν, ἐκπέμπει, καθυποσχόμενος συνεκπέμψαι τούτῳ καὶ τὸν Δαλασ- σηνόν, ὡς ἂν ἔχῃ τοῦτον σύμβουλον καὶ παραστάτην ἐν τοῖς πολέμοις. τοῦτο δὲ οὐκ ἐποίησε, καὶ λοιπὸν ἄπρακτος ὁ δομέστικος ὑπενόστησε.

[Mich4.15] Μέλλοντος δὲ τοῦ Ἰωάννου καθαρσίου μετασχεῖν φαρμάκου,

[Mich4.15.2] γνοῦσα τοῦτο Ζωὴ ἡ βασιλὶς διά τινος τῶν οἰκειοτάτων αὐτῇ εὐνούχων τοῦ λεγομένου Σγουρίτζη δώροις ὑποφθείρει τὸν ἰατρὸν οὐκ ὀλίγοις, ὑπο- σχομένη ἐς βίου τε περιφάνειαν ἄξειν αὐτὸν καὶ πλούτου ὑπεροχήν, εἰ κερά- σει τῷ φαρμάκῳ καὶ δηλητήριον. παιδαρίου δέ τινος τῶν ὑπηρετούντων τῷ ἰατρῷ μηνύσαντος τὸ σκευώρημα τῷ Ἰωάννῃ, καὶ τῆς ἐπιβουλῆς ἐλεγχθείσης, ὁ μὲν ἰατρὸς εἰς Ἀντιόχειαν τὴν ἑαυτοῦ ἐξορίζεται πατρίδα, ὁ δὲ τὸ δηλητήριον συσκευασάμενος Κωνσταντῖνος πρωτοσπαθάριος ὁ Μουκουπέλης ἐξωθεῖται τῆς πόλεως, καὶ ἡ βασιλὶς ἐν ὑποψίαις ἔκειτο μείζοσιν.

[Mich4.16] Ἄρτι δὲ καὶ Γεωργίου πατρικίου τοῦ Μανιάκη τὴν Σικελίαν καταλαβόντος, οἱ ταύτης ἄρχοντες καὶ αὐτάδελφοι σπεισάμενοι πρὸς ἀλλήλους ἔσπευδον ἀπελάσαι τοῦτον τῆς νήσου. διὸ καὶ συμμαχίαν ἐξ Ἀφρικῆς μετεπέμψαντο χιλιάδας πεντήκοντα. ἧς ἐλθούσης γίνεται συμβολὴ κραταιὰ κατὰ τὰ λεγόμενα Ῥήματα, καὶ τρέπεται κατὰ κράτος τοὺς Καρχηδονίους ὁ Μανιάκης, τοσούτου γενομένου φόνου, ὡς τὸν παραρρέοντα ποταμὸν πλημμυρῆσαι τῷ αἵματι. μετὰ δὲ ταῦτα εἷλε πόλεις Σικελικὰς τρισκαίδεκα, καὶ κατὰ μικρὸν προϊὼν πᾶσαν ἐχειρώ- σατο τὴν νῆσον.

[Mich4.17] Τῷ δὲ ͵ϚφμϚʹ ἔτει, ἰνδικτιῶνος ἕκτης, γέγονεν ἐπιβουλὴ κατὰ τῆς πόλεως Ἐδέσσης· καὶ μικροῦ ἂν ἑάλω, εἰ μὴ θεὸς διεσώσατο. στρατη- γοῦντος γὰρ ἐν αὐτῇ τοῦ πρωτοσπαθαρίου Βαρασβατζὲ τοῦ Ἴβηρος, ἄρχοντες τῶν Ἀράβων δώδεκα, ἱππεῖς ἔχοντες πεντακοσίους καὶ καμή- λους πεντακοσίας, κιβώτια φερούσας χίλια ἔνδοθεν ἔχοντα χιλίους ὁπλίτας, τὴν Ἔδεσσαν κατειλήφασι, φάσκοντες, ὡς βασιλέα ἀπιέναι δῶρα κομίζοντες. ἦν δὲ αὐτοῖς ἡ ὁρμὴ ἔνδον τῆς πόλεως εἰσαγαγεῖν τὰ κιβώτια καὶ νύκτωρ τοὺς ὁπλίτας ἐκβαλεῖν καὶ κατασχεῖν τὴν πόλιν. ὁ δὲ στρατηγὸς τοὺς μὲν ἄρχοντας φιλοφρόνως ἐδέξατο καὶ εἱστία, τοὺς δὲ ἱππεῖς καὶ τὴν ἀποσκευὴν ἔξωθεν διαιτᾶσθαι ἐκέλευσε. πένης δέ τις Ἀρμένιος μεταιτῶν ἔνθα ηὐλίζοντο γενόμενος οἱ Σαρακηνοί, ἤκουσέ τινος τῶν ἐν τῷ κιβωτίῳ (ᾔδει γὰρ καὶ τὴν τῶν Σαρακηνῶν διάλεκτον) διερω- τῶντός τινος, ὅποι πάρεισι, καὶ δραμὼν ἀπήγγειλε τῷ στρατηγῷ. ὁ δὲ τοὺς ἄρχοντας ἐσθίειν ἐάσας ἐξῆλθε μεθ' ὁπλιτῶν, καὶ διαρρήξας τὰ κιβώτια καὶ τοὺς ὁπλίτας ἔνδον εὑρὼν ἅπαντας ἄρδην ἀπέσφαξε σὺν τοῖς ἱππεῦσι καὶ τοῖς καμηλοκόμοις. εἶτα πρὸς τὴν πόλιν ὑποστρέψας τοὺς ἕνδεκα τῶν ἀρχόντων ἀπέκτεινεν, ἕνα δὲ τὸν κρείττονα ἄγγελον τῶν γεγονότων ἐπ' οἴκου ἀπέστειλεν, ἀποτεμὼν χεῖρας αὐτοῦ καὶ ὦτα καὶ ῥῖνα.

[Mich4.18] Τῷ δὲ ͵Ϛφμζʹ ἔτει, ἰνδικτιῶνος ἑβδόμης, ἐπιτείνων τὸ πρὸς τὸν Δαλασσηνὸν ἔχθος ὁ Ἰωάννης ὑπερορίζει καὶ Θεοφύλακτον πατρίκιον τὸν αὐτοῦ ἀδελφόν, καὶ τὸν ἕτερον ἀδελφὸν αὐτοῦ τὸν πατρίκιον Ῥω- μανόν, καὶ Ἀδριανὸν τὸν ἀνεψιὸν αὐτῶν καὶ τοὺς λοιποὺς τοὺς κατὰ γένος αὐτῷ ἐγγίζοντας. ἔσπευδε γὰρ ἀφανίσαι τὸ γένος αὐτοῦ. ποριμώ- τατος δὲ ὢν πρὸς ἣν ἄν τις εἴποι κακίαν, πᾶσαν ἐφεῦρεν ὁδὸν ἀδικίας, προσθεὶς ἐπέκεινα τῶν δημοσίων τελεσμάτων διδόναι ἕκαστον τῶν χω- ρίων ὑπὲρ ἀερικοῦ κατὰ τὴν ποιότητα καὶ ἰσχὺν αὐτῶν, τὸ μὲν νομί- σματα τέσσαρα, τὸ δὲ ἕξ, καὶ ἄχρι τῶν εἴκοσι, καὶ ἄλλους πόρους αἰσχροὺς τοῦ κερδαλέου χάριν, οὓς καὶ λέγειν αἰσχύνη. φασὶ δέ, ὅτι καὶ (τοῦ Μανιάκη eras.) τοῦ μανῆναι τὴν βασιλίδα ἐπὶ τῷ αὐτοῦ ἀδελφῷ αὐτὸς ἐγένετο αἴτιος. κατανοήσας γὰρ αὐτὴν παιδοποιῆσαι ὀρεγομένην, γυναῖκάς τινας παρεσκεύασε προσιούσας τῇ δεσποίνῃ καταβοᾶν αὐτῆς, ὡς ἂν ἀναγκάσῃ αὐτὸν διὰ προσταγμάτων τρέφειν, ἃ ἐξ αὐτοῦ ἔτεκον. ὅθεν ὑποτοπήσασα εἷπε· ‘συμφθαρήσε- ται αὐτῷ, τέξεται, καὶ ἡ βασιλεία ἕξει διάδοχον.’ ᾠκειώσατό τε αὐτόν, ὡς προλέλεκται, καὶ σκοτίως ἐν παραβύστῳ ἐμίγνυτο, οὐ τοσοῦτον ἡττωμένη τῆς ὥρας αὐτοῦ, ὅσον ἐπιθυμοῦσα γονῆς εὐμοιρῆσαι ἐξ αὐτοῦ. ὁ δὲ βασιλεὺς κατατεινόμενος ὑπὸ τοῦ δαίμονος καὶ μὴ εὑρίσκων ἐλευ- θερίαν, ἔπεμψεν ἐν πᾶσι τοῖς θέμασι καὶ ἐν ταῖς νήσοις τοῖς μὲν πρεσβυ- τέροις ἀνὰ νομίσματα δύο, τοῖς δὲ μοναχοῖς ἀνὰ νόμισμα ἕν. ἐβάπτιζε δὲ καὶ παῖδας ἀρτιγενεῖς, διδοὺς ἀνὰ νόμισμα ἓν καὶ μιλιαρίσια τέσσαρα. ἀλλ' οὐδὲν τούτων ὤνησεν αὐτόν. μᾶλλον γὰρ ἐπετείνετο τὸ κακόν, συνεπιλαβομένης καὶ νόσου ὑδρωπικῆς. κατὰ τοῦτον τὸν χρόνον καὶ σεισμοὶ γεγόνασι συνεχεῖς καὶ ὄμβρων ἐπίκλυσις σφοδρά. ἐπεκράτησε δὲ καὶ ἔν τισι τῶν θεμάτων τὸ τῆς κυνάγχης νόσημα, ὡς ἀδυνατεῖν τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας.

[Mich4.19] Φεβρουαρίου δὲ μηνὸς δευτέρᾳ, ἰνδικτιῶνος ὀγδόης, ἔτους ͵Ϛφμηʹ, γέγονε σεισμὸς φρικώδης, καὶ ἔπαθον μὲν καὶ ἄλλοι τόποι καὶ πόλεις, ἐγένετο δὲ ἡ Σμύρνα ἐλεεινὸν θέαμα, καταπεσόντων τῶν καλλίστων οἰκοδομημάτων αὐτῆς καὶ πολλοὺς τῶν οἰκητόρων ἀναλωσάντων.

[Mich4.20] Ἐν δὲ Σικελίᾳ ἀναλαβὼν πάλιν ἑαυτὸν ὁ Καρχηδόνιος, καὶ δύνα- μιν πολλῷ μείζονα τῆς προτέρας ἀθροίσας, ἔρχεται πρὸς Σικελίαν τὸν Μανιάκην ἐκεῖθεν ἐξωθήσων. καὶ στρατοπεδευσάμενος ἔν τινι πεδιάδι ὑπτίᾳ καὶ ἀναπεπταμένῃ (Δραγῖναι ἡ πεδιὰς ἐκαλεῖτο) ἐκαιροσκόπει τὸν πόλεμον. τοῦτο δὲ μαθὼν καὶ ὁ Μανιάκης, ἄρας τὰς περὶ αὐτὸν δυνά- μεις ὑπαντιάζει, ἐπισκήψας πρότερον τῷ πατρικίῳ Στεφάνῳ τῷ τοῦ βασιλέως γαμβρῷ, τοῦ στόλου, ὡς εἴπομεν, ἄρχοντι, ἀσφαλῶς τηρεῖν τὴν παράλιον, μή πως πολέμου κροτηθέντος τραπεὶς ὁ Καρχηδόνιος λάθῃ διαδρὰς καὶ οἴκαδε παλινοστήσῃ. καὶ δὴ συμβαλὼν τρέπεται τοῦτον ἀνὰ κράτος. καὶ πίπτει μὲν τῶν Ἄφρων πλῆθος ὑπὲρ τὰς πεν- τήκοντα χιλιάδας, αὐτὸς δὲ ὁ τούτων ἄρχων διαδρὰς τὸν κίνδυνον ἔρχεται ἐν τῷ αἰγιαλῷ καὶ κελητίῳ ἐπιβὰς καὶ τὰς τοῦ Στεφάνου λαθὼν φυλακὰς ἀπέδρασε πρὸς τὴν οἰκείαν χώραν. ὅπερ μαθὼν ὁ Μανιάκης ἐν δεινῷ τε ἐποιεῖτο, καὶ τὸν Στέφανον συμμίξαντα τούτῳ ὕβρεσί τε ἀτόποις κατέκλυσε καὶ τὸν σειρομάστην ἀνατείνας ἔπαισεν αὐτὸν κατὰ τῆς κεφαλῆς οὐκ ὀλίγας, ῥᾴθυμον ἀποκαλῶν καὶ ἄνανδρον καὶ τῶν τοῦ βασιλέως προδότην πραγμάτων. ὁ δὲ μὴ ἐνεγκὼν μετρίως τὸν προπηλακισμὸν καὶ τὴν ὕβριν γράμματα πέμπει ταχὺ πρὸς τὸν ὀρφανοτρόφον μηνύοντα, ὡς ἀπόστασιν εἴη μελετῶν ὁ Μανιάκης κατὰ τοῦ βασιλέως. καὶ ὁ μὲν εὐθὺς δέσμιος εἰς τὴν βασιλίδα εἰσάγεται καὶ καθείργνυται σὺν Βασιλείῳ πατρικίῳ τῷ Θεοδωροκάνῳ, ἡ δὲ πᾶσα τῆς ἀρχῆς ἐξουσία εἰς τὸν Στέφανον μετατίθεται, συνεκπεμφθέντος αὐτῷ καί τινος εὐνούχου Βασιλείου πραιποσίτου τοῦ Πεδιαδίτου. οἵτινες οὐκ ἐν βραχεῖ τὰ πράγματα διεφθάρκασιν, αἰσχροκερδείᾳ καὶ δειλίᾳ καὶ ῥᾳστώνῃ καταπροδόντες τὴν Σικελίαν. ὁ γὰρ Μανιάκης αἱρῶν τὰς τῆς νήσου πόλεις ἀκροπόλεις ἐν αὐταῖς ᾠκοδόμει καὶ φρουροὺς ἐφίστα τοὺς ἱκανούς, ἵνα μὴ οἱ ἐγχώριοι δύναιντ' ἂν ἐξ ἐπιβουλῆς ἀνακτᾶσθαι τὰς πόλεις. τούτου δὲ δεσμίου, ὡς εἴρηται, ἐς Βυζάντιον ἀναχθέντος, τῆς ὀλιγωρίας καὶ ῥᾳθυμίας τῶν ἀρχόντων καταδραμόντες οἱ ἐγχώριοι, καὶ δύναμιν Καρχηδονίων προσειληφότες ἐπιτίθενται ταῖς πόλεσι, καὶ τάς τε ἄκρας κατέσκαψαν, τῶν φρουρῶν κρατήσαντες, καὶ τὰς πόλεις πάσας ἐπανεσώσαντο, πλὴν Μεσήνης. ταύτην γὰρ ἔλαχε φρουρῶν ὁ πρωτοσπαθάριος Κατακαλὼν καὶ τοῦ τάγματος ἄρχων τῶν Ἀρμενια- κῶν, ὁ τὴν ἐπωνυμίαν Κεκαυμένος, τριακοσίους ἱππότας ἔχων μεθ' ἑαυτοῦ καὶ πεντήκοντα πεζούς. σπεύδοντες οὖν οἱ νησιῶται μηδὲ ζώ- πυρον ὑπολειφθῆναι Ῥωμαϊκῆς δυνάμεως ἐμφωλεῦον τῇ νήσῳ, πάντα τὸν ὅπλον κινῆσαι δυνάμενον ἀθροίσαντες καὶ συμμαχικὸν οὐκ ὀλίγον

[Mich4.20.38] Καρχηδονίων, ἀπελθόντες ἐν Μεσήνῃ τὴν πόλιν περιεστοίχισαν. τοῦ δὲ κλείσαντος τὰς πύλας ἐπὶ τρεῖς ἡμέρας καὶ μηδένα προπηδᾶν ἐῶντος τῆς τάφρου, ἀλλὰ δόκησιν δειλίας παρεσχηκότος, καταφρονήσαντες οἱ Σαρακηνοὶ ἀδεῶς τε ἐσκεδάννυντο καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐν πότοις καὶ αὐλοῖς καὶ κυμβάλοις ἦσαν, ὡς τάχα τῆς πόλεως ἐς τὴν αὔριον μελ- λούσης ἁλώσεσθαι. ἡμέρᾳ δὲ τετάρτῃ, καθ' ἣν εἰώθαμεν ἐκτελεῖν τὴν μεσοπεντηκοστήν, κατανοήσας ὁ Κεκαυμένος τὴν ἀμέλειαν καὶ ῥᾳθυμίαν τῶν Σαρακηνῶν, καὶ ὅτι ἐν πολλῇ ἀμεριμνίᾳ διάγουσιν, οὐδένα λόγον τῶν ἐντὸς τοῦ τείχους ποιούμενοι, τὸν ἑαυτοῦ παραθαρρύνας λαὸν καὶ τὴν ἀναίμακτον τοῖς ἱερεῦσιν ἐπιτελέσαι κελεύσας θυσίαν, καὶ τῶν θείων ἅμα πᾶσι μετεσχηκὼς μυστηρίων, περὶ ὥραν ἀρίστου τὰς τῆς πόλεως πύλας ἀναπετάσας προσρήγνυται μετὰ μεγίστης ῥύμης τοῖς ἐναντίοις μεθύουσι καὶ καρηβαροῦσιν, αὐτὸς πρῶτος μετὰ τῶν σὺν αὐτῷ ἐπὶ τὴν σκηνὴν ἐξιππασάμενος Ἀπολάφαρ τοῦ τῆς νήσου ἄρχοντος. καὶ οὗτος μὲν εὐθὺς ἀναιρεῖται, ἀκροσφαλὴς ὑπὸ μέθης ὑπάρχων, διαρρή- γνυται δὲ καὶ ἡ αὐτοῦ σκηνή. ἔπιπτον δὲ καὶ οἱ ἄλλοι τῶν Σαρακηνῶν κατὰ σωρείας ὑπὸ μέθης σφαλλόμενοι, καὶ τῷ ἀπροσδοκήτῳ τῆς ἐπι- θέσεως μηδ' ὅλως πρὸς ἀλκὴν ἀποβλέψαι ἰσχύσαντες. γίνεται οὖν τροπὴ ὅλου τοῦ στρατοπέδου, τῶν Σαρακηνῶν ὑπ' ἀλλήλων συμπατου- μένων καὶ ἀναιρουμένων, ὡς πληρωθῆναι νεκρῶν τὸ πεδίον καὶ τὰς ἔγγιστα φάραγγας καὶ τοὺς ποταμούς, ὡς ἐκ τοσούτων μυριάδων ὀλίγους πάνυ ἐν Πανόρμῳ διασωθῆναι. ἐλήφθη δὲ καὶ τὸ στρατόπεδον ἅπαν, χρυσοῦ καὶ ἀργύρου καὶ μαργάρων καὶ λίθων γέμον πολυτελῶν, οὕς, ὡς λέγεται, μεδίμνοις οἱ στρατιῶται διεμοιράσαντο. καὶ οὕτω μὲν ἡ πᾶσα Σικελία δι' ὀλίγου χειρωθεῖσα παρὰ τοῦ Μανιάκη, ἐν βραχεῖ χρόνῳ ἀμελείᾳ καὶ κακότητι στρατηγῶν γέγονε πάλιν ὑπὸ Σαρακηνοὺς, μόνης τῆς Μεσήνης ὑπολειφθείσης καθ' ὃν τρόπον εἰρήκαμεν, τοῦ Στε- φάνου καὶ τοῦ Πεδιαδίτου φυγόντων ἐν Λογγιβαρδίᾳ. καὶ τὰ μὲν ἐν Σικελίᾳ ἐφέρετο ταύτῃ.

[Mich4.21] Ὁ δὲ βασιλεὺς Μιχαὴλ τῇ Θεσσαλονίκῃ ὡς τὰ πολλὰ διέτριβε, προσλιπαρῶν τῷ τάφῳ τοῦ καλλινίκου μάρτυρος Δημητρίου καὶ ἀπαλ- λαγὴν εὑρέσθαι τῆς νόσου γλιχόμενος. καὶ ἥπτετο μὲν τῶν πραγμάτων οὐδ' ὁπωστιοῦν, ὅ τι μὴ πᾶσα ἀνάγκη, ἐφέρετο δὲ ἡ διοίκησις καὶ τῶν κοινῶν μεταχείρησις ὑπὸ τῷ Ἰωάννῃ. καὶ οὐδὲν εἶδος βέβηλον καὶ παρά- νομον ἐπινοίας περιελείφθη, ὃ μὴ ἐξεῦρεν εἰς συντριμμὸν καὶ κάκωσιν τῶν ὑπὸ χεῖρα. καταλέγειν δὲ ἕκαστον τούτων Ἡράκλειος ἆθλος. καὶ διέκειντο πάντες ἄνθρωποι ὑπὸ τῆς βαρείας ταύτης τυραννίδος ἀγό- μενοι ἐπὶ πολὺ θεοκλυτοῦντες καὶ ἀπαλλαγὴν ἐξαιτούμενοι. ἔσειε δὲ καὶ συνεχῶς ὁ θεός, καὶ δείματα καὶ φόβητρα κατεῖχον τὴν οἰκουμένην, ἐν οὐρανῷ κομητῶν ἐπιτολαί, ἐν ἀέρι ἄνεμοι καὶ ὄμβροι ῥαγδαῖοι, ἐν γῇ δὲ βρασμοὶ καὶ κλόνοι. ταῦτα δὲ προεμήνυον, οἶμαι, τὴν μέλλουσαν ὅσον οὐδέπω γενέσθαι καταστροφὴν τῶν τυράννων. Μαΐῳ δὲ μηνὶ τοῦ ͵Ϛφμηʹ ἔτους, ἰνδικτιῶνος ὀγδόης, ἡ ἀδελφὴ τοῦ βασιλέως Μαρία, μήτηρ δὲ τοῦ καίσαρος, ἄπεισιν ἐν Ἐφέσῳ εἰς προσκύνησιν τοῦ ἠγαπημένου. καὶ ἐν τῷ διϊέναι πολλὰ τῶν παραλόγως πραττομένων μαθοῦσα, ὑπο- στρέψασα εἰς τὸ Βυζάντιον ἀπήγγειλε πάντα τῷ ἀδελφῷ Ἰωάννῃ, καὶ παρεκάλει ἀναστολήν τινα γενέσθαι τῆς πονηρίας. ὁ δὲ μετὰ γέλωτος αὐτὴν ἀπεπέμψατο, γυναικεῖα φρονεῖν εἰπὼν καὶ ἀγνοεῖν, ὅσων ἡ πολιτεία δεῖται Ῥωμαίων. ἐν Θεσσαλονίκῃ δέ, ὡς εἴπομεν, τῷ βασιλεῖ διατρίβοντι χρυσίον ὁ Ἰωάννης ἔπεμψε κεντηνάρια δέκα, ὑπὸ στροβί- λων δὲ πνευμάτων ἀναρπασθὲν τὸ πλοῖον τοῖς Ἰλλυρικοῖς προσερράγη αἰγιαλοῖς καὶ συνετρίβη. τὸ δὲ χρυσίον ἀφείλετο Στέφανος ὁ καὶ Βοϊσ- θλάβος, ὁ τῶν Σέρβων ἄρχων, πρὸ μικροῦ τῆς πόλεως ἀποδρὰς καὶ τὸν τόπον τῶν Σέρβων κατεσχηκώς, Θεόφιλον ἐκεῖθεν τὸν Ἐρωτικὸν ἀπε- λάσας. ὁ δ' Ἰωάννης ὤνιον προτιθέμενος τὰς ἀρχάς, καὶ πᾶσι χαλινὸν ἐνδιδοὺς ἀδικίας, μυρίων συμφορῶν ἐνέπλησε τὴν οἰκουμένην, ἀδεῶς τῶν κριτῶν φορολογούντων τοὺς ἐγχωρίους, καὶ μηδενὸς ἐπιστροφὴν ὅλως τιθεμένου τῶν γινομένων.

[Mich4.22] Ὁ δὲ βασιλεὺς ἐν Θεσσαλονίκῃ μαθὼν τὴν τοῦ χρυσίου ἀπώ- λειαν, γράφει τῷ Στεφάνῳ ἐκπέμψαι πρὸς αὐτὸν τὸ ἴδιον καὶ μὴ θελῆσαι αὐθαίρετον ἀνελέσθαι πόλεμον. τοῦ δὲ μηδεμίαν ποιησαμένου ἐπιστρο- φήν, στρατὸν ὁ βασιλεὺς ἐκπέμπει κατ' αὐτοῦ, ἄρχοντα ἔχοντα Γεώρ- γιον ἐκτομίαν τὸν Προβατᾶν. ὁ δὲ τὸν τόπον καταλαβών, καὶ δυσχω- ρίαις καὶ φάραγξι καὶ δυσβάτοις ἀπερισκέπτως ἐμπεσὼν τόποις, τό τε στράτευμα ὅλον ἀπώλεσε καὶ αὐτὸς δυσχερῶς διεσώθη.

[Mich4.23] Τούτῳ τῷ ἔτει καὶ ἡ ἀποστασία γέγονε Βουλγαρίας μετὰ εἰκοστὸν πρῶτον ἔτος τῆς αὐτῶν καταδουλώσεως καὶ ὑποταγῆς τοῦτον τὸν τρόπον. Πέτρος τις Βούλγαρος, Δελεάνος τὴν προσηγορίαν, δοῦλος Βυζαντίου τινὸς ἀνδρὸς ἀποδρὰς ἐκ τῆς πόλεως ἐπλανᾶτο ἐν Βουλγαρίᾳ, καὶ κατήντησεν ἄχρι Μοράβου καὶ Βελεγράδων (φρούρια δὲ ταῦτα τῆς Πανονίας κατὰ τὴν περαίαν τοῦ Ἴστρου διακείμενα καὶ γειτονοῦντα τῷ κράλῃ Τουρκίας), καὶ υἱὸν ἑαυτὸν ἐφήμιζε Ῥωμανοῦ τοῦ υἱοῦ τοῦ Σαμουήλ, τεχθέντα αὐτῷ ἀπὸ τῆς θυγατρὸς τοῦ κράλη Οὐγγρίας, ἣν ἔτι ζῶντ?ο?ς? α?ὐ?τ?ο?ῦ? Σαμουὴλ μισήσας ἐδίωξε καὶ ἠγάγετο τὴν πανωραίαν Εἰρήνην τὴν Λαρισσαίαν καὶ τὸ γένος ἀνέσειε τῶν Βουλγάρων, πρὸ ὀλίγου τὸν τράχηλον ὑπο- βαλὸν τῇ δουλείᾳ καὶ λίαν ὀριγνώμενον ἐλευθερίας. διὸ καὶ πιστεύσαντες τοῖς παρ' αὐτοῦ λεγομένοις βασιλέα τε αὐτὸν Βουλγαρίας ἀναγορεύουσι, καὶ ἄραντες ἐκεῖθεν διά τε Ναϊσσοῦ καὶ τῶν Σκούπων, τῆς μητροπόλεως Βουλγαρίας, ἵεντο ἀνακηρύττοντες καὶ ἀνευφημοῦντες τοῦτον, καὶ πάντα τὸν παρευρεθέντα Ῥωμαῖον ἀνηλεῶς καὶ ἀπανθρώπως ἀναιροῦν- τες. ὅπερ μαθὼν Βασίλειος ὁ Συναδηνός, στρατηγὸς Δυρραχίου τυγχά- νων, ἄρας τὰς ἐγχωρίους δυνάμεις ἔσπευδεν ὑπαντῆσαι τῷ Δελεάνῳ, πρὶν ἢ ἐπὶ μέγα ἀρθῆναι τὸ κακὸν καὶ πυρκαϊὰν ἀναφθῆναι. γενόμενος δὲ κατὰ τὴν λεγομένην Δέβριν, καὶ προσκρούσας κατά τι μετά τινος τῶν ὑποστρατήγων Μιχαὴλ τοῦ Δερμοκαΐτου, διαβάλλεται ἐς βασι- λέα, ὡς μελετῶν τυραννίδα. καὶ ὁ μὲν εὐθὺς παραλύεται τῆς ἀρχῆς καὶ ἐν Θεσσαλονίκῃ ἀχθεὶς ἐν φυλακῇ βάλλεται, στρατηγεῖν δὲ ἀντ' αὐτοῦ προχειρίζεται ὁ Δερμοκαΐτης, ὃς ἀπείρως καὶ φαύλως διοικῶν τὴν ἀρχὴν ἐν βραχεῖ χρόνου τὰ πάντα ἀνέτρεψε. πλεονεκτούμενοι γὰρ οἱ ὑπ' αὐτὸν καὶ ἀδικούμενοι, καὶ τοὺς ἑαυτῶν ἵππους καὶ τὰ ἅρματα ἀφαιρούμενοι καὶ ἄλλο πᾶν, ὅπερ ἦν αὐτοῖς ἄξιον λόγου, κατεξανίσταν- ται τοῦ στρατηγοῦ. ἀλλ' ὁ μέν, ὡς ᾔσθετο ἐπιβουλευόμενος, νυκτὸς διαλαθὼν ἔφυγεν. οἱ δὲ τῷ ἐκ βασιλέως δέει βαλλόμενοι ἀποστασίαν τε μελετῶσι καί τινα τῶν συνόντων αὐτοῖς στρατιωτῶν, Τειχομηρὸν τοὔνομα, ἐπ' ἀνδρείᾳ καὶ συνέσει μεμαρτυρημένον, βασιλέα προχει- ρίζονται Βουλγαρίας. καὶ λοιπὸν γεγόνασι δύο στάσεις Βουλγάρων, ἡ μὲν τὸν Δελεάνον ἀνευφημοῦσα, θατέρα δὲ τὸν Τειχομηρόν. ἀλλ' ὁ μὲν Δελεάνος γράμματα φιλικὰ πρὸς τὸν Τειχομηρὸν γράψας καὶ ἐπὶ κοινοπραγίαν καλέσας ἔπεισεν ἐλθεῖν. ἐπεὶ δὲ ἡνώθη τὰ δύο συστήματα τῶν Βουλγάρων, συγκαλεσάμενος ἅπαντας ὁ Δελεάνος παρεκάλει, εἰ μὲν πεπληροφόρηνται ἀπὸ τοῦ Σαμουὴλ ἕλκειν αὐτὸν τὴν σειρὰν καὶ ὑπ' αὐτοῦ αἱροῦνται βασιλεύεσθαι, ἐκποδὼν ποιήσασθαι τὸν Τειχο- μηρόν, εἰ δ' ἀπὸ τρόπου τοῦτο αὐτοῖς, αὐτὸν μὲν ἀποσκευάσασθαι,

[Mich4.23.40] ἄρχεσθαι δὲ ὑπὸ τοῦ Τειχομηροῦ. ‘δύο γάρ’, φησιν, ‘ἐριθακοὺς μία λόχμη οὐ τρέφει, οὔτε μία χώρα εὐοδωθήσεται ὑπὸ δύο κυβερνωμένη ἀρχηγῶν.’ ταῦτα δὲ εἰπόντος αὐτοῦ θόρυβός τε ἤρθη πολύς, καὶ μόνον αὐτὸν βούλονται ἔχειν ἔφασαν αὐτοκράτορα ἀρχηγόν. καὶ ἅμα τῇ βουλῇ λίθους ἄραντες λιθολευστοῦσι τὸν ἄθλιον Τειχομηρόν. καὶ ὁ μὲν ὡς ἐν ὀνείρῳ δόξας ἄρξαι σὺν τῇ ἀρχῇ καταστρέφει καὶ τὴν ζωήν, πᾶσα δὲ ἡ ἐξουσία μεθίσταται εἰς τὸν Δελεάνον. ἀποστέλλει γε μὴν καὶ καθαιρεῖ τὸ φρούριον τὴν Βασιλίδα. οὗτος δὲ τὰς δυνάμεις ἄρας ἁπάσας ἀπῄει πρὸς Θεσσαλονίκην κατὰ τοῦ βασιλέως. ὅπερ μαθὼν ἐκεῖνος ἀσυντάκτως ᾤχετο ἐς Βυζάντιον, κατα- λιπὼν πᾶσαν τὴν ἀποσκευὴν καὶ τὴν σκηνὴν καὶ ὅσον χρυσίον ἦν καὶ ἄργυρος καὶ ὑφάσματα, ἅπερ Μανουὴλ ὁ Ἰβάτζης, ᾠκειωμένος ὢν τῷ βασιλεῖ, προσταχθεὶς ἀφελέσθαι καὶ ἐπακολουθεῖν, ἀναλαβόμενος προσ- εχώρησε τῷ Δελεάνῳ μετὰ καί τινος Κοιτωνίτου, ἑνὸς τῶν θαλαμη- πόλων εὐνούχων.

[Mich4.24] Γέγονε δὲ καὶ αὐχμὸς κατὰ τοῦτον τὸν χρόνον, ὡς σχεδὸν ἀποξηρανθῆναι τὰς ἀφθόνους πηγὰς καὶ τοὺς ἀεννάους ποταμούς. ἐγένετο δὲ καὶ ἐμπρησμὸς ἐν τῇ Ἐξαρτήσει, κατὰ τὴν ἕκτην τοῦ Αὐγού- στου μηνός, καὶ ἐνεπρήσθησαν αἱ ἐκεῖσε ἱστάμεναι πᾶσαι τριήρεις μετὰ τῆς ἑαυτῶν παρασκευῆς.

[Mich4.25] Ὁ δὲ Δελεάνος ἀποσκευασάμενος, ὡς εἴπομεν, τὸν Τειχομηρὸν καὶ πάντων τῶν πραγμάτων κύριος καταστὰς γενναίως ἐξηγεῖτο τῶν ἔργων. καὶ πρότερον μὲν ἀποστείλας πλῆθος στρατηγὸν ἔχον τὸν λεγό- μενον Καυκάνον εἷλε τὸ Δυρράχιον. ἀπέστειλε δὲ καὶ στρατιὰν ἑτέραν ἐν Ἑλλάδι, στρατηγουμένην ὑπὸ Ἀνθίμου, ᾗτινι ὑπαντιάσας ὁ Ἀλακασ- σεὺς καὶ συμμίξας ἐν Θήβαις τρέπεται, καὶ ἀναιρεῖται πλῆθος τῶν Θη- βαίων πολύ. τότε δὴ καὶ τὸ θέμα τῶν Νικοπολῶν, πλὴν Ναυπάκτου, προσερρύη Βουλγάροις δι' αἰτίαν τὴν ῥηθήσεσθαι μέλλουσαν. Βυζάν- τιος γάρ τις ἄνθρωπος Ἰωάννης τοὔνομα, Κουτζομύτης τὴν ἐπωνυμίαν, πράκτωρ τῶν ἐκεῖσε δημοσίων φόρων πεμφθεὶς καὶ βαρέως προσενηνεγ- μένος τοῖς ἐγχωρίοις ἑαυτῷ τε ὄλεθρον προεξένησε καὶ ἀποστάσεως αἴτιος γέγονε τοῖς Νικοπολίταις. μὴ φέροντες γὰρ τὴν αὐτοῦ πλεονε- ξίαν ἀποστατοῦσι, καὶ αὐτὸν μὲν εἰς μέλη καὶ μέρη κατέτεμον, αὐτοὶ δὲ τὸν βασιλέα δυσφημήσαντες Ῥωμαίων τοῖς Βουλγάροις προσέθεντο. οὐ τοσοῦτον δὲ διὰ τὸ πρὸς τὸν Δελεάνον φίλτρον ἀφηνίασαν καὶ τὸν Ῥωμαϊκὸν ζυγὸν ἀπέρριψαν, ὅσον διὰ τὴν τοῦ ὀρφανοτρόφου ἀπλη- στίαν καὶ πρὸς τὰς ὑπάρξεις ὑπερβολήν. Βασιλείου γὰρ τοῦ βασιλέως, ὁπηνίκα Βουλγάρους ἐχειρώσατο, μὴ νεοχμῶσαι θελήσαντος ὅλως, μηδὲ μετακινῆσαι τὰ πράγματα, ἀλλ' ἐπὶ τῆς αὐτῆς μένειν καταστάσεως καὶ οὕτω διεξάγεσθαι, καθώς που ὁ Σαμουὴλ διωρίσατο, καὶ διδόναι τὸν ζεῦγος βοῶν ἔχοντα Βούλγαρον εἰς τὸ κοινὸν σίτου μόδιον ἕνα καὶ κέγχρου τοσοῦτον καὶ οἴνου στάμνον ἕνα, ὁ ὀρφανοτρόφος ἀντὶ τῶν εἰδῶν νομίσματα δίδοσθαι διωρίσατο. ὅπερ μὴ εὐφόρως οἱ ἐγχώριοι φέροντες, εὑρόντες δὲ καὶ καιρὸν εὔκαιρον τὴν τοῦ Δελεάνου ἐπιφάνειαν, τὴν Ῥωμαϊκὴν ἀπεσείσαντο ἡγεμονίαν καὶ πρὸς τὸ ἀρχαῖον ἐπανέ- δραμον ἔθος.

[Mich4.26] Ἐγένετο κατὰ τοῦτον τὸν καιρὸν μελέτη τυραννίδος κατὰ τοῦ βασιλέως, ἔξαρχον ἔχουσα Μιχαὴλ τὸν λεγόμενον Κηρουλάριον καὶ Ἰωάννην τὸν Μακρεμβολίτην καὶ ἄλλους οὐκ ὀλίγους τῶν πολιτῶν, οἳ καὶ δημευθέντες ἐξωρίσθησαν. καὶ ἑτέρα δέ τις ἐπισύστασις γέγονε κατὰ Κωνσταντίνου τοῦ μεγάλου δομεστίκου ἐν Μεσανάκτοις. ἧς μηνυθείσης αὐτῷ Μιχαὴλ μὲν ὁ Γαβρᾶς καὶ Θεοδόσιος ὁ Μεσανύκτης καὶ ἄλλοι πολλοὶ τῶν ταγματικῶν ἀρχόντων ἐκπηροῦνται τοὺς ὀφθαλ- μούς, Γρηγόριον δὲ πατρίκιον τὸν Ταρωνίτην ἔξαρχον, ὡς ἐλέγετο, καὶ πρωτουργὸν τῆς συστάσεως ὄντα ὠμῇ βύρσῃ βοὸς διὰ παντὸς τοῦ σώματος καλύψας ὁ Κωνσταντῖνος, καὶ μόνης τῆς ἀναπνοῆς ἔξοδον ἀφεὶς καὶ τῆς ὄψεως, πρὸς τὸν ὀρφανοτρόφον ἀπέστειλε.

[Mich4.27] Σεπτεμβρίου δὲ μηνός, ἰνδικτιῶνος ἐννάτης τοῦ ͵Ϛφμθʹ ἔτους, Ἀλουσιάνος πατρίκιος καὶ στρατηγὸς Θεοδοσιουπόλεως, ὁ τοῦ Ἀαρὼν δεύτερος υἱός, ἄφνω τῆς πόλεως ἀποδρὰς τῷ Δελεάνῳ προσέρχεται ἐξ αἰτίας τοιαύτης. ἐν Θεοδοσιουπόλει καὶ γὰρ στρατηγῶν οὗτος καὶ ὡς ἄδικος κατηγορηθείς, πρὶν ἢ ἐξετάσει δοθῆναι τὰ κατ' αὐτοῦ λεγόμενα, ἀπῃτήθη παρὰ τοῦ Ἰωάννου λίτρας χρυσίου πεντήκοντα, προσαφῃ- ρέθη δὲ καὶ γυναικεῖον χωρίον, ὅπερ εἶχεν ἐν τῷ Χαρσιανῷ κάλλιστον. δεηθεὶς δὲ περὶ τούτου τοῦ βασιλέως πολλὰ καὶ μὴ τυχὼν ἐπιστροφῆς, πάντοθεν ἀπογνούς, στολὴν λαβὼν Ἀρμενίων, καὶ ὡς τάχα θεράπων τοῦ Θεοδωροκάνου Βασιλείου ἐς τὸν βασιλέα εἰς Θεσσαλονίκην ἀπιών, λαθὼν πάντας ἔφυγε καὶ ἐν Ὀστροβῷ διασῴζεται, ἐκεῖσε πανσυδὶ τοῦ Δελεάνου ἐστρατοπεδευμένου τυγχάνοντος. τοῦτον περιχαρῶς δε- ξάμενος ὁ Δελεάνος (ἐδεδοίκει γάρ, μή πως προστεθῶσιν αὐτῷ μᾶλλον οἱ Βούλγαροι ὡς εἰς βασιλικὸν αἷμα τὴν ἀναφορὰν ἔχοντι) καὶ κοινωνόν, ὡς ἐδόκει, τῆς βασιλείας παρειληφώς, στρατιὰν αὐτῷ δίδωσι χιλιάδας τεσσαράκοντα, ἀπελθεῖν κελεύσας καὶ ἐκπολιορκῆσαι Θεσσαλονίκην. ἦρχε δὲ τότε τῆς πόλεως Θεσσαλονίκης Κωνσταντῖνος πατρίκιος ὁ τοῦ βασιλέως ἀνεψιός, ὃς ἀπελθὼν καὶ τάφρον περιβαλλόμενος ἐπιμελῶς εἴχετο τῆς πολιορκίας. ἐπὶ ἓξ δὲ ἡμέρας ἀποπειρασάμενος τῆς πόλεως ἑλεπόλεσι καὶ μηχαναῖς καὶ πάντοθεν ἀποκρουσθεὶς καὶ τοῖς πᾶσιν ἀπειρηκὼς διὰ προσεδρείας ἐδόκει ἀνύσαι τὸ σπουδαζόμενον. μιᾷ δὲ τῶν ἡμερῶν τῷ τάφῳ τοῦ μεγαλομάρτυρος Δημητρίου προσελθόντες οἱ ἐπιχώριοι, καὶ πάννυχον ἐπιτελέσαντες δέησιν καὶ τῷ μύρῳ τῷ ἐκ τοῦ θείου τάφου βλύζοντι χρισάμενοι, ὡς ἐκ μιᾶς ὁρμῆς ἀναπετά- σαντες τὰς πύλας ἐξέρχονται κατὰ τῶν Βουλγάρων. συνῆν δὲ τοῖς Θεσσαλονικεῦσι τὸ τάγμα τῶν μεγαθύμων. ἐξελθόντες δὲ καὶ τῷ ἀπροσ- δοκήτῳ καταπληξάμενοι τρέπουσι τοὺς Βουλγάρους, μηδ' ὅλως πρὸς ἄμυναν ἢ ἀλκὴν στῆναι βουληθέντας, τοῦ μάρτυρος προηγουμένου τῆς Ῥωμαϊκῆς στρατιᾶς καὶ τὴν πορείαν προομαλίζοντος, καθὼς ἐνωμό- τως διεβεβαίουν οἱ αἰχμαλωτισθέντες Βούλγαροι, λέγοντες νεανίαν ἔφιππον ὁρᾶν προηγούμενον τῆς Ῥωμαϊκῆς φάλλαγος, ἐξ οὗ πῦρ ἐξαλλό- μενον ἐπυρπόλει τοὺς ἐναντίους. ἔπεσον οὖν πλείω τῶν πεντεκαίδεκα χιλιάδων, δορυάλωτοι δὲ ἐλήφθησαν οὐκ ἐλάττους τούτων. οἱ δὲ λοιποὶ αἰσχίστως σὺν τῷ Ἀλουσιάνῳ πρὸς τὸν Δελεάνον διασῴζονται.

[Mich4.28] Τούτῳ τῷ ἔτει, ἰνδικτιῶνος ἐννάτης, Ἰουνίου δεκάτῃ, περὶ ὥραν τῆς ἡμέρας δωδεκάτην, γέγονε σεισμός.

[Mich4.29] Μετὰ δὲ τὴν τροπὴν ἑνωθέντες ὅ τε Δελεάνος καὶ ὁ Ἀλουσιάνος ὑπενοοῦντο ἀλλήλους, ὁ μὲν διὰ τὴν ἧτταν αἰσχυνόμενος, ὁ δὲ προ- δοσίαν ὑποπτεύων, καὶ ἐπεβούλευον ἀλλήλοις καιροφυλακοῦντες. σκευασάμενος οὖν ὁ Ἀλουσιάνος μετά τινων οἰκείων αὐτῷ καὶ ἄριστον ποιήσας καὶ εἰς εὐωχίαν καλέσας τὸν Δελεάνον, κραιπαλοῦντα καὶ μεθύοντα κατασχὼν ἀπετύφλωσεν, ὡς μηδὲ συναίσθησιν ὅλως τοῖς Βουλγάροις δοθῆναι τοῦ γεγονότος. καὶ φυγὼν ἔρχεται ἐν Μοσυνου- πόλει πρὸς τὸν βασιλέα. καὶ τοῦτον μὲν ὁ βασιλεὺς εἰς τὸ Βυζάντιον πρὸς τὸν ὀρφανοτρόφον ἐκπέμπει, ἐς τὸ τῶν μαγίστρων ὕψος ἀναβιβά- σας, αὐτὸς δὲ ἄρας ἐκ Μοσυνουπόλεως ἄπεισιν ἐν Θεσσαλονίκῃ. ἐκεῖθεν δὲ διαβὰς εἴσεισιν ἐν Βουλγαρίᾳ, καὶ τὸν Δελεάνον κατασχὼν ἔπεμψεν ἐν Θεσσαλονίκῃ, αὐτὸς δὲ πρὸς τὰ ἐνδότερα γενόμενος-ἔτι γὰρ Μα- νουὴλ ὁ Ἰβάτζης δέμα ξύλινον κατασκευάσας κατὰ τὸν Πρίλαπον ᾤετο

[Mich4.29.14] ἀπεῖρξαι προσωτέρω χωρεῖν τὴν βασιλικὴν στρατιὰν καὶ τὰ ἔνδον κατέχειν. ἀλλ' ὁ βασιλεὺς ἐκεῖσε γενόμενος λόγου θᾶττον τό τε ξύλινον τεῖχος διέρρηξε καὶ τὸ σύστημα τῶν Βουλγάρων διεσκέδασε καὶ τὸν Ἰβάτζην κατέσχε. καὶ καταστησάμενος πάντα τὰ ἐν Βουλγαρίᾳ καὶ στρα- τηγοὺς ἐν τοῖς θέμασι τάξας, εἴσεισιν ἐν τῇ βασιλίδι, ἐπαγόμενος μεθ' ἑαυτοῦ τόν τε Δελεάνον καὶ τὸν Ἰβάτζην. τῇ δὲ κατεχούσῃ τοῦτον νόσῳ ἐντρυχωθεὶς καὶ πάντοθεν τῆς ἰδίας ἀπογνοὺς σωτηρίας ἀποκεί- ρεται μοναχὸς παρὰ τοῦ μοναχοῦ Κοσμᾶ τοῦ Τζιντζιλουκίου, ὃς διὰ παντὸς συνῆν αὐτῷ καὶ ἐνουθέτει τὰ δέοντα. Δεκεμβρίου δὲ δεκάτῃ, τοῦ ͵Ϛφνʹ ἔτους, ἰνδικτιῶνος δεκάτης, θνῄσκει ἐν μετανοίᾳ καὶ ἐξομολο- γήσει, τὴν εἰς τὸν βασιλέα Ῥωμανὸν ἁμαρτάδα ἀποκλαιόμενος, βασι- λεύσας ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας ὀκτώ, ἀνὴρ τἆλλα μὲν ἐπιεικὴς καὶ χρηστὸς καὶ εὐλαβῶς δόξας βιοῦν, πλὴν τοῦ εἰς τὸν βασιλέα Ῥωμανὸν ἁμαρτήματος. ἀλλὰ καὶ τοῦτο οἱ πολλοὶ τῷ ὀρφανοτρόφῳ προσά- πτουσιν.

[Mich4.t] ΜΙΧΑΗΛ Ο ΚΑΛΑΦΑΤΗΣ

[Mich4.1] Τοιούτῳ δὲ τέλει χρησαμένου τοῦ Μιχαὴλ τὸ πᾶν κράτος περιέστη ὡς εἰς κληρονόμον τὴν βασιλίδα Ζωήν. τοιγαροῦν καὶ νεανικώτερον ἥπτετο τῶν πραγμάτων, συνεργοὺς ἔχουσα τοὺς τοῦ πατρὸς εὐνού- χους, οὓς ἄνωθεν ὁ λόγος πολλάκις ἀπηριθμήσατο. πλὴν οὐ παρέμεινεν ἐπὶ τοῦ αὐτοῦ φρονήματος, ἀλλ' ἀποβλέψασα πρὸς τὸν ὄγκον τῆς βασιλείας καὶ διαγνοῦσα, ὡς οὐκ ἄν ποτε καθ' ἑαυτὴν αὐτὴ δυνηθείη ὀρθῶς τὰ κοινὰ διεξάγειν, καὶ ἀλυσιτελὲς νομίσασα τὸ ἀβασίλευτον καὶ ἄναρχον τὴν τηλικαύτην εἶναι ἀρχήν, καὶ δέον εἶναι κρίνασα προχει- ρίσασθαι βασιλέα τὸν δυνάμενον ἀντιλαμβάνεσθαι τῶν πραγμάτων ἐν ταῖς συμβαινούσαις τῶν περιστάσεων, καὶ ἐπὶ τρεῖς ὅλας ἡμέρας περὶ τούτου διασκοπήσασα, τὸν τοῦ βασιλέως ἀνεψιὸν καὶ ὁμώνυμον, τὸν υἱὸν τοῦ Στεφάνου τοῦ ἐν Σικελίᾳ τὰ πράγματα διαφθείραντος, καίσαρα ὄντα καὶ δραστήριον δοκοῦντα καὶ περὶ τὰ πράγματα δεξιόν, ὅρκοις πρότερον φρικωδεστάτοις κατασφαλίσασα, ὡς κυρίαν αὐτὴν ἕξει διὰ βίου καὶ δέσποιναν καὶ μητέρα, πράττουσαν, ἅττα δὴ καὶ κελεύει ποιεῖν, εἰσποιητὸν προσλαμβάνεται υἱὸν καὶ βασιλέα Ῥωμαίων ἀνα- γορεύει, τῷ βασιλικῷ ταινιώσασα διαδήματι, πρότερον ἐκποδὼν ποιησαμένη τὸν ὀρφανοτρόφον καὶ ἐς τὸ μοναστήριον τῶν Μονοβατῶν ἐξορίσασα, παραπλησίως καὶ Κωνσταντῖνον τὸν δομέστικον τῶν σχο- λῶν τῆς ἀρχῆς παραλύσασα καὶ ἐν τοῖς τοῦ Ὀψικίου κτήμασιν αὐτοῦ τῆς ἁψῖδος τοῦτον περιορίσασα, ὡσαύτως καὶ Γεώργιον τὸν πρωτο- βεστιάριον ἐν τοῖς κατὰ Παφλαγονίαν κτήμασιν αὐτοῦ στείλασα. κατ' αὐτὴν δὲ τὴν ὥραν, καθ' ἣν ἀνεδεῖτο τῷ διαδήματι ὁ Μιχαήλ, σκοτώσει καὶ ἰλίγγῳ ληφθεὶς ἐγγὺς ἦλθε τοῦ πεσεῖν. μόλις δ' οὖν αὐτὸν ἀνεκα- λέσαντο μύροις καὶ ἀρώμασι καὶ λοιποῖς ἄλλοις εὐώδεσιν εἴδεσιν. ἐκλο- νεῖτο δὲ καὶ ἡ γῆ παρ' ὅλους τοὺς τέσσαρας μῆνας τῆς βασιλείας αὐτοῦ. τέως δὲ στεφθεὶς παρὰ τοῦ πατριάρχου καὶ βασιλεὺς καταστὰς τιμαῖς καὶ ἀξιώμασι τὴν σύγκλητον καὶ δωρεῶν διανομαῖς τὸ κοινὸν ἀνελάμ- βανεν. ἐντεύξει δὲ τῇ πρὸς τὴν δέσποιναν καὶ Κωνσταντῖνον τὸν δομέ- στικον μετακαλεσάμενος τῆς ὑπερορίας καὶ νωβελίσσιμον τιμήσας εἶχε μεθ' ἑαυτοῦ. δόξας δὲ ἐν βεβαίῳ ἑστάναι αἰφνίδιον ἔπεσε. γράμμασι γὰρ τοῦ ὀρφανοτρόφου καὶ συμβουλίαις τοῦ δομεστίκου διαφθαρείς, λεγόντων πολλάκις, μὴ πιστεύειν τῇ δεσποίνῃ, ἀλλὰ φυλάττεσθαι ταύτην, ἵνα μὴ παραπλήσια πάθῃ τῷ τε θείῳ αὐτοῦ καὶ βασιλεῖ Μιχαὴλ καὶ τῷ πρὸ αὐτοῦ Ῥωμανῷ, γοητείαις, ὡς ἔφασκον, κατεργασθέντι, καὶ συμβουλευόντων, εἰ οἷόν τε, ἐκποδὼν θέσθαι αὐτὴν καὶ σπεῦσαι μὴ προληφθῆναι, καὶ συνεχεῖς τὰς προσβολὰς περὶ ταὐτοῦ ποιούμενοι πράγματος ἀναπεῖσαι ἴσχυσαν ἐπιβουλὴν κατ' αὐτῆς μελετῆσαι. ἔδοξεν οὖν ἀποπειραθῆναι τῶν πολιτῶν πρότερον, οἵαν ἔχουσι περὶ αὐτοῦ γνώμην, καὶ εἰ μὲν χρηστὴν διάθεσιν φανῶσι φυλάττοντες εἰς αὐτὸν καὶ φιλίαν ὀρθήν, τότε δὴ καὶ ἐγχειρῆσαι τῇ μελέτῃ, εἰ δὲ τοὐναντίον, ἡσυχίαν ἄγειν. τῇ κυριακῇ οὖν τῇ μετὰ τὸ ἅγιον πάσχα προέλευσιν δημοσίαν κηρύξας ἐν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ, καὶ δι' αὐτῆς ἀποπειραθῆναι κρίνας τῆς γνώμης τῶν πολιτῶν, ἀπῆλθεν ἐστεφανω- μένος μετὰ τῆς συγκλήτου, πάσης τῆς πόλεως ἀθροισθείσης εἰς τὴν θέαν, σκεύη χρύσεα καὶ ἀργύρεα τῶν τὴν λεωφόρον κατοικούντων ἀποκρεμ- μανύντων καὶ πέπλους καὶ ἄλλα ὑφάσματα χρυσοϋφῆ, κἀν ταῖς εὐφημίαις προτεθυμημένων καὶ αὐτάς, εἰ οἷόν τε, ἐκκενῶσαι τὰς ψυχάς. οἷς δελεασθεὶς ὁ δείλαιος τῷ ἐξ εὐνοίας ὑπολαβεῖν ταῦτα γίνεσθαι, ὑποστρέψας ἐν τῷ μεγάλῳ παλατίῳ, τῷ μὲν πατριάρχῃ μηνύει ἀπελθεῖν εἰς τὴν ἐν τῷ Στενῷ μονὴν αὐτοῦ καὶ προσδέχεσθαι αὐτὸν τῇ ἐπαύριον, δοὺς αὐτῷ καὶ χρυσίου λίτρας τέσσαρας διὰ τὴν μέλλουσαν εἰς αὐτὸν γενέσθαι τάχα ὑποδοχήν. νυκτὸς δὲ τὴν βασιλίδα κατασπᾷ τοῦ θρόνου καὶ περιορίζει εἰς Πρίγκιπον, ἀποκεῖραι τοῖς ἄγουσι κελεύσας αὐτὴν καὶ διακομίσαι τούτῳ τὰς τρίχας αὐτῆς. καὶ οἱ μὲν πεμφθέντες ἐποίησαν, ὡς ἐκελεύσθη- σαν, ἕωθεν δ' οὗτος ἀναφορὰν γράψας καὶ τῷ τῆς πόλεως ἐπάρχῳ δοὺς ἀναγνῶναι ἐν τῷ τοῦ μεγάλου Κωνσταντίνου φόρῳ τοῖς πολίταις ἐκέλευσεν. ἐδήλου δὲ ἡ ἀναφορά, ὅτιπερ ‘κακόνους ἡ Ζωὴ περὶ τὴν βασιλείαν μου φανεῖσα ἐξώρισται παρ' ἐμοῦ, συμφρονῶν δὲ ταύτῃ καὶ ὁ Ἀλέξιος ἐξεβλήθη τῆς ἐκκλησίας. ὑμεῖς δὲ ὁ ἐμὸς λαός, εἰ τὴν αὐτὴν διατηροίητε εὔνοιαν πρὸς ἐμέ, μεγάλων τιμῶν καὶ ἀγαθῶν τεύ- ξεσθε καὶ ζωὴν ἄλυπον καὶ καθαρὰν ζήσεσθε.’ ἀναγνόντος οὖν τοῦ ἐπάρχου τὴν ἀναφορὰν εἰς ἐπήκοον τοῦ λαοῦ, φωνή τις ἐξηκούσθη, μηδε- νὸς εὑρεθέντος τοῦ κεκραγότος, ὡς ‘ἡμεῖς σταυροπάτην καλαφάτην βασιλέα οὐ θέλομεν, ἀλλὰ τὴν ἀρχέγονον καὶ κληρονόμον καὶ ἡμετέραν μητέρα Ζωήν.’ καὶ εὐθὺς ἅπας ὁ λαὸς ὡς ἐκ μιᾶς φωνῆς ἐβόων· ‘ἀνασκα- φείη τὰ ὀστᾶ τοῦ καλαφάτου.’ καὶ ἀναλαβόντες ἕκαστος λίθους καὶ βάθρα καὶ τὰ παρατυχόντα ξύλα τὸν μὲν ἔπαρχον (ἦν δὲ Ἀναστάσιος πατρίκιος ὁ τῷ πατρὶ τῆς Ζωῆς ὑπηρετησάμενος) μικροῦ δεῖν καὶ ἀπέκτειναν, εἰ μὴ φυγῇ χρησάμενος ἐπορίσατο τὴν ἑαυτοῦ σωτηρίαν· αὐτοὶ δὲ εἰς τὴν μεγάλην δραμόντες ἐκκλησίαν-ἔτυχε γὰρ καὶ ὁ πατριάρχης τὴν αὐτοῦ ὑποστροφὴν ὠνησάμενος, τὸν μὲν βασιλέα ἐδυσφήμει, τὴν δὲ τῆς βασιλίδος ἐζήτει ἀνακομιδήν· προσέδραμον τοίνυν πάντες οἱ τοῦ πατρὸς αὐτῆς εὐνοῦχοι καὶ Κωνσταντῖνος πατρίκιος ὁ Καβάσιλας καὶ τὸ λοιπὸν ἅπαν πλῆθος τῆς συγκλήτου, καὶ κοινῇ συμβουλῇ πέμψαντες ἄγουσι τὴν Θεοδώραν ἀπὸ τοῦ Πετρίου εἰς τὴν μεγάλην ἐκκλησίαν, καὶ ἐνδύσαντες αὐτὴν ἁλουργίδα βασιλικὴν ἄνασσαν εὐφημοῦσι σὺν Ζωῇ τῇ ταύτης ἀδελφῇ. καὶ ὁρμήσαντες πρὸς τὸ παλάτιον καταγαγεῖν ἠπείγοντο τῶν ἀνακτόρων τὸν Μιχαήλ. ὁ δὲ πρὸς τὴν ὀργὴν τοῦ λαοῦ καὶ τὴν κίνησιν ἀποδειλιάσας, εὐθὺς ἀποστείλας ἤγαγε τὴν Ζωὴν ἐν τῷ παλατίῳ, καὶ ἀποδύσας αὐτὴν τὰ μοναχικὰ μετημφίασε βασιλικοῖς περιβλήμασι. προκύψας οὖν ἀπὸ τοῦ ἐν τῷ ἱπποδρομίῳ καθίσματος καὶ δημηγορῆσαι πειραθεὶς πρὸς τὸν λαόν, ὅτι τε ἡ βασιλὶς ἤχθη, καὶ ὅτι πάντα καλῶς ἔχει αὐτοῖς τὰ κατὰ σκοπόν, οὐ συνεχωρήθη, ὕβρεσί τε πανταχόθεν πλυνόμενος καὶ λίθοις κάτωθεν καὶ τόξοις βαλλόμενος. καὶ λοιπὸν ἀπο- γνοὺς ἐγνώκει εἰς τὸ μοναστήριον ἀπελθεῖν τῶν Στουδίου καὶ ἀποκείρα- σθαι. ἀλλ' οὐκ ἀφῆκεν αὐτὸν ὁ δομέστικος, εἰπὼν μὴ οὕτω ῥᾳδίως καταλι-

[Mich5.1.88] πεῖν τὴν ἀρχὴν καὶ ὑποχωρῆσαι, ἀλλὰ γενναίως ἀντιστῆναι, καὶ ἢ πάν- τως ὑπερισχῦσαι, ἢ μεγαλοψύχως καὶ βασιλικῶς ὡς πρέπον ἐστὶν ἀποθανεῖν βασιλεῖ. ταύτης δὲ τῆς γνώμης ἐπικρατησάσης, τοὺς ἐν τῷ παλατίῳ πάντας, ὡς ὁ καιρὸς ἐδίδου, καθοπλίσας αὐτός, καὶ ὁ νωβε- λίσσιμος δὲ πάντα τὸν ἑαυτοῦ λαὸν ἀπὸ τοῦ ἰδίου οἴκου μεταπεμψάμενος ἔνοπλον (ἔτυχε δὲ ἐκ Σικελίας ἄρτι ἐλθὼν καὶ ὁ στρατηγὸς Κατακαλὼν ὁ Κεκαυμένος, τὰ ἐκ Μεσήνης εὐαγγέλια κομίσας) γενναίως ἀντείχετο τῶν πραγμάτων. τοῦ δὲ δήμου τριχῇ διαιρεθέντος, καὶ μέρους μὲν ἐν τῷ ἱππικῷ προσβαλόντος, ἑτέρου δὲ κατὰ τὰ ἐξκούβιτα, τοῦ δὲ λοιποῦ κατὰ τὸ τζυκανιστήριον, καὶ οἱ περὶ τὸν βασιλέα εἰς τρία τὴν ἑαυτῶν διελόντες δύναμιν ἠμύνοντο κραταιῶς. καὶ γίνεται φόνος πολὺς τῶν πολιτῶν, οἷα γυμνῶν καὶ ἀόπλων πρὸς ἐνόπλους ἀγωνιζομένων μετὰ ξύλων καὶ λίθων καὶ τῶν παρατυχόντων εἰδῶν. φασὶ γάρ, ὡς ἀπώλοντο κατὰ ταύτην τὴν ἡμέραν (ἦν δὲ τρίτη τοῦ ἀντίπασχα) ἄνδρες ἀμφὶ τὰς τρεῖς χιλιάδας. τέλος ἴσχυσαν οἱ πολῖται τῷ πλήθει ὑπερτεροῦντες ἐπικρατέστεροι τῶν τοῦ βασιλέως γενέσθαι. καὶ διαρρήξαντες τὰς πύλας τοῦ παλατίου καὶ εἴσω γενόμενοι τό τε ἐναποκείμενον ἐν τοῖς σεκρέτοις διαρπάζουσι χρυσίον καὶ τὰ λοιπὰ τὰ εὑρισκόμενα εἴδη, διαρρήσσουσι δὲ καὶ τὰς δημοσίας ἀπογραφάς, καὶ τὸν βασιλέα συλλαβεῖν ἔσπευδον. ὁ δὲ ἐπείπερ ἔγνω κατισχυόμενος, τῷ βασιλικῷ ἐπιβὰς δρόμωνι μετὰ τοῦ νωβελισσίμου καί τινων οἰκειοτάτων αὐτῷ, καταλιπὼν ἐν τῷ παλατίῳ τὴν Ζωήν, ᾤχετο φυγὰς εἰς τὴν μονὴν τῶν Στουδίου τῇ τετράδι πρωΐας, καὶ εὐθὺς ἠμφιάσατο τὸ τῶν μοναχῶν σχῆμα συνάμα τῷ θείῳ αὐτοῦ.

[Mich5.2] Καὶ ὁ μὲν πόλεμος, ἀρξάμενος ἀπὸ δευτέρας ὥρας τῆς δευτέρας ἡμέρας τοῦ ἀντίπασχα, ἔληξε νυκτὸς τῆς τρίτης ἡμέρας. ἡ δὲ Ζωὴ πάλιν ἐγκρατὴς γενομένη τῆς βασιλείας ἐβουλεύετο μὲν τὴν ἑαυτῆς ἀδελφὴν Θεοδώραν παρώσασθαι, ἐκωλύθη δὲ παρὰ τοῦ πλήθους συμβασιλεύειν αὐτῇ καὶ ταύτην αἰτησαμένου. ἔρχεται οὖν καὶ ἡ Θεοδώρα ἀπὸ τῆς μεγάλης ἐξελθοῦσα ἐκκλησίας εἰς τὸ παλάτιον. συναθροισθείσης δὲ καὶ τῆς συγκλή- του, δημηγορήσασα ἡ Ζωὴ πρότερον μὲν πρὸς τὴν σύγκλητον, εἶτα καὶ ἔκ τινος περιωπῆς πρὸς τὸ πλῆθος, αὐτοῖς μὲν εὐχαριστίας, ὡς εἰκός, ἀπέδοτο καὶ εὐχὰς τῆς εἰς αὐτὴν εὐνοίας, τὴν περὶ τοῦ βασιλέως δὲ γνώμην ἐζήτει, τί δεῖ γενέσθαι αὐτόν. καὶ πάντες ὁμοφώνως ἀνέκραγον· ‘αἶρε τὸν παλαμναῖον, ποίησον ἐκ μέσου τὸν ἀλιτήριον· ἀνασκολοπι- σθήτω, σταυρωθήτω, τυφλωθήτω.’ ἡ δὲ ὤκνει πρὸς τὴν τιμωρίαν καὶ συμπαθὴς τῷ δυστυχοῦντι ἐγίνετο. ἀλλ' ἡ Θεοδώρα ὀργῆς ὑποπλησθεῖσα καὶ παρρησίας τῷ νεωστὶ προβληθέντι ἐπάρχῳ (ἦν δὲ ὁ Καμπανάρης) κελεύει μετὰ σπουδῆς ἀπελθεῖν καὶ ἐξορύξαι αὐτοῦ τε καὶ τοῦ θείου τούτου τοὺς ὀφθαλμούς. ὃς ἐξελθὼν συνεπομένου αὐτῷ καὶ τοῦ δήμου παντὸς ἀπῆλθεν εἰς τὰ Στουδίου. ὁ δὲ Μιχαὴλ καὶ ὁ τούτου θεῖος ὡς ᾔσθοντο τὴν τοῦ λαοῦ παρουσίαν, ἐν τοῖς ἀδύτοις τοῦ ναοῦ τοῦ προδρόμου κατέφυγον. ἀλλὰ φλεγμαίνων ἔτι τῷ θυμῷ διὰ τοὺς ἀναιρε- θέντας ὁ δῆμος εἴσεισι πρὸς βίαν εἰς τὸν θεῖον ναόν, καὶ ἀφαρπάσαντες ἐκεῖθεν αὐτοὺς εἷλκον διὰ τῆς ἀγορᾶς ἀπὸ τῶν ποδῶν, καὶ ἄνωθεν τῆς περιβλέπτου μονῆς ἐν τῷ τόπῳ τῷ καλουμένῳ Σίγματι ἀγαγόντες ἀποτυφλοῦσι καὶ ἄμφω, τοῦ Μιχαὴλ πολλὰ καθικετεύσαντος πρότερον τὸν ἑαυτοῦ τυφλωθῆναι θεῖον, ὡς πάντων τῶν γενομένων κακῶν καὶ πρωτουργὸν καὶ αἴτιον· ὃ καὶ ἐγένετο. τυφλωθέντες οὖν ἐξορίζονται, ὁ μὲν Μιχαὴλ εἰς τὸ μοναστήριον τῶν Ἐλεγμῶν εἰκάδι πρώτῃ μηνὸς Ἀπριλλίου, ἰνδικτιῶνος δεκάτης τοῦ ͵Ϛφνʹ ἔτους, βασιλεύσας ἐπὶ μῆνας τέσσαρας καὶ ἡμέρας πέντε, καὶ οἱ συγγενεῖς δὲ πάντες αὐτοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν.

[Const9.t] ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΜΟΝΟΜΑΧΟΣ

[Const9.1] Πάλιν δὲ τῆς ἀρχῆς ἐς τὴν Ζωὴν μετακυλισθείσης, συμβασιλεύουσαν ἔχουσαν, ὡς εἴπομεν, οὐχ ἑκοῦσαν καὶ τὴν ἀδελφὴν Θεοδώραν, τιμῶν μὲν ἡ σύγκλητος προβιβασμοῖς ἐγεραίρετο καὶ δωρεῶν διανομαῖς τὸ κοινόν, καὶ τὰ πράγματα προμηθείας τῆς ἐνδεχομένης ἐτύγχανε, γραμμά- των ἁπανταχοῦ καὶ διαταγμάτων ἐκπεμπομένων, ἀπριάτην τε τὰς ἀρχὰς γίνεσθαι, καὶ μὴ ὠνίους, ὡς πρότερον, ὑπισχνουμένων, καὶ πᾶσαν ἀδικίαν ἐκ μέσου διοριζομένων ἐλαύνεσθαι. τούτων δὲ καταστάντων, ὡς τοῖς κρατοῦσιν ἐδόκει, ἤχθη καὶ ὁ νωβελίσσιμος Κωνσταντῖνος ἀπὸ τῆς ὑπερορίας καὶ περὶ τῶν δημοσίων ἀνακρινόμενος χρημάτων, τὰς ἀπειλὰς πτοηθείς, ὑπέδειξεν ἐν τῷ κατὰ τοὺς ἁγίους ἀποστόλους οἴκῳ αὐτοῦ κεκρυμμένα ἔν τινι κινστέρνῃ χρυσίου κεντηνάρια πεντήκοντα ἐπὶ τρισί. καὶ ταῦτα μὲν διεκομίσθη τῇ βασιλίδι, ἐκεῖνον δ' αὖθις ἡ ὑπερορία ἐδέξατο. προχειρίζεται δὲ ἡ βασιλὶς δομέστικον τῶν σχολῶν τῆς ἀνατολῆς Νικόλαον πρόεδρον τὸν εὐνοῦχον τοῦ ἰδίου πατρός, καὶ δοῦκα τῆς δύσεως Κωνσταντῖνον πατρίκιον τὸν Καβάσιλαν· τὸν δὲ πατρίκιον Γεώργιον τὸν Μανιάκην, ἤδη παρὰ τοῦ Μιχαὴλ φθάσαντα τῆς φρουρᾶς ἀπολυθῆναι, μάγιστρον τιμήσασα στρατηγὸν αὐτοκράτορα τῶν ἐν Ἰταλίᾳ ταγμάτων ἐκπέμπει. καὶ ταῦτα μὲν γέγονεν οὕτως. βουλῆς δὲ προτεθείσης περὶ βασιλέως, καὶ δόξαν τοῖς πᾶσι βασιλέα προχειρισθῆναι καὶ τῇ Ζωῇ νομίμως συναφθῆναι, ἔσπευδε μὲν αὐτὴ Κωνσταντῖνον ἀγαγέσθαι τὸν κατεπάνω, ὃν δὴ καὶ Ἀρτοκλίνην ἀφ' ἧς ὑπηρεσίας μετεχειρίσατο ἀπεκάλουν. ἦν γὰρ ὁ ἀνὴρ εὐπρεπὴς τὴν ὥραν, ἐλέγετο δὲ καὶ λάθρᾳ τῇ Ζωῇ πλησιάζειν. ἀλλὰ τοῦτον μὲν ἡ σύνοικος φαρμάκοις ἐξάγει τοῦ βίου, οὐκ ἐπειδὴ ἀποστόργως εἶχε πρὸς αὐτόν, ἀλλ' ἐπειδὴ ἔμελλε τούτου ἔτι ζῶντος στερίσκεσθαι. καὶ λοιπὸν ἀστοχήσασα ἡ βασιλὶς τοῦ σκοποῦ, μεταπέμπεται ἀπὸ τῆς ἐξορίας Κωνσταντῖνον τὸν Μονομάχον, παρὰ τοῦ ὀρφανοτρόφου τὴν νῆσον Μιτυλήνην κατακριθέντα οἰκεῖν διὰ τὸ παρὰ πάντων φημίζεσθαι, ὡς μέλλει κρατῆσαι τῆς βασιλείας. τοῦτον γάρ, ὁπηνίκα τὸν ἕτερον ἐβουλεύετο Κωνσταντῖνον εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν, δικαστὴν Ἑλλήνων προεχειρίσατο· ἐπεὶ δὲ κἀκεῖνος, ὡς εἴπομεν, κατειργάσθη φαρμάκῳ, ὁ ῥηθεὶς Μονομάχος καὶ τῷ θανόντι ὁμώνυμος πρὸς τρόπου ἐνομίσθη τῇ βασιλίδι. ἤχθη οὖν πρὸς τὸν ἄγχιστα τοῦ Ἀθύρος διακείμενον ναὸν τοῦ ἀρχιστρατήγου τὸν ἐν Δαμοκρανείᾳ. καὶ πεμφθεὶς Στέφανος εἷς ὢν τῶν θαλαμηπόλων εὐνούχων τῆς βασιλίδος ὁ Περγαμηνὸς ἀποδιδύσκει μὲν αὐτὸν τὴν ἰδιωτικὴν στολήν, ἀμφιέννυσι δὲ πορφυρίδα βασιλικήν, καὶ δρόμωνι ἐμβιβάσας ἄγει πρὸς τὰ βασίλεια. ᾧ τινι ἀχθέντι συνάπτεται εἰς κοινωνίαν γάμου ἡ βασιλίς, τῆς ἱερολογίας γενομένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς Νέας, ὃς Στυπὴς ὠνομάζετο, ἑνδεκάτην τότε τοῦ Ἰουνίου μηνὸς ἄγοντος, τοῦ, ͵Ϛφνʹ ἔτους. στέφεται δὲ τῇ ἐπαύριον παρὰ τοῦ πατριάρχου.

[Const9.2] Καὶ ἤδη τῶν σκήπτρων γενόμενος ἐγκρατής, πάντας μὲν τοὺς συγκλητικοὺς βαθμοῖς ἀξιωμάτων κατὰ τὴν ἑκάστου προεβίβασεν ἀξίαν, καὶ χρυσίου δὲ διανομαῖς τὸ πλῆθος ἐφιλοτιμήσατο. ἐξαπέστειλε δὲ καὶ ἀναφορὰς ἐν πᾶσι τοῖς θέμασι, τήν τε ἀνάρρησιν αὐτοῦ δηλούσας, καὶ ὑπισχνουμένας παντὸς μὲν ἀγαθοῦ βλύσιν καὶ παρρησίαν, πάσης δὲ κακίας ἀποτομήν. μετεβίβασε δὲ καὶ Ἰωάννην τὸν ὀρφανοτρόφον μετὰ πάντων, ὧν εἶχεν, ἀπὸ τῆς μονῆς τῶν Μονοβάτων ἐς τὴν νῆσον Λέσβον, καὶ Μιχαὴλ τὸν πρὸ τοῦ βασιλέα εἰς Χίον, καὶ Κωνσταντῖνον τὸν νωβελίσσιμον εἰς Σάμον. καὶ ταῦτα μὲν ἐπράχθη ἐν προοιμίοις τῷ Μονομά-

[Const9.2.10] χῳ, κατὰ τὴν δεκάτην ἰνδικτιῶνα. κατὰ δὲ τὴν ἕκτην τοῦ Ὀκτωβρίου μηνός, τῆς ἑνδεκάτης ἰνδικτιῶνος, τοῦ ͵Ϛφναʹ ἔτους, ἐφάνη κομήτης ἀπὸ τῆς ἕω πρὸς δύσιν ποιούμενος τὴν πορείαν, καὶ ὡρᾶτο λάμπων παρ' ὅλον τοῦτον τὸν μῆνα. προεμήνυε δ' οὗτος τὰς μελλούσας ἐπισυμβῆναι κοσμικὰς συμφοράς. Στεφάνου γὰρ τοῦ καὶ Βοϊσθλάβου, ὥσπερ ἔμπρο- σθεν ἐρρήθη, ἀποδράντος ἐκ Βυζαντίου καὶ τὰ Ἰλλυρικὰ κατασχόντος ὄρη, καὶ Τριβαλλοὺς καὶ Σέρβους καὶ τὰ πρόσοικα γένη καὶ Ῥωμαίοις ὑπήκοα κατατρέχοντος καὶ ληϊζομένου, μὴ φέρων ὁ Μονομάχος τὰς ἐκείνου καταδρομὰς τῷ ἄρχοντι τῷ τότε τοῦ Δυρραχίου (ἦν δὲ Μιχαὴλ πατρίκιος, ὁ Ἀναστασίου τοῦ λογοθέτου υἱός) γράμμασιν ἐγκελεύεται τὸν ὑπ' αὐτὸν ἀθροῖσαι τοῦ Δυρραχίου στρατόν, ἔτι δὲ καὶ τὰς στρατιὰς τῶν ἐγγιζόντων τούτῳ θεμάτων καὶ αὐτῷ ὑποκειμένων, καὶ συνάμα τοῖς ὑποστρατήγοις εἰς Τριβαλλοὺς ἀπελθεῖν καὶ καταπολεμῆσαι τὸν Στέφανον. ὁ δὲ πολεμικῆς ἐπιστήμης ἀπέχων μακράν, οἷα σκιατραφὴς ἄνθρωπος καὶ ἐμπαθείαις ἐντεθραμμένος, ἀφυῶς καὶ ἀτέχνως ἐπιχειρήσας τῷ ἔργῳ μεγάλης αἴτιος ἀτυχίας τῷ Ῥωμαίων ἐγένετο πολιτεύματι. ἀθροίσας γάρ, ἃς προσετέτακτο δυνάμεις, ἅς φασιν οὔσας περὶ τὰς ἑξήκοντα χιλιάδας, εἴσεισιν εἰς Τριβαλλόν, διοδεύσας ὁδοὺς ἀνάντεις καὶ τραχείας καὶ ἀποκρήμνους καὶ στενοχώρους, ὡς μὴ ἐν ταὐτῷ δύνασθαι δύο ἱππότας βαδίζειν, ἐνδόντων, ὥς φασιν, ἐξεπίτηδες καὶ τῶν Σέρβων καὶ συγχωρησάντων τὴν εἴσοδον, μήτε τῆς ὑποστροφῆς φροντίσας, μήτε φυλακὴν ἀξιόμαχον ἐπιστήσας ταῖς στενοχωρίαις. ἐκεῖνος μὲν οὖν εἰσελθὼν ἐδῄου τὰς πεδιάδας καὶ ἐπυρπόλει, οἱ δὲ Σέρβοι καταλαβόντες ἐφύλαττον τὰ στενὰ καὶ ἀπόκρημνα τῆς τρίβου καὶ προσέμενον τὴν ὑποστροφήν. ὡς δὲ ἅλις τῷ Μιχαὴλ ἐδόκει τὰ τῆς λεηλασίας, καὶ λείαν πολλὴν καὶ αἰχμαλωσίαν περιεβάλετο, καὶ καιρὸς ἐφάνη ἀναζυγῆς, κἀν ταῖς στενοχωρίαις ὁδοιποροῦντες ἐγένοντο, τότε δὴ ἀφ' ὕψους οἱ πολέμιοι χερμάσι τε βάλλοντες καὶ τόξοις καὶ παντοίοις ἑκηβόλοις ὀργάνοις καὶ λίθους ὑπερμεγέθεις κυλίοντες ἀνῄρουν, τῶν περὶ τὸν Μιχαὴλ μήτε χερσί, μηθ' ὅπλοις χρήσασθαι δυναμένων, μήτ' ἀρετῆς ὅλως ἐπιδείξασθαι ἔργον. καὶ οἱ μὲν αὐτόθι βαλλόμενοι ἔπιπτον, οἱ δὲ κατεκρημνίζοντο καὶ ἐλεεινῶς ἀνηλίσκοντο, ὡς πληρωθῆναι νεκρῶν τὰς παρακειμένας φάραγγας καὶ τοὺς ῥύακας καὶ βατὰς γίνεσθαι τοῖς διώκου- σιν. ἔπεσον οὖν περί που τὰς τεσσαράκοντα χιλιάδας, ἀνῃρέθησαν δὲ καὶ στρατηγοὶ ἑπτά. οἱ δὲ λοιποὶ ἐν ταῖς λόχμαις καὶ ταῖς νάπαις καὶ ταῖς συναγκείαις κρυβέντες τῶν ὀρέων καὶ τοὺς τῶν ἐναντίων διαδράντες ὀφθαλμούς, καὶ διὰ τῶν κορυφῶν τούτων ἀναρριχώμενοι, νυκτὸς διεσώθη- σαν πεζοὶ καὶ γυμνοὶ καὶ τοῖς ὁρῶσι θέαμα οἰκτρὸν καὶ ἐλεεινὸν καὶ θρήνων ἐπάξιον. διεσώθη δὲ μετ' αὐτῶν καὶ ὁ Μιχαήλ, τὴν ἴσην καὶ αὐτὸς περικείμενος τύχην.

[Const9.3] Γεώργιος δὲ μάγιστρος ὁ Μανιάκης ἐν Ἰταλίᾳ, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται λόγοις, παρὰ Ζωῆς τῆς βασιλίδος πεμφθεὶς ἐφ' ᾧ καταστήσα- σθαι τὰ ἐκεῖ (ἐνόσει γὰρ τὰ πάντα καὶ κακῶς ἐφέρετο ἀπειρίᾳ καὶ φαυλότη- τι ἀρχηγῶν), πρὸς ἀποστασίαν ἀπεῖδεν. ἄξιον δὲ εἰπεῖν ἐπιδραμόντας καὶ τὰς αἰτίας εἰς ἀκριβῆ γνῶσιν τῶν τῷ βιβλίῳ ἐντυγχανόντων. ὅτε γὰρ οὗτος πρῶτον εἰς Ἰταλίαν ἐπέμφθη παρὰ τοῦ βασιλέως Μιχαὴλ συμμαχή- σων Ἀπολάφαρ Μουχούμετ τῷ τῆς Σικελίας ἄρχοντι πολεμουμένῳ παρὰ τοῦ οἰκείου ἀδελφοῦ καὶ τῶν Ἄφρων, ἔτυχε προσεταιρισάμενος καὶ Φράγγους πεντακοσίους ἀπὸ τῶν πέραν τῶν Ἄλπεων Γαλλιῶν μεταπεμφθέντας καὶ ἀρχηγὸν ἔχοντας Ἀρδουῖνον τὴν κλῆσιν, χώρας τινὸς ἄρχοντα καὶ ὑπὸ μηδενὸς ἀγόμενον, μεθ' ὧν τὰ τῶν Σαρακηνῶν εἰργάσατο τρόπαια. ἐπεὶ δὲ οὗτος συκοφαντηθεὶς παρελύθη τῆς ἀρχῆς καὶ εἰς τὴν πόλιν εἰσαχθεὶς καθείρχθη, καὶ ἄρχειν ἀντ' αὐτοῦ τῆς Ἰταλίας ἐπέμφθη Μιχαὴλ πρωτοσπαθάριος ὁ Δοκειανός, ἀνεπιτήδειος ἄνθρωπος καὶ πρὸς μεταχείρησιν πραγμάτων οὐκ εὐφυής, οὐκ ἐδεήθη χρόνου συγχέαι καὶ διαφθεῖραι τὰ πάντα. μὴ παρέχων γὰρ κατὰ καιρὸν τοῖς Φράγγοις τὸ παρεχόμενον αὐτοῖς ἐφ' ἕκαστον μῆνα σιτηρέσιον, μᾶλλον δέ, ὥς φασι, καὶ τὸν ἡγεμόνα τούτων, ἀφιγμένον ὡς αὐτὸν ἐφ' ᾧ παρακαλέσαι ἠπίως χρῆσθαι τοῖς στρατιώταις καὶ μὴ ἀποστερεῖν τούτους τοῦ τῶν πόνων μισθοῦ, ὑβρίσας καὶ μαστιγώσας ἀτίμως ἠνάγκασε τοὺς ἀνθρώπους ἀποστατῆσαι. ὧν ὅπλα κεκινηκότων οὗτος ἁπάσας ἀθροῖσαι τὰς Ῥωμαϊκὰς δυνάμεις καὶ τούτοις συμμῖξαι οὐκ ἠθέλησεν, ἀλλ' ἓν εἰληφὼς τάγμα τὸ τοῦ Ὀψικίου καὶ μέρος τῶν Θρᾳκησίων, καὶ συμβαλὼν αὐτοῖς ἐν Κάνναις περὶ τὸν Ἄμφιδον ποταμόν, ἔνθα καὶ κατὰ τοὺς πάλαι χρόνους Ἀννίβας τὰς πολλὰς τῶν Ῥωμαίων κατέκοψε μυριάδας, ἡττήθη καὶ τὸ πλέον ἀπέβαλε τῆς στρατιᾶς, αἰσχίστως καὶ αὐτὸς ἐν Κάνναις διασω- θείς. οὕτω δὲ πληγεὶς οὐδὲ μετὰ τὴν πληγὴν κατὰ τὸν ἐν παροιμίαις ἁλιέα νοῦν ἔσχεν, οὐδ' ὀχυρώσας ἑαυτὸν πάσῃ τῇ στρατιᾷ προσέβαλε τοῖς ἐχθροῖς, ἀλλ' ὑπὸ θράσους, ὡς ἔοικε, στρατηγούμενος αὐτούς τε τοὺς ἡττηθέντας πάλιν ἀναλαβὼν καὶ Πισσίδας καὶ Λυκαόνας, οἵπερ ἀναπληροῦ- σι τὸ τάγμα τῶν φοιδεράτων, περὶ τὰς λεγομένας Ὥρας προσρήγνυται τοῖς ἐχθροῖς καὶ τρέπεται αὖθις κατὰ κράτος, προσεταιρισαμένων τῶν Φράγγων καὶ ἄλλο πλῆθος οὐκ ὀλίγον ἀπὸ τῶν Ἰταλῶν τῶν περὶ τὸν Πάδον τὸν ποταμὸν καὶ τὰς ὑπωρείας οἰκούντων τῶν Ἄλπεων. τοῦτο δὲ πυθόμενος Μιχαὴλ ὁ βασιλεὺς τοῦτον μὲν μετέστησε τῆς ἀρχῆς. ἔπεμψε δὲ τὸν Βοϊωάννην, δοκοῦντα πρακτικὸν ἄνδρα εἶναι καὶ ἐν πολέμοις εὐδόκιμον, καὶ εἰς ἐκεῖνον ἀναφέροντα τὴν τοῦ γένους ἀναφορὰν τὸν ἐπὶ Βασιλείου τοῦ βασιλέως ἐν Ἰταλίᾳ πεμφθέντα Βοϊωάννην, ὃς πᾶσαν τὴν Ἰταλίαν μέχρι Ῥώμης τότε τῷ βασιλεῖ παρεστήσατο. ἀλλὰ καὶ οὗτος ἀπελθὼν κατὰ χώραν καὶ νεαλῆ καὶ ἀκμαίαν δύναμιν μὴ λαβών, ἀλλ' ἀναγκασθεὶς μετὰ τῶν προηττημένων συμβαλεῖν τοῖς ἐχθροῖς κατὰ τὴν Μονόπολιν ἤδη κραταιωθεῖσι καὶ τῆς χώρας ὡς ἰδίας ἀντεχομένοις, ἡττη- θεὶς ἑάλω, καὶ ὁ σὺν αὐτῷ στρατός, ὅσοι μὴ σιδήρου γεγόνασι παρανά- λωμα, ἄλλος ἀλλαχοῦ διεσκεδάσθησαν, διασωθέντες ἐν τοῖς ἔτι τὰ Ῥωμαίων φρονοῦσι φρουρίοις. καὶ λοιπὸν οἱ Φράγγοι τῆς Ἰταλίας ὡς δορυκτήτου ἀντεποιοῦντο κτήματος, τῶν ἐγχωρίων ὧν μὲν ἑκουσίως, ὧν δὲ βίᾳ καὶ ἀνάγκῃ προσχωρούντων αὐτοῖς, πλὴν Βρενδισίου καὶ Ἱδροῦντος καὶ Τάραντός τε καὶ Βάρεως. αὗται γὰρ αἱ τέτταρες πόλεις παρέμειναν πίστεις Ῥωμαίοις φυλάττουσαι. Μιχαὴλ δὲ τοῦ βασιλέως ἀποθανόντος καὶ τοῦ μετ' αὐτὸν ἐξωσθέντος τῆς βασιλείας, ὁ Μανιάκης, ὡς ἄνωθεν εἴρηται, πεμφθεὶς εἰς Ἰταλίαν παρὰ τῆς Ζωῆς, εἰ καὶ μὴ δύναμιν ἀξιόχρεων εἶχεν, ὅμως μετὰ τῆς παρούσης στρατηγικαῖς μηχαναῖς χρησάμενος ἐκδιῶξαι ἴσχυσε τοὺς Φράγγους τῆς Ἰταλίας περὶ Καπύην καὶ Βενεβενδὸν καὶ Νεάπολιν, καὶ μετρίαν κατάστασιν καὶ γαλήνην παρέσχε τοῖς πράγμασιν. οὗτος ὁ Μανιάκης κατὰ τὸ θέμα τῶν Ἀνατολι- κῶν τὰς οἰκήσεις ἔχων καὶ Ῥωμανῷ γειτονῶν τῷ Σκληρῷ, διαφερόμενος πρὸς αὐτὸν πολλάκις ἐπεχείρησεν τοῦτον ἀνελεῖν, εἰ μὴ φυγῇ τὴν ἑαυτοῦ ἐπορίσατο σωτηρίαν. ἐπεὶ δὲ τὰ Ῥωμαίων σκῆπτρα ἐς Κωνσταντῖνον ἦλθε τὸν Μονομάχον καὶ ὁ Σκληρὸς ἐπὶ μέγα τύχης ἦρτο (ἐπαλλακεύετο γὰρ τῷ Μονομάχῳ ἡ τοῦ Σκληροῦ ἀδελφή) μάγιστρος τιμηθεὶς καὶ πρωτοστράτωρ, τῶν εἰς αὐτὸν μεμνημένος τοῦ Γεωργίου καταδρομῶν,

[Const9.3.62] καταχρώμενος τῇ ἐξουσίᾳ καὶ τὴν ἀπουσίαν κατατρέχων τοῦ Μανιάκη, τά τε ἀνήκοντα αὐτῷ ἐδῄου καὶ ἔκειρε χωρία καὶ εἰς τὴν τούτου κοίτην ἀνέδην ἐξύβρισεν. ἅπερ ἐκεῖνος ἐν Ἰταλίᾳ πυθόμενος ἤσχαλε καὶ διεπρίετο τῷ θυμῷ. ἄρτι δὲ καὶ σπουδῇ τοῦ Ῥωμανοῦ παραλυθεὶς τῆς ἀρχῆς καὶ τοῖς πᾶσιν ἀπεγνωκώς (ᾔδει γάρ, ὡς οὐκ εἰς χρηστὸν αὐτῷ τέλος ἡ εἰς τὸ Βυζάντιον ἄφιξις τελευτήσει), τὰς ἐν Ἰταλίᾳ δυνάμεις ἀνασείσας καὶ διαφθείρας, διψώντων τῶν στρατιωτῶν τὰς οἰκείας ἰδεῖν πατρίδας, ὅπλα κατὰ τοῦ βασιλέως κινεῖ. καὶ τὸν μὲν πεμφθέντα διάδοχον αὐτοῦ (ἦν δὲ ὁ πρωτοσπαθάριος Πάρδος, ἀνὴρ Βυζάντιος, καὶ δι' ἄλλο μὲν οὐδὲν ἀγαθόν, ὅτι δὲ γνώριμος ἦν τῷ βασιλεῖ, τηλικαύτης χώρας ἄρχειν πεμφθείς) ἀναιρεῖ, αὐτὸς δ' ἑαυτῷ διάδημα περιθεὶς καὶ τὰ τῆς βασιλείας παράσημα ἀναλαβὼν ἀναγορεύεται βασιλεύς, καὶ πλοίοις ἐμβιβάσας τὰς δυνάμεις περαιοῦται ἐν Βουλγαρίᾳ. τοῦτο μαθὼν ὁ βασιλεὺς εἰς ταραχὴν οὐ τὴν τυχοῦσαν ἐνέπεσε. καὶ γράμματα πρὸς αὐτὸν ἐκπέμπει παντὸς ἀπολύοντα φόβου τοῦτον καὶ τοὺς σὺν αὐτῷ, παρακαλοῦντά τε ἀπο- θέσθαι τὰ ὅπλα, καὶ ὑπισχνούμενα πᾶσαν εὐεργεσίαν. ἐπεὶ δ' ἐκεῖνος ἄτεγκτος ἦν καὶ οὐ μεθίετο τοῦ σκοποῦ, ἀγηοχὼς καὶ αὐτός, ἃς εἶχε δυνάμεις, καὶ στρατηγὸν αὐταῖς ἐπιστήσας αὐτοκράτορα τὸν σεβαστο- φόρον Στέφανον τὸν ἐν Δαμοκρανείᾳ τὰ τῆς βασιλείας εὐαγγέλια τούτῳ διακομίσαντα, ἐκπέμπει κατὰ τοῦ ἀποστάτου. καὶ συναντῶσι τὰ στρατεύματα κατὰ τὸν λεγόμενον Ὀστροβὸν ἐν τῷ Μαρμαρίῳ καὶ συμπλοκῆς γενομένης τρέπονται οἱ περὶ τὸν Στέφανον, αὐτοῦ τοῦ Μανιάκη προηγουμένου καὶ τὰς φάλαγγας διακόπτοντος. καὶ αὐτὸν ὡς βασιλέα εὐφήμουν. ἐν ὅσῳ δὲ ταῦτα ἐγίνετο, αἰφνιδίως ἐκ τοῦ ἵππου πεσὼν οὗτος ἀπέθανε, μηδενὸς φανέντος τοῦ τοῦτον τρώσαντος. εὑρέθη γὰρ ἔχων κατὰ τοῦ στήθους καιρίαν πληγήν. τούτου δὲ γνωσθέντος τῷ ἐναντίῳ στρατεύματι, ἀποτέμνεται μὲν ἡ κεφαλὴ τοῦ Γεωργίου, συλλαμ- βάνονται δὲ καὶ πάντες οἱ αὐτῷ συναράμενοι, ἅμα τῇ πτώσει τοῦ ἀρχηγοῦ τὰ ὅπλα ῥίψαντες καὶ ἑαυτοὺς ἐγχειρίσαντες. καὶ τῷ μὲν βασιλεῖ ἄγγελος ἐπέμφθη κομίζων τὰ εὐαγγέλια τῆς νίκης, εἴσεισι δὲ μεθ' ἡμέρας τινὰς καὶ ὁ Στέφανος τὴν κεφαλὴν ἄγων τοῦ Μανιάκη καὶ τοὺς κρατηθέν- τας ἐν τῷ πολέμῳ. καὶ διὰ μέσης τῆς Πλατείας θριαμβεύσας προηγου- μένης τῆς κεφαλῆς ἄνωθεν δόρατος, καὶ τῶν ἀποστατῶν ὄνοις ἐποχου- μένων, αὐτὸς ὄπισθεν εἵπετο, ἵππῳ λευκῷ ἐφεζόμενος. καὶ τὰ μὲν περὶ τὸν Μανιάκην τοιοῦτον εἴληφε τέλος.

[Const9.4] Γέγονε δέ τις καὶ ἄλλη ἀποστασία ἐν Κύπρῳ κατὰ τοῦτον τὸν χρόνον, πρωτουργὸν ἔχουσα Θεόφιλον τὸν Ἐρωτικόν. οὗτος γὰρ τῆς νήσου στρατηγῶν καὶ νεωτέρων ἀεὶ πραγμάτων ἐφιέμενος, ἐπείπερ ἐπύ- θετο τὴν τοῦ Καλαφάτου καταστροφὴν καὶ τὴν κατέχουσαν τὰ πράγ- ματα σύγχυσιν, καιρὸν εὔθετον εὑρεῖν οἰηθεὶς πρὸς τὸ σπουδαζόμενον, τό τε ἔθνος ἅπαν τῶν Κυπρίων ἀνάπτει, καὶ τὸν δικαστὴν καὶ πράκτορα τῶν δημοσίων φόρων τὸν πρωτοσπαθάριον Θεοφύλακτον ἀνελεῖν παρα- σκευάζει, ἔγκλημα τούτῳ ἐπενεγκών, ὡς βαρείας τὰς τῶν συντελειῶν ποι- ουμένῳ εἰσπράξεις. ἀλλὰ πρὸς τοῦτον οὐκ ἐδέησε τῷ Μονομάχῳ μακροτέρας τριβῆς. χειροῦται γὰρ αὐτὸν ἐκπεμφθεὶς ὅ τε τοῦ στόλου κατάρχων Κωνσταντῖνος πατρίκιος ὁ Χαγέ, τὸ ἔθνος ἅπαν τῶν Κυπρίων ὑποποιη- σάμενος, καὶ ἐς βασιλέα ἄγει. ἀχθέντα δὲ θῆλυν ὁ βασιλεὺς ἐνδύσας στολὴν καὶ ἐν τῷ ἱππικῷ ἱπποδρομίας ἀγομένης θριαμβεύσας καὶ τῶν ὑπαρχόν- των ψιλώσας ἀπέλυσε.

[Const9.5] Τῇ δὲ εἰκοστῇ τοῦ Φεβρουαρίου μηνός, τῆς ἑνδεκάτης ἰνδικτιῶνος, κατέλυσε τὴν ζωὴν Ἀλέξιος ὁ πατριάρχης, καὶ ἀνάγεται εἰς τὸν αὐτοῦ θρόνον Μιχαὴλ ὁ Κηρουλάριος κατὰ τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ, μοναχὸς ὤν, ἐξ οὗπερ ὁ ὀρφανοτρόφος αὐτὸν διὰ τὴν ἐπιβουλὴν ἐξώρισε. προσαγγέλλεται δὲ τῷ βασιλεῖ καὶ χρυσίον ἀποτεθησαυρισμένον ἐν τῇ τοῦ Ἀλεξίου μονῇ, καὶ πέμψας ἀναλαμβάνεται τοῦτο, εἰς κεντηνάρια ποσούμενον εἴκοσι καὶ πέντε. Μαΐου δὲ δευτέρᾳ, τῆς αὐτῆς ἰνδικτιῶνος, ἐκτυφλοῦται καὶ ὁ ὀρφανοτρόφος ἐν τῷ λεγομένῳ χωρίῳ τῶν Μαρυκά- των, ὡς μέν τινές φασιν, ὑπὸ Θεοδώρας ἄκοντος τοῦ βασιλέως, ὡς δὲ ὁ τῶν πολλῶν κρατεῖ λόγος, παρ' αὐτοῦ τούτου ἐγκοτῶντος αὐτῷ διὰ τὰς ὑπερορίας, καὶ τῇ τρισκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς ἀποθνῄσκει. Ἰουλίῳ δὲ μηνὶ τῆς αὐτῆς ἰνδικτιῶνος κατηγορήθη καὶ Στέφανος ὁ σεβαστοφόρος, ὡς ἐπιβουλεύων τῷ βασιλεῖ καὶ βασιλέα βουλόμενος ποιῆ- σαι Λέοντα πατρίκιον καὶ στρατηγὸν Μελιτηνῆς, τὸν υἱὸν τοῦ Λαμπροῦ. καὶ ὁ μὲν Στέφανος τῶν ὑπαρχόντων γυμνωθεὶς καὶ μοναχὸς ἀποκαρεὶς ἐξωρίσθη, ὁ δὲ Λαμπρὸς ἀπηνῶς ἐτασθεὶς καὶ τὰς ὄψεις πηρωθεὶς καὶ διὰ τῆς ἀγορᾶς πομπευθεὶς μετὰ μικρὸν ἀπέθανεν.

[Const9.6] Ἐγένετο δὲ καὶ κατὰ τὸν Ἰούλιον μῆνα τῆς αὐτῆς ἰνδικτιῶνος καὶ ἡ τοῦ ἔθνους τῶν Ῥῶς κίνησις κατὰ τῆς βασιλίδος. οὗτοι γὰρ κοινοπρα- γοῦντες μέχρι τοῦδε Ῥωμαίοις καὶ εἰρηνεύοντες μετ' αὐτῶν, ἀδεῶς τε ἀλλήλοις ἐπεμίγνυντο καὶ ἐμπόρους ἐς ἀλλήλους ἔπεμπον. κατὰ δὲ τοῦτον τὸν χρόνον φιλονεικίας γενομένης ἐν Βυζαντίῳ μετά τινων ἐμπόρων Σκυθῶν, συμπληγάδος τε ἐξ αὐτοῦ ἐπακολουθησάσης καί τινος Σκύθου φονευθέντος ἐπιφανοῦς, ὁ τότε κατάρχων τοῦ γένους τούτων Βλαδιμηρός, ἀνὴρ ὁρμητίας καὶ τὰ πολλὰ τῷ θυμῷ χαριζόμενος, πυθόμενος τὸ συμβὰν καὶ δεινοπαθήσας καὶ μὴ δοὺς ἀναβολὴν ἢ καιρὸν τῷ κινήματι, τῶν ὑπ' αὐτὸν ἀγείρας ὅσον μάχιμον, προσεταιρισάμενος δὲ καὶ συμμαχικὸν οὐκ ὀλίγον ἀπὸ τῶν κατοικούντων ἐν ταῖς προσαρκτίοις τοῦ Ὠκεανοῦ νήσοις ἐθνῶν, καὶ πλῆθος ἀθροίσας, ὥς φασι, περὶ τὰς ἑκατὸν χιλιάδας, καὶ πλοίοις ἐγχωρίοις τοῖς λεγομένοις ἐμβαλὼν μονοξύλοις κατὰ τῆς πόλεως ἐξορμᾷ. τοῦτο μαθὼν ὁ βασιλεὺς πέμπει μὲν πρεσβευτάς, ἐξαιτῶν κατα- θέσθαι τὰ ὅπλα καὶ ὑπισχνούμενος ἐξιάσασθαι, εἴ τι δὴ καὶ γέγονεν ἄτοπον, καὶ μὴ διὰ μικρὸν ἐθελῆσαι πρᾶγμα τὴν ἐκ μακροῦ παγιωθεῖσαν διαλῦσαι εἰρήνην καὶ τὰ ἔθνη κατ' ἀλλήλων ἀνάψαι. ἐπεὶ δὲ δεξάμενος αὐτὸς τὰ γράμματα τούς τε πρέσβεις ἀτίμως ἐδίωξε καὶ ὑπερηφάνους καὶ σοβαρὰς ἀπέδωκεν ἀπολογίας, ἀπεγνωκὼς ὁ βασιλεὺς τὴν εἰρήνην καὶ αὐτός, ὡς ἐνῆν, ἀντεπαρετάττετο. καὶ τοὺς μὲν ἐνδημοῦντας τῇ βασιλίδι ἐμπόρους τῶν Σκυθῶν, ἔτι δὲ καὶ τοὺς κατὰ συμμαχίαν παρόντας διασκεδάσας ἐν τοῖς θέμασι καὶ ἀσφαλισάμενος, ἵνα μὴ καὶ ἀπὸ τῶν ἔνδον ἐπιβουλή τις ἀνεγερθῇ ὡς ὁ καιρὸς ἐδίδου καὶ τὸ τοῦ ἔργου ὀξύρροπον, τάς τε βασιλικὰς ἐξαρτύσας τριήρεις καὶ ἄλλας οὐκ ὀλίγας ἀπὸ τῶν εὐσταλῶν καὶ κούφων, καὶ λαοῦ πληρώσας ἀπὸ τῶν παρατυχόν- των ἐν Βυζαντίῳ τότε στρατιωτῶν, καὶ αὐτὸς οὗτος τῷ βασιλικῷ ἐπιβὰς δρόμωνι ἔξεισι καὶ τοῖς Σκύθαις ὑπαντιάζει κατὰ τὸ τοῦ Πόντου στόμα ἐν τῷ λεγομένῳ ναυλοχοῦσι Φάρῳ, παρεπομένην ἔχων διὰ τῆς ξηρᾶς καὶ ἱππικὴν στρατιὰν οὐκ ὀλίγην. ἐπεὶ δὲ ἀντιμέτωποι ἔστησαν αἱ δυνάμεις, ἔργου μὲν οὐδέτερον μέρος ἥπτετο· οἵ τε γὰρ Σκύθαι ἐπὶ τοῦ λιμένος, ἔνθα προσώρμουν, ἑστῶτες ἡσυχίαν ἦγον, καὶ ὁ βασιλεὺς τὴν ἐκείνων προσμένων κίνησιν ἐκαρτέρει. ἐπεὶ δὲ ὁ καιρὸς ἐτρίβετο καὶ ἡ ὥρα ἦν πρὸς ὀψέ, πρέσβεις ὁ βασιλεὺς πάλιν ἐκπέμπει περὶ εἰρήνης, καὶ πάλιν ἀτίμως ἀποπέμπει τούτους ὁ βάρβαρος, μηνύσας, εἰ βούλεται τῷ βασιλεῖ καταθέσθαι τὰ ὅπλα, δοῦναι παντὶ τῷ ἑπομένῳ αὐτῷ στρατῷ

[Const9.6.36] ἀνὰ χρυσίου λίτρας τρεῖς. ἀμηχάνου δὲ φανείσης τῆς ἀποκρίσεως, ἔγνω δεῖν ἔργου ἔχεσθαι. ὡς δ' ἐκεῖνοι ἀτρέμας εἶχον, μεταστειλάμενος ὁ βασι- λεὺς τὸν μάγιστρον Βασίλειον τὸν Θεοδωροκάνον, τρεῖς εἰληφέναι προστάττει τριήρεις δρομάδας καὶ ἀπελθεῖν καὶ ἀποπειράσασθαι τῶν Σκυθῶν, εἴπερ δυνηθείη ἀκροβολιζόμενος πρὸς πόλεμον αὐτοὺς ἐπισπάσα- σθαι. ὁ δὲ τὰς τριήρεις εἰληφὼς καὶ πρὸς τοὺς Σκύθας γενόμενος, οὐ δι' ἀκροβολισμοῦ τῆς αὐτῶν ἀπεπειρᾶτο γνώμης, ἀλλ' εἰς μέσους ἑαυτὸν ὠθήσας ἑπτὰ μὲν σκάφη τῷ σκευαστῷ καταφλέγει πυρί, τρία δὲ αὔτανδρα ποντίζει. χειροῦται δὲ καὶ ἓν αὐτὸς εἰσπηδήσας εἰς αὐτό, καὶ τῶν ἔνδον οὓς μὲν ἀποσφάξας, οὓς δὲ καὶ τροπωσάμενος τὴν τόλμαν καταπλαγέντας αὐτοῦ. οἱ δὲ Σκύθαι καὶ τὸν βασιλέα ἤδη ὁρῶντες ἐρχόμενον σὺν παντὶ τῷ στόλῳ καὶ λογισάμενοι, ὅπερ ἦν εἰκός, εἰ τοιαῦτα πεπόνθασι τρισὶ τριήρεσι πολεμούσαις ἀντιστάντες, τί ἂν πάθοιεν παντὶ τῷ στόλῳ βιαζόμενοι συμπλέκεσθαι, ἀπέβλεψαν πρὸς φυγήν, καὶ εἰς τόπους ἀπορριφέντες σκοπέλους ἔχοντας καὶ πέτρας ὑφάλους τὰ πλείω τῶν σκαφῶν ἀπεβάλλοντο, ἐπιτιθεμένων τούτοις ἀπὸ τῆς ξηρᾶς καὶ τῶν παραπορευομένων στρατιωτῶν καὶ ἀπολλύντων αὐτούς, ὡς εὑρεθῆναι μετὰ ταῦτα ἐν τοῖς αἰγιαλοῖς νεκροὺς ἐριμμένους ἀμφὶ τὰς πεντεκαίδεκα χιλιάδας. ὁ μὲν οὖν βασιλεὺς μετὰ τὴν τῶν Σκυθῶν ἧτταν ἐφ' ὅλας δύο προσμείνας ἡμέρας, κατὰ τὴν τρίτην ὑπέστρεψεν εἰς τὴν βασιλίδα, δύο τάγματα καταλιπὼν καὶ τὰς λεγομένας ἑταιρείας, ὑφ' ἡγεμόνι ταττό- μενα Νικολάῳ τῷ παρακοιμωμένῳ καὶ Βασιλείῳ μαγίστρῳ τῷ Θεοδωρο- κάνῳ, ἐφ' ᾧ τοὺς αἰγιαλοὺς ἐπισκοπεῖν καὶ παρατρέχειν καὶ φυλάττεσθαι, μή τις ἀπόβασις γένηται τῶν βαρβάρων, τὸν δὲ πάντα στόλον κατὰ τὸν Φάρον προσμένειν κελεύσας. καὶ ὁ μὲν βασιλεὺς ταῦτα διαπραξά- μενος εἰσῆλθεν εἰς τὸ Βυζάντιον, οἱ περὶ τὸν παρακοιμώμενον δὲ καὶ τὸν Θεοδωροκάνον τοὺς αἰγιαλοὺς περιϊόντες, ἔνθα μετὰ τὴν τροπὴν ἐξεβράσθη τὰ σώματα τῶν βαρβάρων, πολλῆς λείας καὶ σκύλων ἐγένοντο κύριοι. καὶ τριήρεις δὲ τέτταρες ἐπὶ εἴκοσι τοῦ λοιποῦ διαιρεθεῖσαι στόλου εἵποντο φεύγουσι τοῖς βαρβάροις. ἔν τινι δὲ κόλπῳ ναυλοχούντων αὐτῶν παρῆλθον αὗται διώκουσαι. καὶ γνόντες οἱ Σκύθαι τὴν ὀλιγότητα καὶ ἀκριβῶς καταλαβόντες, ὡς οὐ πλείους τῶν φαινομένων εἰσίν, ὑπερκερώ- σεις ποιησάμενοι ἀπὸ τοῦ ἔνθεν κἀκεῖθεν ἀκρωτηρίου καὶ συντόνῳ τῇ εἰρεσίᾳ χρώμενοι ἔσπευδον ἐγκολπώσασθαι τοὺς ἐναντίους. οἱ δὲ Ῥωμαῖοι ἐκ τῆς προτέρας κωπηλασίας καὶ τοῦ διωγμοῦ κατάκοποι ὄντες καὶ πρὸς τὸ πλῆθος τῶν βαρβαρικῶν σκαφῶν ἀποδειλιάσαντες, ἔκλιναν πρὸς φυγήν· ἐπεὶ δὲ ἔφθασαν τὰ τῶν βαρβάρων σκάφη στεφανώ- σαντα τὸ στόμα κατασχεῖν τοῦ κόλπου καὶ ἄπορος ἦν ἡ πρὸς τὸ πέλα- γος ἔξοδος, Κωνσταντῖνος μὲν πατρίκιος ὁ Καβαλλούριος, στρατηγὸς ὢν τῶν Κιβυρραιωτῶν, γενναίως ἔστη πρὸς πόλεμον μετὰ τῆς ἑαυτοῦ τριήρους καὶ λοιπῶν δέκα, καὶ εὐρώστως μαχόμενος κατεκόπη, ἐλήφθησαν δὲ καὶ τέτταρες τριήρεις αὔτανδροι σὺν τῇ ναυαρχίδι, καὶ πάντες οἱ ἐν αὐταῖς ἀπεσφάγησαν, τὰ δὲ λοιπὰ Ῥωμαϊκὰ πλοῖα ἐν βράχεσι καὶ ἀκταῖς καὶ σκοπέλοις ἀπερρίφησαν. ὧν συντριβέντων οἱ μὲν τῶν ἐν αὐταῖς ὑποβρύχιοι γεγόνασι τῇ θαλάσσῃ, ἄλλοι δὲ ἑάλωσαν ὑπὸ τῶν βαρβάρων καὶ μαχαίρᾳ παρεδόθησαν καὶ δουλείᾳ, οἱ δὲ διασωθέντες πεζοὶ καὶ γυμνοὶ εἰς τὸ οἰκεῖον στρατόπεδον ἀνεσώθησαν. οἱ δὲ Σκύθαι, ὡς οὐκ εἰς ἔργον ἐχώρει αὐτοῖς τὰ τῶν ἐλπίδων, τῆς ἐπ' οἴκου πορείας ἐμνήσθησαν. ὑποστρέφουσι δὲ τούτοις διά τε γῆς καὶ θαλάσσης (οὐδὲ γὰρ ἐξήρκουν τοῖς πᾶσι τὰ σκάφη, τὰ μὲν ὑπὸ τῆς προηγησαμένης ναυμαχίας καταποντισθέντα τε καὶ ληφθέντα, τὰ δὲ ὑπὸ κλύδωνος καὶ τρικυμίας θλασθέντα, καὶ διὰ τοῦτο οἱ πλείους πεζῇ τὴν ὁδοιπορίαν ἐποιοῦντο) συναντήσας Κατακαλὼν βέστης ὁ Κεκαυμένος, ἄρχων ὢν τῶν παρὰ τὸν Ἴστρον πόλεων καὶ χωρίων, κατὰ τὸν αἰγιαλὸν τῆς λεγο- μένης Βάρνας καὶ συμβαλὼν ἐτρέψατο, καὶ ἀπέκτεινε μὲν πολλούς, ὀκτακοσίους δὲ ζωγρίας λαβὼν πεπεδημένους ἐκπέμπει τῷ βασιλεῖ. οὗτος γὰρ ὁ ἀνὴρ καὶ ὅτε πρῶτον τῶν οἰκείων ἠθῶν ἀπαναστάντες οἱ Σκύθαι πρὸς τὴν βασιλίδα ἠπείγοντο καὶ ἐς τὴν λαχοῦσαν αὐτὸν ἀρχὴν ἀποβάντες προνομὰς ἐποιοῦντο, τὸν ἀμφ' αὑτὸν ἀθροίσας λαὸν προσέρ- ραξε τούτοις, καὶ γενναίως ἀγωνισάμενος ἐτρέψατό τε κατὰ κράτος καὶ εἰς τὰ οἰκεῖα σκάφη φυγεῖν ἠνάγκασε. καὶ πάλιν δὲ τὰ ἀγχίαλα τῆς ὑπ' αὐτὸν ἀρχῆς φυλάττων χωρία καὶ προσμένων τὸ τέλος, ὑποστρέφοντας δεξάμενος καὶ καρτερῶς ὑποστὰς εἰργάσατο τὰ εἰρημένα.

[Const9.7] Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος δωδεκάτης, ἔτους ͵Ϛρνβʹ, ἔπνευσεν ἄνεμος σφοδρός, ὡς διαφθαρῆναι σχεδὸν τοὺς τῶν ἀμπέλων καρπούς. Μιχαὴλ δὲ ὁ πατριάρχης ἅμα τῷ χειροτονηθῆναι τὸν πάπαν Ῥώμης τῶν διπτύχων ἐξέβαλε, τὸ τῶν ἀζύμων ζήτημα ἐπενεγκὼν αὐτῷ τῆς ἐκβολῆς αἴτιον· συνήργει δὲ τούτῳ Πέτρος τε ὁ Ἀντιοχείας πατριάρχης καὶ Λέων ὁ Βουλγαρίας ἀρχιεπίσκοπος καὶ τὸ τῆς ἐκκλησίας ἅπαν ἐλλογιμώτερον. προσκρούων δὲ καὶ πρὸς τὸν τηνικαῦτα τῆς μονῆς τοῦ Στουδίου ἡγούμενον Μιχαήλ, ᾧ Μερμέντουλος τὸ ἐπώνυμον, τοῦ ἐπ' ἐκκλη- σίας ἀναγινωσκομένου συνοδικοῦ τὸν ἐν ἁγίοις Θεόδωρον τὸν Στουδίτην ἐξέβαλε. μὴ ἐνεγκὼν δὲ ὁ Μερμέντουλος τὸ γεγονός, τῷ βασιλεῖ προσελθὼν τοῦτο αὐτῷ διανήγγειλε. διὸ προστάξει βασιλικῇ ἀνεγνώσθη τὸ συνοδικὸν τῇ κυριακῇ τῆς Σαμαρείτιδος. καὶ τὰ μὲν ἄλλα πάντα κατὰ τὸ ἔθος ἀνεγνώσθησαν, τὸ δὲ τοῦ μεγάλου Θεοδώρου ὄνομα ὁ πατριάρχης ἀναστὰς ἐξεφώνησε μεγάλῃ καὶ διατόρῳ φωνῇ. καὶ οὕτω κατευνάσθη ἡ περὶ τούτου τῶν τε μοναχῶν καὶ τοῦ Μερμεντούλου στάσις. κατὰ τοῦτον τὸν χρόνον ἑορτῆς ἀγομένης τῶν ἁγίων τεσσαράκοντα μαρτύρων, ἐν τῇ ἐννάτῃ τοῦ Μαρτίου μηνός, μέλλων ὁ βασιλεὺς εἰς προσκύνησιν ἀπελθεῖν τῶν ἁγίων δημοσίᾳ προόδῳ κατεστασιάσθη παρὰ τοῦ δήμου. ἐξελθόντος γὰρ τούτου πεζῇ μετὰ πολλῆς δορυφορίας ἀπὸ τοῦ παλατίου καὶ εὐφημίας, καὶ τὸν ἐν τῇ Χαλκῇ καταλαβόντος ναὸν τοῦ σωτῆρος, καὶ μέλλοντος ἐκεῖθεν ἐξιππάσασθαι καὶ πρὸς τὸν τῶν μαρτύρων ἀφικέσθαι σηκόν, ἐξαίφνης ἐξηχήθη φωνὴ ἀπὸ μέσου τοῦ πλήθους· ‘ἡμεῖς τὴν Σκλήραιναν βασίλισσαν οὐ θέλομεν, οὐδὲ δι' αὐτὴν αἱ μάνναι ἡμῶν αἱ πορφυρογέννητοι Ζωή τε καὶ Θεοδώρα θανοῦνται.’ καὶ εὐθὺς συνεχύθη τὰ πάντα, καὶ ταραχὴ κατέσχε τὸ πλῆθος, καὶ ἐζήτει τὸν βασιλέα διαχειρίσασθαι. καὶ εἰ μὴ τάχιον αἱ βασιλίδες προκύψασαι ἄνωθεν κατεστόρεσαν τὸ πλῆθος, ἀπωλώλεισαν ἂν οὐκ ὀλίγοι, ἴσως δὲ καὶ αὐτὸς ὁ βασιλεύς. κατευνασθείσης δὲ τῆς ταραχῆς ὑπέστρεψεν εἰς τὰ βασίλεια, τὴν ἐς τοὺς μάρτυρας ἄφιξιν παραιτησάμενος. παλλακευομένης γὰρ τῆς θυγατρὸς τοῦ Σκληροῦ τῷ βασιλεῖ οὐκ ὀλίγος ἦν γογγυσμὸς τοῦ τε δήμου καὶ τῆς συγκλήτου καὶ τῶν ἀδελφῶν καὶ δεσποινῶν. ὃν καὶ ὁ τηνικαῦτα ἐν μοναχοῖς διαπρέπων ὁ οὕτω Στηθάτος λεγόμενος ἐκώλυε μέν, ἤνυε δὲ οὐδέν. πάντῃ γὰρ ἥττητο τῆς ὥρας αὐτῆς ὁ βασιλεύς. ἦν δὲ ὁ Στηθάτος οὗτος ἀρετῆς εἰς ἄκραν ἐπιμελούμενος καὶ νηστείᾳ καὶ σκληραγωγίᾳ καὶ πάσῃ ἄλλῃ ἀρετῇ ἐντήκων τὸ σῶμα ἑαυτοῦ, ὡς καί ποτε τεσσαράκοντα ἡμέρας ἄσιτος διατελέσαι, μηδενὸς τὸ παράπαν ἐν τῷ μέσῳ γευσάμενος.

[Const9.8] Ἰνδικτιῶνος δὲ τρισκαιδεκάτης ὁ κατὰ τοῦ Ἀνίου ἀρχὴν ἐλάμβανε πόλεμος. ἀλλὰ ῥητέον ἄνωθεν, πῶς καὶ διὰ τίνα τρόπον ἡσυχίαν ἄγοντι

[Const9.8.3] τῷ τοῦ Ἀνίου τοπάρχῃ καὶ μηδὲν ἀπαίσιον διαπραττομένῳ Κωνσταν- τῖνος ὁ βασιλεὺς πολεμεῖν ἐπεχείρησεν. ὅτε Γεώργιος ὁ τῶν Ἰβήρων ἀρχηγὸς ὅπλα κατὰ Ῥωμαίων ἐκίνησε, συμμαχῶν ἦν αὐτῷ καὶ Ἰωβανε- σίκης ὁ τῆς τοῦ Ἀνίου κυριεύων χώρας. ἐπεί δ', ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, Βασίλειος ὁ βασιλεὺς ἀνελθὼν ἐν Ἰβηρίᾳ παρατάξεσιν ἠγωνίσατο κατὰ τοῦ Γεωργίου καὶ τοῦτον ἐτρέψατο καὶ συνέτριψε, φοβηθεὶς ὁ Ἰωβανεσίκης, μή πως ὁ βασιλεὺς μηνιῶν διὰ τὴν συμμαχίαν ἀνήκεστόν τι εἰς αὐτὸν διαπράξηται, τὰς κλεῖς τῆς πόλεως εἰληφὼς αὐτομολεῖ πρὸς τὸν βασιλέα, καὶ ἑαυτόν τε ἐγχειρίζει ἐθελοντὴς καὶ τὰς κλεῖς παραδίδω- σιν. ὁ δὲ τῆς συνέσεως τοῦτον ἀποδεξάμενος μάγιστρόν τε τιμᾷ καὶ ἄρχοντα διὰ βίου Ἀνίου καὶ τῆς λεγομένης μεγάλης Ἀρμενίας προβάλ- λεται, ἔγγραφον ἀπαιτήσας ἀπ' αὐτοῦ γραμματεῖον, ὡς μετὰ τὴν αὐτοῦ τελευτὴν ἐπανήξει πᾶσα ἡ τοιαύτη ἀρχὴ ἐς τὰ δίκαια αὐτοῦ καὶ μέρος ἔσεται τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἐγένετο ταῦτα. καὶ θνῄσκει μὲν ὁ βασι- λεύς, θνῄσκει δὲ μετὰ χρόνους ἱκανοὺς καὶ ὁ Ἰωβανεσίκης· καὶ θανόντος αὐτοῦ Κακίκιος ὁ τούτου υἱὸς διαδεξάμενος τὴν ἀρχὴν εἰρήνην μὲν διετήρει πρὸς Ῥωμαίους καὶ ὁμαιχμίαν, κατεῖχε μέντοι τὴν πατρῷαν ἀρχήν, καὶ ἀποδοῦναι Ῥωμαίοις οὐκ ἤθελεν, ὡς τὸ πατρικὸν ἐβούλετο γραμματεῖον. εὑρὼν οὖν ἐν τοῖς ἀνακτόροις τὸ γραμματεῖον ὁ Μονομάχος ἀπῄτει καὶ τὸ Ἀνίον καὶ τὴν πᾶσαν μεγάλην Ἀρμενίαν ὡς Βασιλείου τοῦ βασιλέως διάδοχος. τοῦ δὲ δοῦλον μὲν ἑαυτὸν ἀνομολογοῦντος Ῥωμαίων, ἀποστῆναι δὲ τῆς πατρῴας ἀρχῆς μὴ ἐθέλοντος, πολεμητέον ἐδόκει τῷ βασιλεῖ. καὶ δὴ στρατὸν ἀγείρας καὶ Μιχαὴλ βέστῃ τῷ Ἰασσίτῃ ἐγχειρίσας, ἄρχοντι φθάσαντι προβληθῆναι τῆς Ἰβηρίας, πολεμεῖν ἐπεσκόπει τῷ Κακικίῳ. ὁ δὲ ἀπελθών, καθ' ὅσον οἷόν τ' ἦν, ἔσπευδεν ἐκπληροῦν τὰ προστεταγμένα. ὅπερ γνοὺς ὁ Κακίκιος, καὶ ὅτι ἀντὶ φίλου καὶ συμμάχου πολέμιος κέκριται, καὶ αὐτὸς τὰς αὐτοῦ δυνάμεις ἀγηοχὼς κατὰ τὸ ἐγχωροῦν τοὺς ἐπιόντας ἠμύνετο. κακῶς δὲ φερομένων τῶν πραγμάτων τῷ Ἰασσίτῃ, πέμπεται καὶ Νικόλαος πρόεδρος καὶ δομέστι- κος τῶν σχολῶν, ὁ τοῦ βασιλέως Κωνσταντίνου παρακοιμώμενος, μετὰ βαρείας χειρός, ὥστε τῷ πλήθει καὶ τῇ δυνάμει καταγωνίσασθαι τὸν Κακίκιον. στέλλονται δὲ γράμματα βασιλέως πρὸς Ἀπλησφάρην τὸν ἄρχοντα τοῦ Τιβίου καὶ τῆς περὶ τὸν Ἀράξην ποταμὸν Περσαρμενίας, παρακαλοῦντα τοῦτον κατὰ τὸ δυνατὸν δῃοῦν τὴν μεγάλην Ἀρμενίαν καὶ τὴν ὑποκειμένην χώραν τῷ Κακικίῳ. ἀπελθὼν οὖν ὁ Νικόλαος ἐκεῖνος μὲν ἔργου εἴχετο, τὰ δὲ γράμματα πέμπει πρὸς τὸν Ἀπλησφάρην, γράψας καὶ αὐτὸς καὶ παροτρύνας καὶ δώροις καὶ ὑποσχέσεσιν ἐρεθίσας ἐνεργοὺς θέσθαι τὰς βουλήσεις τοῦ βασιλέως. ὁ δὲ τὰ γράμματα δεξά- μενος ἀμείβεται ἐπιτελῆ ποιῆσαι τὰ κεκελευσμένα, εἰ γράμμα πεμφθείη τούτῳ βασιλικὸν ἀσφάλειαν παρέχον αὐτῷ πάντα ἔχειν ἐν βεβαίῳ δεσποτικῶς τὰ φρούρια καὶ χωρία, ὅσαπερ ἰσχύσειε νόμῳ πολέμου κτήσασθαι ἀπὸ τῶν διαφερόντων τῷ Κακικίῳ. ἐδέξατο τὸν λόγον ὁ βασιλεύς, καὶ χρυσοβούλλοις γραφαῖς ἐπιβεβαιοῖ, ὅσα ὁ Ἀπλησφάρης ᾐτήσατο. καὶ δεξάμενος οὗτος τὰ γράμματα ἔργου ἥπτετο, καὶ πολλὰ τῶν τοῦ Κακικίου ἐκπολιορκήσας κατέσχεν ὀχυρώματα καὶ χωρία. ὁ δὲ Κακίκιος ὑπό τε τῆς Ῥωμαϊκῆς δυνάμεως πολεμούμενος ὑπό τε τοῦ ἄρχοντος τοῦ Τιβίου λεηλατούμενος, καὶ τοῖς πᾶσιν ἀπεγνωκώς, σπένδε- ται πρὸς τὸν παρακοιμώμενον καὶ προσχωρεῖ τῷ βασιλεῖ δι' αὐτοῦ, παραδοὺς τὴν πόλιν. καὶ ὁ μὲν ἐς τὸν βασιλέα ἐλθὼν καὶ μάγιστρος τιμηθείς, καὶ χωρία πολυπρόσοδα κατά τε Καππαδοκίαν καὶ τὸν Χαρσια- νὸν καὶ τὸν Λικανδὸν εἰληφώς, εἰρηνικὸν καὶ ἀτάραχον τὸ ἀπὸ τοῦδε ἔζη βίον. ὁ δὲ Μονομάχος τὰ ἐκπολιορκηθέντα φρούρια παρὰ τοῦ Τιβιώτου καὶ χωρία ὡς μέρη τοῦ Ἀνίου ἐπιζητῶν, ἐπεὶ ἐκεῖνος ἑκών γε εἶναι οὐ μεθίετο τούτων, ἀλλ' ἀντείχετο τῆς χρυσοβούλλου γραφῆς, ἀναιρεῖται πόλεμον πρὸς αὐτόν, καὶ πάλιν προστάττει τῷ παρακοιμω- μένῳ μετά τε τῆς Ῥωμαϊκῆς χειρὸς τοῦ τε Ἰβηρικοῦ στρατοῦ καὶ τῆς ἐν τῇ μεγάλῃ Ἀρμενίᾳ δυνάμεως, ἧς κατῆρχεν ὁ Ἀνιώτης, τῷ Ἀπλησφάρῃ πολεμεῖν. πάσας οὖν οὗτος ἠθροικὼς τὰς δυνάμεις, καὶ ἄρχοντα αὐταῖς ἐπιστήσας Μιχαὴλ βεστάρχην τὸν Ἰασσίτην καὶ τὸν ἑαυτοῦ δοῦλον Κωνσταντῖνον μάγιστρον τὸν Ἀλανόν, κατὰ τοῦ Τιβίου ἐκπέμπει. ὁ δὲ Ἀπλησφάρης στρατηγικώτατος ἄνθρωπος ὤν, εἴπερ τις ἄλλος, καὶ ἔργα πολεμικὰ καὶ βουλὰς ἐχθρῶν διασκεδάσαι δυνάμενος, πρὸς μὲν τὴν Ῥωμαϊκὴν δύναμιν εἰδὼς ἑαυτὸν μὴ ἀξιόχρεων οὐκ ἀντιπαρετάξατο, εἴσω δὲ τειχῶν συγκλείσας ἑαυτὸν καὶ τὸν παραρρέοντα μετοχετεύσας ποταμόν, καὶ πᾶσαν ἐπικλύσας τὴν πεδιάδα καὶ ἀποτελματώσας πηλώδη τε οὖσαν καὶ τεναγώδη, προσέμενε τὴν ἐπέλευσιν τῶν ἐναντίων, παρασπείρας ἐν τοῖς κύκλωθεν τῆς πόλεως οὖσιν ἀμπελῶσι τοξότας πεζούς, καὶ κρύπτεσθαι καὶ προσμένειν κελεύσας, ἄχρις ἂν αὐτὸς τῇ σάλπιγγι ἐπισημήνηται τὸ ἐνυάλιον. οἱ δὲ τῶν Ῥωμαίων ἄρχοντες τόν τε εἰς τὴν πόλιν συγκλεισμὸν καὶ τὴν τῆς πεδιάδος ἐπίκλυσιν δειλίας ἔργον καὶ ἀπογνώσεως κρίναντες, ἄτακτοι καὶ σποράδην ἄλλοι μὲν τοὺς ἵππους ἀποβάντες, ἄλλοι δὲ καὶ ἔφιπποι, ὥς πῃ ἕκαστος ἐβούλετο, πρὸς τὴν πόλιν ἔτρεχον, ὡς αὐτοβοεὶ ταύτην αἱρήσοντες. ἐπεὶ δὲ ἔνδον ἐγένοντο τῶν ἐν μέσῳ τῶν ἀμπελώνων ὁδῶν καὶ ἄχρι τῆς πόλεως ἔφθασαν, τότε δὴ τῇ σάλπιγγι σημήνας ὁ Ἀπλησφάρης ἔργου ἐκέλευσεν ἔχεσθαι, καὶ ἐξαναστάντες ἀπὸ τῶν λόχων οἱ πεζοὶ οἱ μὲν τόξοις, οἱ δὲ λίθοις ἔβαλλον, ἄλλοι δὲ ἐτίτρωσκον ἀπὸ τῶν θριγγῶν, τῶν Ῥωμαίων κωλυομένων ὑπὸ τούτων τοὺς πολεμίους ἀμύνασθαι. γίνεται οὖν τροπὴ μεγάλη, καὶ σφάζεται Ῥωμαίων ἄπειρον πλῆθος, φυγεῖν μὴ δυναμένων τῶν ἵππων, ἀλλ' ἐμπιπτόντων εἰς τὸν πηλὸν καὶ τὰ τέλματα. μόλις οὖν διασωθεὶς ὁ Ἰασσίτης σὺν τῷ Κωνσταντίνῳ ἐν τῷ Ἀνίῳ αὐτάγγελοι τῆς συμφορᾶς τῷ Νικολάῳ γεγόνασιν. ἀγγελθέντος δὲ τοῦ συμβάντος ἀτυχήματος τῷ βασιλεῖ, ὁ μὲν Νικόλαος καὶ ὁ Ἰασσίτης ἀφαιροῦνται τὰς ἀρχάς, προχειρί- ζονται δὲ ἀντὶ μὲν τοῦ Ἰασσίτου δοὺξ Ἰβηρίας ὁ Κεκαυμένος, ἀντὶ δὲ τοῦ Νικολάου στρατηγὸς αὐτοκράτωρ Κωνσταντῖνος ὁ τῆς μεγάλης ἑταιρείας ἄρχων, εὐνοῦχος ἄνθρωπος, ἐκ Σαρακηνῶν ἕλκων τὸ γένος καὶ τῷ βασιλεῖ ὑπηρετήσας πρὸ τῆς βασιλείας καὶ πίστιν τηρῶν ἐς αὐτόν· οἳ δὴ καὶ κατὰ χώραν γενόμενοι καὶ τὰς δυνάμεις συνηθροικότες ἔργου εἴχοντο. καὶ τῇ μὲν πόλει τοῦ Τιβίου, ἥτις ἦν τοῦ παντὸς ἔθνους μητρό- πολις, προσβαλεῖν οὐκ ἠθέλησαν, ἀπεπειρῶντο δὲ τῶν λοιπῶν φρουρίων, τῶν ὅσα τῷ Ἀνίῳ ὑπέκειντο. καὶ αἱροῦσι μὲν τὴν Ἁγίαν Μαρίαν καὶ τὸ λεγόμενον Ἀμπίερ καὶ τὸν Ἅγιον Γρηγόριον, λίαν ἐρυμνὰ καὶ ἀπόκρημνα ὀχυρώματα, τοῦ Ἀπλησφάρη πολλάκις ἐπιχειρήσαντος βοηθῆσαι αὐτοῖς πολιορκουμένοις, καὶ τοσαυτάκις ἡττηθέντος. ἔρχονται δὲ καὶ ἐπὶ τὸ φρούριον τὸ καλούμενον Χελιδόνιον, ἐπὶ βουνοῦ τε ἀποκρήμνου ἱδρυμένον καὶ οὐ πόρρω κείμενον τοῦ Τιβίου· καὶ κυκλωσάμενοι τοῦτο τάφροις καὶ χάραξι διὰ προσεδρείας ἠπείγοντο παραστήσεσθαι. καὶ γὰρ δὴ καὶ ἐσπάνιζον τῶν ἀναγκαίων οἱ εἴσω τείχους, μὴ φθάσαντες εἰσκομίσασθαι τὰ ἐπιτήδεια διὰ τὸ τῆς προσβολῆς ὀξύρροπον. καὶ παρεστήσαντο ἂν καὶ τοῦτο, εἰ μὴ αἰφνιδίως ἡ τοῦ πατρικίου Λέοντος

[Const9.8.103] τοῦ Τορνικίου ἐξ ἑσπέρας ἀνήφθη ἀποστασία. οὗτος γὰρ στρατηγῶν ἐν Ἰβηρίᾳ καὶ διαβληθεὶς ὡς τυραννιῶν τῆς ἀρχῆς παραστέλλεται καὶ μοναχὸς ἀποκείρεται, καὶ εἰς τὴν πόλιν ἀχθεὶς οἴκοι μένειν ἐν Ἀδριανου- πόλει προστάττεται. μὴ ἐνεγκὼν δὲ εὐφόρως τὰ εἰς αὐτὸν γεγονότα ἀνιαρά, λάθρᾳ καὶ κατὰ μικρὸν τοὺς ἐν Ἀδριανουπόλει πρότερον ὑποποιεῖ- ται στρατηγούς, ὁπόσοι ἔτυχον ὄντες παρεωραμένοι καὶ ἄπρακτοι· διὰ δὲ τούτων καὶ τῶν αὐτοῦ συγγενῶν ὑποφθείρας καὶ τοὺς ὅσοι τῶν Μακεδονικῶν ἦρχον ταγμάτων καὶ Θρᾳκικῶν, καὶ τοὺς ὅσοι ἐσχόλαζον στρατιώτας, καὶ τοὺς ὅσοι ταῖς λεηλασίαις καὶ διαρπαγαῖς ἔχαιρον, καὶ χεῖρα ἱκανὴν συστησάμενος ἀναγορεύεται βασιλεύς, καὶ ἅπαντα τὸν ὑπ' αὐτὸν ἀγείρας λαὸν ὀξὺς ἐπιφαίνεται τῇ βασιλίδι, τοῦ βασιλέως μήτε λαὸν ἱκανὸν ἔχοντος πρὸς ἀντιπαράταξιν, μήτε πιστεύοντος τοῖς πολίταις ὡς εὔνοιαν καὶ πίστιν φυλάξουσιν εἰς αὐτόν. καὶ διὰ τοῦτο ἄγγελος εἰς τὸν Κωνσταντῖνον ἐν Ἰβηρίᾳ πέμπεται δημοσίοις ἔποχος ἵπποις μετὰ γραμμάτων βασιλικῶν κελευόντων τῶν ἐν χερσὶν ἀμελή- σαντα ἔργων ἀφικέσθαι ὡς τάχος μετὰ τῶν δυνάμεων ἐς τὴν βασιλίδα. δεξάμενος δ' οὗτος τὰ γράμματα, καίτοι ἐν χεροῖν ἔχων τὸ φρούριον, λύει μὲν τὴν πολιορκίαν, σπένδεται δὲ τῷ Ἀπλησφάρῃ, ἀσφαλισάμενος αὐτὸν ἀραῖς καὶ ὅρκοις, ὡς εὔνοιαν διαφυλάξει τῷ βασιλεῖ καὶ οὐδέποτε μελετήσει φαῦλον κατὰ Ῥωμαίων. οὕτω δὲ πράξας καὶ τὰς δυνάμεις ἀναλαβὼν σπουδαίως ἠπείγετο πρὸς τὴν βασιλίδα. καὶ τὸ μὲν Χελιδό- νιον τοῦτον τὸν τρόπον διαδιδράσκει τὴν ἅλωσιν. ὁ δὲ Κωνσταντῖνος μετὰ τῶν ἑῴων ταγμάτων καὶ παντὸς τοῦ στρατοῦ κατελθών, αὐτὸς μὲν εἴσεισιν εἰς τὴν βασιλίδα, τὸ δὲ πλῆθος ἅπαν περαιοῦται προστάξει τοῦ βασιλέως εἰς Θρᾴκην, τὸ μὲν κατὰ τὴν ἀντίπορθμον τῇ βασιλίδι Χρυσόπολιν, τὸ δὲ κατὰ τὴν τοῦ Ἑλλησπόντου Ἄβυδον. ἀλλὰ τοῦτο μὲν ὕστερον· πρὶν ἢ δὲ τὰς δυνάμεις ἐλθεῖν, ὁ Τορνίκιος κατὰ τὸν Σεπτέμ- βριον μῆνα, τῆς πρώτης ἰνδικτιῶνος, βασιλεύς, ὡς ἐλέχθη, ἀναρρηθεὶς θᾶττον ἢ λόγος τὴν βασιλίδα καταλαμβάνει, ἐλπίζων αὐτοβοεὶ ταύτην αἱρήσειν διὰ τὸ μὴ εὐπορεῖν τὸν βασιλέα δυνάμεων. καὶ χάρακα πηξά- μενος καταντικρὺ τῶν Βλαχερνῶν, ἔγγιστα τῆς μονῆς τῶν ἁγίων Ἀναρ- γύρων, πρότερον μὲν λόγοις καὶ ὑποσχέσεσιν ἀπεπειρᾶτο τῶν πολιτῶν, μηδενὸς δὲ προσέχοντος αὐτῷ ἤδη καὶ ἔργου ἥπτετο. καὶ αὐτὸς δὲ ὁ βασιλεὺς διά τε τῶν πολιτῶν καὶ τῶν παρευρεθέντων κατὰ τύχην στρατιωτῶν ἀντεπαρετάττετο, τοὺς πολίτας μὲν καὶ τὸν δῆμον τάξας ἐπὶ τοῦ τείχους· τοὺς δὲ παρατυχόντας στρατιώτας καὶ ἄλλους τινάς, ὅσους οἱ τῆς συγκλήτου ἄρχοντες κελεύσει τούτου καθώπλισαν, μὴ πλέον τῶν χιλίων ὄντας, ἐξαγαγὼν τοῦ τείχους διὰ τῶν ἐν Βλαχέρναις πυλῶν ἀντιμετώπους ἔστησε τῷ τυράννῳ, τάφρον τινὰ προστησάμενος εἰς κώλυμα τῶν ἐπιόντων, δέον εἴσω πυλῶν ἐπέχειν καὶ ἀπὸ τῶν τειχῶν τοὺς ἐπιόντας ἀμύνεσθαι, πολλὰ τοῦ μαγίστρου Ἀργυροῦ τοῦ Ἰταλοῦ ποτνιωμένου καὶ παρακαλοῦντος εἴσω μένειν καὶ μὴ ἐξάλλεσθαι, μηδὲ θέλειν λαῷ συμπλέκεσθαι μαινομένῳ καὶ ὀργῶντι καὶ στρατιωτικαῖς μελέταις ἐνηθλημένῳ μετὰ στρατιωτῶν ὀλιγοστῶν καὶ νεαλοῦς καὶ ἀπειροπολέμου λαοῦ. ἀλλὰ ταῦτα λέγων οὐκ ἔπειθεν· ἀντέκειτο γὰρ Κωνσταντῖνος ὁ τὴν ἐπωνυμίαν Λειχούδης, τὰ πρῶτα τότε παρὰ βασι- λέως φέρων καὶ μέγα παρὰ τούτῳ δυνάμενος καὶ τῆς βουλῆς ταύτης ὑπάρχων πατήρ. ἐξελθόντων δὲ τούτων περὶ δείλην ὀψίαν, ὡς ἔγνω ὁ τύραννος, τὰς ἀμφ' αὐτὸν καθοπλίσας δυνάμεις ἔπεισι μετὰ ῥύμης μεγά- λης, καὶ θᾶττον ἢ λόγος τὴν τάφρον διατεμὼν τρέπεται τοὺς ἔνδον, ὧν οἱ μὲν ἁλίσκονται, οἱ δὲ φεύγοντες εἰς τὴν τῆς πόλεως τάφρον κατέπιπτον καὶ οἰκτρῶς ἀπώλλυντο. ἔφευγον δὲ καὶ ἀπὸ τοῦ τείχους κρημνιζόμενοι οἱ πολῖται, παραπλησίως καὶ οἱ πυλωροὶ τῶν ἐν Βλαχέρναις τειχῶν τὰς πύλας ἀναπετάσαντες. καὶ εἰ μὴ τύχη τις ἔσφηλε τῷ Τορνικίῳ τὰ πράγ- ματα, εἰσῆλθεν ἂν ἀμογητὶ καὶ κύριος τῶν ἁπάντων ἐγένετο. ἄρτι δὲ διώξας ἄχρι τῆς παρὰ τῷ τείχει τάφρου ἐπέσχε τὸν διωγμόν, καὶ πάλιν ἀναθαρρήσαντες οἱ περὶ τὸν βασιλέα τάς τε πύλας κατέσχον καὶ τῆς φυλακῆς ἐπεμελήθησαν τῶν τειχῶν. τότε δὲ καὶ ὁ βασιλεὺς μικροῦ ἂν ἀπωλώλει διὰ τόξου βληθείς, εἰ μὴ θεὸς προφανῶς διεσώσατο, τοῦ οἰστοῦ ἐνεχθέντος εἴς τινος θεράποντος κάλυμμα κεφαλῆς στροβιλοειδές, ὅπερ καὶ τὸν ἔχοντα καὶ τὸν βασιλέα διεσώσατο. τοῦτον δὲ τὸν τρόπον ἐγγὺς τοῦ ἁλῶναι ἡ πόλις ἐλθοῦσα διεσώθη. ὁ δὲ ἀποστάτης ἐπί τινας ἡμέρας προσμείνας τῇ στρατοπεδείᾳ, ἐπειδὴ οἱ περὶ αὐτὸν κατὰ μικρὸν ὑπορρυέν- τες ηὐτομόλουν τῷ βασιλεῖ, πτοηθείς, μή πως οἱ πάντες καταλιπόντες αὐτὸν οἰχήσονται, ἢ καὶ κατασχόντες παραδῶσι τῷ βασιλεῖ, ἀναστὰς ἐκεῖθεν ὑπέστρεψεν ἐν Ἀρκαδιουπόλει. καὶ αὐτὸς μὲν σὺν Ἰωάννῃ τῷ Βατάτζῃ παρεμβολὴν πηξάμενος ἐκεῖσε προσέμενε, Θεόδωρον δὲ τὸν τὴν ἐπωνυμίαν Στραβομύτην καὶ τὸν λεγόμενον Πολὺν καὶ Μαριανὸν τὸν Βρανᾶν, ταγμάτων ἄρχοντας δυτικῶν, καθ' αἵματος κοινωνίαν αὐτῷ ἐγγίζοντας, εἰς πολιορκίαν ἐκπέμπει τῆς πόλεως Ῥαιδεστοῦ. ἔτυχον γὰρ αἱ μὲν ἄλλαι Μακεδονικαὶ καὶ Θρᾳκικαὶ πόλεις προσχωρήσασαι τούτῳ, αὕτη δὲ μόνη εὔνοιαν ἐτήρει τῷ βασιλεῖ σπουδῇ τοῦ ταύτης ἀρχιερέως καί τινος ἐγχωρίου δυνάστου τοῦ λεγομένου Βατάτζη, συγγενοῦς ὄντος τοῦ Τορνικίου. ὡς δ' ἀπελθόντες ἐκεῖνοι καὶ χρονοτριβοῦντες οὐδὲν ἤνυον, ἄρας καὶ αὐτὸς ἄπεισιν ἐκεῖσε μετὰ παντὸς τοῦ στρατοῦ, καὶ πᾶσαν προσβολὴν καὶ μηχανὴν ἐπαγαγὼν τῇ πόλει καὶ πάντοθεν ἀποκρουσθεὶς εὐψύχως τῶν ἔνδον ἀποκρουομένων τὰς μηχανὰς ὑπέστρεψε πάλιν ἐν Ἀρκαδιουπόλει, λύσας τὴν πολιορκίαν. ἄρτι δὲ καὶ τῶν ἑῴων στρατευμάτων διαπεραιωθέντων ἔκ τε Χρυσοπόλεως καὶ Ἀβύδου πρὸς Θρᾴκην, στρατηγὸν ἐπιστήσας αὐτοῖς ὁ βασιλεὺς Μιχαὴλ μάγιστρον τὸν Ἰασσίτην πέμπει κατὰ τοῦ ἀποστάτου. ἀθροίσας δ' οὗτος ὑφ' ἓν τὰς δυνάμεις καὶ παραστρατοπεδεύσας τοῖς ἀποστάταις μάχης μὲν οὐκ ἦρχεν, ἐκήδετο δὲ μᾶλλον τῶν ἀνηκόντων χωρίων τοῖς ἀποστάταις, καὶ τοῖς ἁλισκομένοις φιλανθρώπως ἐφέρετο, καὶ γράμματα λαθραίως ἔπεμπε πρὸς αὐτοὺς ἀμνηστίαν ἐπαγγελλόμενος κακῶν καὶ ἀγαθῶν δαψίλειαν. ἐπεὶ δὲ καὶ ὁ χειμὼν ἐπέστη καὶ τῶν ἀναγκαίων ἐσπάνιζον αὐτοί τε οἱ ἀποστάται καὶ τὰ ὑποζύγια καὶ οἱ ἵπποι, μὴ δυνάμενοι πρός τε τὸ ψῦχος καὶ τὸν λιμὸν καὶ τοὺς ἐναντίους ἀντικαθίστασθαι, κατὰ μικρὸν προσερρυΐσκοντο τῷ μαγίστρῳ. καὶ μέχρι μὲν τῶν ἀφανῶν ἦν αὐτομολία καὶ οὐκ ἐπισήμων, ἐκαρτέρει καὶ ταῖς ἐλπίσιν ἐτρέφετο. ἐπεὶ δὲ Μαριανὸς ὁ Βρανᾶς καὶ ὁ Πολὺς καὶ Θεόδωρος ὁ Στραβομύτης οἱ ἐκ τοῦ γένους τοῦ Γλαβᾶ καί τινες ἄλλοι τῶν ἐπισήμων ἀθρόοι καταλιπόντες αὐτὸν προσερρύησαν τῷ Ἰασσίτῃ, φυγὼν μετὰ Ἰωάννου τοῦ Βατάτζη, ὃς δὴ μετ' αὐτὸν ἐν τῷ στρατοπέδῳ τῶν ἀποστατῶν ἐτάττετο, ἐπείπερ ἄφυκτα ἦν, ἔν τινι κατέφυγεν ἐκκλησίᾳ, καὶ ἡ ἐπισύστασις τῶν ἀποστα- τῶν ἐσκεδάσθη. καὶ τούτους μὲν ὁ Ἰασσίτης πέμψας κατέσχε καὶ πρὸς τὸν βασιλέα πεπεδημένους εἰσάγει, τοῦ δὲ στρατοῦ ἕκαστος εἰς τὴν ἑαυτοῦ ἐπανῆλθε πατρίδα κελεύσει τοῦ βασιλέως. καὶ ὁ μὲν Τορνίκιος καὶ ὁ Βατάτζης ἀποτυφλοῦνται κατὰ τὴν ἑσπέραν τῆς ἑορτῆς τῆς Χριστοῦ γεννήσεως, δημεύονται δὲ καὶ ὁπόσοι παρέμειναν ἕως τέλους εὔνοοι τῷ τυραννήσαντι, ἀτίμως πρότερον περιαχθέντες διὰ τῆς ἀγορᾶς καὶ ἐξορίᾳ

[Const9.8.204] παραπεμφθέντες. καὶ ἡ μὲν ἀποστασία τοιοῦτον ἔσχε τὸ τέλος, ἄρχεται δὲ λοιπὸν τὰ ἀπὸ τῶν Τούρκων κακά.

[Const9.9] Τίνες δὲ οἱ Τοῦρκοι, καὶ τίνα τρόπον ἤρξαντο πολεμεῖν Ῥωμαίοις, ἄνωθεν ἀναλαβὼν διηγήσομαι. τὸ τῶν Τούρκων ἔθνος γένος μέν ἐστιν Οὐν- νικόν, οἰκεῖ δὲ τὰ προσάρκτια τῶν Καυκασίων ὀρῶν πολυάνθρωπόν τε ὂν καὶ αὐτόνομον καὶ ὑπ' οὐδενὸς ἔθνους ποτὲ δουλωθέν. τῆς δὲ τῶν Περσῶν ἀρχῆς εἰς Σαρακηνοὺς διαλυθείσης, καὶ τῆς τῶν Σαρακηνῶν ἐπικρατείας μὴ μόνον Περσίδος καὶ Μηδίας καὶ Βαβυλῶνος καὶ Ἀσσυρίων κυριευούσης, ἤδη δὲ καὶ Αἰγύπτου καὶ Λιβύης καὶ μέρους οὐκ ὀλίγου τῆς Εὐρώπης, ἐπείπερ ἔτυχον ἐν διαφόροις καιροῖς ἀλλήλων καταστασιάσαντες καὶ ἡ μία καὶ μεγίστη αὕτη ἀρχὴ εἰς πολλὰ διῃρέθη μέρη, καὶ ἄλλον μὲν ἀρχηγὸν εἶχεν ἡ Ἱσπανία, ἄλλον δὲ ἡ Λιβύη, ἄλλον δὲ ἡ Αἴγυπτος, ἄλλον δὲ ἡ Βαβυλών, ἕτερον δὲ ἡ Περσίς, καὶ πρὸς ἀλλήλους μὲν οὐχ ὡμονόουν, μᾶλλον μὲν οὖν καὶ προσεπολέμουν οἱ γειτονοῦντες, ἀρχηγὸς Περσίδος καὶ Χωρασμίων καὶ Ὠρητανῶν καὶ Μηδίας ὑπάρχων Μουχούμετ κατὰ τοὺς χρόνους Βασιλείου τοῦ βασιλέως, ὁ τοῦ Ἰμβραήλ, καὶ πολεμῶν Ἰνδοῖς καὶ Βαβυλωνίοις καὶ κακῶς ἐν τῷ πολέμῳ φερόμενος, ἔγνω δεῖν πρὸς τὸν ἄρχοντα Τουρκίας διαπρεσβεύσασθαι καὶ συμμαχίαν ἐκεῖθεν αἰτήσασθαι. πέμπει οὖν πρέσβεις πρὸς αὐτὸν καὶ δῶρα πολυτελῆ, καὶ πεμφθῆναί οἱ ἐξαιτεῖ συμμάχους τὸν ἀριθμὸν τρισχιλίους. ὁ δὲ δεξά- μενος ἀσμενέστατα τὴν πρεσβείαν καὶ τοῖς πεμφθεῖσι δώροις ἡσθεὶς ἐκπέμπει πρὸς αὐτὸν τοὺς τρισχιλίους, ἀρχηγὸν ἔχοντας Ταγγρολίπηκα Μουκάλετ υἱὸν Μικεήλ, ἅμα καὶ ἐλπίσας, ὡς εἴπερ οὗτοι δυνηθεῖεν ἀποκρού- σασθαι τοὺς ἐπεμβαίνοντας τοῖς Σαρακηνοῖς, ῥᾷστά τε τὴν τοῦ Ἀράξιδος ποταμοῦ γέφυραν τὴν κωλύουσαν Τούρκους ἐς Περσίδα ἰέναι, ἅτε πεπυργωμένην οὖσαν ἔνθεν κἀκεῖθεν καὶ φρουροῖς πάντοτε φυλαττο- μένην βατὴν θήσουσι περιελόντες τὰς φρουράς, καὶ ὑποχείριον αὐτῷ ποιήσουσι τὴν τῶν Περσῶν χώραν. ἀφικομένων τοίνυν τῶν μισθοφόρων, αὐτούς τε ἀναλαβόμενος ὁ Μουχούμετ καὶ τὰς ἑαυτοῦ δυνάμεις προσβάλ- λει τῷ τῶν Ἀράβων ἄρχοντι Πισσασιρίῳ, καὶ ῥᾷον αὐτὸν τρέπεται, μὴ ὑποστάντων τὰς τῶν τόξων βολὰς τῶν Ἀράβων. ὑποστρέψας δὲ εἰς τὴν ἑαυτοῦ ἠπείγετο καὶ πρὸς τοὺς πολεμοῦντας Ἰνδοὺς διαγωνίσασθαι μετ' αὐτῶν. ἐκείνων δὲ ἐξαιτουμένων εἰς τὴν ἑαυτῶν ὑποστρέψαι συγ- χωρηθῆναι, ἀνεθείσης αὐτοῖς τῆς ἐν τῇ γεφύρᾳ φυλακῆς τοῦ Ἀράξιδος, ἐπείπερ ἐκεῖνος ἐνέκειτο καὶ βίαν ἐπενεγκεῖν ἐβουλεύετο, δείσαντες οὗτοι, μὴ καὶ πάθωσί τι δεινόν, ἀποστατοῦσι. καὶ τὴν Καρβωνῖτιν ὑποδύντες ἔρημον διὰ τὸ μὴ θαρρεῖν ὀλίγους πρὸς τοσαύτας ἀντιπαρατάξασθαι μυριάδας, ἐκεῖθεν ἐκδρομὰς ποιούμενοι ἐδῄουν καὶ ἔφερον τὰ Σαρακηνῶν. δυσανασχετήσας οὖν ὁ Μουχούμετ ἐπὶ τοῖς γενομένοις, στρατὸν ἀθροίσας ἀμφὶ τὰς εἴκοσι χιλιάδας ἐκπέμπει κατὰ τῶν Τούρκων, ἐπιστήσας αὐτοῖς δέκα στρατηγοὺς ἀπὸ τῶν εὐγενεστάτων καὶ συνετωτάτων καὶ ἐπ' ἀνδρείᾳ μεμαρτυρημένων Σαρακηνῶν. ἄραντες οὖν οὗτοι ἀπήρχοντο πρὸς τὸν πόλεμον. καὶ εἰσελθεῖν εἰς τὴν ἔρημον διὰ τὴν τοῦ ὕδατος καὶ τῶν τροφῶν ἔνδειαν ἀλυσιτελὲς ἐλογίζοντο, ἔγγιστα δὲ τοῦ στόματος τῆς ἐρήμου στρατοπεδεύσαντες διεσκοποῦντο τὸ ποιητέον. ὁ δὲ Ταγγ- ρολίπηξ ἐς τὸ βάθος αὐλιζόμενος τῆς ἐρήμου, ἐπείπερ ἔμαθε τὴν κατ' αὐτοῦ ἐκστρατείαν, κοινολογησάμενος τοῖς μετ' αὐτοῦ καὶ ἐπιθέσθαι νυκ- τὸς τοῖς Σαρακηνοῖς καὶ Πέρσαις συμφέρον εἶναι νομίσας, ταχυπορίᾳ χρη- σάμενος ἐν δυσὶν ἡμέραις ἐπιτίθεται τῇ τρίτῃ νυκτὸς αὐτοῖς ἀμερίμνως σκηνουμένοις καὶ μηδὲν προσδεχομένοις κακόν. καὶ τούτους μὲν θᾶττον τρέπεται λόγου, αὐτὸς δὲ ἁρμάτων καὶ ἵππου καὶ χρημάτων κυριεύσας πολλῶν οὐκέτι λοιπὸν ὡς φυγὰς καὶ λῃστὴς κρυφίους ἐποιεῖτο τὰς ἐπιθέσεις, ἀλλὰ φανερῶς ἀντεποιεῖτο τῶν ὑπαίθρων, προσρυϊσκο- μένων αὐτῷ καὶ τῶν ὅσοι διὰ κακουργίας τότε ἐδεδίεσαν θάνατον, καὶ δούλων καὶ τῶν χαιρόντων ταῖς ἁρπαγαῖς ὡς ἐν βραχεῖ τῷ χρόνῳ δύναμιν περὶ αὐτὸν ἀθροισθῆναι μεγίστην, περί που τὰς πεντήκοντα χιλιάδας. καὶ τὰ μὲν κατ' ἐκεῖνον ἐφέρετο τῇδε. ὁ δὲ Μουχούμετ μὴ ἐνεγ- κὼν μετρίως τὴν γενομένην τροπήν, ἀλλὰ βαρυθυμήσας τοὺς μὲν δέκα στρατηγοὺς ἀπετύφλωσε, τοὺς δὲ διαφυγόντας στρατιώτας τὸν κίν- δυνον θριαμβεύσειν ἠπείλησε γυναικείας περιβεβλημμένους στολάς, αὐτὸς δὲ πρὸς ἀντιπαράταξιν καθωπλίζετο. οἱ δὲ προηττηθέντες στρα- τιῶται μαθόντες τὰς ἀπειλὰς προσχωροῦσι τῷ Ταγγρολίπηκι. τοσαύ- της οὖν προσγενομένης αὐτῷ καὶ τηλικαύτης δυνάμεως, ἀγείρας ἅπαντα τὸν στρατὸν ἠπείγετο πρὸς τὸν Μουχούμετ, καθολικῇ μάχῃ κρῖναι σπεύδων τὰ πράγματα. ἀλλὰ καὶ ἐκεῖνος Σαρακηνοὺς καθοπλίσας καὶ Πέρσας καὶ Καβείρους καὶ Ἄραβας, καὶ στρατὸν συστησάμενος περί που τὰς πεντακοσίας χιλιάδας καὶ ἐλέφαντας πυργοφόρους ἑκατόν, καὶ πάντας τούτους ἀναλαβὼν ὑπαντιάζει κατὰ τὸ λεγόμενον Ἀσπαχάν. καὶ γενομένης μάχης φοβερωτάτης ἔπεσον μὲν ἐξ ἀμφοτέρων πολλοί, πίπτει δὲ καὶ αὐτὸς ὁ Μουχούμετ· ἐξιππαζόμενος γὰρ ἀτάκτως ἔνθεν κἀκεῖθεν καὶ τὸν οἰκεῖον παραθαρρύνων λαόν, τοῦ ἵππου συμπεσόντος αὐτῷ ἐκτραχηλισθεὶς ἀπέθανε. τούτου δὲ πεσόντος τὸ σὺν αὐτῷ πλῆθος ὡμονόησε τοῖς ἐναντίοις, καὶ ὁ Ταγγρολίπηξ ὑπὸ πάντων ἀναγορεύεται βασιλεὺς τῆς Περσίδος. ἀναρρηθεὶς δὲ πέμψας καθαιρεῖ τὴν ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος φυλακήν, καὶ ἄνετον δίδωσι τῷ βουλο- μένῳ τῶν Τούρκων τὴν ἐς τὴν Περσίδα πορείαν. ἀπολυθέντες δὲ οὗτοι εἰσέδραμον παμπληθεί, πλὴν τῶν ὅσοι τῆς ἑαυτῶν ἀντεποιοῦντο πατρί- δος, καὶ καθελόντες Πέρσας καὶ Σαρακηνοὺς αὐτοὶ κύριοι τῆς Περσίδος ἐγένοντο, τὸν Ταγγρολίπηκα σουλτάνον ὀνομάσαντες, τουτέστι παν- τοκράτορα καὶ βασιλέα βασιλέων· ὃς πάσας τὰς ἀρχὰς τοὺς ἐγχωρίους ἀφελόμενος εἰς Τούρκους μετήνεγκε καὶ τὴν Περσίδα πᾶσαν πρὸς αὐτοὺς διένειμεν, ἐς τὸ παντελὲς κατασπάσας καὶ ταπεινώσας τοὺς ἐγχωρίους.

[Const9.10] Ὡς δὲ καλῶς ἔχειν ἐδόκει τούτῳ τὰ πράγματα, πρότερον μὲν τοῖς ὁμόροις δυνάσταις ἤρξατο πολεμεῖν, καὶ πρὸς μὲν τὸν Πισσασίριον τὸν Βαβυλῶνος ἄρχοντα αὐτὸς δι' ἑαυτοῦ παρετάξατο καὶ διαφόροις μάχαις τοῦτον ἡττήσας καὶ ἀνελὼν κύριος καὶ τῆς Βαβυλωνίων χώρας ἐγένετο, πρὸς δὲ Καρβέσην τὸν τῶν Ἀράβων ἀρχηγὸν Κουτλουμοὺς ἐκπέμπει, υἱὸν ὄντα τοῦ ἀδελφοῦ τοῦ οἰκείου πατρός, χεῖρα βαρεῖαν δοὺς αὐτῷ· ὃς ἀπελθὼν καὶ τοῖς Ἄραψι συμβαλὼν ἡττήθη καὶ αἴσχιστα ἔφυγεν. ὑποστρέφων δὲ ἀπὸ τῆς τροπῆς καὶ μέλλων διοδεύειν ἀπὸ τῆς Μηδίας ἤτοι τοῦ Βαασπρακᾶν (ἦρχε δὲ τότε τῆς τοιαύτης χώρας ἐκ βασιλέως πεμφθεὶς Στέφανος πατρίκιος ὁ Κωνσταντίνου τοῦ παραδυνα- στεύοντος τῷ βασιλεῖ τῆς Λειχουδίας υἱός) στέλλει πρεσβευτὰς πρὸς αὐτόν, ἀξιῶν συγχωρηθῆναι διελθεῖν ἀκωλύτως, ὑπισχνούμενος μεθ' ὅρκων φρικωδεστάτων ἄψαυστον καὶ ἀσινῆ διατηρῆσαι τὴν χώραν. ὁ δὲ τοὺς πρέσβεις δεξάμενος καὶ τὴν παράκλησιν δειλίαν εἶναι ὑποτο- πάσας, τὸν ἐγχώριον ἀθροίσας στρατὸν ὡς εἰς πόλεμον ὑπαντιάζει τοῖς Τούρκοις. ὁ δὲ Κουτλουμοὺς περιαλγὴς μὲν ἐπὶ τοῖς πραττομένοις ἐγένετο (ἦν γὰρ ὁ κατ' αὐτὸν λαὸς ἅπας, ὡς ἐκ τροπῆς ἐπανήκων, πεζὸς καὶ ἄνοπλος), ὅμως δὲ καὶ ἄκων ἠναγκάσθη ἀντιπαρατάξασθαι. καὶ συμβολῆς γενομένης τρέπονται οἱ περὶ τὸν Στέφανον, ἁλίσκεται δὲ καὶ αὐτὸς αἰχμάλωτος σὺν ἄλλοις πολλοῖς. καὶ τοῦτον μὲν διερχόμενος κατὰ

[Const9.10.21] τὸ Ταβρέζιον ἀπεμπολεῖ τῷ τοπάρχῃ τῆς χώρας, αὐτὸς δὲ πρὸς τὸν σουλτάνον ἐπανελθὼν καὶ περὶ τῆς τροπῆς ἀπολογούμενος μετετίθει τὰς αἰτίας εἰς ἄλλους καὶ ἐπηγγέλλετο, εἰ αὖθις δύναμιν λαβὼν ἐκστρα- τεύσει κατὰ τοῦ Καρβέσου, ῥᾷον αὐτῷ παραστήσει τὴν Ἀραβίαν. ὡς ἐν παρόδῳ δὲ ἀφηγεῖτο καὶ περὶ τοῦ Βαασπρακᾶν, ὡς εἴη μὲν χώρα πάμφορος, κατέχεται δὲ ὑπὸ γυναικῶν, τοὺς πεπολεμηκότας πρὸς αὐτὸν στρατιώτας ὑπαινιττόμενος. ἀλλ' ἐκεῖνον μὲν ὁ σουλτάνος κατασχεῖν ἐμελέτα διὰ τὸ αἶσχος μηνίσας τῆς ἥττης καὶ ἀποκτεῖναι, πρὸς δὲ Ῥω- μαίους ὅπλα κινῆσαι ἀπεδειλία, δεδιὼς καὶ φρίττων ἐκ μόνης τῆς φήμης τὰ τῶν προηγησαμένων τριῶν βασιλέων ἀνδραγαθήματα, Νικηφόρου, Ἰωάννου καὶ Βασιλείου, καὶ ὑποπτεύων τὴν αὐτὴν ἀρετὴν ἔτι καὶ δύ- ναμιν προσεῖναι Ῥωμαίοις. ὅμως ἀμφίρροπος ἦν καὶ διχογνώμων, καὶ ἐμελέτα τὸ ποιητέον. ὁ Κουτλουμοὺς δὲ γνοὺς τὴν ἐπιβουλὴν φεύγει μετὰ τῶν σὺν αὐτῷ, καὶ πόλιν ὀχυρωτάτην κατασχὼν ἐν Χωρασμίοις κει- μένην, ἥτις Πάσαρ ὠνόμασται, ἀντίπαλος γίνεται τῷ σουλτάνῳ. ὁ δὲ τὸ νῦν ἔχον πρὸς τοῦτον μὲν διαπολεμεῖν οὐκ ἐδοκίμασε, πάσας δὲ τὰς ἑαυτοῦ δυνάμεις ἀθροίσας ἄπεισι κατὰ τῶν Ἀράβων, καὶ μάχης γενομένης πάλιν τρέπεται καὶ αὐτός. ἐπανελθὼν δὲ ἀπὸ τῆς τροπῆς, καὶ μὴ φέρων τὴν αἰσχύνην καὶ τὸ ἀπὸ τοῦ Κουτλουμοὺς ὄνειδος, αὐτὸς μὲν τὸ πλεῖστον πλῆθος ἀναλαβὼν ἄπεισιν εἰς τὸ Πάσαρ, καὶ διετέλεσε προσπολεμῶν μέχρι πολλοῦ τῷ οἰκείῳ ἀνεψιῷ, τῇ ὀχυρότητι τῆς πόλεως θαρροῦντι καὶ πολλάκις ἀναπεταννύντι τὰς πύλας καὶ ἐξερχομένῳ καὶ οὐ μικρῶς τοὺς περὶ τὸν σουλτάνον βλάπτοντι. κατὰ δὲ Ῥωμαίων δύναμιν ἑτέραν ἐκπέμπει, ἀμφὶ τὰς εἴκοσι χιλιάδας, στρα- τηγὸν ἐπιστήσας αὐτῇ ἀδελφόπαιδα Ἀσὰν τὸν λεγόμενον κωφόν, ἐπι- σκήψας τὴν ταχίστην ἀφικέσθαι, καὶ εἰ προσχωροίη, προσκτήσασθαι αὐτῷ τὴν Μηδίαν. καὶ ταῦτα μὲν ἐπράττετο ἐν Περσίδι.

[Const9.11] Παγκράτιος δὲ ὁ τῆς Ἰβηρίας ἀρχηγός, ἀκόλαστος ἄνθρωπος, ἐς τοῦ Λιπαρίτου τὴν κοίτην ἐξυβρίσας (ἦν δὲ ὁ Λιπαρίτης υἱὸς τοῦ ἐπὶ τοῦ βασιλέως Βασιλείου ἐν τῷ πρὸς τὸν Γεώργιον πολέμῳ ἀναιρεθέντος Ὁρατίου τοῦ Λιπαρίτου, ἐπὶ συνέσει τε καὶ ἀνδρείᾳ βεβοημένος καὶ μεγάλα μετὰ τὸν Παγκράτιον δυνάμενος ἐν τοῖς Ἴβηρσιν) ἠνάγκασε τοῦτον ἐπὶ τῷ γεγονότι δεινοπαθήσαντα ὅπλα κατ' αὐτοῦ κινῆσαι. καὶ πολέμῳ τοῦτον τρεψάμενος ἐς τὰ Καυκάσια καὶ τὴν ἔνδον ἀπελαύνει Ἀβασγίαν, ἐν τοῖς βασιλείοις τε γενόμενος τῇ ἑαυτοῦ μίγνυται πρὸς βίαν δεσποίνῃ, τῇ μητρὶ τοῦ Παγκρατίου, καὶ τῶν ὅλων τῆς Ἰβηρίας πραγμάτων κύριος γίνεται. γράμματά τε εἰς τὸν βασιλέα πέμψας φίλος καὶ σύμμαχος ἐξαιτεῖ γενέσθαι Ῥωμαίων. οὗ τὴν πρεσβείαν δεξάμενος οὗτος κοινοπραγεῖ μετ' αὐτοῦ. μετὰ δέ τινα χρόνον καὶ ὁ Παγκράτιος διὰ τοῦ Φάσιδος ποταμοῦ καὶ Σουάνων καὶ Κόλχων ὁδοι- πορήσας ἔρχεται εἰς Τραπεζοῦντα, κἀκεῖθεν ἀγγέλους ἐκπέμπει πρὸς βασιλέα, δηλῶν, ὡς ἔφεσιν ἔχει εἰσελθεῖν ἐν τῇ βασιλίδι καὶ αὐτῷ ἐντυ- χεῖν. προσταχθεὶς οὖν εἴσεισι, καὶ τῷ βασιλεῖ ἐντυχὼν πρῶτον μὲν ὀνειδίζει πολλά, ὅτιπερ βασιλεὺς ὢν καὶ πρὸς ἀρχηγὸν οὐ μικρᾶς χώρας τῆς Ἀβασγίας σπονδὰς ἔχων ταύτας μὲν ἠθέτησε, προσέθετο δὲ ἀνδρὶ ἰδιώτῃ καὶ δούλῳ καὶ ἀποστάτῃ, ἔπειτα καὶ καταλλάξαι ἀλλή- λους παρακαλεῖ. ὃ δὴ καὶ γέγονε τῇ σπουδῇ τοῦ βασιλέως σπεισαμένων ἀλλήλοις, ὥστε τὸν μὲν Παγκράτιον κύριον εἶναι καὶ ἀρχηγὸν πάσης τῆς Ἰβηρίας καὶ Ἀβασγίας, αὐτὸν δὲ μέρους ἄρχοντα τῆς Μεσχίας διὰ βίου κύριον ἐκεῖνον ἔχειν καὶ βασιλέα. καὶ τὰ μὲν κατὰ τὴν Ἀβασγίαν κατήντησεν εἰς τοῦτο.

[Const9.12] Ἀσὰν δὲ ὁ κατὰ Ῥωμαίων πεμφθεὶς παρὰ τοῦ σουλτάνου, παρελ- θὼν τὸ Ταβρέζιον καὶ τὸ λεγόμενον Τεφλὶς ἦλθεν εἰς Βαασπρακανίαν, πάντα κείρων καὶ πυρπολῶν καὶ τοὺς προσπίπτοντας ἀναιρῶν καὶ μηδὲ τῆς παιδικῆς φειδόμενος ἡλικίας. ὁ δὲ τῆς χώρας ἄρχων Ἀαρὼν βέστης, ὁ τοῦ Βλαδισθλάβου υἱὸς καὶ τοῦ Προυσιάνου ἀδελφός, μὴ ἀξιόμαχον εἰδὼς ἑαυτὸν μηδὲ δυνάμενον ἀντιστῆναι πρὸς τοσαύτην Τούρκων πληθύν, γράμματα ἐκπέμπει πρὸς τὸν βέστην Κατακαλὼν τὸν Κεκαυμένον τοῦ Ἀνίου καὶ τῆς Ἰβηρίας κατάρχοντα, καὶ ὁπόση δύναμις παρακαλεῖ βοηθεῖν. ὁ δὲ τὰ γράμματα δεξάμενος καὶ θᾶττον, ἢ λόγος τὸν ἀμφ' αὐτὸν ἀγείρας στρατόν, ἄπεισι διὰ ταχέων καὶ ἑνοῦται τῷ Ἀαρών. καὶ συμβουλῆς προτεθείσης, πότερον νυκτομαχίᾳ χρηστέον, ἢ φανερὰν μάχην ἀναδεκτέον, πρὸς οὐδέτερον ὁ Κεκαυμένος κατένευεν, ἐγνώκει δὲ τρόπον ἄλλον καταστρατηγῆσαι τοὺς ἐχθρούς. συνεβούλευσε γὰρ τὴν παρεμβολὴν καταλιπόντας, ὡς εἶχε, μετὰ τῶν σκηνῶν καὶ τῶν ὑποζυγίων καὶ τῆς ἄλλης ἀποσκευῆς, λόχους νυκτὸς ἐν ἐπικαιροτάτοις στῆσαι χωρίοις, κἀπειδὰν οἱ Τοῦρκοι ἀφίκωνται καὶ ἔρημον ἀνδρῶν εὑρόντες τὸν χάρακα πρὸς διαρπαγὰς τῶν ἔνδον χωρή- σωσι, τότε δὴ τῆς ἐνέδρας ἀπαναστάντας ἐπιθέσθαι αὐτοῖς. καί γε οὐ διεψεύσθη τοῦ σκοποῦ. ἕωθεν γὰρ ὁ Ἀσὰν ἀναστὰς ἐκ τῆς οἰκείας παρεμ- βολῆς κατὰ τὸν Στράγνα κειμένης ποταμὸν ἄπεισιν ὡς πρὸς πόλεμον. ὡς δὲ οὐδεὶς ὑπήντα, ἐπλησίασε δὲ καὶ τῷ χάρακι τῶν Ῥωμαίων, καὶ οὔτε φυλακὴν εἶχεν, οὔτε φωνὴ ἐξηκούετο, ἀλλὰ κενὸς ἦν πάσης δυνά- μεως, τότε δὴ φυγεῖν ὑπονοήσας τοὺς Ῥωμαίους ῥήγνυσί τε διὰ πολλῶν τόπων τὴν παρεμβολὴν καὶ διαρπαγὴν ποιεῖσθαι τῶν λαφύρων κελεύει. οἱ δὲ Ῥωμαῖοι περὶ δείλην ὀψίαν ἀναστάντες τῶν λόχων ἀσυντάκτοις συντεταγμένοι προσρήγνυνται τοῖς Τούρκοις καὶ παραχρῆμα τρέ- πουσι, τὸ ἀνυπόστατον μὴ ἐνεγκόντας τῆς ῥωμαϊκῆς ὁρμῆς. πίπτει μὲν οὖν πρῶτος ὁ Ἀσὰν ἐν τοῖς πρώτοις ἀγωνιζόμενος, πίπτει δὲ καὶ ὅσον ἄλκιμον τοῦ στρατοῦ. οἱ δὲ περισωθέντες λίαν ὀλίγοι καὶ γυμνοὶ διὰ τῶν ὀρέων ἐς τὰς τῶν Περσαρμενίων διασῴζονται πόλεις.

[Const9.13] Ὁ δὲ σουλτάνος διὰ τῶν ἀποδράντων μεμαθηκὼς τὸ συμβὰν ἀτύχημα εἰς μεγάλην ἐνέπεσεν ἀγωνίαν καὶ ἐν σπουδῇ ἐποιεῖτο, ὅπως ἂν τὴν γενομένην ἐπανορθώσηται ἀκληρίαν. καὶ δὴ λαὸν ἐπίλεκτον συστησάμενος ἔκ τε Τούρκων καὶ Καβείρων καὶ Διλιμνιτῶν περὶ τὰς ἑκατὸν χιλιάδας, καὶ Ἀβραμίῳ Ἀλεὶμ τῷ ἑτεροθαλεῖ ἀδελφῷ αὐτοῦ παραδοὺς ταύτας, κατὰ Ῥωμαίων ἐκπέμπει. ἀγγελθείσης δὲ τῆς ἐφό- δου, ἑνωθέντες πάλιν οἱ ἄνωθεν ῥηθέντες ἄρχοντες τῶν στρατευμάτων βουλὴν προετίθεσαν καὶ διεσκοποῦντο τὸ πρακτέον. καὶ τῷ μὲν Κεκαυ- μένῳ ἐδόκει μετὰ τῆς παρούσης δυνάμεως ὑπαντῆσαι τοῖς Τούρκοις ἔξωθεν τῶν Ῥωμαϊκῶν ὅρων, κἀκεῖσε διαγωνίσασθαι, ἔτι τῶν πλειό- νων ἀντιπάλων ἀνίππων ὄντων καὶ τῆς ἄλλης δυνάμεως κεκμηκυίας ἀπὸ τῆς πλείστης ὁδοιπορίας, ἐπιλελοιπότων δὲ καὶ τῶν σιδηρίων τοῖς Τούρκοις, οἷς τὰς χηλὰς τῶν ζῴων εἰώθασι περιστέλλειν, ἐπῃρμένων δὲ καὶ τῶν Ῥωμαίων καὶ θαρραλέων ὄντων ἀπὸ τῆς προηγησαμένης νίκης καὶ προθυμουμένων συμμῖξαι τοῖς πολεμίοις. τοὐναντίον δὲ ὁ Ἀαρὼν ἀπεφαίνετο ἐπέχειν τὰς δυνάμεις, λέγων ὀχυρῶσαί τε τὰς πόλεις καὶ τὰ φρούρια καὶ εἴσω τειχῶν συγκλεῖσαι τὰ πάντα, μηνῦσαί τε τῷ βασιλεῖ καὶ μὴ ἄνευ γνώμης ἐκείνου μετὰ δυνάμεως μικρᾶς πρὸς τοσοῦτον πλῆθος πολεμῆσαι βαρβάρων. οὕτω δὲ τῶν στρατηγῶν ἀπο- φηναμένων ἐνίκησεν ἡ τοῦ Ἀαρὼν γνώμη. καὶ αὐτοὶ μὲν μετὰ τῆς στρατιᾶς ἀπελθόντες ἐν Ἰβηρίᾳ κατά τινα πεδιάδα ἐγχωρίως Οὐρτροὺ λεγομένην ἔμενον ἡσυχάζοντες ἐν τοῖς ὑπαίθροις, πάντα πρότερον τὸν

[Const9.13.23] ἀγρότην λαὸν καὶ γυναῖκας καὶ παῖδας καὶ πᾶν, ὅ τι τίμιον συγκλεί- σαντες ἐν τοῖς ὀχυρώμασιν. ἔγραψαν δὲ καὶ τῷ βασιλεῖ διὰ ταχυδρό- μου, δηλοποιήσαντες τὴν τῶν ἐναντίων ἐπέλευσιν. δεξάμενος οὖν οὗτος τὰ γράμματα ἐκείνοις μὲν ἐπέχειν ἐκέλευεν, ἕως ἂν ὁ Λιπαρίτης μετὰ τῆς τῶν Ἰβήρων δυνάμεως ἐλθὼν τοῖς Ῥωμαϊκοῖς ἑνωθῇ στρατεύμασι· πέμπει δὲ πρὸς ἐκεῖνον γράμματα διοριζόμενα τὴν ταχίστην, εἴπερ σύμμαχον ἑαυτὸν καὶ φίλον κρίνει Ῥωμαίων, ἀνειληφότα πάντα τὸν περὶ αὐτὸν λαὸν ἀφικέσθαι καὶ συμμῖξαι τοῖς στρατηγοῖς τῶν Ῥωμαίων καὶ μετ' αὐτῶν διαπολεμῆσαι πρὸς τοὺς βαρβάρους. οἱ μὲν οὖν στρατη- γοὶ τὰ γράμματα δεξάμενοι ἠρέμουν, ὡς ἐκελεύσθησαν, καὶ τὴν τοῦ Λιπαρίτου προσέμενον ἄφιξιν, ἐκεῖνος δὲ τὸ βασιλικὸν δεξάμενος πρόσ- ταγμα τὸν ἑαυτοῦ μετὰ σχολῆς ἤθροιζε καὶ καθώπλιζε λαόν. ἐν ὅσῳ δὲ οὗτος τὰς οἰκείας συνεκρότει δυνάμεις καὶ ὁ χρόνος ἐτρίβετο, ὁ Ἀβρά- μιος τὴν Βαασπρακανίαν καταλαβὼν καὶ μαθών, ὅτι περ οἱ Ῥωμαῖοι ἐνταῦθα συνειλεγμένοι καὶ τὴν αὐτοῦ μαθόντες ἐπέλευσιν ὑπενόστησαν εἰς Ἰβηρίαν, δειλίαν, ὅπερ ἦν εἰκός, τὸ πρᾶγμα ὑπονοήσας, παρ' οὐδὲν θέμενος καὶ λείαν καὶ λαφυραγωγίαν, ἐδίωκεν ὄπισθεν αὐτῶν, ἐπειγό- μενος συρράξαι τοῖς παροῦσι πρὸ τοῦ καὶ ἑτέραν συναθροισθῆναι δύναμιν. ὅπερ μαθόντες οἱ στρατηγοὶ τῶν Ῥωμαίων καὶ πτοηθέντες, μή πως ἀναγκασθῶσι καὶ ἄκοντες πολεμῆσαι πρὸ τοῦ τὸν Λιπαρίτην καταλαβεῖν, ὑποδύντες τινὰ δυσχωρίαν ἀπόκρημνον καὶ φάραγξι πάντο- θεν κυκλουμένην ἡσύχαζον, γράψαντες πρὸς τὸν Λιπαρίτην ἥκειν τὴν ταχί- στην καὶ μὴ βραδύνειν. ὁ δὲ Ἀβράμιος ἠστοχηκὼς τῆς Ῥωμαϊκῆς στρατιᾶς ἔρχεται εἰς τὸ λεγόμενον Ἄρτζε. κωμόπολις δὲ τὸ Ἄρτζε μυρίανδρος καὶ πολὺν πλοῦτον ἔχουσα· ᾤκουν γὰρ ἐν αὐτῇ ἰθαγενεῖς τε ἔμποροι καὶ Σύρων καὶ Ἀρμενίων καὶ ἄλλων ἐθνῶν πληθὺς οὐκ ὀλίγη. οἵτινες τῇ οἰκείᾳ θαρροῦντες πληθύϊ οὐ κατεδέξαντο εἴσω τείχους γενέσθαι, καὶ ταῦτα τῆς Θεοδοσιουπόλεως ἐκ γειτόνων κειμένης, μεγίστης πόλεως καὶ τεῖχος ἐχούσης ἰσχυρὸν καὶ ἀνάλωτον, πολλὰ τοῦ Κεκαυμένου διὰ γραμμάτων καὶ ἀπειλήσαντος καὶ παρακαλέσαντος. καταλαβόντων οὖν τῶν Τούρκων καὶ ἁπτομένων ἔργου, οἱ ἐν τῷ Ἄρτζε τὰς διόδους συγκλείσαντες καὶ ἐπὶ τῶν δωμάτων ἀναβάντες λίθοις καὶ ξύλοις καὶ τόξοις τοὺς ἐπιόντας ἠμύνοντο. καὶ διετέλεσαν μαχόμενοι ἐφ' ὅλας ἡμέρας ἕξ. ἀγγελθέντος δὲ τούτου τοῖς στρατηγοῖς, ὁ Κεκαυμένος πολὺς ἦν ἐγκείμενος καὶ παρακαλῶν ἀπελθεῖν καὶ συμβαλεῖν τοῖς Τούρκοις τὸν νοῦν ἔχουσι πρὸς τῇ πολιορκίᾳ, καὶ μὴ καθῆσθαι τηνάλλως καὶ τρίβειν τὸν χρόνον, τὴν συκίνην προσμένοντας ἐπικουρίαν τὸν Λιπαρίτην, καὶ τὸν ἐπιτήδειον παρατρέχοντα βλέπειν καιρόν, οὗ τυχεῖν πάλιν οὐ ῥᾴδιον. ἀντιπίπτοντος δὲ τοῦ Ἀαρὼν καὶ μηδέν τι διαπράξασθαι λέγον- τος παρὰ τὸ βασιλικὸν βούλημα, ἡσυχίαν καὶ αὐτὸς ἦγεν. Ἀβράμιος δέ, μὴ κατὰ σκοπὸν χωρούντων αὐτῷ τῶν πραγμάτων, μὴ δυνά- μενος πολιορκίᾳ τὴν κωμόπολιν παραστήσασθαι, ὑπεριδὼν καὶ πλού- του καὶ λείας πῦρ ἐνεῖναι τοῖς δώμασιν ἐγκελεύεται, καὶ εὐθὺς οἱ Τοῦρ- κοι δαλοὺς αἴροντες καὶ ὕλην εὔπρηστον ἐξάπτοντες ἐρρίπτουν ἐν τοῖς δώμασιν. ἀναφθέντος δὲ τοῦ πυρὸς πανταχόθεν καὶ πυρκαϊᾶς μεγίστης ἀνεγερθείσης, οἱ Ἀρτζηνοὶ πρός τε τὸ πῦρ, πρός τε τὰς ἐκ τῶν τόξων βολὰς μὴ δυνηθέντες ἀντέχειν ἐνέκλιναν εἰς φυγήν. καὶ λέγεται ἀπολέσθαι περὶ τὰς ἑκατὸν πεντήκοντα χιλιάδας ἀνδρῶν, τῶν μὲν μαχαίρας, τῶν δὲ πυρὸς παρανάλωμα γεγονότων. οὗτοι γὰρ ἐπεὶ κατισχυμένοι ἔγνω- σαν, ἀποσφάττοντες γυναῖκας καὶ τέκνα ἑαυτοὺς εἰς τὸ πῦρ ἀπερρί- πτουν. οὕτω τοῦ Ἄρτζε ληφθέντος, πολὺ χρυσίον εὑρὼν ὁ Ἀβράμιος καὶ ὅπλα καὶ ἄλλα τινὰ χρειώδη σιδήρια, ὁπόσα μὴ τῷ πυρὶ κατέστησαν ἄχρηστα, περιβαλλόμενος δὲ καὶ ἵππον οὐκ ὀλίγην καὶ ὑποζύγια καὶ τὸν ἑαυτοῦ λαὸν καθοπλίσας, ὡς ἔδει, ὑπέστρεψεν ἀναζητῶν τὴν Ῥωμαϊκὴν δύναμιν.

[Const9.14] Αὕτη δὲ καταλαβόντος ἤδη καὶ τοῦ Λιπαρίτου καταβᾶσα ἀπὸ τοῦ ῥηθέντος ὀχυρώματος ἔκειτο ἐν τῇ πεδιάδι κατὰ τοὺς πρόποδας τοῦ βουνοῦ, ἔνθαπερ ἵδρυται τὸ Καπετροῦ φρούριον. ἐρχομένων οὖν τῶν Τούρκων σποράδην, συνεβούλευε πάλιν ὁ Κεκαυμένος συμβαλεῖν αὐτοῖς διεσπαρμένοις οὖσι καὶ ἀσυντάκτοις ἔτι. ἀλλ' ὁ Λιπαρίτης οὐκ ἤθελε διὰ τὴν ἡμέραν· ἦν γὰρ σάββατον, ὀκτωκαιδεκάτην ἄγοντος τοῦ Σεπτεμβρίου μηνός, τῆς δευτέρας ἰνδικτιῶνος, ἐν ταῖς ἀποφράσι δὲ τῶν ἡμερῶν τῷ Λιπαρίτῃ τὸ σάββατον ἐνομίζετο, ὅπερ ἀποτροπια- ζόμενος ἀνεδύετο πολεμεῖν. καὶ τὰ μὲν τῶν Ῥωμαίων ἐν τούτοις, ὁ δὲ Ἀβράμιος διὰ τῶν προδρόμων μαθών, ὅποι τε οἱ Ῥωμαῖοι ηὐλίζοντο καὶ ὅτι ἠρεμοῦσι, συντάξας τὰς ἑαυτοῦ δυνάμεις ἤρχετο συντεταγμένος πρὸς μάχην. τοῦτο δὲ καὶ ἡ ἀντίπαλος δύναμις ἰδοῦσα ἀκουσίως καὶ αὐτὴ ἀντεπαρετάττετο, τὸ μὲν δεξιὸν ἔχοντος κέρας τοῦ Κεκαυμένου, τοῦ δὲ Ἀαρὼν τὸ εὐώνυμον, ἐν τοῖς μέσοις δὲ ὁ Λιπαρίτης ἐτάττετο. ἦν δὲ καὶ ἡ ὥρα περὶ βουλυτόν. τῷ μὲν οὖν Κεκαυμένῳ ἀντιμέτωπος ἦν ὁ Ἀβράμιος, τῷ δ' Ἀαρὼν Χωροσάντης ἅτερος στρατηγός, καταντικρὺ δὲ τοῦ Λιπαρίτου Ἀσπὰν Σαλάριος ὁ τοῦ Ἀβραμίου ἑτεροθαλὴς ἀδελ- φός. συμπλοκῆς δὲ γενομένης ὁ μὲν Κεκαυμένος καὶ ὁ Ἀαρὼν τὰ κατ' αὐτοὺς ἐτρέψαντο κέρατα καὶ μέχρι φωνῆς ἀλεκτρυόνων ἐδίωκον, ὁ δὲ Λιπαρίτης, πεσόντος αὐτῷ τοῦ ἀνεψιοῦ, δεινοπαθήσας καὶ μεθ' ὁρμῆς βιαίας ἐλάσας, τοῦ ἵππου αὐτοῦ τρωθέντος καὶ πεσόντος ἁλίσκεται. καὶ ὁ μὲν ἦν ἐν τούτοις, οἱ δὲ Ῥωμαῖοι παυθέντες ἐκ τῆς διώξεως καὶ τῶν ἵππων ἀποβάντες καὶ τῷ θεῷ δόντες ὕμνους ἐπινικίους, ἐν μιᾷ φωνῇ βοήσαντες τὸ ‘τίς θεὸς μέγας, ὡς ὁ θεὸς ἡμῶν’ προσέμενον τὸν Λιπαρίτην, ἐλπίζοντες καὶ αὐτὸν διώκειν ὄπισθεν τῶν ἐχθρῶν. ἐπεὶ δὲ ἐφαίνετο οὐδαμοῦ, ἐν ἀμηχανίᾳ ἦσαν, διαποροῦντες, ὅ τι καὶ γένοιτο. οὕτω δὲ διαπορουμένοις αὐτοῖς ἔρχεταί τις στρατιώτης τῶν ὑπ' ἐκείνῳ ταττομένων καὶ μηνύει τοῖς στρατηγοῖς τὴν ἐκείνου τροπὴν καὶ τὴν ἅλωσιν, καὶ ὅπως ὁ Ἀβράμιος ἐκ τῆς φυγῆς ἐπανελθὼν καὶ τῷ οἰκείῳ ἑνωθεὶς ἀδελφῷ (ὁ γὰρ Ἀσὰν ἔπεσεν ἐν τῷ πολέμῳ) ἀναλαβόμενοι τὸν Λιπαρίτην καὶ τοὺς ἁλόντας τῶν Ἰβήρων ὑπενόστησαν εἰς τὴν λεγο- μένην Καστροκώμην, σπουδαίαν τὴν ὁδοιπορίαν ποιούμενοι. ἀπεπά- γησαν πρὸς τὴν ἀκοὴν οἱ ἄρχοντες τοῦ στρατοῦ. ὅμως διανυκτερεύ- σαντες ἄγρυπνοι, ἐπείπερ ἡμέρα ἐπέλαμψε καὶ βουλὴ προετέθη καὶ τοῖς πᾶσι συμφέρον ἐνομίσθη ἕκαστον οἴκαδε ἀπελθεῖν, ὁ μὲν Ἀαρὼν τὸν οἰκεῖον ἀνειληφὼς λαὸν ἄπεισιν εἰς τὸ Ἰβάν (μητρόπολις δὲ αὕτη τοῦ Βαασπρακᾶν), ὁ δὲ Κεκαυμένος μετὰ τῶν ἰδίων ἀνῆλθεν εἰς τὸ Ἀνίον. ὁ δὲ Ἁβράμιος τῇ τοῦ Λιπαρίτου ἀρκεσθεὶς ἁλώσει, καὶ ὀλβιώτερον ἑαυτὸν κρίνας παντὸς ἀνθρώπου διὰ τὸ παρὸν εὐτύχημα, μηδὲν ἕτερον πολυπραγμονήσας, ἀλλ' ἐπιτείνας τὴν ὁδοιπορίαν, διὰ πέντε ἡμερῶν παραγίνεται εἰς τὸ λεγόμενον Ῥέ, κἀκεῖθεν ἄπεισιν εἰς τὸν σουλτάνον προπέμψας τὰ εὐαγγέλια καὶ τὴν τοῦ Λιπαρίτου μηνύσας κατάσχεσιν. ὁ δὲ τῷ δοκεῖν μὲν εὐφράνθη καὶ ἠγαλλιάσατο ἐπὶ τῇ ἁλώσει τοῦ Λιπα- ρίτου, ἐφθόνησε δὲ τῷ ἀδελφῷ τοιούτου καταξιωθέντι τοῦ εὐτυχήματος, καὶ διὰ παντὸς ἐμελέτα καὶ πρόφασιν ἐζήτει τοῦτον ποιήσασθαι ἐκποδών.

[Const9.15] Τὸν μὲν οὖν Λιπαρίτην, ὡς ἐπύθετο τὴν τούτου κατάσχεσιν ὁ βασιλεύς, ὅλος ἐγένετο ἀναρρύσασθαι, καὶ δῶρα πολυτελῆ καὶ λύτρα

[Const9.15.3] πέμψας τῷ σουλτάνῳ διὰ Γεωργίου τοῦ λεγομένου Δρόσου (ὑπογραμ- ματεὺς δ' ἦν ὁ Δρόσος τοῦ Ἀαρών) ἐξῃτεῖτο τὴν ἐλευθερίαν καὶ σπονδὰς εἰρήνης. ὁ δὲ σουλτάνος τὰς πρεσβείας δεξάμενος, καὶ μεγαλοπρεπὴς θέλων εἶναι βασιλεὺς μᾶλλον ἢ κάπηλος ἀνελεύθερος, ἀποδίδωσι τοῦ- τον δῶρον τῷ βασιλεῖ, λαβὼν μὲν τὰ λύτρα, πάντα δὲ τῷ Λιπαρίτῃ παρεσχηκὼς καὶ μεμνῆσθαι τῆς παρούσης ἡμέρας διὰ παντὸς παρεγ- γυησάμενος, καὶ μηδέποτε ὅπλα θελῆσαι τὸ ἀπὸ τοῦδε κινῆσαι κατὰ τῶν Τούρκων. ἀνεπλήρωσε δὲ αὐτῷ τὴν πρὸς τὸν βασιλέα πρεσβείαν ὁ λεγόμενος παρ' αὐτοῖς σέριφος· δύναται δὲ τοῦτο τὸ ὄνομα πρὸς τὸν παρ' αὐτοῖς χαλυφᾶν, ὅπερ ὁ παρ' ἡμῖν σύγκελλος πρὸς τὸν πατριάρ- χην πάλαι ἐδύνατο· ἐκείνου γὰρ ἀποθανόντος αὐτὸς εὐθὺς εἰς τὸν τού- του θρόνον ἐγκαθιδρεύεται. οὗτος τοίνυν ὁ σέριφος εἰσελθὼν ἐν τῇ βασιλίδι καὶ ἐς πρόσωπον ἐλθὼν τῷ βασιλεῖ καὶ ὁμιλίαν, πολλά τε μεγαλαυχήσας καὶ φρυαξάμενος, καὶ τελευταῖον ὑπόφορον θέσθαι σπεύ- σας τὴν Ῥωμαίων τῷ ἑαυτοῦ σουλτάνῳ, ἐπεὶ μὴ εὗρε τὸν βασιλέα ἐπικλινῆ, ἄπρακτος ὑπεχώρησε πρὸς τὸν πέμψαντα. καὶ ὁ βασιλεὺς τὸ ἀπ' ἐκείνου ἐκδεχόμενος πόλεμον ἀπὸ τοῦ σουλτάνου, καθ' ὅσον οἷόν τε ἦν, τὰ ὁμοροῦντα τῇ Περσῶν γῇ πέμψας κατησφαλίσατο. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, καὶ ἡ τῶν Πατζινάκων ἐπισυνέβη κίνησις. πῶς δὲ καὶ τίνα τρόπον, λεκτέον.

[Const9.16] Τὸ ἔθνος τῶν Πατζινάκων Σκυθικὸν ὑπάρχον, ἀπὸ τῶν λεγο- μένων βασιλείων Σκυθῶν, μέγα τέ ἐστι καὶ πολυάνθρωπον, πρὸς ὃ οὐδὲ ἓν αὐτὸ καθ' αὑτὸ Σκυθικὸν γένος ἀντιστῆναι δύναται. διῄρηται δὲ εἰς τρισκαίδεκα γενεάς, αἵτινες καλοῦνται μὲν πᾶσαι τῷ κοινῷ ὀνό- ματι, ἔχουσι δ' ἑκάστη καὶ ἴδιον ἀπὸ τοῦ ἑαυτῆς προγόνου καὶ ἀρχη- γοῦ τὴν προσηγορίαν κληρωσαμένη. νέμονται δὲ τὰς πέραν Ἴστρου ἀπὸ τοῦ Βορυσθένους ποταμοῦ καὶ μέχρι Παννονίας ἡπλωμένας πεδιάδας, νομάδες τε ὄντες καὶ τὸν σκηνίτην διὰ παντὸς ἀσπαζόμενοι βίον. τούτου τοῦ γένους ἀρχηγὸς ἦν τῷ τότε Τυρὰχ ὁ τοῦ Βιλτὲρ υἱός, εὐγενείας ἥκων ἐς τὸ ἀκρότατον, ἀμβλὺς δὲ ἄλλως καὶ τὴν ἡσυχίαν φιλῶν. ἦν δὲ καὶ ἄλλος τις ἐν τῷ ἔθνει τὴν κλῆσιν Κεγένης, υἱὸς τοῦ Βαλτζάρ, τὸ μὲν γένος ἄσημος καὶ σχεδὸν ἀνώνυμος, περὶ δὲ τὰ πολεμικὰ καὶ τὰς στρατη- γίας κάρτα δραστηριώτατος, ὃς καὶ πολλάκις ἐπιόντας κατὰ τῶν Πατζι- νάκων τοὺς Οὔζους (γένος δὲ Οὐννικὸν οἱ Οὖζοι) ὑποστὰς ἐτρέψατο καὶ ἀπώσατο, τοῦ Τυρὰχ οὐχ ὅπως ἀντεπεξελθεῖν μὴ θαρρήσαντος, ἀλλὰ καὶ καταδύντος εἰς τὰ παρὰ τῷ Ἴστρῳ ἕλη καὶ τὰς λίμνας. τὸν μὲν οὖν Τυρὰχ οἱ Πατζινάκαι ἐτίμων διὰ τὸ γένος, τὸν δὲ Κεγένην ἠσπάζοντο διαφερόντως διὰ τὸ τῆς ἀνδρείας ὑπερβάλλον καὶ τὴν ἐν τοῖς πολέμοις δεινότητα. ἅπερ ἀκούων καὶ βλέπων ὁ Τυρὰχ ἐδάκνετο τὴν ψυχὴν δεδιὼς περὶ τῆς ἀρχῆς, καὶ τρόπον ἐζήτει, ὅπως ἂν τὸν Κεγένην ἀπο- σκευάσηται. ἐφίστησιν οὖν αὐτῷ λόχους πολλάκις, ἐγένοντο δὲ πάντες ἀργοί. ἐπεὶ δὲ πολλάκις ἐπιχειρήσας κρυφίως ἠστόχησεν, ἔγνω δεῖν μὴ διαμέλλειν, ἀλλ' ἐπιχειρεῖν φανερῶς. διὸ καὶ πλῆθος πέμψας καταλαβεῖν ἐκέλευσε τὸν ἄνδρα καὶ ἀνελεῖν. ὁ δὲ προγνοὺς τὴν ἐπιβουλὴν φυγὰς πρὸς τὰ ἕλη γίνεται τοῦ Βορυσθένους, καὶ οὕτω διαφυγγάνει τὸν ὄλεθρον. ἐκεῖθεν δὲ κρυπτόμενος καὶ λαθραῖα πέμπων μηνύματα πρός τε τοὺς ἑαυτοῦ συγγενεῖς καὶ τὴν φυλήν, ἐδυνήθη τήν τε ἰδίαν γενεὰν ἀποστῆσαι τῆς τοῦ βασιλέως εὐνοίας (ἦν δὲ ἡ Βελεμαρνίς) καὶ πρὸς ταύτῃ καὶ ἄλλην τὴν Παγουμανίδα. καὶ δύναμιν προσλαβόμενος ἀντιπαρατάττεται μετὰ τῶν δύο γενεῶν πρὸς τὸν Τυρὰχ τὰς ἕνδεκα ἔχοντα. καὶ ἐπὶ πολλὰς μὲν ἀντισχὼν ὥρας, ὅμως ὑπὸ τοῦ πλήθους καταπονηθεὶς τρέπεται. περι- πλανώμενος δὲ ἐν τοῖς ἕλεσι καὶ σωτηρίαν ζητῶν μίαν ἔγνω ἑαυτοῦ τε καὶ τῶν σὺν αὐτῷ τὴν ἐς τὸν βασιλέα Ῥωμαίων καταφυγήν. διὸ καὶ πρὸς τὸ Δορόστολον ἀφικόμενος καὶ ἔν τινι ποταμίᾳ νησῖδι περικλείσας ἑαυτὸν διὰ τὸ ἀνεπιβούλευτον μετὰ τῶν σὺν αὐτῷ (ἦν δὲ ἀμφὶ τὰς εἴκοσι χιλιά- δας), διαμηνύεται τῷ τῆς χώρας ἄρχοντι (ἦν δὲ Μιχαὴλ ὁ τοῦ Ἀναστα- σίου υἱός) καὶ γνωρίζει, ὅστις τε εἴη καὶ οἵας διαδιδράσκων τύχας ἀφῖκται, καὶ ὅτι αὐτόμολος βούλεται γενέσθαι τῷ βασιλεῖ, ὑπισχνούμενος δὲ καί, εἰ προσδεχθείη, εἰς μεγάλην ὄνησιν ἔσεσθαι τοῖς τούτου πράγ- μασιν. ὁ δὲ τὰ μηνύματα λόγου θᾶττον πρὸς τὸν βασιλέα διαπορ- θμεύσας διὰ ταχέων κελεύεται τὸν ἄνδρα μετὰ τῶν συνόντων αὐτῷ προσδέξασθαι, καὶ τούτοις μὲν τὰ ἐπιτήδεια χορηγεῖν, αὐτὸν δὲ ἐνδόξως εἰς τὸ Βυζάντιον πεπομφέναι. καὶ ὁ μέν, ὡς ἐκελεύσθη, διεπράξατο, ὁ δὲ Κεγένης εἰς τὴν βασιλίδα φοιτήσας, καὶ ἐς λόγους ἐλθὼν τῷ βασιλεῖ φιλοφρόνως τε καὶ μεγαλοπρεπῶς ὑπεδέχθη, καὶ ὑποσχόμενος αὐτός τε τὸ ἅγιον δέξασθαι βάπτισμα, παραπεῖσαι δὲ καὶ τοὺς συνόντας αὐτῷ τοῦτο ποιῆσαι, ἐς πατρικιότητά τε ἀνήχθη, καὶ φρούρια τρία ἀπὸ τῶν ἐν ταῖς ὄχθαις ἱδρυμένων τοῦ Ἴστρου εἰλήφει καὶ γῆς πολλὰ στάδια, καὶ τοῦ λοιποῦ τοῖς φίλοις ἀνεγράφη καὶ συμμάχοις Ῥωμαίων. τὸ πλέον δ', ὅτι καί, ὡς ὑπέσχετο, ἀνεδέξατο τὸ ἅγιον βάπτισμα αὐτός τε καὶ οἱ σὺν αὐτῷ, Εὐθυμίου τινὸς εὐλαβοῦς μοναχοῦ πεμφθέντος, τοῦ τὰ τοῦ θείου λουτροῦ παρὰ τῷ Ἴστρῳ ποταμῷ ἐκτελέσαντος καὶ πᾶσι μεταδόντος τοῦ ἁγίου βαπτίσματος.

[Const9.17] Γενόμενος δὲ ἐν τῷ ἀσφαλεῖ καὶ τὰς αἰφνιδίους ἐφόδους ἀσφαλισά- μενος πρὸς ἄμυναν ἐτράπετο τοῦ ἐχθροῦ, καὶ περαιούμενος τὸν Ἴστρον νῦν μὲν σὺν χιλίοις, εἶτα σὺν δυσχιλίοις, καὶ αὖ σὺν πλείοσιν ἢ ἐλάττοσι, καὶ ἐξ ἐφόδου προσπίπτων, τὰ μέγιστα ἐκάκου καὶ ἐλυμαίνετο τοὺς περὶ τὸν Τυρὰχ Πατζινάκας, ἄνδρας μὲν τοὺς προσπίπτοντας ἀναιρῶν, γύναια δὲ καὶ παῖδας ἀνδραποδιζόμενος καὶ πωλῶν τοῖς Ῥωμαίοις. ταύτας δὲ τὰς λαθραίας ἐπιθέσεις τοῦ Κεγένους μὴ φέρων ὁ Τυρὰχ διαπρεσβεύεται πρὸς τὸν βασιλέα, μηνύσας, ὡς ἔδει τὸν μέγαν βασιλέα, σπονδὰς ἔχοντα μετὰ τοῦ γένους τῶν Πατζινάκων, μηδὲ προσδέξασθαι ὅλως τὸν ἀποστά- την αὐτῶν, ἐπεὶ δὲ προσεδέξατο, κωλύειν μὴ διαπερᾶν καὶ τοὺς ὑποσπόν- δους λυμαίνεσθαι· ἢ οὖν κωλυθήτω ὁ ἀνὴρ τοιαῦτα πράττειν, ἢ μηδεμιᾶς τυχέτω συμμαχίας, ἢ γινωσκέτω ὁ βασιλεύς, ὡς καθ' ἑαυτοῦ καὶ τῆς αὐτοῦ χώρας ἐφέλκεται βαρύτατον πόλεμον. καὶ ταῦτα μὲν τὰ μηνύματα τοῦ Τυράχ, ὁ δὲ βασιλεὺς τὰς ἀγγελίας δεξάμενος πρὸς ταύτας μὲν καὶ ἐπεκάγχασεν, εἰ διὰ Πατζινάκου ἀπειλὰς προδότης γένοιτο τοῦ εἰς αὐτὸν προσφυγόντος, καὶ κωλύοι τοῦ μὴ κακοῦν τοὺς κακώσαντας, τοὺς δὲ πρεσβευτὰς ἀπράκτους ἐξέπεμψε. γράμματα δὲ πρός τε Μιχαὴλ τὸν ἄρχοντα τῶν παριστρίων πόλεων, ἔτι δὲ καὶ πρὸς αὐτὸν τὸν Κεγένην ἐκπέμπει, φυλάττειν ἀκριβῶς τὰς ὄχθας τοῦ ποταμοῦ· εἰ δέ τις ἐπίοι βαρεῖα δύναμις, γράμμασι μηνύειν, ἵνα καὶ ἀπὸ τῶν δυτικῶν ταγμά- των ἐκπεμπόμενά τινα σὺν αὐτοῖς εἴργωσι τοῖς Πατζινάκαις τὴν τοῦ ποταμοῦ διάβασιν. ἔπεμψε δὲ καὶ τριήρεις ἑκατόν, ἐπισκήψας παραπλεῖν τὸν Ἴστρον καὶ πειρωμένους διακωλύειν τοὺς Πατζινάκας περᾶν. ἐπανηκόντων δ' ἀπράκτων τῶν αὐτοῦ πρέσβεων, ὁ Τυρὰχ ἐχαλέπαινε καὶ ὠργίζετο καὶ θᾶττον ηὔχετο καταλαβεῖν τὸν χειμῶνα. ἤδη δὲ τῆς φθινοπωρινῆς ληγούσης ὥρας καὶ τοῦ χειμῶνος ἐπιστάντος, τοῦ ἡλίου ὄντος περὶ τὸν αἰγοκέρωτα, ἄνεμος ἔπνευσεν ἀπαρκτίας πολύς, ὡς ἀποκρυσταλλωθῆναι μέχρι πεντεκαίδεκα πήχεων ἐς βάθος

[Const9.17.29] τὸν ποταμόν. πάσης οὖν φυλακῆς σχολασάσης, δραξάμενος ἀδείας, ἧς ἐπιτυχεῖν ηὔχετο ὁ Τυράχ, διαπερᾷ τὸν Ἴστρον μετὰ πάντων τῶν Πατζινάκων, ὄντων, ὡς ἐλέγετο, χιλιάδων ὀκτακοσίων, καὶ ἐς τὴν περαίαν ἱδρύεται, κείρων καὶ ἀφανίζων τὰ παραπίπτοντα. γράμματα δὲ πρὸς τὸν βασιλέα ἐστέλλετο βοηθεῖν δεόμενα τὴν ταχίστην. ὁ δὲ μηδ' ὅλα τὰ γράμματα ἀναγνοὺς τῷ δουκὶ Ἀδριανουπόλεως γράφει (ἦν δὲ Κων- σταντῖνος μάγιστρος ὁ Ἀριανίτης) τὰς Μακεδονικὰς εἰληφότι δυνάμεις, ἔτι δὲ καὶ πρὸς Βασίλειον Μοναχὸν τὸν ἡγεμόνα τῆς Βουλγαρίας τὴν Βουλγαρικὴν εἰληφότα χεῖρα ἀφικέσθαι καὶ ἑνωθῆναι τῷ Μιχαὴλ καὶ τῷ Κεγένει καὶ μετ' αὐτῶν πρὸς τοὺς Πατζινάκας διαγωνίσασθαι. ὧν κατὰ τὸ βασιλικὸν ποιησάντων ἐπίταγμα καὶ πάντων ὑφ' ἓν γενομένων, ἀναλαβὼν ὁ Κεγένης τὰς Ῥωμαϊκὰς φάλαγγας ἐν τοῖς ὑπαίθροις στρατο- πεδεύεται, καὶ καθ' ἑκάστην ἐπιὼν ἐξ ἐφόδου οὐ μικρὰ τοὺς Πατζινάκας ἐλύπει. τούτοις γὰρ ἅμα τῇ τοῦ ποταμοῦ διαβάσει ἀφθονίαν ζῴων εὑροῦσι πολλὴν καὶ οἴνου καὶ τῶν ἐκ μέλιτος σκευαζομένων πομάτων, ὧν οὐδ' ἀκοὴν ἔσχον πώποτε, καὶ ἀνέδην τῶν τοιούτων ἐμφορουμένοις νόσος ἐσπίπτει κοιλιακὴν διάθεσιν ἔχουσα, καὶ ἀπώλλυντο ἑκάστης ἡμέρας ἀναρίθμητα πλήθη. ὅπερ πυθόμενος ὁ Κεγένης διά τινος αὐτομό- λου, καὶ καιρὸν ἐπιτήδειον κρίνας τοῦτον εἶναι ἐπιθήσεσθαι τοῖς ἐχθροῖς, ὁπότε καὶ χειμῶνι καὶ νόσῳ πιέζονται, ἀναπείσας καὶ τοὺς Ῥωμαίους ὀκνοῦντας καὶ δεδιότας πρὸς τοσαύτας ἀντιπαρατάττεσθαι μυριάδας, προσρήγνυται τοῖς ἐχθροῖς. οἱ δὲ τὴν ὀξεῖαν ἔλευσιν ἐκπλαγέντες καὶ πρὸς τὸν πόλεμον ἀποδειλιάσαντες, ῥίψαντες τὰ ὅπλα αὐτός τε ὁ Τυρὰχ καὶ πάντες οἱ ἄρχοντες καὶ τὸ λοιπὸν πλῆθος ἑαυτοὺς ἐγχειρίζουσιν. ὁ μὲν οὖν Κεγένης συνεβούλευε καὶ διεμαρτύρετο πάντας ἡβηδὸν ἀποσφά- ξαι, ἔλεγε δὲ καὶ παροιμίαν βάρβαρον μέν, νοῦν δὲ πολὺν ἔχουσαν, ὡς ἔτι χειμῶνος ὄντος δεῖ τὸν ὄφιν ἀποκτεῖναι, ὁπηνίκα τὴν κέρκον κινεῖν οὐ δύναται· ὑπὸ ἡλίου γὰρ θαλφθεὶς κόπους ἡμῖν παρέξει καὶ πράγματα. τοῦτο δὲ τοῖς ἄρχουσιν οὐκ ἐδόκει Ῥωμαίων, ἀλλὰ βαρβαρικὸν τὸ ἔργον καὶ ἀνόσιον ἐνομίζετο καὶ Ῥωμαϊκῆς ἀνάξιον ἡμερότητος. μᾶλλον μὲν οὖν συμφέρον ἐνόμιζον διασκεδάσαι τούτους ἐν ταῖς ἐρήμοις τῆς Βουλγα- ρίας πεδιάσι καὶ ἄλλους ἀλλαχοῦ ἐγκατοικίσαι καὶ φόρους αὐτοῖς ἐπιθεῖ- ναι· ἔσεσθαι γὰρ οὐκ εὐαρίθμητον τὸν ἀπὸ τῶν τοιούτων δασμόν· εἰ δεήσει δὲ τῷ βασιλεῖ καὶ στρατοῦ πρός τε τοὺς Τούρκους καὶ πρὸς ἄλλα ἑτερόφυλλα ἔθνη, καθοπλίζειν ἀπ' αὐτῶν. πολλῶν οὖν λόγων ῥηθέντων ἐνίκησεν ἡ τῶν Ῥωμαίων γνώμη· καὶ ὁ μὲν Κεγένης, ὅσους ἔλαβε ζωγρίας, πλὴν ὧν ἀπημπόληκε, τοὺς πάντας ἀποσφάξας ὑπενόστησεν οἴκαδε, τὰς δὲ τῶν Πατζινάκων μυριάδας ὁ τῆς Βουλγαρίας παραλαβὼν ἄρχων Βασίλειος ὁ Μοναχὸς ἐγκαθιδρύει ἀνά τε τὰς πεδιάδας τῆς Σαρδικῆς, τῆς Ναϊσσοῦ καὶ τῆς Εὐτζαπόλεως διασπείρας πάντας καὶ πᾶν ὅπλον ἀφελό- μενος διὰ τὸ ἀνεπιβούλευτον. ὁ δὲ Τυρὰς καὶ σὺν αὐτῷ ἄνδρες ἑκατὸν καὶ τεσσαράκοντα ἄγονται ἐς τὸν βασιλέα. οὓς φιλοφρόνως οὗτος ὑποδεξά- μενος καὶ βαπτίσας καὶ μεγίστοις ἀξιώμασιν ἐπάρας ἐν εὐπαθείαις κατεῖχεν.

[Const9.18] Ὁ δὲ σουλτάνος τὴν τῶν αὐτοῦ πρέσβεων ἄπρακτον ὑποστρο- φὴν μὴ φέρων, τὰς ἐν Περσίδι πάσας δυνάμεις καὶ τὰς Βαβυλωνίους εἰς ἓν ἀθροίσας εἰσβολὴν ποιεῖται κατὰ Ῥωμαίων. τοῦτο δὲ προακηκοὼς ὁ Μονομάχος ἔσπευδε μὲν καὶ διὰ τῶν οἰκείων δυνάμεων ἀντιπαράταξιν στῆσαι τῷ πολεμίῳ, ὥπλισε δὲ καὶ ἀπὸ τῶν Πατζινάκων χιλιάδας πεντεκαίδεκα. καὶ ἡγεμόνας τέσσαρας ἀπὸ τῶν ἐν Κωνσταντινουπόλει Πατζινάκων αὐτοῖς ἐπιστήσας, τὸν Σουλτζοῦν, τὸν Σελτέ, τὸν Καραμᾶν καὶ τὸν Καταλείμ, δώροις τε φιλοτιμησάμενος οὐ μικροῖς, καὶ ἅρματα κάλλιστα δοὺς καὶ ἵππους διαπρεπεῖς, περαιοῖ ἐν Χρυσοπόλει, δοὺς αὐτοῖς ὁδηγὸν τὸν ἀπάξαι μέλλοντα τούτους ἐς Ἰβηρίαν, τὸν πατρίκιον Κωνσταντῖνον τὸν Ἁδροβάλανον. περαιωθέντες δ' οὗτοι καὶ τοὺς ἵππους ἀναβάντες καὶ τῆς πρὸς ἀνατολὴν φερούσης ἁψάμενοι καὶ προελθόντες ἄχρι μιλίων τινῶν καὶ τῷ λεγομένῳ Δαμάτρυϊ προσεγγίσαντες ἐπέσχον τὴν πορείαν, καὶ στάντες ἐπὶ τῆς ὁδοῦ συμβουλὴν προετίθεσαν, ἥτις παρ' αὐτοῖς κομέντον ὠνόμασται. τισὶ μὲν οὖν ἐδόκει πορευτέα εἶναι, καὶ μὴ ἀντιβαίνειν ἐπὶ τῆς χώρας τοῦ βασιλέως τοῖς βασιλικοῖς προστάγμασι, τοῦ τε λοιποῦ ἔθνους κεχωρισμένοις καὶ μήτε καθ' ἑαυτοὺς ὑποστῆναι δυναμένοις τὴν Ῥωμαϊκὴν δύναμιν, μήτε ὁρμητήριον ἔχουσι πρὸς τὰ τῆς τύχης ἀβούλητα· ἄλλοις πάλιν ἐδόκει κατασχοῦσιν ὄρη τινὰ τῆς Βιθυνίας, ἐν τούτοις παραμένειν καὶ τοὺς ἐπιόντας ἀμύνεσθαι, ἀνελθεῖν δὲ μηδαμῶς ἐς Ἰβηρίαν, ἐς χώραν μακρὰν καὶ ἀλλόκοτον, ἔνθα μέλλουσιν ἕξειν πολε- μίους οὐ μόνον τοὺς ἐχθροὺς Ῥωμαίων, ἀλλὰ καὶ αὐτοὺς τοὺς Ῥωμαίους. ὁ Καταλεὶμ δὲ μόνος γνώμην ἐδίδου ὑποστρέψαι καὶ ἑνωθῆναι τοῖς συγγενέσιν. εἰπόντος δέ τινος· ‘καὶ πῶς ἂν ἔσεται περατὴ ἡ θάλασσα;’ μηδὲν πλέον εἰπὼν ἕπεσθαί οἱ κελεύει. τὸν μὲν οὖν Ἁδροβάλανον ὁρμήσαντες ἀποκτεῖναι οὐκ ἴσχυσαν (φυγὼν γὰρ διεσώθη ἔν τινι τριωρόφῳ ὑπερῴῳ τῶν ἐν τῷ Δαμάτρυϊ παλατίων), τῷ Καταλεὶμ δὲ ἑπόμενοι κατήρχοντο πρὸς τὴν θάλασσαν, οὐκ ἐλπίζοντες τάχα πλοῖα ἔχειν αὐτὸν εὐτρεπισμένα τὰ ῥᾳδίαν τούτοις μέλλοντα ποιῆσαι τὴν τῆς θαλάσσης περαίωσιν, ἀλλὰ διαποροῦντες καὶ μαθεῖν ἐθέλοντες, τίς ὁ τρόπος τῆς διαβάσεως. ἐπεὶ δὲ ἐν τῷ αἰγιαλῷ ἐγένοντο, μηδὲν πλέον εἰπὼν ὁ Κατα- λείμ, ἀλλ' ἢ μόνον· ‘ἑπέσθω ὁ βουλόμενος αὑτόν τε περιεῖναι καὶ πάντας τοὺς Πατζινάκας,’ τὸν ἵππον μυωπίσας εἴσεισιν εἰς τὴν θάλασσαν. τοῦτο καὶ ἄλλος ἰδὼν ἐποίησε, καὶ ἐπ' ἐκείνῳ ἄλλος, καὶ εὐθὺς τὸ πλῆθος ἅπαν. καὶ διανηξάμενοι περαιοῦνται κατὰ τὸν Ἅγιον Ταράσιον, οἱ μὲν αὐτοῖς ἅρμασιν, οἱ δὲ πρότερον τὰ ἅρματα ἀπορρίψαντες. καὶ περαιωθέντες καὶ τὴν πορείαν ἐπιτείναντες ἴσχυσαν διασωθῆναι πρὸς τοὺς οἰκείους κατὰ τὴν Τριάδιτζαν, μηδενὸς ἀντιστῆναι ἢ κωλῦσαι τολμήσαντος. τὸ γὰρ αἰφνίδιον τῆς ἐφόδου εὔκολον αὐτοῖς τὴν πορείαν εἰργάσατο. ἑνωθέντες οὖν τοῖς ἐν Τριαδίτζῃ Πατζινάκαις διακηρυκεύονται καὶ πρὸς τοὺς ἐν ταῖς ἄλλαις χώραις καθιδρυμένους. γενόμενοι οὖν οἱ πάντες ἄθροισμα ἕν, καὶ ἀνθ' ὅπλων ἀξίνας γεωργικὰς καὶ δρέπανα καὶ ἄλλα σιδήρια λαμβάνοντες ἀπὸ τῶν ἀγρῶν καθωπλίζοντο, καὶ ἐν Φιλιππου- πόλει γενόμενοι καὶ τὸν Αἷμον διαβάντες τὸ μὲν πλῆθος ἅπαν περὶ τὸν λεγόμενον Ὄσμον ποταμὸν κατεσκήνωσεν ἐν τῇ παριστρίῳ πεδιάδι, μόνος δὲ ὁ Σελτὲ ἐν τῷ Λοβιτζῷ προσμείνας διανεπαύετο. ἄρτι δὲ καὶ τὰς Μακεδονικὰς ἀθροίσας δυνάμεις ὁ Ἀριανίτης καταδιώκει ὄπισθεν αὐτῶν. καὶ καταλαβὼν ἐν τῷ Λοβιτζῷ τὸν Σελτὲ κατεσκηνωμένον, τοῦτον μὲν κρατῆσαι οὐκ ἴσχυσεν (ἔφθασε γὰρ διαδράς), τὴν δὲ πᾶσαν αὐτοῦ στρατοπεδείαν κατασχὼν ὑπέστρεψε. καὶ τὰ μὲν τῆς ἑσπέρας τοῦτον ἔσχε τὸν τρόπον.

[Const9.19] Ὁ δὲ σουλτάνος, ὡς εἴπομεν, βαρυθυμήσας διὰ τὴν τῶν αὐτοῦ καταφρόνησιν πρέσβεων καὶ τὴν τῶν θελημάτων ἀστοχίαν, ἄρας μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως ἔξεισι κατὰ τῆς ὑπηκόου Ῥωμαίοις· καὶ κατελθὼν ἄχρι τοῦ λεγομένου Κωμιοῦ, καὶ μηδὲν ὅ τι καὶ λόγου ἄξιον διαπράξασθαι δυνηθείς (ἔφθασαν γὰρ οἱ τῆς χώρας προασφαλίσασθαι ἑαυτούς τε καὶ τὰ αὐτοῖς ἀναγκαιότατα ἐν τοῖς φρουρίοις· γέμει δὲ ἡ

[Const9.19.7] Ἰβηρία φρουρίων ἐρυμνοτάτων), προσωτέρω δὲ προβῆναι μὴ θαρρήσας τῷ πυθέσθαι τὰς Ῥωμαϊκὰς ἐν Καισαρείᾳ δυνάμεις ἀθροίζεσθαι, ὑπέστρεψε τῷ θυμῷ φλεγμαίνων καὶ μέγα τι ζητῶν κατεργάσασθαι. γενόμενος δὲ κατὰ τὸ Βαασπρακάν, καὶ παραπλησίως κἀκεῖ τὰ πάντα τειχήρη εὑρών, ἐπέβαλε ταῖς πολιορκίαις, καὶ ἀπεπειράσατο πρότερον τοῦ λεγο- μένου Μανζικίερτε. πόλις δὲ τὸ Μανζικίερτε ἐν τῇ ὁμαλῇ μὲν κειμένη, τείχεσι δὲ τρισὶ στεφανουμένη καὶ ὕδασι πολλοῖς ἔνδον κατάρρυτος πηγιμαίοις· τότε δὲ καὶ ἔτυχεν ἀφθόνως εἰσκομίσασα τὰ ἀναγκαῖα. ταύτην οἰηθεὶς ὁ σουλτάνος ῥᾳδίως ἐκπολιορκῆσαι τῷ ἐν ἐπιβουλεύτῳ ἱδρύσθαι τόπῳ, χάρακα πηξάμενος ἔγγιστα ἐπεχείρει πολιορκεῖν, καὶ διέμεινεν ἐπὶ τριάκοντα ἡμέρας ταύτην ἀνενδότως πολιορκῶν, ποικίλαις ἑλεπόλεσι χρώμενος καὶ παντοίοις εἴδεσι μηχανημάτων. εὐρώστως δὲ τῶν ἔνδον ἀποκρουομένων τὰς προσβολὰς ἐμπειρίᾳ καὶ συνέσει τοῦ στρατηγοῦ (ἦν δὲ Βασίλειος πατρίκιος ὁ Ἀποκάπης), ἐπείπερ ἔγνω ἀδυνάτοις ἐπιχειρῶν, ἐβουλεύσατο λῦσαι τὴν πολιορκίαν καὶ ὑποστρέψαι. ἀνέκοψε δὲ τῆς ὁρμῆς αὐτὸν Ἀλκὰν ὁ τῶν Χωρασμίων ἡγεμών, αἰτησάμενος μίαν ἔτι προσμεῖναι ἡμέραν καὶ αὐτῷ ἐπιτρέψαι τὸν κατὰ τῆς πόλεως πόλεμον. ἡσθεὶς δὲ τῷ αἰτήματι ἐπέσχε τὴν ἀναζυγήν. ἕωθεν οὖν ὁ Ἀλκὰν τὸν ἀμφ' αὐτὸν ἀθροίσας ἅπαντα λαόν, καὶ θεωρὸν ἐπί τινος γεωλόφου κατὰ τὴν ἑῴαν στήσας πύλην τὸν σουλτάνον αὐτὸν καὶ τοὺς ὅσοι τῶν Τούρ- κων ἦσαν ἐπισημότατοι, τὰς ἑλεπόλεις λαβὼν ἄπεισιν εἰς τὴν εἰρημένην πύλην· ἐκεῖσε γὰρ ἐδόκει τὰ τείχη τῆς πόλεως ταπεινότερά τε καὶ ἀσθενέστερα, καὶ ὁ τόπος ἀνάστημα ἔχων καὶ τῇ πολιορκίᾳ προσβοηθῶν, ἄνωθεν διδοὺς βάλλεσθαι τοὺς εἴσω τείχους ὑπὸ τῶν ἔξω. διελὼν οὖν δίχα τὴν δύναμιν, καὶ τὴν μὲν στήσας ἐπὶ τοῦ ἀναστήματος ἐπιμόνῳ χρῆσθαι κελεύει τοξείᾳ, αὐτὸς δὲ σκηνὰς ἐκ λύγων ἔχων πεπλεγμένας, βοείαις βύρσαις ἄνωθεν ἐσκεπασμένας καὶ τροχοὺς ἐχούσας ὑπὸ τὰς τῶν βαστα- ζόντων κιόνων βάσεις (λέσας τὰς τοιαύτας ὀνομάζουσι μηχανάς), λαοῦ πλήσας δικέλλας φέροντος καὶ σκαπάνας καὶ ἄλλα γεωργικὰ ὄργανα, ᾤετο κατὰ μικρὸν ὑπωθεῖν τὰς σκηνὰς καὶ τοῖς τείχεσι προσαρμόσαι καὶ οὕτως ὑπορύττειν ἀνέτως καὶ ἀδεῶς τὰ θεμέλια, πιστεύσας, ὡς οὐδεὶς προκύψαι τοῦ τείχους συγχωρηθήσεται ὑπὸ τοῦ πλήθους τῶν βελῶν· καὶ τοῦτον ἐφαντάζετο τὸν τρόπον παραλήψεσθαι τὴν πόλιν. ταῦτα δὲ βλέπων ἀπὸ τοῦ τείχους ὁ Ἀποκάπης τοῖς μὲν τειχοφυλακοῦσιν ἀτρεμεῖν καὶ μηδένα προκύπτειν διεγκελεύεται, μόνον δὲ λίθους χειροπλη- θεῖς ἔχειν ηὐτρεπισμένους καὶ τόξα καὶ ἄλλα ἑκηβόλα ὄργανα, καὶ προσμένειν τὸ ἐξ αὐτοῦ σύνθημα (ἦν δὲ τὸ ‘Χριστὲ βοήθει’), οὗ δοθέντος ἔργου ἔχεσθαι· εἶχε δὲ παρ' ἑαυτῷ καὶ δοκοὺς μεγίστας, κατὰ τὴν βάσιν ὀξεῖς. καὶ ὁ μὲν διετάττετο ὧδε, ὁ δ' Ἀλκὰν τῶν ἐκτὸς Τούρκων χαλαζη- δὸν ἐκπεμπόντων τὰ βέλη καὶ τοὺς εἴσω τείχους ἀνακόπτειν δοκούντων, κατ' ὀλίγον ὑπωθῶν τὰς λέσας προσέρειδε τῷ τείχει. ἐπεὶ δὲ ἔφθασαν αἱ σκηναὶ προσεγγίσαι καὶ ἐδόκει ἀδύνατος αὐταῖς εἶναι ἡ εἰς τοὐπίσω ἀναστροφή, αἰφνίδιον τοῦ Ἀποκάπου τὸ σύνθημα δόντος οἵ τε ἐπὶ τῶν δοκῶν τεταγμένοι τὰς δοκοὺς ἠφίεσαν κατὰ τῶν σκηνῶν καὶ οἱ λοιποὶ τόξοις καὶ λίθοις ἔβαλλον. τότε δὴ οὖν ἡ τὸν Ἀλκὰν ἔχουσα σκηνὴ πολλαῖς περιπαρεῖσα κατὰ τὴν στέγην δοκοῖς ἀνετράπη ὑπὸ τοῦ βάρους τούτων περιτραπεῖσα· ἧς περιτραπείσης οἱ ἔνδον ταύτης ἀπογυμνω- θέντες ἐβάλλοντο πάντοθεν λίθοις καὶ τόξοις, μηδενὸς ἐπαμῦναι τούτοις ἰσχύοντος. καὶ οἱ μὲν ἄλλοι πάντες ἔπεσον ἐκεῖσε, ἐλήφθη δὲ ὁ Ἀλκὰν ζωγρίας, γνώριμος ἀπὸ τῆς λαμπρότητος τῶν ὅπλων ὑπάρχων· δύο γάρ τινες καλοὶ κἀγαθοὶ νεανίαι προπηδήσαντες τῶν πυλῶν τῆς πόλεως καὶ τῶν τριχῶν τούτου δραξάμενοι σύροντες εἰσήγαγον εἰς τὴν πόλιν. καὶ τούτου μὲν εὐθὺς τὴν κεφαλὴν ἀποτεμὼν ὁ Βασίλειος ἀκοντίζει τοῖς Τούρκοις, ὁ δὲ σουλτάνος περιαλγήσας τῷ πάθει λύει τὴν πολιορκίαν καὶ ἀναζεύγνυσι, πλασάμενος ἀναγκαῖά τινα πράγματα κατεπείγειν αὐτὸν οἴκαδε ὑποστρέφειν, ἀπειλῶν εἰς τοὐπιὸν ἔαρ μετὰ μείζονος κατὰ τῶν Ῥωμαίων ἐπιστρατεῦσαι δυνάμεως.

[Const9.20] Περὶ ἧς φροντίζων ὁ Μονομάχος, ἔτι δὲ καὶ τὸν Ἀπλησφάρην τὸν τοῦ Τιβίου ἄρχοντα τὰς ἐπὶ Κωνσταντίνου σπονδὰς διαλύσαντα καὶ τὰ Ῥωμαίων κακοῦντα ἀμυνόμενος, τὰ ἑῷα τάγματα πάντα ἀθροίσας καὶ ἡγεμονεύειν τάξας αὐτῶν Νικηφόρον τινὰ εὐνοῦχον, ἱερέα μὲν τυγχάνοντα πρότερον καὶ τῷ βασιλεῖ ὑπηρετοῦντα ἰδιωτεύοντι, διὰ κοσμικὴν δὲ περιφάνειαν καὶ δόξαν ἀπωσάμενον τὴν ἱερωσύνην, ῥαίκτωρα τοῦτον τιμήσας καὶ στρατοπεδάρχην ὀνομάσας εἰς τὴν ἕω ἐκπέμπει, οὐκ ἐπειδὴ δραστήριος ἦν καὶ ἐνεργὸς τὰ πολεμικά, ἀλλ' ἐπειδὴ εὔνοιαν ἐτήρει τῷ βασιλεῖ. οὗτος ἀνελθὼν μετὰ τοῦ στρατοῦ ἄχρι τῆς λεγομένης Σιδηρᾶς γεφύρας καὶ τοῦ Καντζακίου Τούρκοις μὲν οὐκ ἐνέτυχεν (ἐν τῇ πεδιάδι γὰρ τῆς Περσαρμενίας στρατοπεδεύοντες μετὰ Ἀβιμέλεχ τινὸς στρατηγοῦ, ἀδελφοῦ τοῦ Κουτλουμούς, καὶ πυθόμενοι τὴν τῶν Ῥωμαίων βαρεῖαν ἔφοδον, μὴ στέρξαι τὴν ἐπέλευσιν τολμήσαντες ὑπενόστησαν οἴκαδε), ὁ δὲ Ῥωμαϊκὸς στρατὸς τὸν Ἀπλησφάρην εἴσω τείχους συγκλεί- σαντες, καὶ τὴν περίχωρον πᾶσαν ληϊσάμενοι, ἔπεισαν καὶ ἄκοντα ἀνανεώσασθαι τὰς σπονδὰς καὶ ὅμηρον δοῦναι Ἀρτασείραν τὸν υἱὸν Φατλοὺμ τοῦ οἰκείου ἀδελφοῦ τοῦ τῆς Καντζακηνῶν κατάρχοντος γῆς. ὃν εἰληφὼς ὁ Νικηφόρος ἐπάνεισι πρὸς τὴν πόλιν.

[Const9.21] Οἱ Πατζινάκαι δὲ τὸν Αἷμον, ὡς εἴπομεν, διαβάντες, καὶ τὴν μεταξὺ τούτου καὶ τοῦ ποταμοῦ Ἴστρου κατασκοπήσαντες πεδιάδα τὴν διήκου- σαν μέχρι θαλάσσης, καὶ τόπον εὑρόντες νάπας καὶ ἄλση ἔχοντα καὶ λόχμας παντοδαπὰς καὶ ὕδωρ καὶ νομάς (Ἑκατὸν βουνοὺς τὸν τόπον ὀνομάζου- σιν οἱ ἐγχώριοι), ἐκεῖσε ἐγκαθιδρύονται, καὶ ἐκδρομὰς αὐτόθεν ποιούμενοι οὐ μικρὰ τὴν ὑπὸ Ῥωμαίους ἐλύπουν. ὁ δὲ βασιλεὺς μεταπέμπεται τὸν Κεγένην ἐπὶ συμβουλῇ εἰς τὴν βασιλίδα. καὶ ὃς εἴσεισιν εὐθὺς μετὰ παντὸς τοῦ οἰκείου στρατοῦ καὶ κατασκηνοῖ κατὰ τὴν ἀφωρισμένην πεδιάδα Βυ- ζαντίοις εἰς πεδιάν (Μαϊτὰς ὁ τόπος κατονομάζεται) σὺν ἅπαντι τῷ στρατῷ. μήπω δὲ ἐντυχὼν τῷ βασιλεῖ, μηδ' ὅτου μετεκλήθη χάριν μαθών, ἐπιβουλεύεται ταύτῃ τῇ νυκτὶ ὑπὸ Πατζινάκων τριῶν μετὰ ξιφῶν ἐπελ- θόντων κοιμωμένῳ καὶ πληγὰς ἐπενεγκόντων αὐτῷ, μὴ μέντοι καιρίας· γνωσθέντες γὰρ εὐθὺς ἀπὸ τῶν σωματοφυλακούντων τάς τε πληγὰς ἀσθενεῖς ἐπιφέρουσι, καὶ πρὸς φυγὴν δρομήσαντες βοηδρομήσαντος τοῦ πλήθους μετὰ Βαλτζὰρ υἱοῦ τοῦ Κεγένους ἁλίσκονται. ἕωθεν οὖν ὁ Βαλτζὰρ ἐφ' ἁμάξης τετρατρόχου τὸν ἑαυτοῦ πατέρα θείς, καὶ τοὺς ἐπιβουλεύσαν- τας ὄπισθεν τῆς ἁμάξης ἕλκων πεπεδημένους (οὐδὲν γὰρ εἰς αὐτοὺς διαπράξασθαι πλέον ἐτόλμησεν ἐπιβοωμένους τὸν βασιλέα), ἅμα παντὶ ἐφίππῳ τῷ στρατῷ, αὐτὸς πεζὸς σὺν τῷ ἀδελφῶ Γουλίνῳ ἑπόμενος τῇ ἁμάξῃ ὑπὸ δυοῖν ἑλκομένῃ ἵππων, ἔρχεται πρὸς τὸν βασιλέα. καὶ κατὰ τὸ ἱπποδρόμιον γενόμενος, ταύτην μὲν ἵστησιν ἐκεῖσε, αὐτὸς δὲ εἴσεισι πρὸς τὸν βασιλέα, τῆς φήμης προδραμούσης καὶ προοδοποιησάσης αὐτῷ τὴν εἴσοδον. ὃν εἰσαχθέντα ὁ βασιλεὺς ἐπήρετο, διὰ τί μὴ εὐθὺς τιμωρὸς ἐγένετο τῶν τοῦ πατρὸς φονέων· τοῦ δὲ φήσαντος, ὅτιπερ ‘τὸ σὸν ἐπεκαλοῦντο συνεχῶς ὄνομα,’ εἰς ὑποψίας ἀτόπους ἐνέπιπτεν ὁ

[Const9.21.26] βασιλεύς, καὶ λόγου θᾶττον ἐκπέμψας ἄγει τοὺς δεσμίους πρὸς ἑαυτόν, καὶ τὴν αἰτίαν ἐπυνθάνετο, δι' ἣν ἐπεχείρησαν τὸν πατρίκιον ἀνελεῖν. τῶν δὲ φησάντων, ‘ὅτιπερ κακόνους ἦν τῇ βασιλείᾳ σου καὶ τῇ πόλει, ὄρθρου μελετῶν εἰσελθεῖν καὶ πάντας μὲν κατασφάξαι τοὺς ἔνδον, λαφυρα- γωγῆσαι δὲ καὶ τὴν πόλιν καὶ πρὸς τοὺς Πατζινάκας ἐπαναδραμεῖν,’ δέον ἐξετάσαι τὰ λεχθέντα καὶ εὑρεῖν τὴν ἀλήθειαν, ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἀλλ' ἀδεσπότοις πιστεύσας συκοφαντίαις καὶ ἀσυστάτοις τὸν μὲν Κεγένην ἄγει πρὸς τὰ βασίλεια καὶ ἐν προσχήματι τάχα θεραπείας καὶ ἰατρείας ἐν τῇ Ἐλεφαντίνῃ καθείργνυσι, τοὺς δὲ τούτου υἱοὺς ἐν ἑτέρῳ καὶ ἑτέρῳ τόπῳ διαστήσας ἀπ' αὐτοῦ. τὸ δὲ πλῆθος τῶν Πατζινά- κων βρώμασι καὶ πόμασι παντοίοις πρὸς τὸ δοκεῖν εὐνοῶν ἀνελάμβανε, σπεύδων, εἰ οἷόν τε, τῶν ἁρμάτων τούτους ἀπογυμνῶσαι καὶ τῶν ἵππων καὶ κατασχεῖν καὶ φρουρῆσαι, τοὺς ἐπιθεμένους τῷ φόνῳ ἀνέτως καὶ ἐλευθερίως, ὅπῃ καὶ ὡς ἐβούλοντο, διάγειν κελεύσας. καὶ ἐδόκει μὲν ταῦτα διαπραξάμενος λανθάνειν, ἀλλὰ τὸν δῆμον οὐκ ἔλαθε τῶν Πατζινάκων. τήν τε γὰρ τοῦ αὐτῶν καθηγεμόνος κατάσχεσιν καὶ τὴν τῶν ἐκείνου υἱῶν διάζευξιν οὐ χρηστὸν οἰωνὸν ἐλογίζοντο, καὶ σημεῖον κακονοίας προφανὲς ἐνόμιζον τὴν τῶν ἐπιβούλων ἐλευθερίαν. διὸ καὶ τὰ μὲν πεμ- φθέντα ἐδέξαντο μετ' εὐχαριστίας, καὶ τὸν βασιλέα εὐφήμησαν, καὶ δι' ὧν ἐποίουν ἀποδεχομένοις ἐῴκεσαν τὰ πραχθέντα· νυκτὸς δ' ἐπιγενο- μένης, μηδενὸς ὑποτοπάσαντος ἄραντες ἐκ τῆς παρεμβολῆς καὶ συντόνῳ δι' ὅλης νυκτὸς χρησάμενοι τῇ ὁδοιπορίᾳ, τριταῖοι τὸν Αἷμον διαβάντες ἑνοῦνται καὶ αὐτοὶ τῷ πλήθει τῶν Πατζινάκων. γενόμενοι γοῦν ἅπαντες ὑφ' ἕν, ἤδη δὲ καὶ ὅπλων ἀποχρώντως εὐπορηκότες διαπερῶσι τὸν Αἷμον, καὶ παρεμβολὴν μὲν πηγνύουσι κατὰ τὴν Αὐλήν (φρούριον δὲ ἡ Αὐλὴ κατὰ τὰς ὑπωρείας κειμένη τοῦ Αἵμου, καὶ οὐ πάνυ πόρρω κείμενον Ἁδριανουπόλεως), καὶ πρὸς λεηλασίαν καὶ λείαν τρέπονται.

[Const9.22] Ὅπερ μαθὼν ὁ τῆς δύσεως ἄρχων Κωνσταντῖνος μάγιστρος ὁ Ἀριανίτης, καὶ αὐτὸς παρεσκευασμένας ἔχων τὰς ἀμφ' αὐτὸν δυνάμεις, ἄρας ἐξ Ἀδριανουπόλεως ἤρχετο κατ' αὐτῶν. καὶ σποράσι μέν τισιν ἐν τῷ ἀπιέναι περιτυχὼν εὐτύχησεν. εἶτα καὶ περὶ τὸ λεγόμενον Δάμπολιν φρούριον συναντήσας τῷ πλήθει καὶ προσβαλὼν ἡττᾶται, πεσόντων ἐν τῷ πολέμῳ Μακεδόνων καὶ Θρᾳκῶν οὐκ ὀλίγων, ἀναιρεθέντων δὲ καὶ Θεοδώρου τοῦ Στραβομύτου καὶ τοῦ Πολύ, ἀνδρῶν ἐκ γένους λαμπροῦ καὶ ἐπισήμων γενομένων ἐκ τῆς εἰς τὸν Τορνίκιον ἀπιστίας. ὁ μὲν οὖν μάγιστρος ὑπέστρεψεν ἐν Ἀδριανουπόλει, τῷ βασιλεῖ δὲ διὰ γραμμάτων ἄγγελος τοῦ ἀτυχήματος γίνεται, δηλοῖ δὲ καί, ὡς δεῖ στρατοῦ νεαλοῦς. μετὰ γὰρ τῶν παρόντων ἀδύνατον ἀντιπαρατάξασθαι πρὸς τοσαύτην πληθὺν ἤδη τὰ νῶτα στρεψάντων. ὁ δὲ βασιλεὺς καὶ πρὸ τῶν ἐκείνου γραμμάτων τὸ συμβὰν μὴ ἀγνοήσας, τὸν μὲν Τυρὰχ καὶ τοὺς ἐν τῇ πόλει κατεχομένους ἄρχοντας τῶν Πατζινάκων δωρεαῖς καὶ χάρισιν ὑποποιησάμενος ὑποσχομένους μεθ' ὅρκων ἐξημερῶσαι τὸ γένος ἐκπέμπει, γράμμασι δὲ αὐτὸς τὰ ἑῷα ἅπαντα μεταπέμπεται τάγματα. ὧν ἐλθόντων καὶ διὰ τῆς Ἀβύδου περαιωθέντων καὶ Χρυσοπόλεως στρατηγὸν αὐτοκράτορα χειροτονήσας τὸν ῥαίκτωρα Νικηφόρον ἐκπέμπει κατὰ τῶν Πατζινάκων. συνεξέπεμψε δ' αὐτῷ καὶ Κατακαλὼν τὸν Κεκαυμένον, στρατηλάτην τῆς ἀνατολῆς προβαλλόμενος, καὶ Ἐρβέβιον τὸν Φραγγό- πωλον, ἄρχοντα τῷ τότε τῶν ὁμοεθνῶν, κελεύσας συνεῖναι τῷ ῥαίκτωρι καὶ τῆς αὐτοῦ γνώμης ἔχεσθαι καὶ τοῖς ἐκείνου προστάγμασι καὶ θελήμα- σιν ἕπεσθαι. ὃς ἀναλαβὼν τὰς δυνάμεις καὶ τὸν Αἷμον διαπεραιωθεὶς διὰ τῆς λεγομένης Σιδηρᾶς ἀπῄει κατὰ τῶν Πατζινάκων, ἐλθὼν δὲ κατεσκήνω- σεν ἔν τινι χώρῳ οὐ μακρὰν ἀπέχοντι τῶν Ἑκατὸν βουνῶν, τῷ λεγομένῳ Διακενέ. κἀκεῖσε χάρακα πηξάμενος ὀχυρὸν τῇ ἐπαύριον ἐμελέτα τὴν μὲν ἀποσκευὴν ἐκεῖσε λιπὼν καὶ τὰ περιττὰ τοῦ στρατοῦ, αὐτὸς εὔζωνος ἀπελθεῖν καὶ συμμῖξαι τοῖς ἐναντίοις. ᾤετο γὰρ αὐτοβοεὶ ἀφρόνως τού- τους αἱρήσειν, καὶ ἐδεδίει καὶ φροντίδα ἐτίθετο, μή τις λαθὼν ἀποδράσειε, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ σύμπας στρατός· ἐπεφέροντο γὰρ καὶ καλῴδια καὶ λώρους πρὸς τὸ δεσμεῖν τοὺς ἁλισκομένους. τοῦτο δὲ ἐδίδου τούτοις ὑπονοεῖν τὸ κατ' ἀρχὰς ἐπιγενόμενον εἰς αὐτοὺς ἐπὶ τοῦ Κεγένους πτῶμα. ἀμέλει καὶ συναίσθησιν λαβόντων τῶν Πατζινάκων τῆς ἐπελεύσεως τῶν Ῥωμαίων (ἤδη γὰρ καὶ ὁ Τυρὰχ καὶ οἱ σὺν αὐτῷ τῆς πόλεως ἀπολυθέντες ἄρχοντες ἑνωθέντες ἦσαν αὐτοῖς καὶ τὰ συμφέροντα τούτοις ἐσπούδαζον, μακρὰ χαίρειν εἰπόντες ταῖς πρὸς τὸν Μονομάχον ὑποσχέσεσι) καὶ προδραμόντων τῶν ἀλκιμωτέρων, καὶ τοῦ Κεκαυμένου μέγιστον ἀναβοῶντος καὶ παρακαλοῦντος νῦν εἶναι καιρὸν τῆς συμπλο- κῆς, ὁπηνίκα σποράδες εἰσὶ καὶ διεσπαρμένοι, καὶ μὴ περιμένειν τὸ ἅπαν ἄθροισμα, οὐκ ἐπῄνει μὲν καὶ τὸ λοιπὸν πλῆθος τῶν Ῥωμαίων τοὺς ἐκείνου λόγους, ὁ δὲ ῥαίκτωρ καὶ προφανῶς κατεγέλα, ‘παῦσαι,’ λέγων, ‘ὦ στρατηλάτα, καὶ ἐμοῦ στρατηγοῦντος αὐτὸς μὴ παραστρατήγει. οὐ χρὴ γὰρ διεσπαρμένοις ἐπιβήσεσθαι τοῖς Πατζινάκαις, μή πως πτυρέντες ὑποδύσωνται τὰς λόχμας. ἐμοὶ δὲ ἀκολουθοῦντι, ὦ τᾶν, οὐ παρέπονται κύνες θηρατικοί, οἵτινες ῥινηλατοῦντες ἐξάξουσιν αὐτοὺς τῶν καταφυ- γῶν.’ καὶ τὰ μὲν τῶν Ῥωμαίων ἦσαν ἐν τούτοις, οἱ δὲ πρόδρομοι τῶν Πατζινάκων πλησίον γενόμενοι τῆς παρεμβολῆς τῶν Ῥωμαίων, μικρὸν ἐκκλίναντες, στρατοπεδεύουσι καὶ αὐτοὶ καὶ τοῖς ὄπισθεν δηλοῦσιν ἥκειν τὴν ταχίστην. πάντων δ' ἐλθόντων καὶ ἑνωθέντων, τῇ ἐπαύριον ἐξαγαγόντος τοῦ ῥαίκτωρος τὰς Ῥωμαϊκὰς δυνάμεις, ἀντιπαρατάττονται καὶ αὐτοί. καὶ τοῖς ὄπισθεν ἔτι δηλοῦσιν ἥκειν τὴν ταχίστην, πάντων δ' ἐλθόντων καὶ ἑνωθέντων, ὡς ἔφαμεν, ἐξαγαγόντος τοῦ ῥαίκτωρος τὰς Ῥωμαικὰς δυνάμεις. εἶχε δὲ τῆς μὲν Ῥωμαϊκῆς φάλαγγος τὸ μέσον αὐτὸς ὁ ῥαίκτωρ, τοῦ δεξιοῦ δὲ κέρατος ἦρχεν ὁ Κεκαυμένος, θατέρου δὲ ὁ Φραγγόπωλος. συμβολῆς δὲ γενομένης τρέπονται Ῥωμαῖοι, τῶν στρατηλατῶν πρώτων ἐκκλινάντων πρὸς τὴν φυγήν. αὐτοὶ μὲν γὰρ οὐδὲ τὸν κτύπον, ὅ φασιν, τῶν ποδῶν τῶν ἵππων ἐνεγκόντες ἐτράπησαν, μόνος δὲ ὁ Κεκαυμένος μετὰ τῶν ἑαυτοῦ στὰς θεραπόντων καί τινων συγγενῶν ὀλιγοστῶν καὶ ἡρωϊκῶς ἀγωνισάμενος ἔπεσε μετὰ πάντων τῶν σὺν αὐτῷ. τότε μὲν οὖν οὐκ ἐτόλμησαν διῶξαι οἱ Πατζινάκαι ἐνέδρας πτοηθέντες, καὶ παρὰ τοῦτο διασωθῆναι ἴσχυσαν ἀσινεῖς οἱ Ῥωμαῖοι· τέως δὲ τοὺς πεσόντας σκυλεύσαντες, καὶ πολλῶν ἁρμάτων γενόμενοι κύριοι καὶ αὐτῆς τῆς Ῥωμαϊκῆς παρεμβολῆς σὺν τῇ ἀποσκευῇ, κατασκηνοῦσιν ὑπὸ τὴν Ῥωμαϊκὴν τάφρον. καί τις δὲ Πατζινάκος τὴν κλῆσιν Κουλῖνος, εἰδὼς τὸν Κεκαυμένον, οἷός ἐστιν ἐξ ὅτου περ ἦρχε τῶν παρὰ τῷ Ἴστρῳ φρουρίων καὶ ἀνεμίγνυντο ἀλλήλοις τὰ γένη, εὑρὼν αὐτὸν ἐν τοῖς νεκροῖς κείμενον καὶ σκυλεύων, ἐπεὶ περιστρέψας αὐτὸν ἐς τὸ ὕπτιον ἀπὸ τοῦ προσ- ώπου ἐγνώρισε καὶ κατέλαβεν ἔτι ἐμπνέοντα, ἐπιθεὶς εἰς ἵππον (ἔκειτο γὰρ ἄφωνος διὰ τὸ καιρίας λαβεῖν πληγάς, μίαν μὲν κατὰ γυμνοῦ τοῦ κρα- νίου, πεσόντος τοῦ κράνους αὐτοῦ, διήκουσαν ἀπὸ κορυφῆς ἄχρι τῶν ὀφρύων, ἑτέραν δὲ ἀπὸ τοῦ τραχήλου, ἔνθα περ ἡ γλῶσσα ἐρρίζωται, καὶ διατεμοῦσαν τὸν τράχηλον καὶ εἰς τὸ στόμα πεσοῦσαν, καὶ ἔξαιμος γενέσθαι) ἐπήγαγεν εἰς τὴν ἑαυτοῦ σκηνήν, καὶ ἐπιμελείας καὶ φροντίδος

[Const9.22.75] ἀξιώσας περιεποίησε. καὶ οἱ μὲν Πατζινάκαι τὴν ἐπελθοῦσαν οὕτω ῥᾳδίως ἀποσκευασάμενοι δύναμιν, ἀδεῶς τὸ ἀπὸ τοῦδε τὴν Ῥωμαίων γῆν ἐληΐζοντο. ὁ δὲ βασιλεὺς διὰ τῶν φυγόντων μαθὼν τὸ ἀτύχημα ἤλγησε μὲν ὡς εἰκός, ἤθροιζε δὲ πάλιν δυνάμεις, ἀνελάμβανε δὲ καὶ τὰς προσούσας, καὶ ἐς τὸ ἐπιὸν ἔτος τὴν γενομένην ἧτταν ἐπανορθώσασθαι ἔσπευδε. τῆς δὲ τρίτης ἐπιστάσης ἰνδικτιῶνος τοῦ ͵Ϛφνηʹ ἔτους, τὸν ἑται- ρειάρχην Κωνσταντῖνον στρατηγὸν αὐτοκράτορα προχειρισάμενος ὁ βασιλεὺς ἐκπέμπει κατὰ τῶν Πατζινάκων. καὶ ὃς τάς τε νεωστὶ περαιω- θείσας ἐξ ἑῴας δυνάμεις ἀνειληφὼς καὶ τὰς ἐν τῇ ἑσπέρᾳ παραχειμαζού- σας ἀθροίσας ἐν Ἀδριανουπόλει γίνεται, κἀκεῖσε χάρακα πηξάμενος βαθὺν ἔκειτο διασκοπούμενος μετὰ τῶν ἀρίστων, πόθεν ἂν ποιήσηται τὴν εἰς τὰ πρόσω πορείαν. ἐν ᾧ δὲ οὗτος διενοεῖτο, αἰφνίδιον κατὰ τὴν ὀγδόην τοῦ Ἰουνίου μηνὸς οἱ Πατζινάκαι τὸν Αἷμον διαβάντες ἐπιφαί- νονται τῇ Ἀδριανουπόλει. καὶ διὰ τῶν σκοπῶν μηνυθείσης τῷ Κωνσταν- τίνῳ τῆς τούτων ἐφόδου, βουλὴ προετέθη, εἰ πολεμητέον αὐτοῖς, εἴτε καὶ μή. ἀλλὰ τῶν ἀρίστων ἐν τῇ σκηνῇ τοῦ ἑταιρειάρχου περὶ τῶν πρακτέων βουλευομένων, Σαμουὴλ πατρίκιος ὁ Βούρτζης, ἀνὴρ αὐθά- δης καὶ θρασύς, ἄρχων τότε τῶν πεζικῶν ὑπάρχων δυνάμεων καὶ τὴν τοῦ χάρακος ἐπιστασίαν πᾶσαν ἐπιτετραμμένος, μὴ προσδεξάμενος τὸ τοῦ ἄρχοντος σύνθημα, τὴν τάξιν λιπὼν καὶ διαλύσας τὸν χάρακα ἔξεισι μετὰ τῶν πεζῶν καὶ τοῖς Πατζινάκαις προσρήγνυται. ὧν ῥαγ- δαίως ἐπιβρισάντων ἤρξαντο κάμνειν οἱ πεζοί. διὸ καὶ θαμάκις πέμπων πρὸς τὸν ἑταιρειάρχην ὁ Σαμουὴλ βοήθειαν ἐζήτει, ὡς ἀπαναγκασθέντα τοῦτον καὶ ἀκουσίως δοῦναι τὸ σύνθημα τοῦ πολέμου. ἐξελθόντος οὖν παντὸς τοῦ στρατοῦ κατὰ τὴν λεγομένην Βασιλικὴν Λιβάδα, καὶ καθο- λικῆς συμπλοκῆς κροτηθείσης, διὰ τὸ αἰφνίδιον καὶ ἀσύντακτον καὶ τὸ προηττῆσθαι τοὺς πεζούς, ἀναθαρσῆσαι δὲ καὶ τοὺς Πατζινάκας, γίνεται τροπὴ φοβερὰ τῶν Ῥωμαίων, καὶ φόνος μὲν αὐτῶν οὐκ ἐγένετο πολύς, συνεκλείσθησαν δὲ αἰσχίστως εἰς τὸν χάρακα, ἔπεσε δὲ Μιχαὴλ πατρίκιος ὁ Δοκειανός, ἔλαβε δὲ καιρίαν κατὰ τῶν σπλάγχνων καὶ ὁ μάγιστρος Κωνσταντῖνος ὁ Ἀριανίτης, καὶ τριταῖος ἀπέθανε. πεπτώ- κασι δὲ καὶ ἄλλοι τινὲς τῶν ἀσήμων ὀλιγοστοί. τὸ δὲ λοιπὸν ἅπαν στρά- τευμα συγκλεισθὲν ἀγεννῶς εἰς τὸν χάρακα ἐπολιορκεῖτο παρὰ τῶν Πατζινάκων, χωννύντων τὴν τάφρον λίθοις καὶ κλάδοις καὶ πρὸς βίαν ἑλεῖν ἐπειγομένων τὸν χάρακα. καὶ κἂν ἐγένετο τοῦτο, εἰ μὴ καταπελ- τικῷ βέλει βληθεὶς ὁ Σουλτζοὺς διεπεραιώθη σὺν τῷ ἵππῳ καὶ εἰς ἔκπληξιν μεγάλην ἤγαγε τοὺς θεασαμένους Πατζινάκας. ἐξῆλθε δὲ καὶ τῆς Ἀδριανουπόλεως ὁ πρωτοσπαθάριος Νικήτας ὁ Γλαβᾶς, τοποτη- ρητὴς ὢν τοῦ τάγματος τῶν σχολῶν, εἰς βοήθειαν· καὶ ἰδόντες τοῦτον καὶ προσδοκήσαντες τὸν σύγκελλον Βασίλειον μετὰ τῶν Βουλγαρικῶν ἀφικέσθαι δυνάμεων (προσεδοκᾶτο γὰρ καὶ οὗτος ἐλθεῖν) καὶ δειλιάσαν- τες οἱ Πατζινάκαι σποράδες ἄλλος ἀλλαχοῦ φεύγοντες ὑπεχώρησαν, καὶ πανσυδὶ ἂν ἀπωλώλει ὁ τῶν Ῥωμαίων στρατός.

[Const9.23] Ἐγένετο δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ τυραννίδος διαβολὴ κατά τινων ἀρχόντων πολιτῶν, ὧν ἔξαρχοι ἐτύγχανον Νικηφόρος καὶ Μιχαὴλ οἱ τοῦ Εὐθυμίου παῖδες, καὶ ἄλλοι τινὲς τῶν εἰς τὸ αὐτῶν γένος ἀναφερόντων. ἀλλ' οἱ μὲν ἄλλοι πάντες διεσώθησαν, μόνος δὲ ὁ Νικη- φόρος ἀνεξερευνήτως κατακριθεὶς ἐξωρίσθη, τῆς οὐσίας αὐτοῦ πρό- τερον δημευθείσης.

[Const9.24] Ὅπως δὲ τῶν Πατζινάκων ἐπικρατέστερα γένηται τὰ Ῥω- μαίων ὁ βασιλεὺς φροντίζων, τὸν Κεγένην ἐξάγει τῆς φυλακῆς καὶ ἐς Πατζινάκας ἐκπέμπει, ὑποσχόμενον διασχίσαι τούτους καὶ εὔνους θεῖναι τῷ βασιλεῖ. καὶ τὰ συμμαχικὰ πάντα συναθροίσας ὑφ' ἕν, Φράγγους φαμὲν καὶ Βαράγγους, μεταπεμψάμενος δὲ καὶ ἱπποτοξότας ἀπό τε τοῦ Τελούχ, τοῦ Μαύρου ὄρους, καὶ τοῦ Καρκάρου, περὶ τὰς εἴκοσι χιλιά- δας, καὶ ἀνδράσιν ἐπισήμοις τῶν γενῶν ἕκαστον ἀναθείς, καὶ ἐπὶ πᾶσιν ἡγεμόνα καταστήσας τὸν πατρίκιον Βρυέννιον καὶ ἐθνάρχην τοῦτον κατονομάσας, τὰς ἐκδρομὰς ἐκπέμπει κωλύειν καὶ ἐπέχειν τῶν Πατζινά- κων. οὗτοι γὰρ μετὰ τὴν ἐν Ἀδριανουπόλει μάχην καταφρονήσαντες ὁλοσχερῶς τῶν Ῥωμαίων ἀδεῶς τήν τε Μακεδονίαν καὶ Θρᾴκην ἐδῄ- ουν καὶ ἐπυρπόλουν, ἀναιροῦντες ἀνοίκτως καὶ αὐτὰ τὰ θηλάζοντα νήπια, ὡς καὶ μίαν αὐτῶν μοῖραν ἄχρι τῶν Κατασυρτῶν (ἔγγιστα δὲ αἱ Κατασύρται τῆς βασιλίδος) ἐλθεῖν. ἀλλὰ τούτων μὲν ἡ καταστροφὴ ταχυτάτη ἐγένετο. λαὸν γὰρ ὁ βασιλεὺς ὁπλίσας ἀπό τε τῶν ἐν τῇ αὐλῇ φυλασσόντων καί τινων ἄλλων ἐκ τοῦ παρείκοντος εὑρεθέντων, καὶ Ἰωάννῃ πατρικίῳ, ἑνὶ τῶν θαλαμηπόλων εὐνούχων τῆς βασιλίδος Ζωῆς, ᾧ φιλόσοφος τὸ ἐπώνυμον, ἐγχειρίσας, κατειργάσατο ῥᾳδίως· νυκτὸς γὰρ οὗτος ἐπελθὼν καὶ μεθύοντας καὶ κοιμωμένους πάντας εὑρὼν ἀπέσφαξε, καὶ τὰς κεφαλὰς αὐτῶν ἁμάξαις γεωργικαῖς ἐπιθεὶς κομίζει τῷ βασιλεῖ.

[Const9.25] Ὁ μὲν οὖν Κεγένης ἐξελθὼν διαπρεσβεύεται τοῖς Πατζινάκαις, καὶ τούτων ὑποσχομένων μεθ' ὅρκων ποιήσειν τὸ αὐτοῦ θέλημα, πιστεύ- σας τοῖς ὅρκοις καὶ ἀπελθὼν εὐθὺς ἀναιρεῖται, εἰς μικρὰ κατατμηθεὶς μέρη καὶ μόρια. ὁ δὲ Βρυέννιος τὰς ἐμπιστευθείσας αὐτῷ παραλαβὼν δυνάμεις καὶ ἐν Ἀδριανουπόλει γενόμενος ἐφρόντιζε τῆς φυλακῆς τῶν χωρίων. στέλλεται δὲ καὶ τοῦ παντὸς ἡγεμὼν στρατοῦ Μιχαὴλ πατρί- κιος ὁ Ἀκόλουθος, προσταχθεὶς καὶ αὐτὸς καθολικῆς μὲν μάχης μὴ ἅπτεσθαι, εἴργειν δὲ καὶ ἀνακόπτειν τὰς ἐκδρομάς. ὃς ἐξελθὼν καὶ τῷ Βρυεννίῳ ἑνωθεὶς ἔργου ἥπτετο, καὶ πρότερον μὲν ἐν Γολόῃ μιᾷ μοίρᾳ τῶν Πατζινάκων περιτυχὼν καὶ ταύτην τρεψάμενος ἠφάνισεν, εἶτα πάλιν ἐν τῷ Τοπλιτζῷ (φρούριον δὲ οὗτος παρὰ τὸν Εὗρον κείμενον) ἑτέραν ἀποσπάδα μοῖραν τῶν Πατζινάκων εὑρὼν ἀπώλεσεν. ὅθεν εὐλαβηθέντες τὰς τοιαύτας οἱ Πατζινάκαι δυνάμεις τὰ μὲν παρὰ τὰς ὑπωρείας τοῦ Αἵμου κείμενα χωρία ληΐζεσθαι ἀπέσχοντο, πᾶσαν δὲ τὴν ὁρμὴν ἐποιήσαντο κατὰ Μακεδονίας. καὶ πᾶν, ὅσον ἦν ἄλκιμον διακριθέντες κατέτρεχον τὰ ἐν Μακεδονίᾳ χωρία, καὶ ἤν τις ἐπίῃ πόλε- μος, εὐρώστως αὐτὸν προσδέξασθαι ἐμελέτων. ὅπερ μαθόντες ὁ Βρυέν- νιος καὶ ὁ Μιχαήλ, ἄραντες νυκτός, ὡς μηδένα συναίσθησιν λαβεῖν, ὅποι ἀπίασι, καὶ συντόνῳ χρησάμενοι ὁδοιπορίᾳ ἔρχονται εἰς Χαριούπολιν, καὶ ἐν αὐτῇ εἰσελθόντες μετὰ τοῦ στρατοῦ ἐξεδέχοντο τὸν καιρόν. οἱ δὲ Πατζινάκαι τοὺς ἀγροὺς καὶ τὰ προάστεια ληϊσάμενοι πάντα, καὶ περὶ βουλυτὸν ὑποστρέψαντες ἔγγιστα Χαριουπόλεως προστίθενται τὴν παρεμβολήν, ἀγνοοῦντες, ὅτι περ ἐπιχωριάζει στράτευμα ὅλως ἐν αὐτῇ· διὸ καὶ ἀδεῶς ἔκειντο ἐν αὐλοῖς καὶ κυμβάλοις κωμάζοντες. νυκτὸς δὲ ἐπιγενομένης οἱ περὶ τὸν Βρυέννιον καὶ τὸν Μιχαὴλ ἐξελθόντες καὶ κοιμωμένους καὶ ῥέγχοντας εὑρόντες ἀναιροῦσι σύμπαντας. τοῦτο δὲ τὸ ἀτύχημα συστολὴν καὶ δειλίαν ἐνέθηκε τοῖς Πατζινάκαις. διὸ καὶ τὰς ἐκδρομὰς οὐκ ἀνέτως, ὡς τὸ πρότερον, ἀλλὰ μετὰ φειδοῦς ἐποιοῦντο κατά τε τὴν τετάρτην καὶ πέμπτην ἰνδικτιῶνα.

[Const9.26] Κατὰ τοῦτον τὸν χρόνον καὶ ἡ Ῥωμανοῦ τοῦ λεγομένου Βοΐλα αἰφνίδιος γέγονεν αὔξησις. οὗτος γὰρ ἐν ταῖς ἑταιρείαις κατατεταγ- μένος καὶ τὴν γλῶτταν ὑγρὸς ὤν, καὶ δοκῶν κατὰ τοῦτο ἀστεῖος, καὶ εὐτράπελος, ἐπεί ποτε ἐς ὄψιν ἦλθε τῷ βασιλεῖ καὶ ὁμιλήσας χαριέστατος ἔδοξε, τὸ ἀπὸ τοῦδε ἀχώριστος ἦν αὐτῷ διὰ παντός, καὶ τούτῳ ἐχρῆτο

[Const9.26.6] καὶ συμβούλῳ καὶ διακόνῳ καὶ ὑπουργῷ πρὸς πᾶσαν ὑπηρεσίαν. ὃν κατὰ μικρὸν ταῖς τιμαῖς προβιβάζων ἐς μέγα ἐξῆρε καὶ ὕψωσεν, ὡς τὰ πρῶτα φέρειν ἐν βασιλείοις. οὗτος ὁ ἀνὴρ εὐμήχανος ὢν καὶ ποικίλος, καὶ τῆς βασιλείας ἐρῶν ἀεί ποτε ἀπεπειρᾶτο τῶν ὅσοι τῶν συγκλητι- κῶν προσκεκρουκότες ἦσαν τῷ βασιλεῖ καὶ τὸ μυστήριον ἀνεκάλυπτε. καὶ τούτων ὁπόσοι μὲν ἔτυχον προσδεχόμενοι τοὺς λόγους τῆς ἐπιβουλῆς, ἠρέμα καὶ προσηνῶς ἀνελάμβανε καὶ ὅρκοις ἐξησφαλίζετο. τοὺς ὅσοι δὲ καὶ πρὸς μόνην ἀπεδυσπέτουν τὴν ἀκοήν, ἀποδέχεσθαι προσεποιεῖτο καὶ θαυμάζειν τῆς εἰς τὸν βασιλέα εὐνοίας, καὶ τὰ λεχθέντα δοκιμασίας ἔλεγε ῥηθῆναι χάριν καὶ ὑπερλαλῆσαι τούτων ἐς τὸν βασιλέα ἐπ- ώμνυτο. τελευταῖον δὲ πολλοὺς διαφθείρας τῶν πολιτῶν καὶ ἐπιβουλὴν ἐξαρτύων ἐφωράθη. καὶ οἱ μὲν ἄλλοι πάντες οἱ αὐτῷ συνομόσαντες κακῶς ἔπαθον ἐτασθέντες καὶ τῶν οἰκείων ὑπάρξεων γυμνωθέντες καὶ ὑπερορίαις παραπεμφθέντες, ὁ δὲ Ῥωμανὸς οὐδὲν πέπονθε φαῦλον. κατὰ μικρὸν γὰρ ἀποστραφέντος αὐτὸν τοῦ βασιλέως, πάλιν συνεχωρήθη καὶ τὴν προτέραν εἶχε κατάστασιν.

[Const9.27] Ὁ δὲ σουλτάνος ἐγκοτῶν, ὡς ἐρρέθη, Ἀβραμίῳ τῷ ἀδελφῷ καὶ διὰ παντὸς ἐπιβουλεύων τῇ τούτου ζωῇ, ἐμελέτα διηνεκῶς ἀνελεῖν αὐτόν. ὅπερ προγνοὺς ἐκεῖνος ἀπέδρα πρὸς Κουτλουμούσην τὸν ἑαυτοῦ ἀνεψιόν, καὶ ἅμα ἐκείνῳ τὸν κατὰ τοῦ σουλτάνου ἀναδέχεται πόλεμον. οἷς συμβαλὼν κατὰ τὸ λεγόμενον Πάσαρ ἐκεῖνος τρέπεται, καὶ τὸν μὲν Ἀβράμιον ἀναιρεῖ κατασχεθέντα· ὁ δὲ Κουτλουμούσης φυγὼν μετὰ χιλιάδων ἓξ καὶ Μέλεχ τοῦ υἱοῦ τοῦ Ἀβραμίου διαπρεσβεύεται πρὸς βασιλέα, ἱκετεύων προσδεχθῆναι καὶ σύμμαχος καὶ φίλος γενέσθαι Ῥωμαίων. καὶ ἐλθὼν πρὸς τὴν Περσαρμενίαν κατὰ τὸ λεγόμενον Κάρ- σε προσέμενε τὰς τῆς πρεσβείας ἀποκρίσεις. ἐν τῷ μεταξὺ δὲ πολιορκήσας τὸ Κάρσε πλὴν τῆς ἀκροπόλεως παρειλήφει τὴν πόλιν. κατόπιν δὲ τούτων διώκων ὁ σουλτάνος ἦλθε μετὰ τῶν αὐτοῦ δυνάμεων ἐν Ἰβηρίᾳ· ὅπερ μαθὼν ὁ Κουτλουμούσης ἔφυγε πρὸς τὸ Σάβα καὶ τὴν εὐδαίμονα Ἀραβίαν. ὁ δὲ σουλτάνος ἐν Ἰβηρίᾳ γενόμενος ἐληΐζετο τὰ παρατυ- χόντα καὶ ἐπυρπόλει. διὸ καὶ κατὰ σπουδὴν ὁ βασιλεὺς τὸν Ἀκόλουθον Μιχαὴλ μεταπεμψάμενος ἐκ τῆς ἑσπέρας ἐς Ἰβηρίαν ἐκπέμπει. ὃς ἐκεῖσε γενόμενος καὶ τοὺς διεσπαρμένους ἔν τε Χαλδίᾳ καὶ Ἰβηρίᾳ Φράγγους καὶ Βαράγγους ἀγηοχώς, κωλύειν ἠπείγετο τὸν ἐνόντα τρόπον τὰς ἐκδρομὰς τοῦ σουλτάνου. ἀλλ' ἐκεῖνος τὴν ὀξεῖαν ἔφοδον τούτου μαθών, καὶ ὅτι λαὸν ἀθροίσας σπεύδει τούτῳ συμπλέκεσθαι, λογισάμενος, ὅπερ ἦν εἰκός, τὸ ἑκατέρωθεν τοῦ πράγματος ἄδοξον, καὶ ὅτι νικήσας μὲν δοῦλον ἔσται βασιλέως νενικηκώς, νικηθεὶς δὲ οὐ μικρὰν αἰσχύνην ἀποίσεται, ἄρας παντὶ τῷ στρατῷ ἀνέζευξε πρὸς τὸ Ταβρέζιον.

[Const9.28] Τότε δὴ καὶ Μιχαηλᾶς ὁ τοῦ Στεφάνου υἱός, καὶ Τριβαλλῶν καὶ Σέρβων μετὰ τὸν πατέρα καταστὰς ἀρχηγός, σπένδεται τῷ βασιλεῖ, καὶ τοῖς συμμάχοις καὶ φίλοις Ῥωμαίων ἐγγράφεται, πρωτοσπαθάριος τιμηθείς. ἐπέμφθη δὲ τῷ βασιλεῖ καὶ ἐξ Αἰγύπτου παρὰ τοῦ ταύτης ἀρχηγοῦ ζῷον ἐλέφας καὶ καμηλοπάρδαλις. βουλόμενος δὲ ὁ βασιλεὺς τελέως ἀποσκευάσασθαι τοὺς Πατζινάκας, τὰς ὁθενδήποτε δυνάμεις ἀθροίσας ἔκ τε ἑῴας καὶ ἑσπέρας καὶ Μιχαὴλ παραδοὺς τῷ Ἀκολούθῳ, καὶ τὸν σύγκελλον δὲ Βασίλειον τὰ Βουλγαρικὰ στρατεύματα ἀνειλη- φέναι κελεύσας, καὶ ἄμφω κατὰ τῶν Πατζινάκων ἐκπέμπει. ὅπερ ἐκεῖνοι πυθόμενοι χάρακα ἐπήξαντο κατὰ τὴν μεγάλην Περσθλάβαν τάφρῳ βαθείᾳ καὶ σταυρώμασι ταύτην κατοχυρώσαντες. ἀφικομένων οὖν τῶν Ῥωμαίων συγκλείσαντες ἑαυτοὺς ἔνδον τῆς τάφρου ἐπολιορκοῦντο. ἐπεὶ δὲ τοῖς Ῥωμαίοις τηνάλλως ὁ καιρὸς ἐτρίβετο, μηδέν, ὅ τι καὶ λόγου ἄξιον διαπράττουσι, κατέσχε δὲ αὐτοὺς καὶ σπάνις τῶν ἀναγ- καίων, βουλὴν προὐτίθεσαν περὶ τοῦ πρακτέου, καὶ δόξαν ἅπασιν ὑποστρέφειν, ἀωρὶ τῶν νυκτῶν σιγὴν παραγγείλαντες καὶ τὰς πύλας ἀναπετάσαντες τῆς παρεμβολῆς ὑπεχώρουν. τοῦτο δὲ οὐκ ἔλαθε τὸν Τυράχ, ἀλλὰ μαθών, ὡς βούλονται φεύγειν, λαὸν ὅτι πλεῖστον τοῦ χάρακος ἐξαγαγὼν ἐν ταῖς διόδοις ἐκπέμπει, ὅπου περ ἔμελλον οἱ Ῥω- μαῖοι διέρχεσθαι. αὐτὸς δὲ ἐξελθοῦσιν εὐθὺς ἐπιτίθεται. καὶ γίνεται τροπὴ τῶν Ῥωμαίων φρικτή, καὶ οἱ μὲν ὑπὸ τῶν κατόπιν καταλαμ- βανόμενοι ἀπεσφάττοντο, οἱ δὲ ὑπὸ τῶν προκατειληφότων τὰς δυσχω- ρίας ἐρχόμενοι ἀνηλίσκοντο. ἔπεσεν οὖν πλῆθος πολύ, πίπτει δὲ καὶ αὐτὸς ὁ σύγκελλος, οἱ δὲ λοιποὶ σὺν τῷ Μιχαὴλ ἐν Ἀδριανουπόλει διασῴζονται. περιαλγὴς οὖν ὁ βασιλεὺς γενόμενος ἐπὶ τῷ ἀτυχήματι τούς τε ἐκ τῆς τροπῆς διασωθέντας ἀνελάμβανε καὶ λαὸν ἕτερον ἐστρα- τολόγει καὶ μισθοφόρους συνέλεγε, καὶ ἀβίωτον ἡγεῖτο τὸν βίον, εἰ μὴ ἄρδην ἀφανίσει τὸ γένος τῶν Πατζινάκων. ἀλλ' ἐκεῖνοι δι' αὐτο- μόλου τοῦτο πυθόμενοι διαπρεσβεύονται πρὸς τὸν βασιλέα, εἰρήνην αἰτοῦντες. καὶ προσδεξάμενος οὗτος τὴν πρεσβείαν σπένδεται μετ' αὐτῶν τριακοντούτεις σπονδὰς θέμενος.

[Const9.29] Μοναστήριον δὲ οἰκοδομῶν ὁ βασιλεὺς κατὰ τὰ λεγόμενα Μάγ- γανα ἐπ' ὀνόματι τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου, καὶ ἀφειδῶς τὰ δημόσια καταναλίσκων ἐν ταῖς οἰκοδομαῖς χρήματα, νῦν μὲν οἰκο- δομῶν, νῦν δὲ καταστρέφων, εἰς μεγάλην ἤλασεν ἔνδειαν, ὡς πᾶσαν ἐπινοῆσαι διὰ τοῦτο καπηλείαν καὶ ἀτόπους καὶ σεσοφισμένας εἰσπρά- ξεις ἐφευρηκέναι· δημοσίους τε γὰρ προεχειρίζετο φροντιστὰς ἀσεβεῖς καὶ ἀλάστορας, καὶ δι' αὐτῶν χρήματα ἐξ ἀδίκων πόρων συνήθροιζε. κατέλυσε δὲ καὶ τὸν Ἰβηρικὸν στρατὸν ἀμφὶ τὰς πεντήκοντα χιλιάδας ἀριθμούμενον διὰ Λέοντος τοῦ Σερβλίου, καὶ ἀντὶ στρατιωτῶν φόρους πολλοὺς ἐπορίζετο ἀπὸ τῶν χωρίων ἐκείνων. καὶ ἄλλας πλείους εἰσπρά- ξεις ἐπενοήσατο πονηρὰς καὶ ἀθέσμους, ἃς καὶ καταλέγειν αἰσχύνη. ὃ δὲ εἰπεῖν ἐστιν ἀναγκαῖον, τοῦτο δὴ καὶ λέξω, ὅτι περ ἐξ ἐκείνου τοῦ βασιλέως καὶ τῆς ἐκείνου ἀσωτίας καὶ σαλακωνείας τὰ Ῥωμαίων ἤρξατο φθίνειν πράγματα, καὶ ἔκτοτε καὶ μέχρι τῆς δεῦρο κατὰ μικρὸν εἰς τὸ κατόπιν χωροῦντα ἐς παντελῆ κατήντησε τὴν ἀσθένειαν· τὸ γὰρ ἐλευ- θέριον ἀτεχνῶς διώκων εἰς ἄκραν ἐληλάκει τὴν ἀσωτίαν. οὐ μήν γε καὶ παντάπασι πράξεων ἀγαθῶν ἐστέρητο, ἀλλὰ φέρονται καί τινα ἔργα αὐτοῦ ἱστορικῆς μνήμης ἄξια. τό τε γὰρ ῥηθὲν μοναστήριον καὶ τὰ ἐν αὐτῷ γηροτροφεῖα καὶ οἱ ξενῶνες καὶ τὰ πτωχοτροφεῖα ἐπαίνων οὐκ ἀμοιροῦσι, καὶ τὸ γενόμενον ἔργον εἰς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν ἐγκωμίων οὐκ ἀπολείπεται. ἕως ἐκείνου γὰρ ἐν μόναις ταῖς ἐπισήμοις ἑορταῖς ἐν ταύτῃ, ἔτι δὲ καὶ τοῖς σάββασι καὶ ταῖς κυριακαῖς ἡμέραις ἡ ἀναίμακτος τῷ θεῷ ἐπετελεῖτο ἱερουργία, ἐν δὲ ταῖς λοιπαῖς οὐδαμῶς ἡμέραις. τοῦτο δὲ ἐγίνετο διὰ προσόδου ἔνδειαν, ἣν οὗτος δαψιλῶς ἀφορίσας καὶ ἀποχρώντως καθ' ἑκάστην τελεῖσθαι τὴν ἱερὰν παρ- εσκεύασε λειτουργίαν· ὃ καὶ κρατεῖ γινόμενον μέχρι τῆς ἡμῶν. καὶ σκεύη δὲ τὰ τῇ ἱερᾷ ἀνειμένα σπονδείᾳ τῇ τοιαύτῃ ἀνέθετο ἐκκλησίᾳ, ἐκ χρυ- σοῦ καὶ πολυτίμων μαργάρων καὶ λίθων κατεσκευασμένα, μακρῷ παρ- ελάσαντα τὰ λοιπὰ μεγέθει καὶ κάλλει καὶ τιμῇ· καὶ λοιποῖς ἄλλοις κειμη- λίοις οὐκ ὀλίγοις ταύτην ἐφαίδρυνε. καὶ τὰ μὲν ἐκείνου ταῦτα.

[Const9.30] Ἐνέσκηψε δὲ καὶ λοιμικὴ νόσος τῇ βασιλίδι κατά τε τὴν ἑβδό- μην καὶ ὀγδόην ἰνδικτιῶνα, ὡς μὴ ἐξισχύειν τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας. ἠνέχθη δὲ καὶ κατὰ τὸ θέρος τῆς ἑβδόμης ἰνδικτιῶνος μέγι-

[Const9.30.4] στόν τι χρῆμα χαλάζης, καὶ πολλὰ ὑπ' αὐτῆς οὐ ζῷα μόνον, ἀλλὰ καὶ ἄνθρωποι διεφθάρησαν. ὁ δὲ βασιλεὺς κατεχόμενος ὑπὸ τῆς συν- ήθους νόσου τῆς ποδάγρας ἔκειτο ἐν τῇ παρ' αὐτοῦ νεουργηθείσῃ μονῇ τῶν Μαγγάνων. ἐπεὶ δὲ καὶ ἕτερον ἐπηκολούθησε σύμπτωμα καὶ ἤδη ὁ θάνατος ἤγγιζεν, ἐσκέπτοντο οἱ τὰ πρῶτα ἐν τοῖς βασιλείοις φέρον- τες, ὁ λογοθέτης Ἰωάννης, ὃν ὁ βασιλεὺς παραδυναστεύοντα εἶχε, παρωσάμενος τὸν Λειχούδην, ὁ πρωτονοτάριος τοῦ δρόμου Κωνσταν- τῖνος, ὁ ἐπὶ τοῦ κανικλείου Βασίλειος, καὶ οἱ λοιποὶ οἱ ἄλλως αὐτῷ προσῳκειωμένοι, τίνα δὴ ἐς τὸν βασίλειον καθιδρύσουσι θρόνον. ἔδοξεν οὖν ἅπασιν ἐπιτήδειος εἰς τοῦτο Νικηφόρος ὁ Πρωτεύων. καὶ δὴ πέμ- πεται ταχυδρόμος ἐν Βουλγαρίᾳ, ἄξων αὐτὸν ἐκεῖθεν· ἔτυχε γὰρ τότε τὴν τῆς Βουλγαρίας περιεζωσμένος ἀρχήν. ἀλλὰ τοῦτο γνόντες οἱ τῇ Θεοδώρᾳ τῇ βασιλίδι ὑπηρετούμενοι (ἡ Ζωὴ γὰρ ἤδη προκατέστρεψε τὴν ζῳήν), ὅ τε Νικήτας ὁ Ξυλινίτης, Θεόδωρος καὶ Μανουήλ, δρόμωνι αὐτὴν ἐμβιβάσαντες ἄγουσιν εἰς τὰ τοῦ μεγάλου παλατίου ἀνάκτορα καὶ αὐτοκράτορα ἀναγορεύουσι. καὶ ὁ μὲν βασιλεὺς ἀποθανὼν ἐν τοῖς Μαγγάνοις ταφῆς ἔτυχε τῆς τυχούσης, οἱ δὲ περὶ τὴν βασιλίδα πέμ- ψαντες ἐπέσχον τὸν Πρωτεύοντα ἐν Θεσσαλονίκῃ, κἀκεῖθεν ἀπάγουσιν εἰς τὸ Θρᾳκήσιον ἐν τῇ μονῇ τοῦ Κουζηνᾶ κἀκεῖσε περιορίζουσιν.

[Theod.t] ΘΕΟΔΩΡΑ

[Theod.1] Τὴν προγονικὴν δὲ παραλαβοῦσα βασιλείαν ἡ Θεοδώρα εὐθὺς μὲν μέτεισι τοὺς ὅσοι βασιλεῦσαι τὸν Πρωτεύοντα ἐβουλεύσαντο, τῶν ὑπαρχόντων ψιλώσασα καὶ ὑπερορίσασα. προβιβάζει δὲ καὶ τοὺς εὐνούχους αὐτῆς ἅπαντας εἰς τὰς μεγίστας ἀρχάς, δομέστικον μὲν τῶν σχολῶν τῆς ἀνατολῆς τὸν Θεόδωρον προβαλλομένη, καὶ εἰς τὴν ἑῴαν ἐκπέμψασα, ἐφ' ᾧ τὰς ἐκδρομὰς τῶν Τούρκων κωλύειν, τὸν μάγιστρον Ἰσαάκιον τὸν Κομνηνὸν μετακινήσασα τῆς στρατοπεδαρχίας. ἔτυχε γὰρ ὁ Μονομάχος διαπεραιωσάμενος πάσας ἐν ἑῴᾳ τὰς Μακεδονικὰς δυνάμεις, ἀρχηγοὺς ἐχούσας ἅπαντας Μακεδόνας, ὧν εἷς ἦν καὶ ὁ Βρυέν- νιος· ἐφέρετο γὰρ ἐν Τούρκοις λόγος, ὡς εἴη πεπρωμένον καταστραφῆναι τὸ Τούρκων γένος ὑπὸ τοιαύτης δυνάμεως, ὁποίαν ὁ Μακεδὼν Ἀλέξαν- δρος ἔχων κατεστρέψατο Πέρσας. προεβάλλετο δὲ καὶ λογοθέτην τοῦ δρόμου τὸν Νικήταν, καὶ δρουγγάριον τῆς βίγλας τὸν Μανουήλ. προσ- ελάβετο δὲ διὰ πολυπειρίαν εἰς τὸ τὰ κοινὰ διοικεῖν τὸν σύγκελλον Λέοντα τὸν λεγόμενον Στραβοσπόνδυλον, τὸν πάλαι τῷ βασιλεῖ Μιχαὴλ ὑπουργήσαντα. ἀλλὰ καὶ Λέοντος τοῦ (Λέοντα τὸν CU) Βουλγαρίας ἀρχιεπισκόπου (Βουλγάρων ἐπισκό- που V, Βουλγαρίας ἐπίσκοπον U) κοιμηθέντος προεχειρίσατο Θεόδουλον μοναχόν, ἐξ Ἰκονίου μὲν ὡρμημένον, πόλεως Τετραπόλεως (Τετραπυδʹ C), ἡγούμενον δὲ τυγχάνοντα τῆς μονῆς τοῦ ἁγίου μεγαλομάρτυρος Μωκίου, τῆς μὲν θυράθεν σοφίας ἄγευστον τὸ παράπαν (τῆς θυρ. σοφ. μὲν τὸ παρ. ἄγ. V; τὸ παρ. om. E), τῆς δέ γε θείας εἰς (ἐς CE) ἄκρον ἐληλακότα, καὶ ταῖς ἐξ αὐτῆς χάρισι καὶ ἀρεταῖς κατάκομον. καὶ τὰ μὲν τῆς πόλεως ἐφέρετο τῇδε, ὁ δὲ Βρυέννιος τὸν τοῦ βασιλέως ἐνωτισθεὶς θάνατον, ἄρας μετὰ τῶν Μακεδόνων κάτεισιν ἐν Χρυσοπόλει. καὶ τοῦτον μὲν ἡ βασιλίς, ὅτι ἀσυντάκτως ὑπεχώρησε, κατασχοῦσα δημεύει καὶ εἰς ἐξορίαν ἐκπέμπει, τὸν δὲ λαὸν ὑποστρέψαι εἰς τοὐπίσω παρασκευάζει. ὅλην οὖν τὴν θʹ ἰνδικτιῶνα, τοῦ ͵Ϛφξδʹ ἔτους βιώσασα ἡ βασιλίς, καὶ περὶ τὰ τέλη τοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς ἰνδικτιῶνος ἰλεοῦ νοσήματι περιπεσοῦσα ἀπέθανεν.

[Theod.2] Οἱ δὲ ταύτης εὐνοῦχοι σὺν τῷ συγκέλλῳ Λέοντι ἀναβιβάζουσιν εἰς τὸν βασίλειον θρόνον, ἔτι ψυχορραγούσης ἐκείνης, Μιχαὴλ πατρί- κιον τὸν Στρατιωτικόν, ἄνθρωπον ἐκ Βυζαντίου μὲν ὁρμώμενον, ἀφελῆ δὲ καὶ ἀποίκιλον καὶ μόνοις τοῖς στρατιωτικοῖς ἐκ παίδων ἀπασχολη- θέντα καὶ πλέον ἄλλο εἰδότα μηδέν, καὶ ἤδη παρηκμακότα καὶ τῆς πρε- σβυτικῆς ἁψάμενον ἡλικίας, ᾗτινι συμφέρειν τὴν ἀπραγμοσύνην Ἀρχί- λοχος ὁ ποιητὴς ἀπεφήνατο. τοῦτο δὲ πεποιήκασιν, ἵνα σχῆμα μόνον καὶ ὄνομα αὐτὸς ἔχῃ τῆς βασιλείας, αὐτοὶ δὲ διεξάγωσιν, ὡς βούλονται, τὰ κοινὰ καὶ πάντων τυγχάνωσι κύριοι, ἐπομοσαμένου πρότερον καὶ αὐτοῦ μηδέν τι πρᾶξαί ποτε τῆς ἐκείνων δίχα γνώμης τε καὶ θελήσεως.

[Mich6.t] ΜΙΧΑΗΛ Ο ΓΕΡΩΝ

[Mich6.1] Ἀναρρηθέντος δὲ τοῦ Μιχαὴλ αὐτοκράτορος κατὰ τὴν λαʹ ἡμέραν τοῦ Αὐγούστου μηνός, τῆς θʹ ἰνδικτιῶνος, Θεοδόσιος πρόεδρος ὁ τοῦ πατραδέλφου τοῦ βασιλέως Κωνσταντίνου τοῦ Μονομάχου υἱός, πυθό- μενος τὴν ἀνάρρησιν καὶ δεινοπαθήσας, καὶ μὴ βουλευσάμενος, μηδὲ λογισά- μενος τὴν τοῦ ἔργου δυσχέρειαν καὶ ἀπότευξιν, μηδ' οἷον κύβον μέλλει ἀναρριπτεῖν, ἀνειληφὼς τοὺς οἰκογενεῖς καὶ δούλους καὶ τοὺς ἄλλως ὑπηρετουμένους αὐτῷ, πολλοὺς δὲ καὶ τῶν γειτόνων καί τινας τῶν συνήθων, ὅσοι περ ἦσαν τὰς φρένας κουφότεροι, ἄρας περὶ δείλην ὀψίαν ἐκ τῆς οἰκίας (κεῖται δὲ αὕτη περὶ τὸ λεγόμενον Λεωμακέλλιον) προῄει διὰ τῆς πλατείας ὡς εἰς τὸ παλάτιον, ἀγανακτῶν καὶ δυσχεραί- νων, καὶ τὴν ἀδικίαν ὡς ἂν τὰ ἔσχατα ἠδικημένος πρὸς τοὺς παρατυ- χόντας ἐπιβοώμενος, καὶ τὴν βασιλείαν ἀνακαλούμενος, ὡς κληρονο- μιαῖον τάχα κτῆμα καὶ αὐτῷ προσῆκον, ὡς μᾶλλον τῶν ἄλλων ἐγγύ- τητα ἔχοντι αἵματος πρὸς τὸν ἀπελθόντα βασιλέα. ὡς δ' ἐγένετο κατὰ τὸ πραιτώριον, διαρρήξας τὰς πύλας τῆς φυλακῆς ἐξάγει τοὺς καθειρ- γμένους, ἐλπίσας, οἶμαι, δι' αὐτῶν μέγα τι διαπράξασθαι καὶ γενναῖον. τὸ δ' αὐτὸ τοῦτο καὶ ἐν τῇ Χαλκῇ φθάσας ἐποίησεν. ἀλλὰ τῆς ἐπανα- στάσεως τοῖς ἐν τοῖς βασιλείοις γνωσθείσης εὐνούχοις, ταχὺ μὲν οἱ φυλάσσοντες ἐν τῷ παλατίῳ στρατιῶται Ῥωμαῖοί τε καὶ Βάραγγοι (γένος δὲ Κελτικὸν οἱ Βάραγγοι μισθοφοροῦντες Ῥωμαίοις) καθοπλί- ζονται, ταχὺ δὲ καὶ οἱ ταῖς βασιλικαῖς ὑπηρετοῦντες τριήρεσιν ἠγεί- ροντο. καὶ χεὶρ ἱκανὴ συνηθροίσθη καὶ κατὰ τοῦ Θεοδοσίου ἔμελλε πέμπεσθαι. ὁ δὲ τοῦτο πυθόμενος, ἐκκλίνας τοῦ πρὸς τὸ παλάτιον ἀπιέναι, ὑποστρέφει πρὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν· ἤλπισε γάρ, ὡς εἰσελθόντα τοῦτον ἐν αὐτῇ ὁ πατριάρχης τε καὶ ὁ κλῆρος προσδέξεται, καὶ λαὸς ἀθροισθήσεται πλεῖστος, καὶ βασιλέα ἀναγορεύ- σουσι. ταῦτα δὲ πάντα αὐτῷ εἰς τοὐναντίον ἀπέβη. ὅ τε γὰρ πατριάρ- χης καὶ ὁ τῆς ἐκκλησίας κλῆρος ἐρχομένῳ τὰς ταύτης ἀποκλείουσι πύλας, καὶ οἱ συνήθως ἐν τοῖς τοιούτοις χαίροντες καὶ συντρέχοντες ἦσαν οὐδαμοῦ, καὶ οἱ παρεπόμενοι τούτῳ μέχρις ἐκείνου τοῦ τόπου, μαθόντες τὴν μέλλουσαν πέμπεσθαι δύναμιν κατ' αὐτῶν, κατὰ μικρὸν ὑπορρέοντες ἐσκεδάσθησαν, καὶ λοιπὸν ἔρημος πάντων καταλειφθεὶς ἱκέτης ἐλεεινὸς μετὰ τοῦ παιδὸς πρὸς τὴν ἐκκλησίαν καθίζει· ὃν εὐθὺς ἀποστείλαντες ἐξάγουσι τῆς ἐκκλησίας καὶ ἐξορίζουσιν ἐν Περγάμῳ. τὸ δ' αὐτὸ τοῦτο καὶ εἰς τοὺς ἐμφανεστέρους τῶν αὐτῷ συναπαχθέντων ἐποίησαν. καὶ τὸ ἀπὸ τούτου ὁ Μιχαὴλ ἀναμφισβήτητος ἀνηγορεύετο αὐτοκράτωρ.

[Mich6.2] Παραλαβὼν δὲ τὰς ἡνίας τῆς βασιλείας, πάντας μὲν τοὺς λογά- δας τῆς συγκλήτου εἰς βαθμοὺς ἀξιωμάτων ὑψηλοτέρους ἀνήγαγε, καὶ τὸν δῆμον ὑποσχέσεσιν ὑπεποιεῖτο πολλῶν ἀγαθῶν. ὡς ὢν δὲ κάρτα γέρων καὶ πολλῶν μεμνημένος ἀρχαίων, ἐπεβάλλετο καὶ πολλὰ τῶν παλαιῶν σχολάσαντα ἐθίμων ἐπανακτήσασθαι, μηδὲν πρὸς λυσιτέ- λειαν συντελοῦντα τῆς βασιλείας ἢ τοῦ κοινοῦ. τό τε γὰρ λεγόμενον στρατήγιον ἀνακαθαίρεσθαι ἐκέλευσε, πρὸς ὅπερ ἀποσκώπτοντες οἱ

[Mich6.2.8] πολῖται ἔφασκον, ὡς τὸν οἰκεῖον ἀστράγαλον ἀναζητῶν, ὃν ἐκεῖσε παίζων ἀπώλεσεν, ἐκκαθαίρει τὸν χοῦν, καὶ τὰς τῶν πολιτῶν κεφαλὰς σκέπεσθαι μὴ δι' ἀγραμμάτων, ὡς νῦν, ἀλλὰ διὰ μεγαλογράμμων ὀθονίων ἐκ βύσσου καὶ πορφύρας ἐξυφασμένων· καὶ δημοσίους φρον- τιστὰς οὐ συγκλητικοὺς προεβάλλετο, ἀλλά τινας τῶν ἐν ἑκάστῳ τῶν ἀρχείων ἐναυξηθέντων ταχυγράφων. καὶ ἄλλα πολλὰ τοιαῦτα, ὧν τὸ καθ' ἕκαστον καταλέγειν θελήσας προσκορὴς γενήσομαι τοῖς ἀκροαταῖς. καὶ διετέλεσεν οὕτως ἀφελῶς καὶ ἀτέχνως ἰθύνων τὰ σκῆπτρα καὶ κυβερ- νῶν. ἐπεὶ δὲ ὁ καιρὸς ἐπέστη τῆς βασιλικῆς φιλοτιμίας, ἣν διανέμειν ἐτησίως κατὰ τὸν καιρὸν τοῦ πάσχα πρὸς τὴν σύγκλητον εἰώθασιν οἱ βασιλεῖς, καὶ πάντες εἰσῆλθον οἱ τοῦ στρατοῦ ἡγούμενοι καὶ γένει καὶ ἀνδρείᾳ ὠνομασμένοι, -ἦσαν δὲ ὅ τε μάγιστρος Ἰσαάκιος ὁ Κομνηνὸς καὶ ὁ μάγιστρος Κατακαλὼν ὁ Κεκαυμένος (δοὺξ δὲ οὗτος ἦν Ἀντιοχείας, καὶ παραλυθέντα τοῦτον τῆς ἀρχῆς διεδέξατο Μιχαὴλ ὁ τοῦ βασιλέως ἀνεψιός, ὃν ἅμα τῇ ἀναρρήσει Οὐρανὸν κατονομάσας, ὡς δῆθεν εἰς τὸν παλαιὸν Οὐρανὸν ἀναφέροντα τὸ γένος, καὶ μάγιστρον Ἀντιοχείας, ὥσπερ ἦν ἐκεῖνος, τιμήσας διάδοχον ἐκπέμπει τῷ Κεκαυμένῳ), Μιχαήλ τε βεστάρχης ὁ Βούρτζης, Κωνσταντῖνος καὶ Ἰωάννης οἱ ἐκ τοῦ γένους ἑῴων τοῦ δουκὸς καταγόμενοι, καὶ οἱ λοιποὶ λογάδες τῶν ἀρχόντων. συνέδραμον δὲ πάντες, ἵνα καὶ τὸν νέον βασιλέα θεάσωνται καὶ τῶν ἀπ' αὐτοῦ τύχωσι φιλοτιμιῶν. διεδόθη γὰρ πρὸς ἅπαντας τὸ προ- ετικὸν ἐκείνου καὶ πρὸς τὰς εὐεργεσίας μεγαλοπρεπές τε καὶ ἐλευθέριον. ἐς λόγους δ' ἐλθὼν ὁ βασιλεὺς τῷ Κομνηνῷ καὶ τῷ Κεκαυμένω, καὶ ἐπαινέσας μὲν αὐτοὺς καὶ στρατηγοὺς γενναίους καὶ ἀγαθοὺς ὀνομά- σας, καὶ μᾶλλον τὸν Κεκαυμένον, ὡς μὴ ἐκ πατέρων, μηδ' ἐκ προσπα- θείας τινός, ἀλλ' ἐξ οἰκείων ἀνδραγαθημάτων πρὸς ἣν ἐκέκτητο τοῦ ἀξιώματος ἀναχθέντα καθέδραν, τὸ αὐτὸ δὲ καὶ πρὸς τοὺς ἄλλους τῶν εὐγενῶν ποιήσας, μηδενὸς δὲ θελήσας ἐκπληρῶσαι βούλησιν, μηδ' εἰς τὸ τῶν προέδρων ἀξίωμα τὸν Κομνηνὸν καὶ τὸν Κεκαυμένον, ὡς ᾐτοῦντο, ἀναγαγεῖν κατανεύσας, ἀλλὰ πάντων τὰς δεήσεις ἀπράκτους ἀποπεμψά- μενος, ἅπαντας ἠρέθισε κατ' αὐτοῦ. καὶ πρὸς μὲν τοὺς ἑῴους στρατηγοὺς διετέθη οὕτως.

[Mich6.3] Τὸν δὲ Βρυέννιον τῆς ὑπερορίας μεταπεμψάμενος καὶ ἄρχειν τάξας Καππαδοκῶν στρατηγὸν αὐτοκράτορα προχειρίζεται τῶν Μακεδονικῶν ταγμάτων καὶ κατὰ τῶν Τούρκων ἐκπέμπει· Τοῦρκος γάρ τις τὴν κλῆσιν Σαμούχ, τὸ γένος οὐκ ἐπίσημος, πρὸς δὲ τὰ πολεμικὰ γενναῖος καὶ ἐνερ- γός, τῷ σουλτάνῳ συστρατευσάμενος, ὁπηνίκα τὴν δευτέραν εἰσβολὴν κατὰ Ῥωμαίων ἐποιήσατο, ἐκείνου ὑποστρέψαντος ἐν Περσίδι αὐτὸς τῷ τόπῳ παρέμεινε μετὰ τρισχιλίων ἀνδρῶν, καὶ περιπλανώμενος ἐν ταῖς πεδιάσι καὶ τοῖς ὑπτίοις τόποις τῆς μεγάλης Ἀρμενίας, καὶ αἰφνιδίους ποιούμενος ἐκδρομάς, κακῶς διετίθει τὰ Ῥωμαίων καὶ ἐληΐζετο. ἀλλ' οὐδὲ τοῦτον θεραπεῦσαι ἴσχυσεν ὁ βασιλεύς· ἦν γὰρ ἀφυέστατος εἰς τὸ θωπεῦσαι καὶ καταδημαγωγῆσαι ἀνθρώπους περιυβρισθέντας καὶ λανθάνοντα κότον ἐν τῇ ψυχῇ περιφέροντας. τοῦ γὰρ Βρυεννίου λιπαρῶς ἱκετεύοντος ἀποδοθῆναί οἱ καὶ τὰ χρήματα, ὁπόσα ἀφείλετο ἀπ' αὐτοῦ Θεοδώρα ἡ βασιλίς, οὐκ ἐπήκουσεν, ἀλλ' ἐκτενῶς δυσωποῦντα περὶ τούτου καὶ ἱκετεύοντα, τὸ δημῶδες τοῦτο καὶ καθημαξευμένον εἰπὼν μόνον ‘δεικνύων ἔργα ἀπαίτει μισθοὺς’ ἀπεπέμψατο. οὕτω δὲ παρορα- θεὶς καὶ ὁ Βρυέννιος ἀπῄει δεινὰ στρέφων ἐν ἑαυτῷ καὶ καιρὸν ζητῶν ἐκδικήσεως.

[Mich6.4] Παραπλησίως δὲ διετέθη καὶ πρὸς Ἐρβέβιον τὸν Φραγγόπωλον, ἄνδρα συστρατευσάμενόν τε τῷ Μανιάκῃ ἐν Σικελίᾳ καὶ μεγάλα τρόπαια στήσαντα καὶ ἀπ' ἐκείνου καὶ ἕως τούτου Ῥωμαίοις εὔνουν φαινόμενον. παρακαλοῦντα γὰρ καὶ αὐτὸν καὶ ἱκετεύοντα τῆς τῶν μαγίστρων τιμῆς τυχεῖν οὐ μόνον οὐκ ἠξίωσε λόγου, ἀλλὰ καὶ πολλὰ χλευάσας καὶ μυκτηρίσας ἀπεπέμψατο. οὕτως ἦν ἀφυὴς καὶ δυσπρόσοδος περὶ τὰς ἐντεύξεις. ὁ δὲ Ἐρβέβιος, οἷα βάρβαρος καὶ τὴν ὀργὴν ἀκατάσχετος, οὐ μετρίως ἐνεγκὼν τὴν ὕβριν, ἀγνοῶν δὲ καὶ τὴν μελετωμένην παρὰ τῶν Ῥωμαίων συσκευήν, οὐκ ἐκαρτέρησεν, ἀλλὰ σπουδάζων ἀμύνασθαι τὸν ὑβριστήν, ἐξαιτησάμενος ἐπ' οἴκου πορευθῆναι καὶ ἀφεθείς, τῷ βασιλεῖ προσειπὼν τὰ ἐξιτήρια, ἐξῆλθεν εὐθύς, καὶ πρὸς τὴν ἕω περαιωθεὶς ἀνῆλθεν ἐν τῇ κατὰ τὸν Ἀρμενιακὸν οἰκίᾳ αὐτοῦ, τῇ Δαγαράβῃ. καὶ κοινολογησάμενός τισι τῶν Φράγγων ἐκεῖσε τότε διεσπαρμένοις οὖσιν εἰς παραχειμασίαν καὶ τριακοσίους ἄνδρας ἐκ τούτων ὑποφθείρας, ἀπῇρεν ἐκεῖθεν, καὶ ἀνελθὼν ἐν Μηδίᾳ κοινοπραγεῖ τῷ Σαμοὺχ ἐκεῖσε ἐνδιατρί- βοντι, ὥστε πολεμεῖν Ῥωμαίοις. καὶ χρόνον μέν τινα ἀσάλευτος ἔμεινεν ἡ ὁμολογία· προσκρούσματος δέ τινος μεταξὺ τῶν Φράγγων γενομένου καὶ Τούρκων, καὶ ἐκ τούτου ἐπιβουλευόντων ἀλλήλοις τῶν γενῶν, ὁ μὲν Σαμοὺχ προσεποιεῖτο τηρεῖν τὰ συντεθειμένα, ὁ δὲ Ἐρβέβιος διὰ παντὸς ἦν ἐν ὑπονοίαις καὶ αἰφνίδιον προσεδόκα ἐπίθεσιν, καὶ τοὺς Φράγγους παρεκάλει μὴ ἀνέτως, ἀλλ' ἐπὶ τῶν ὅπλων καθεύδειν. τοῦτο δὲ ἐποίει κρυφίως, μηδεμίαν συναίσθησιν δοὺς τῷ Σαμούχ, ἕως ἐκεῖνος λανθάνειν οἰηθεὶς ἀνακαλύπτει τὸ βούλευμα, καὶ περὶ μίαν ἡμέραν ἐξοπλίσας πάντας, οὓς εἶχε, Τούρκους ἐπιτίθεται ἀριστοποιουμένοις τοῖς Φράγγοις. οἱ δὲ κατὰ τὸ παράγγελμα τοῦ στρατηγοῦ τοὺς ἵππους ἐν τοῖς χαλινοῖς ἔχοντες, ὡς ᾔσθοντο τὴν ἐπέλευσιν τῶν Τούρκων, ταχύ τε ἔποχοι γίνονται καὶ ἐρχομένοις τούτοις προσυπαντῶσι. καὶ γίνεται μάχη καρτερά, καὶ πρὸς μικρὸν ἀντισχόντες οἱ Τοῦρκοι τρέπονται. καὶ πίπτουσι μὲν οἱ πλείους, οἱ δὲ λοιποὶ διεσώθησαν πρὸς τὸ Χλέατ πεζοὶ καὶ γυμνοί. ὁ δὲ Ἐρβέβιος ὑποστρέψας ἀπὸ τοῦ διωγμοῦ μετὰ τῶν Φράγγων κατασκηνῶσαι ἐν τῇ παρεμβολῇ συνεβούλευεν. ἐνέκειντο δὲ οἱ Φράγγοι ἀναγκάζοντες εἰσελθεῖν ἐν τῇ πόλει τοῦ Χλέατ, κοινοπραγίαν ἔχοντες καὶ ὅρκους μετὰ τοῦ ἀμηρεύοντος ἐν αὐτῇ, εὐπαθείας τε τινος καὶ λουτροῦ μετασχεῖν καὶ τὸν ἐκ τοῦ πολέμου ἀποπλύνασθαι λύθρον. ὁ δὲ πολὺς ἦν ἐγκείμενος καὶ καθικετεύων τὸν τοιοῦτον ἀποτινάξασθαι λογισμὸν καὶ μὴ πάνυ τι πιστεύειν ὅρκῳ ἀλλοπίστων καὶ ἀλλοφύλων ἀνθρώπων, καὶ εὐσεβεῖν ἀναπεπεισμένων, εἰ θανάτου πολλοῖς αἴτιοι Χριστιανοῖς γένοιντο. ὡς δὲ λέγων οὐδένα τὸν προσέχοντα εἶχεν, ἀλλὰ πάντες μιᾶς γενόμενοι γνώμης ἀπαραίτητον τὴν εἴσοδον ἐλογίζοντο, ἄρας καὶ αὐτὸς εἴσεισι σὺν αὐτοῖς, πολλὰ πρότερον θεοκλυτήσας καὶ διαμαρτυράμενος καὶ παραγγείλας διὰ παντὸς προσέχειν καὶ ἐν χεροῖν κατέχειν τὰ ὅπλα. εἰσελθόντες οὖν οἱ Φράγγοι, καὶ τῶν τοῦ στρατηγοῦ παραγγελμάτων καταφρονήσαντες, ἐν λουτροῖς καὶ πότοις καὶ εὐωχίαις ἦσαν. ὁ δὲ ἀμηρᾶς Ἀπονάσαρ ἅμα τῷ Σαμοὺχ καὶ τοῖς ἐν τῇ πόλει Σαρακηνοῖς βουλευσάμενος, καὶ παραγγείλας τοῖς ξενοδόχοις, ὅτε τὸ σύνθημα δοθῇ, κατέχειν τοὺς ἐπιξενωθέντας καὶ δεσμεῖν, ἢ τούτου φαινομένου ἀδυνάτου ἀποσφάττειν, τέως μὲν ἠτρέμει, ἐπεὶ δὲ ἅλις εἶχε τοῖς Φράγγοις ἡ ἡδυπάθεια καὶ πρὸς ὕπνους ἐτράπησαν, δοὺς τὸ σύνθημα ἐπιτίθεται. καὶ οἱ μὲν τῶν Φράγγων εὐθὺς ἀποσφάττονται, οἱ δὲ κατ- εσχέθησαν, τινὲς δὲ καὶ ἀπὸ τοῦ τείχους ῥιπτοῦντες ἑαυτοὺς ἔξω διασωθῆ- ναι ἴσχυσαν. ἑάλω δὲ καὶ ὁ Ἐρβέβιος καὶ πεδηθεὶς ἐφυλάττετο. ὁ δὲ ἀμηρᾶς διαπραξάμενος ταῦτα διακηρυκεύεται πρὸς τὸν βασιλέα, ὡς τάχα εὔνους ὢν αὐτῷ καὶ τοὺς ἐπιβουλεύοντας τοῖς αὐτοῦ πράγμασι

[Mich6.4.54] διαφθείρας καὶ τὸν τούτων ἀρχηγὸν κατασχών. καὶ τὰ μὲν περὶ τὸν Φραγγόπωλον συνηνέχθη ὧδε.

[Mich6.5] Οἱ δὲ τῆς ἕω στρατηγοὶ ἀποπεμφθέντες, ὡς ἔμπροσθεν εἴρηται, παρὰ τοῦ βασιλέως δευτέραν ἔγνωσαν πεῖραν προσαγαγεῖν, καὶ δὴ τῷ πρωτοσυγκέλλῳ Λέοντι τῷ Στραβοσπονδύλῳ προσελθόντες τὰ κοινὰ διοικοῦντι τῷ τότε μεσίτην ἐς βασιλέα τοῦτον προὐβάλλοντο, καὶ μὴ παρὰ τοὺς ἄλλους περιοφθῆναι ἱκέτευον, μηδ' ἀτίμως ἀπορριφῆναι, καὶ ἄλλα προβαλλόμενοι δίκαια, τελευταῖον δ' ἐπαγαγόντες μὴ ἄξιον εἶναι τοὺς μὲν πολίτας τῶν βασιλικῶν μὴ ἀμοιρῆσαι τιμῶν, μήτε παρ' ἔπαλξιν στάντας, μήτε πρὸς πολεμίους διαγωνισαμένους ποτέ, αὐτοὺς δὲ τοὺς ἐκ παίδων προπολεμοῦντας καὶ ἀγρυπνοῦντας, ἵν' ἀδεῶς οὗτοι καθεύδοιεν, παροραθῆναι καὶ τῆς βασιλικῆς φιλοτιμίας διεκπεσεῖν. ἀλλ' οὗτος στρυφνὸς ὢν καὶ δυσπρόσιτος, οὐ μόνον οὐκ ἐδέξατο ἠπίως τὴν προσαγομένην ἱκεσίαν, ἀλλὰ καὶ μεθ' ὕβρεων ἀπεπέμψατο τοὺς ἱκέτας, ἐκφλαυρίσας οὐκ ὀλίγα καὶ ἐς ἕκαστον τῶν ἀνδρῶν. οἱ δὲ καὶ δεύτερον ἤδη πεπαρῳνη- μένοι, πᾶσαν ἐλπίδα ἀποσεισάμενοι ἐσφάδᾳζον καὶ διεπρίοντο τῷ θυμῷ. καὶ κατ' ἀρχὰς μέν, ὥς πῃ ἕκαστος ἔτυχεν, ἐν ταῖς ὁμιλίαις ὑποτον- θορύζοντες ἐλοιδοροῦντο τῷ βασιλεῖ, καὶ μὴ πράως ἐνεγκεῖν παρεκάλουν ἕκαστον ἑκάστην παροινίαν, ἀλλὰ διαναστῆναι παρώρμων πρὸς δικαίαν ἐκδίκησιν. ἔπειτα καὶ ὑφ' ἓν ἐν τῇ μεγάλῃ γενόμενοι ἐκκλησίᾳ, καὶ ὅρκους δόντες καὶ λαβόντες μὴ σιωπῆσαι, μηδ' ἀνασχέσθαι, ἀλλὰ τοὺς ἐνυβρίσαν- τας τιμωρήσασθαι, δεσμοῖς, ὅ φασιν, ἀδαμαντίνοις ἠσφαλίσαντο τὴν ἐπιβουλήν. τῷ δὲ Κεκαυμένῳ ἐδόκει καὶ τὸν Βρυέννιον προσλαβέσθαι συνωμότην, λαοῦ τε πολλοῦ ἄρχειν τεταγμένον τῶν Μακεδονικῶν ταγ- μάτων καὶ μέγα μέρος ἔσεσθαι μέλλοντα τοῦ σπουδάσματος. ὡς δὲ καὶ οὗτος πείρας αὐτῷ προσενεχθείσης ταχέως ὑπήκουσε, λοιπόν τινα διεσκοποῦντο εἰς ἔργον προχωροῦντος αὐτοῖς τοῦ βουλεύματος ἀνειπεῖν βασιλέα. καὶ πᾶσιν ἁπλῶς ἐφαίνετο τοῖς συνωμόταις, ὡς καὶ γήρᾳ καὶ ἀνδρείᾳ καὶ ἐμπειρίᾳ τῶν ἄλλων προὔχων ὁ Κεκαυμένος ἄξιος εἰς τοῦτο. ὁ δὲ ἀφ' ἑαυτοῦ τὸ βάρος ἀποσείσασθαι σπεύδων συντόνῳ λόγῳ διέλυσε τὰς πολυλογίας· ἀναστὰς γὰρ εὐθέως βασιλέα Ῥωμαίων ἀνεῖπε τὸν μάγιστρον Ἰσαάκιον τὸν Κομνηνόν, τοῦτο δὲ αὐτὸ ποιῆσαι καὶ τοὺς λοιποὺς παρεσκεύασεν. οὕτω δὲ καταδεσμήσαντες ἀλλήλους, καὶ τὴν βουλήν, ὡς ἐνῆν, ἀσφαλισάμενοι, καὶ τῷ βασιλεῖ προσειπόντες τὰ ἐξιτήρια, ἕκαστος οἴκαδε τῷ δοκεῖν ἀπεφοίτησεν.

[Mich6.6] Ἄρτι δὲ καὶ ὁ Βρυέννιος τῶν πραγμάτων αὐτῷ καθισταμένων, ὥς πῃ ἐδόκει τῷ βασιλεῖ, διαπερᾷ πρὸς τὴν ἕω, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Ὀψαρᾶν, ἀπεσταλμένον ἐκ βασιλέως μετὰ χρυσίου ἐφ' ᾧ τοῖς στρατιώταις διανεμηθῆναι τὸ σιτηρέσιον. γενόμενος δὲ κατά τινα τόπον ἡπλωμένον καὶ ὕπτιον ἐν τῷ θέματι τῶν Ἀνατολι- κῶν τοῖς Καππαδόκαις διένειμε τὴν φιλοφροσύνην. ἐπαύξων δὲ τὰς δόσεις καὶ πλείω τῶν τεταγμένων παρέχειν κελεύων, ἀντιπίπτοντα εἶχε τὸν Ὀψαρᾶν καὶ μὴ ὑπακούοντα· ἔφασκε γὰρ οὗτος μὴ τολμᾶν προσθή- κας διδόναι τοῖς στρατιώταις, μηδὲν τοῦ βασιλέως περὶ τούτου προστά- ξαντος. τοῦ δὲ Βρυεννίου ἀτρέμας ἔχειν εἰπόντος καὶ ποιεῖν σιωπῇ τὸ κεκελευσμένον παρεγγυήσαντος, ἀντιτείνοντος δὲ τοῦ Ὀψαρᾶ καὶ θρασυνομένου, ἀναφθεὶς ἐκεῖνος τῷ θυμῷ τοῦ θρόνου τε ἀνίσταται καὶ κονδύλους τούτῳ προστρίβει. τελευταῖον δὲ καὶ τῶν τριχῶν καὶ τῆς γενειάδος ἁψάμενος καταβάλλει τοῦτον εἰς γῆν καὶ δεσμὰ περιθεὶς ἐν τῇ ἰδίᾳ ἐφρούρει σκηνῇ, αὐτὸς δὲ τὸ βασιλικὸν χρυσίον ἀνειληφὼς ἐποιεῖτο τὴν διανομήν, ὡς ἐβούλετο, μεθ' ὑπεροχῶν. ἔτυχε δὲ τότε παραστρατο- πεδεύων ἐγγὺς ὁ πατρίκιος Λυκάνθης καὶ τῶν Πισιδῶν καὶ Λυκαόνων ἡγούμενος. οὗτος τὰ εἰς τὸν Ὀψαρᾶν συμβεβηκότα ἀκουτισθείς, καὶ τυραννίδος ἐπίθεσιν, ὥσπερ ἦν εἰκός, τὴν πρᾶξιν ὑπολαβών (ἦν γὰρ καὶ τῶν τοῖς ἑῴοις ἄρχουσι βεβουλευμένων ἀμύητος), καθοπλίσας τὰ δύο τῶν Ἀνατολικῶν τάγματα ἐπιτίθεται τῇ σκηνῇ τοῦ Βρυεννίου, αὐτο- κράτορα τὸν Μιχαὴλ εὐφημῶν. καὶ τοῦτον μὲν δεσμεῖ κατασχών, ἀπολύει δὲ καὶ τὸν Ὀψαρᾶν τῶν δεσμῶν, καὶ τὸν Βρυέννιον αὐτῷ παραδοὺς οὕτως, ὡς εἶχε κλοιῶν, χρῆσθαι τούτῳ κελεύει, ὡς βούλεται. ὁ δὲ ἀνεθεὶς τῆς πέδης καὶ πράττειν, ὃ θέλει, κύριος γεγονὼς τοῦ μὲν Βρυεννίου εὐθὺς ἐξορύττει τοὺς ὀφθαλμοὺς καὶ ἐς βασιλέα τοῦτον δεσμώτην ἐκπέμπει, μηνύσας καὶ τὴν τολμηθεῖσαν ἀποστασίαν· ὁ δὲ προσέμενε τῷ τόπῳ, ὡς τάχα τὴν εἰς τὸν λοιπὸν λαὸν ἐνεργήσων διανομήν. καὶ ὁ μὲν Βρυέννιος τοιαύτας ἀπέδωκε δίκας τῆς ἑαυτοῦ προπετείας καὶ αὐθαδείας, ἵνα μὴ λέγωμεν ἀνοίας. οἱ δὲ κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν τὰς οἰκήσεις ἔχοντες ἄρχοντες, ὁ πρόεδρος Ῥωμανὸς ὁ Σκληρός (ἦν γὰρ οὐδ' αὐτὸς ἔξω τῶν ὀμωμοσμένων), ὁ Βούρτζης, ὁ Βοτανειάτης, οἱ Βασιλείου τοῦ Ἀργυροῦ παῖδες καὶ ὁ λοιπὸς ὅμιλος, τέως μὲν ἦσαν ἠρεμοῦντες καὶ ἀρχὴν ἀποστασίας ἀλλαχόθεν προσμένοντες, ἐπεὶ δὲ ἐπύθοντο τὰ κατὰ τὸν Βρυέννιον, καὶ οἵαις ἑαυτὸν οὗτος φρενοβλαβῶς καθυπέβαλε τύχαις, ἐντρεχῶς λογισάμενοι, ὡς ἐταζόμενος οὗτος ἀποφήνειε τὴν συνωμοσίαν καὶ οὐκ εἰς καλὸν τοῖς συνωμόταις τὸ τέλος ἐπενεχθήσεται, ἄραντες ἅπαντες ἀπέρχονται ἐν Παφλαγονίᾳ κατὰ τὴν Καστάμωνα· οἶκος δὲ ἡ Καστάμων τοῦ μαγίστρου Ἰσαακίου τοῦ Κομνηνοῦ. καταλαβόντες δὲ καὶ αὐτὸν ἠρεμοῦντα ἔτι ἀνιστῶσι καὶ ἄκοντα, καὶ ἔρχονται μετ' αὐτοῦ κατά τινα τόπον ὁμαλὸν καὶ πλάτος ἱκανὸν ἔχοντα· Γουνάρια ὁ τόπος κατονομάζεται. κἀκεῖσε τοὺς πλησιοχώρους ἀθροίσαντες στρατιώτας καὶ τοὺς ὅσοι πυθόμενοι τὴν κίνησιν ἐθελονταὶ παρεγένοντο, μετὰ πάν- των αὐτῶν ἀναγορεύουσι τοῦτον αὐτοκράτορα βασιλέα Ῥωμαίων, ὀγδόην ἄγοντος τότε τοῦ Ἰουνίου μηνός, τῆς δεκάτης ἰνδικτιῶνος.

[Mich6.7] Ἀναγορευθεὶς δὲ βασιλεὺς στρατοπεδείαν ὀχυρὰν πηξάμενος προσέμενε τῷ τόπῳ, ἐκδεχόμενος ἀθροισθῆναι καὶ τοὺς λοιπούς, ὁπόσοι μετεσχήκασι τῆς συνωμοσίας. πλέον δ' αὐτὸν καρτερεῖν ἀνέπειθε καὶ μὴ προεξάλλεσθαι ἡ τοῦ Κεκαυμένου βραδυτής· διασκοπουμένῳ γὰρ αὐτῷ καὶ τὸ αἴτιον ζητοῦντι τῆς βραδυτῆτος ἄγγελός τις ἐκ τῆς ἑῴας ἐλθὼν ἀπήγγειλεν, ὡς μεταμεληθεὶς ἐκεῖνος τῶν τε δοθέντων ὅρκων ἠλόγησε καὶ τὰ βασιλέως φρονεῖ καὶ λαὸν ἀθροίζει, ἐφ' ᾧ τοῖς ἀνταίρουσιν ἐπιθήσε- σθαι· αὕτη δὲ ἡ ἀγγελία οὐκ εἰς μικρὰν ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλε τοὺς περὶ τὸν Κομνηνόν, εἰ μέλλοιεν ἕξειν τοιοῦτον ἐχθρὸν κατὰ νώτων. διὸ καὶ ἐκαρτέρουν ἐν τῷ χάρακι μαθεῖν τὴν ἀλήθειαν ὀρεγόμενοι. ἀλλ' οἱ μὲν ἦσαν ἐν τούτοις, ὁ δὲ Κεκαυμένος ἔμεινε τὴν οἰκείαν γνώμην φυλάτ- των τοῖς συνωμόταις, ἐπεῖχε δὲ ἑαυτὸν καὶ ἐβράδυνε διὰ τοιαύτην αἰτίαν. ὅτε τῆς βασιλίδος ἐξελθὼν ἀπενόστει ἐπ' οἴκου, γενόμενος ἐν Νικομηδείᾳ καὶ ταχυδρόμῳ συναντήσας βασιλικῷ μηνύει δι' αὐτοῦ τῷ λογοθέτῃ τοῦ δρόμου Νικήτᾳ τῷ Ξυλινίτῃ δι' ἀφελῶν καὶ στρατιωτικῶν ῥημάτων, ὡς· ‘οἶδα, ὦ ἀδελφέ, ὁ σὸς κύριος καὶ βασιλεὺς παρ' οὐδὲν λογισάμενος τὸν Κομνηνὸν καὶ ἐμέ, καὶ τὰς δεήσεις ἡμῶν ἀποπεμψάμενος ἀτίμως ἐπ' οἴκου ἀπέπεμψεν. ἀλλ' ἴσθι, ὅτι ἡμεῖς ἄπιμεν. ὁ δὲ ἅμα σοί, εἰ ἀπαρέσκεσθε τῇ ἡμετέρᾳ ὑποχωρήσει, ὑποστρέψαι καὶ ἄκοντας εἰς τοὐπίσω παρασκευά- σατε, ἀποστείλαντες δύναμιν.’ καὶ ταῦτα μὲν εἰπὼν τῷ ταχυδρόμῳ τῆς πορείας συντονώτερον εἴχετο· ἐπεὶ δὲ οἴκαδε γένοιτο καὶ ὁ Κομνηνὸς

[Mich6.7.22] ἠρέμει, ὡς τάχα μηδὲν μετέχων τοῦ ἔργου, εἰς ὀρρωδίαν ἐνέπιπτε, καὶ δείματα αὐτὸν ἐτάραττε δεδιότα, μή πως ὁ Κομνημνὸς καὶ οἱ τῆς συνω- μοσίας μέτοχοι ἑτέρου γενόμενοι σκοποῦ σιγῇ βουληθῶσι καλύψαι τὴν ἐπιβουλήν, καὶ μόνος αὐτὸς εὐθύνας κομίσηται τῆς ἀποστασίας, ὡς ἤδη καταφανῆ ἑαυτὸν θεὶς διὰ τοῦ μηνύματος. καὶ ἐσκέπτετο καὶ ἐμελέτα, πῶς καὶ τίνα τρόπον ἑαυτῷ περιποιήσεται τὴν ἀσφάλειαν· οὔτε γὰρ δύναμιν προευτρεπισμένην εἶχε, καὶ ἡ προσοῦσα οὐχ ἱκανὴ ἐδόκει ἀντιπαρατάττε- σθαι βασιλεῖ Ῥωμαίων, τὸ πλέον δ', ὅτι μηδὲ κοινολογησάμενος τοῖς ἐπιχωρίοις στρατεύμασιν ἦν, μηδὲ πληροφορίαν ἐσχηκώς, εἰ προσδεχθή- σεται. καὶ διὰ τοῦτο ἤργει, καὶ ἀναδύεσθαι ἐδόκει τοῖς μὴ καλῶς ἐστοχα- σμένοις τῶν κατ' αὐτόν. ἔτυχον γὰρ τῷ τότε καιρῷ δύο τάγματα Φραγγικὰ καὶ Ῥωσικὸν ἓν ἐπιχωριάζοντα τῷ τόπῳ πρὸς παραχειμασίαν· περὶ ὧν πλέον ἐφρόντιζεν, ἵνα μὴ συναισθήσεως γενομένης συλληφθεὶς ὑπ' αὐτῶν ἐκπεμφθείη τῷ βασιλεῖ. ταῦτα πάντα δεδοικὼς ἐπεῖχεν ἑαυτόν, μέχρις ἂν ἀσφάλειαν περιποιήσηται ἑαυτῷ. ἤδη δὲ μέλλων ἐπιχειρεῖν τῷ ἔργῳ, καὶ τοῖς ἑαυτοῦ θεράπουσι καὶ συγγενέσι πρότερον τὴν ἐπιβουλὴν ἀνακαλύψας, καὶ ἤδη χεῖρα περὶ αὐτὸν συστησάμενος ἀνδρῶν χιλίων, λοιπὸν καὶ τῶν οὐ πάνυ βεβαίων ἀποπειρᾶσθαι ἤρχετο, καθ' ἕνα μὲν πρότερον τῶν ἐπισημοτέρων τοῦ τόπου ἁπτόμενος, εἶτα καὶ κατὰ μικρὸν τῶν γενναιοτέρων καὶ στρατιωτικωτέρων ἀποπειρώμενος. ἐπεὶ δὲ ἠδυνήθη τέως τοὺς ἐπισημοτέρους πρὸς ἑαυτὸν ἐπισπάσασθαι, λοιπὸν ἤρξατο καὶ τοῖς πλήθεσι παρέχειν πεῖραν· γράμματα γὰρ πλασά- μενος βασιλικά, ὡς εἴη προστεταγμένον αὐτῷ ἀνειληφότι τὰ τῶν συμμά- χων τρία τάγματα καὶ τὰ δύο τῶν τε Κολωνειατῶν καὶ τῶν Χαλδαίων ἀνελθεῖν κατὰ τοῦ Σαμούχ, καὶ τὰ πέντε ταῦτα κατὰ τὴν πεδιάδα τῆς Νικοπόλεως ἀθροισθῆναι κελεύσας, οὕτω τὴν πεῖραν προσῆγεν. ἐφ' ἑκάστῃ γὰρ ἡμέρᾳ ἀδνούμιον πλαττόμενος, πρωΐθεν ἐξιππαζόμενος καὶ πόρρω τῶν ἄλλων ἀφιστῶν, πρῶτον μὲν ἐκάλει τὸν ἡγεμόνα καὶ τὴν βουλὴν ἀνεκάλυπτεν, ὡς ἀνάγκη τοῖν δυοῖν θάτερον πρᾶξαι, ἢ συνθέσθαι τοῖς παρ' αὐτοῦ λεγομένοις, ἢ τῆς κεφαλῆς ἀφαίρεσιν ὑποστήσεσθαι, εἶτα τάξιν μίαν ἐκάλει καὶ πάλιν ἄλλην, καὶ τὸν ἶσον τρόπον ποιῶν πάντας καὶ ἄκοντας ὥρκισε. καὶ πρῶτον μὲν ὑπηγάγετο τὰ δύο Ῥωμαϊκὰ τάγ- ματα, μετ' ἐκεῖνα δὲ καὶ τοὺς οἰκείους, καὶ τοῖς ἐξ ἐθνῶν προῆγε τὰς προσβολάς. ῥᾳδίως δὲ τούτους καταπληξάμενος καὶ ὅρκοις ἐμπεδωσά- μενος καὶ ἤδη ἐν τῷ ἀφόβῳ γενόμενος, τοὺς Σεβαστηνοὺς καὶ τοὺς Μελιτηνοὺς καὶ τοὺς ἐκ τῆς Τεφρικῆς καὶ τῶν λοιπῶν Ἀρμενίων ἄρχοντας καὶ στρατιώτας συναθροίσας ἥψατο τῆς πορείας, προάγγελον στείλας πρὸς τὸν Κομνηνόν, ὡς εἴη τε τὰ κατ' αὐτὸν εὖ διαθείς, καὶ ὡς ἤδη κάτεισι μετὰ βαρείας δυνάμεως. αὗται δὲ αἱ ἀγγελίαι θυμηδίας τε καὶ λήματος ἐμπιπλῶσι τὸν Κομνηνόν, καὶ ἕως ἐκείνου ἀτολμότατος καὶ κατεπτηχὼς ὑπάρχων τολμηρότερος ἐξ ἐκείνου καὶ θαρραλεώτερος γίνεται. ὅμως προσέμενε τὴν ἐκείνου παρουσίαν. ὁ δὲ ἐν τῷ κατιέναι καὶ τὸ τάγμα τῶν Ἀρμενιακῶν καὶ ἄκων ὑπαγαγόμενος καὶ τοὺς τοῦ θέματος κορυφαίους, οὓς μὲν ἑκόντας, οὓς δὲ καὶ ἄκοντας, καὶ τὴν πορείαν ἐπιτεί- νας, ἐλθὼν ἑνοῦται τῷ Κομνηνῷ. τότε οὖν ἐκεῖνος ἐν τῷ ἀσφαλεῖ τὰ κατ' αὐτὸν εἶναι νομίσας, τὴν μὲν γυναῖκα Αἰκατερίναν τὴν θυγατέρα τοῦ Βλαδισθλάβου τοῦ Βουλγαρίας (Βουλγάρων V) βασιλέως καὶ ὃν εἶχε πλοῦτον Ἰωάννῃ τῷ αὐταδέλφῳ παραδοὺς ἐκπέμπει πρὸς τὸ φρούριον τὴν Πημόλισσαν (πέτρα δὲ ἡ Πημόλισσα παρὰ τὸ χεῖλος κειμένη τοῦ Ἅλυος ποταμοῦ), αὐτὸς δὲ ἄρας μετὰ παντὸς τοῦ στρατοῦ, καὶ τὸν Σαγάριον περαιωθεὶς ποταμόν, ἀπήρχετο σχολῇ καὶ βάδην πρὸς Νίκαιαν, ὑμνούμενός τε καὶ εὐφημούμενος· ἐγνώκει γὰρ ταύτην παρα- στησάμενος ὁρμητήριον ἔχειν πρὸς τὰ τῆς τύχης ἀβούλητα καὶ οὕτως ἐπὶ τὰ πρόσω χωρεῖν. ἐδίδου δὲ καὶ καιρὸν ἀναχωρήσεως τοῖς στρατεύ- μασι καὶ τοῖς στρατηγοῖς τοῖς ὅσοι πίστιν ἐτήρουν τῷ βασιλεῖ. καὶ γὰρ δὴ καὶ μαθόντες οὗτοι τὴν πρὸς Νίκαιαν ἔλευσιν αὐτοῦ ὑπεχώρουν ἠρέμα καὶ διελύοντο, οἱ μὲν στρατιῶται οἴκαδε ἕκαστος ἀπιών, οἷα περὶ γυναικὸς καὶ παίδων καὶ τῶν ἄλλων δεδιὼς ἀναγκαιοτάτων. οἱ δὲ στρατηγοὶ ἀπῄεσαν πρὸς τὸν βασιλέα, ἄγγελοι τῆς ἀφίξεως τοῦ Κομνηνοῦ τούτῳ γινόμενοι. ἦσαν δὲ Λυκάνθης τε ὁ τῶν Ἀνατολικῶν κατάρχων ταγμάτων, Θεοφύλακτος ὁ Μανιάκης καὶ Πνυέμιος ὁ Ἴβηρ τῆς φάλαγγος τῶν Χαρσιανιτῶν ἡγεμονεύων, καὶ ἄλλοι πολλοὶ οὐ λίαν ἔχοντες τὸ ἐπίσημον.

[Mich6.8] Ἤδη δὲ καὶ ὁ βασιλεὺς γνωσθείσης αὐτῷ τῆς ἀποστασίας, καὶ ὅτι περ ἡ πᾶσα ἑῴα Ῥωμαϊκὴ χείρ, πλὴν ὀλίγων, κεκίνηται κατ' αὐτοῦ, πρέσβεις μὲν περὶ εἰρήνης οὐκ ἐδοκίμαζε πέμπειν, ἀρχήν τε τῆς ἀποστασίας ἔτι ἐχούσης καὶ φλεγμονὴν τῶν πραγμάτων, ηὐτρεπίζετο δὲ καὶ αὐτός, καὶ πρὸς ἀντιπαράταξιν τὸν ἐνόντα τρόπον ὡπλίζετο. μεταστειλά- μενος γὰρ τὰς δυτικὰς ἁπάσας δυνάμεις, καὶ ἄρχειν τούτων ἀπὸ τῶν Μακεδόνων τάξας τοὺς ἐκ γένους λαμπροῦ καὶ ἐκ προηγησαμένων ἀριστευμάτων εὐδοκίμους φανέντας, ἀξιώμασί τε καὶ δώροις καὶ διανο- μαῖς χρημάτων ἀφθόνως φιλοφρονησάμενος καὶ τοὺς ἡγεμόνας καὶ τοὺς στρατιώτας, τὰ παραπλήσια δὲ ποιήσας καὶ πρὸς τὰ μὴ συναπαχθέντα ἑῷα τάγματα τῷ Κομνηνῷ, ἤτοι τοὺς Ἀνατολικοὺς καὶ τοὺς ἐκ τοῦ Χαρσιανοῦ, καὶ στρατηγὸν αὐτοκράτορα καὶ ἄρχοντα αὐτῶν προβαλλό- μενος τὸν δομέστικον τῆς ἀνατολῆς Θεόδωρον, τὸν τῆς βασιλίσσης Θεοδώρας εὐνοῦχον, παραδοὺς αὐτῷ καὶ συνάρχοντα καὶ σύμβουλον, ὡς ἂν ἐν πολλοῖς ἀγωνίσμασι κατηθλημένον ἄνδρα καὶ ἀδελφὸν ὑπάρχοντα τῆς γυναικὸς τοῦ Κομνηνοῦ, τὸν μάγιστρον Ἀαρὼν καὶ δοῦκα, ἐκπέμπει πρὸς ἀντιπαράταξιν τῷ Κομνηνῷ. ἀναλαβόντες οὖν οὗτοι οἱ δύο τὰς εἰρημένας δυνάμεις, καὶ διὰ τῆς ἀντιπόρθμου τῇ πόλει Χρυσοπόλεως περαιωθέντες, ἀπῆλθον ἐν Νικομηδείᾳ. ἐκεῖσέ τε γενόμενοι πέμψαντες καθαιροῦσι τὴν τοῦ Σαγαρίου ποταμοῦ γέφυραν, ὅπως μὴ εὔκολος εἴη τῷ Κομνηνῷ ἡ εἰς αὐτοὺς ἔφοδος, ἀλλὰ διὰ περιόδου γινομένη μὴ λαν- θάνῃ. ἐκεῖθέν τε ἀπαναστάντες ἀνῆλθον εἰς τὸ ὄρος τὸν Σόφωνα, κἀκεῖσε στρατοπεδείαν πηξάμενοι ὀχυρὰν τὰ ἐς τὸν πόλεμον ἐξηρτύοντο.

[Mich6.9] Καὶ ὁ Κομνηνὸς δὲ ἁπανταχοῦ σκοποὺς ἐκπέμπων καὶ κατοπτῆρας, ὥστε μηδὲν τῶν γινομένων ἀγνοηθῆναι αὐτῷ, ἐπείπερ ἔμαθε τὰς ἀκρω- ρείας τοῦ Σόφωνος ἤδη κατασχεῖν τοὺς περὶ τὸν δομέστικον, καὶ αὐτὸς ταχυπορήσας καταλαμβάνει τὴν Νίκαιαν. καὶ ταύτης ἐξ ἐφόδου κύριος γεγονώς, καὶ ὅσαπερ εἶχε χρήματα ἐν αὐτῇ ἀποθεὶς καὶ τὰ περιττὰ τῆς ἀποσκευῆς καὶ ἀσφαλισάμενος, πήγνυται παρεμβολὴν κατὰ τὸ ἀρ- κτῷον μέρος τῆς πόλεως Νικαίας, ὅσον ἀπὸ σταδίων δώδεκα, κἀκεῖσε αὐλίζεται. ἐξερχόμενοι οὖν ἀφ' ἑκατέρων τῶν στρατοπεδειῶν ἐπὶ χορτο- λογίαν οἵ τε τοῦ Κομνηνοῦ στρατιῶται καὶ οἱ τοῦ ἀντιθέτου μέρους καὶ ἀλλήλοις ἐπιμιγνύμενοι, οἷα ὁμόφυλοι καὶ συγγενεῖς καὶ φίλοι, προετρέ- ποντο ἀλλήλους, οἱ μὲν τὰ βασιλέως φρονοῦντες τὸν Κομνηνὸν καταλι- πεῖν παρακαλοῦντες, τύραννον ἄνδρα καὶ ἀποστάτην, καὶ τῷ βασιλεῖ προσχωρῆσαι, καὶ μὴ δι' ἐπιθυμίαν καὶ ὄρεξιν ἑνὸς ἀνδρὸς ἐς τοῦτο κινδύ- νου ἐλθεῖν, ὥστε μετὰ μικρὸν μὴ μόνον ἔκπτωσιν στρατείας καὶ περιου- σίας ὑποστῆναι, ἀλλὰ καὶ αὐτὸ τὸ γλυκύτατον ἀποβαλεῖν κινδυνεῦσαι τῶν ὀμμάτων φέγγος, ἐκείνων δὲ πάλιν καταλιπεῖν παραινούντων τὸν

[Mich6.9.17] βασιλέα, ὄνομα μόνον ἔχοντα βασιλέως, τἆλλα δὲ ἄνδρα σαπρὸν καὶ κρονόληρον καὶ ἀχρεῖον, ὑπὸ εὐνούχων ἀρχόμενον, καὶ προσρυῆναι τῷ Κομνηνῷ, ἀνδρὶ κατὰ χεῖρα γενναίῳ καὶ λαμπρῷ καὶ διαφανεῖ τοῖς προ- ηγησαμένοις στρατηγήμασιν, ὑφ' ὧν πᾶσα ἡ τῶν Ῥωμαίων ἰσχὺς ὥσπερ ἐκ κύκλου γραμμαὶ πρὸς αὐτὸν ὡς εἴς τι σημεῖον νενεύκασιν ἐν ἴσῳ καὶ ἀπαραλλάκτῳ βουλήματι. ἀλλὰ ταῦτα λέγοντες οὐκ ἔπειθον ἀλλήλους. τοῦτο δὲ ἐγίνετο ἐξεπίτηδες, τῶν ἀρχηγῶν ἑκατέρων τῶν στρατευμάτων πεμπόντων τινὰς τῶν ἐπιτηδείων εἰς τὸ προσδιαλέγεσθαι τοῖς τοῦ ἀντιπάλου στρατεύματος στρατιώταις καὶ καθόσον οἷόν τε τοὺς πειθο- μένους ἐφέλκεσθαι. ὡς δ' ἐπὶ χρόνον τινὰ τὴν διάπειραν ἐποιοῦντο καὶ οὐδεὶς προσεῖχε τοῖς λεγομένοις τὸν νοῦν, μετὰ πλείστης δὲ φειδοῦς καὶ ὁ Κομνηνὸς τὰς ξυλείας καὶ τὰς χορτολογίας ποιεῖσθαι παρηγγύα, καὶ μὴ πόρρω τῆς στρατοπεδείας ἀφίστασθαι, τότε δὴ οἱ περὶ τὸν δομέστι- κον, καὶ μᾶλλον οἱ Μακεδόνες, ὑπόπτωσιν καὶ δειλίαν εἶναι τὴν ὑποστο- λὴν οἰηθέντες, πολεμητέον εἶναι ἐδόκουν. οἷς καὶ ἄκοντες πεισθέντες στρατοπεδεύονται κατὰ τὸν λεγόμενον Πετρόην, οὐ πάνυ πόρρω κεί- μενον τῆς ἐναντίας παρεμβολῆς, ἀλλ' ὅσον ἀπὸ σταδίων πεντεκαίδεκα. οὕτω δὲ τῶν δυνάμεων ἔγγιστα γενομένων ἀλλήλαις καὶ τοὺς στρατη- γοὺς βιαζομένων ἐξάγειν καὶ μὴ κωλύειν, ἀναπείθεται μὲν ὁ Κομνηνὸς καὶ τὰς οἰκείας ἐκβάλλει φάλαγγας καὶ πρὸς παράταξιν ἵστησι, τοῦ μὲν εὐωνύμου κέρατος κατάρχειν προχειρίσας τὸν Κεκαυμένον, τὸ δεξιὸν ἔχοντος Ῥωμανοῦ τοῦ Σκληροῦ, αὐτὸς δ' ἐν μέσοις ἐτάττετο, ἀναπείθε- ται δὲ καὶ ὁ δομέστικος σὺν τῷ Ἀαρών, καὶ τὸν οἰκεῖον ἐξαγαγὼν λαὸν ἀντιμέτωπον ἵστησι τοῖς ἐναντίοις. τοῦ μὲν οὖν δεξιοῦ κέρως ἄρχων ἦν Βασίλειος ὁ Τραχανιώτης, στρατηλάτης τότε τυγχάνων τῆς δύσεως καὶ πάντων τῶν Μακεδόνων ὢν ἐξοχώτατος, ὡς καὶ γένει καὶ φρονήσει καὶ ἐμπειρίᾳ διαπρεπέστατος· τὸ δ' εὐώνυμον ἐγκεχείριστο ὁ μάγιστρος Ἀαρών, ἔχων ὑποστρατήγους τὸν Λυκάνθην, τὸν Πνυέμιον καὶ Ῥανδοῦλ- φον πατρίκιον τὸν Φράγγον. τοῦτον δὲ τὸν τρόπον γενομένης τῆς παρατάξεως κατά τινα τόπον Ἅιδην παρὰ τῶν ἐγχωρίων ὀνομαζό- μενον, ὡς ἐδόθη τὸ τοῦ πολέμου σύνθημα καὶ προσέρραξαν ἀλλήλαις αἱ δυνάμεις, τρέπεται μὲν Ἀαρὼν τὸ δεξιὸν μέρος καὶ μέχρις αὐτοῦ διώκει τοῦ χάρακος, κατασχὼν ζωγρίαν καὶ Ῥωμανὸν τὸν Σκληρόν. καὶ κἂν ἀπηνέγκατο καθαρὰν τὴν νίκην, εἰ μὴ λίαν ἐγένετο εὐλαβὴς καὶ τοῦ σκυλεῦσαι ἀπέσχετο τὴν παρεμβολήν, ἤδη καὶ τοῦ Κομνηνοῦ κατασει- σθέντος καὶ φυγεῖν εἰς Νίκαιαν ἀποβλέποντος. ὁ δὲ Κεκαυμένος τὸ κατ' αὐτὸν τρεψάμενος ἀκριβῶς οὐκ ἐπέσχε τὴν δίωξιν, ἀλλ' ἄχρις αὐτοῦ τοῦ χάρακος φθάσας αὐτόν τε ῥήγνυσι, καὶ εἴσω γενόμενος καὶ τὰς σκηνὰς διαρπάσας καὶ τοῖς ξίφεσι ταύτας κατατεμὼν εἰς γῆν ἔρριψεν. ὅπερ θεαθὲν τοῖς πόρρω (ἔκειτο γὰρ ἡ παρεμβολὴ ἐπὶ τόπου δίαρμα ἔχοντος) θάρσος μὲν ἐνέβαλε τοῖς ἀμφὶ τὸν Κομνηνόν, δειλίαν δὲ τοῖς περὶ τὸν Ἀαρών. σεσυλημένον γὰρ ἰδόντες τὸν χάρακα οἱ μὲν ἀνηλάλαξαν, οἱ δὲ πρὸς φυγὴν ὥρμησαν. πίπτει μὲν ἀπὸ τοῦ μέρους τοῦ βασιλέως λαὸς πολύς, κατ' ἐξαίρετον δὲ Μακεδόνες, οὐ μόνον ἀπὸ τῶν στρατιωτῶν, ἀλλὰ καὶ στρατηγοὶ πολλοί, ὁ Μαυροκατακαλός, ὁ Πνυέμιος, ὁ Κατζαμούντης καὶ ἄλλοι οὐκ ὀλίγοι, ἑάλωσαν δὲ καὶ πολλῷ πλείους τῶν ἀναιρεθέν- των.

[Mich6.10] Ἐν ταύτῃ τῇ μάχῃ φασίν, ὅτι τῶν περὶ τὸν βασιλέα τραπέντων Ῥανδοῦλφος ὁ Φράγγος ἐς μέσους περιπλανώμενος τούς τε φεύγοντας καὶ τοὺς διώκοντας ἐζήτει συμπλακῆναί τινι τῶν ὀνομαστῶν. ἐπεὶ δὲ μάθοι, ὡς Νικηφόρος δίεισιν ὁ Βοτανειάτης, τοὺς ἄλλους καταλιπὼν ἀπῄει πρὸς ἐκεῖνον, πόρρωθεν κράζων καὶ μένειν παρεγγυώμενος, δηλῶν καὶ τοὔνομα, ὅστις εἴη καὶ ἐφ' ᾧ προσκαλεῖται· ὅπερ γνοὺς ὁ Βοτανειάτης ἵστησι τὸν δρόμον, καὶ ἐγγίσαντι τῷ Ῥανδούλφῳ προσμίγνυται, καὶ παίει μὲν ἐκεῖνος τῷ ξίφει τὴν ἀσπίδα τοῦ Ῥανδούλφου καὶ τέμνει δίχα, παίει δ' ὁ Φράγγος αὐτὸν κατὰ τῆς κόρυθος, διολισθῆσαν δὲ τὸ ξίφος οὐκ ἔβλαψε. διὸ καὶ συνδραμόντες πρὸς τὸν Βοτανειάτην ἕτεροι χειροῦνται ζωγρίαν τὸν ἄνδρα καὶ ἐς τὸν Κομνηνὸν ἀπάγουσιν. ἔπεσον δὲ καὶ τῶν ἐκ τοῦ Κομνηνοῦ στρατηγὸς εἷς, Λέων ὁ Ἀντίοχος, καὶ στρατιῶταί τινες.

[Mich6.11] Γενομένης δὲ τῆς ἥττης καὶ τῶν ἐκ τῆς τροπῆς καὶ τοῦ πολέμου διασωθέντων ἐς τὸν βασιλέα ἐλθόντων ἅμα τῷ δομεστίκῳ καὶ τῷ Ἀαρών, αὐτὸς μὲν ἀπεγνώκει τὰ πράγματα καὶ ἤδη προσδόκιμος ἦν τῶν πάντων ἀφέμενος καταφυγὴν καὶ σωτηρίαν ζητεῖν· ἀλλ' οἱ περὶ αὐτὸν οὐ συνεχώ- ρησαν τοῦτο ποιῆσαι, ἀλλὰ μένειν παρεκάλουν καὶ τελευτᾶν εὐγενῶς, εἰ δεήσει, περὶ τῆς βασιλείας. πάλιν μὲν οὖν στρατολογεῖν καὶ πρὸς δευτέρας ἀντιπαρατάξεις χωρεῖν ὀχληρὸν καὶ ἀσύμφορον ἐνομίζετο, ᾤετο δὲ περιέσεσθαι, εἰ τὴν τῶν πολιτῶν εὔνοιαν ἐπισπάσεται· ὅθεν καὶ τούτους περιεῖπε καὶ δώροις συνεῖχε καὶ φιλοτιμήμασιν. ὁ δὲ Κομνηνὸς τὰ ἐναντία θραύσας στρατεύματα καὶ διασκεδάσας, ἀπαναστὰς ἐκ Νικαίας τριταῖος εἰς Νικομήδειαν ἔρχεται. ἐκεῖσε δ' αὐτῷ γενομένῳ φθάνουσι καὶ πρεσβευ- ταὶ βασιλέως, ὁ πρόεδρος Κωνσταντῖνος ὁ Λειχούδης, ὁ πρόεδρος Θεόδω- ρος ὁ Ἀλωπός, Κωνσταντῖνος ὁ Ψελλὸς ὁ τῶν φιλοσόφων ὕπατος. οὗτοι γὰρ οἱ τρεῖς ἄνδρες ἐπὶ σοφίᾳ καὶ λόγου δυνάμει τῶν κατὰ τὴν ἡμέραν ἐκείνην ἀνθρώπων διαφέρειν δοκοῦντες, καὶ ἀσυγκρίτως ὁ Ψελλός, ἐξελέγη- σαν εἰς τὸ πρεσβεῦσαι. καὶ προσεδόκησεν ὁ βασιλεὺς μεγάλα κατα- πράξασθαι διὰ τῆς ἐκείνων εὐστομίας καὶ χάριτος. ὑπισχνεῖτο δὲ ἡ πρεσβεία καταθέμενον τὰ ὅπλα τὸν Κομνηνὸν αὐτὸν μὲν υἱοθετηθῆναι παρὰ τοῦ βασιλέως καὶ καίσαρα ἀναρρηθῆναι, πᾶσι δὲ τοῖς συναπα- χθεῖσιν αὐτῷ ἀμνηστίαν κακῶν καὶ ἄφεσιν τῶν πεπλημμελημένων. ὡς δὲ λέγουσιν, οὐδεὶς προσέσχεν αὐτοῖς· ἐπανελθόντες ἐς βασιλέα καὶ ἑτέραν πρεσβείαν εἰληφότες ἐπανέρχονται, καὶ καταλαμβάνουσιν ἐρχόμενον τὸν Κομνηνὸν εἰς τὸ χωρίον τὰς Ῥέας. ἐδήλου δὲ ἡ πρεσβεία ἀναγορευθῆναι μὲν τὸν Κομνηνὸν βασιλέα υἱοθετηθέντα, πᾶσι δὲ τοῖς συστρατευσα- μένοις αὐτῷ βεβαιωθῆναι τὰς παρὰ τοῦ Κομνηνοῦ τιμὰς γράμμασι βασιλικοῖς. ἀγγελθείσης δὲ τῆς ἐκ βασιλέως ὑποσχέσεως αὐτὸς μὲν ὁ Κομνηνὸς καὶ πάντες οἱ σὺν αὐτῷ ἄρχοντες ἐπευφήμησαν, καὶ τὰς ὑπο- σχέσεις χρυσοβούλλοις γραφαῖς βεβαιωθῆναι ἠξίουν, μόνος δὲ ὁ Κεκαυ- μένος ἀπηρέσκετο πρὸς πάντα καὶ καταλιπεῖν ἐνέκειτο τὸν γέροντα τὴν βασιλείαν καὶ ὑποχωρῆσαι, μὴ εἶναι ἄξιον λέγων τοῦτον μὲν ἤδη καθαι- ρεθέντα καὶ ἀποκηρυχθέντα ὅρκοις φρικωδεστάτοις αὖθις συγχωρη- θῆναι βασιλεύειν Ῥωμαίων· τοῦτο γὰρ καὶ θεοῦ ὀργὴν ἔλεγε κινήσειν διὰ τὴν ἐπιορκίαν, καὶ οὐδὲ αὐτοῖς ἔσεσθαι συμφέρουσαν τὴν τῶν ὅπλων κατάθεσιν· αὐτός τε γὰρ υἱοθετηθεὶς φαρμάκοις κατεργασθεὶς οἰχήσεται θᾶττον, καὶ ἕκαστος τῶν συμπραξάντων αὐτῷ τὼ ὀφθαλμὼ διορυγήσεται. λέγεται δ', ὅτι καὶ οἱ πρεσβευταὶ παραπρεσβεύσαντες, ἄλλοτε ἄλλος λάθρᾳ τῷ Κεκαυμένῳ προσιόντες, παρεκάλουν ἔχεσθαι τῆς ἐνστάσεως καὶ μηδ' ὅλως ἐνδοῦναι. τοῦτο δὲ αὐτοὺς ποιῆσαι καὶ οἱ καλῶς εἰδότες ἐπληροφόρουν, ἄνδρες οὐχ οἷοί τε ψεύδεσθαι, καὶ εἰς αὐτὸν τὸν Κομνηνὸν πληροφοροῦντες ἐνωμότως, ὡς ἅπαν τὸ ἀστικὸν πλῆθος περικαῶς εἰς αὐτὸν ἔχει, καὶ ὡς, εἰ μόνον ἐγγίσει τῇ πόλει, τὸν γέροντα ἐξωθήσαντες μετ' ἐπινικίων καὶ ὕμνων αὐτὸν προσδέξονται. καὶ ταῦτα μὲν γενέσθαι λέγεται ἐπὶ στρατοπέδου.

[Mich6.12] Ὁ δὲ γέρων συνέσφιγγε μὲν τὴν εἰς αὐτὸν τῶν πολιτῶν εὔνοιαν καὶ δωρεαῖς καὶ χρήμασι καὶ ἀξιωμάτων ὑπεροχαῖς καὶ τοῖς τοιούτοις, οἷς θέλγεται καὶ καταδημαγωγεῖται πλῆθος καὶ πρὸς εὔνοιαν δεσμεῖται καὶ πίστιν· μείζονα δὲ καὶ ἀρρηκτότερον τὸν δεσμὸν τῆς εὐνοίας ποιῆσαι βουλόμενος, καὶ γραμματεῖον ἐκθέμενος ὅρκοις φρικτοῖς καὶ ἀραῖς παλαμ- ναιοτάταις κατησφαλισμένον, ὡς οὐδέποτε βασιλέα ἢ δεσπότην τὸν Κομνηνὸν ὀνομάσουσιν, ἢ τὴν βασιλεῖ πρέπουσαν τιμὴν αὐτῷ προσοί- σουσιν, ἕκαστον τῶν συγκλητικῶν ἠνάγκαζεν ὑπογράφειν ἐν αὐτῷ καὶ τὰ γεγραμμένα κυροῦν. καὶ πάντες μὲν τῇ ἐξουσίᾳ πειθαρχοῦντες ἔτι πόρρω τοῦ Κομνηνοῦ διάγοντος ὑπέγραψαν. ὡς δὲ ἐκεῖνος ἤγγισεν εἴς τι χωρίον Ἀλμέας λεγόμενον, ἔμελλε δὲ τῇ ἐπαύριον ἐν τοῖς παλατίοις αὐλίζεσθαι τοῦ Δαματρύος, αἰφνίδιον ἐπιστάντες περὶ τὸ περίορθρον τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ ὁ μάγιστρος Μιχαὴλ ὁ τοῦ Ἀναστασίου υἱός, ὁ πατρίκιος Θεόδωρος ὁ Χρυσήλιος, ὁ πατρίκιος Χριστοφόρος ὁ Πυρρός, οἱ τῶν ἑταιρειῶν πάντες ἄρχοντες, καί τινες ἄλλοι τῶν ἀφανε- στέρων, κάτωθεν ἔκραζον κατελθεῖν πρὸς αὐτοὺς τὸν πατριάρχην, ὡς μέλλοντας περὶ ἀναγκαίων αὐτῷ πεύσεις προσενεγκεῖν. τοῦ δὲ μὴ κατα- βῆναι πεισθέντος, ἀλλ' ἀποκλείσαντος τὰς ἑαυτοῦ θύρας καὶ τὴν εἴσοδον τοῦ ἀνάγοντος εἰς τὰ ὑπερῷα τῆς ἐκκλησίας λαβυρίνθου, πεπομφότος δὲ πρὸς τούτους Νικηφόρον καὶ Κωνσταντῖνον τοὺς αὐταδέλφους καὶ ἰδίους ἀνεψιούς, καὶ δι' αὐτῶν τὰς πεύσεις προσενεχθῆναί οἱ κελεύοντος, οἱ συνελθόντες καὶ ἄλλο πλῆθος προσλαβόμενοι οὐκ ὀλίγον (ἤδη γὰρ τῆς φήμης διαδοθείσης συνέτρεχον πανσυδί, οὐ μόνον οἱ τοῖς νεωτερισμοῖς ἐπι- χαίροντες, ἀλλὰ καὶ τῶν συνετωτέρων οὐκ ὀλίγοι καὶ τῶν συγκλητι- κῶν πλῆθος, ὅσοι μὴ ἱκανῶς παρὰ τοῦ βασιλέως ἐθεραπεύθησαν) περι- σχόντες τοὺς τοῦ πατριάρχου ἀνεψιοὺς ἀπάξειν ἠπείλουν, εἰ μὴ τάχιον αὐτὸς καταβαίη πρὸς τούτους. ὁ δὲ εἴτ' ἄκων, οὐκ οἶδα, εἴθ' ἑκών, ὡς ὁ τῶν πλειόνων εἶχε λόγος, τὴν ἱερατικὴν περιθέμενος διπλοΐδα καὶ τὰ λοιπὰ παράσημα τῆς ἀρχιερωσύνης ἀναλαβὼν κάτεισιν ἀκκιζόμενος καὶ δεινὰ πάσχοντι ἐοικώς· ἦσαν δὲ ταῦτα πάντα σκηνή, ὡς τὰ πράγματα ἔδειξε. κατελθόντα γὰρ ἐκεῖνον εὐθέως οἱ ἀνάπται τοῦ πλήθους παρειλη- φότες καὶ θρόνον ἐνέγκαντες ἐπὶ τοῦ δεξιοῦ μέρους καθίζουσι τοῦ ἁγίου βήματος. καὶ πρῶτον μέν, ὡς ἐν προσχήματι τάχα, πρεσβευτὴν αὐτὸν παρεκάλουν ὡς βασιλέα γενέσθαι, ὅπως ἀποδοθείη αὐτῷ τὸ ὑπο- γραφὲν παρ' αὐτῶν ἔγγραφον, ὡς ἤδη τοῦ βασιλέως σπεισαμένου τῷ Κομνηνῷ καὶ βασιλέα ἀνειπόντος αὐτόν. τοῦ γὰρ ἐγγράφου σῳζο- μένου ἀδιαρρήκτου, δυοῖν ἀτόποιν θάτερον ἔφασκον ἐξ ἀνάγκης ἕψε- σθαι· ἢ γὰρ εὐφημήσαντες αὐτὸν ὡς βασιλέα ἐπιορκήσουσιν, ἢ ὡς ἐνυ- βρίσαντες εἰς βασιλέα κολασθήσονται. ὁ δὲ πρῶτον μὲν ἀνελάμβανεν αὐτούς, καὶ πληρώσειν τὸ αἴτημα τούτων κατεπηγγέλλετο. εἶτα μικροῦ διαλιπόντος καιροῦ, πάντων ἀφέμενοι αὐτοκράτορα βασιλέα ἀναγορεύ- ουσι τὸν Κομνηνόν, καὶ τοὺς ὅσοι μὴ τοῦτο βούλονται ἐχθροὺς Ῥω- μαίων καὶ ἀποστάτας ὠνόμαζον, καὶ διαρπάζεσθαι τὰς οἰκίας αὐτῶν ὑπὸ τοῦ πλήθους ἐδοκίμαζον, αὐτοῦ τοῦ πατριάρχου πρώτου διὰ τοῦ τῆς ἐκκλησίας δευτερεύοντος Στεφάνου συμπαρόντος καὶ συνευδοκοῦν- τος, καὶ Θεοδώρου τοῦ τῆς Ἀντιοχείας πατριάρχου τὴν ἀνάρρησιν τῆς εὐφημίας βοήσαντος, καὶ τοὺς οἴκους τῶν ἐν ὑπεροχαῖς, ὅσοι μὴ ἠρέ- σκοντο τοῖς γινομένοις, ἀνασκάπτειν καὶ διαρπάζειν προτρέποντος. καὶ ταῦτα μὲν ἔπραττεν ἔσωθεν τοῦ θείου καὶ περιωνύμου ναοῦ. ἄγγελον δὲ πρὸς τὸν Κομνηνὸν πέμψας, καὶ πρὸς τὸν γέροντα ἄλλους, ἐκείνῳ μὲν μηνύει σπεύδειν καὶ μὴ βραδύνειν, καὶ μισθοὺς ἀπῄτει τῆς συνερ- γείας, ὡς ἤδη τέλος ἐχούσης τῆς αὐτοῦ ἐφέσεως, τούτῳ δὲ κατιέναι τῶν ἀνακτόρων κατ' οὐδὲν αὐτῷ προσηκόντων. κἀκ τούτου τοῖς πᾶσιν ἀπροφάσιστος ἐφάνη ὁ πατριάρχης μὴ μόνον μέτοχος ὤν, ἀλλὰ καὶ πρωταίτιος τῆς ἀποστασίας. τοῦ δὲ τοὺς πεμφθέντας ἐς αὐτὸν μητροπολίτας ἐρωτήσαντος· ‘καὶ τί μοι ἀντὶ τῆς βασιλείας ὁ πατριάρ- χης παρέχεται;’ ἐκείνων δὲ ἀποκριναμένων· ‘τὴν οὐράνιον βασιλείαν,’ ἅμα τῷ λόγῳ τὴν πορφυρίδα ἀποβαλὼν καὶ τὰ κοκκοβαφῆ πέδιλα, καὶ ἰδιωτικὴν ἐσθῆτα ἀμφιασάμενος, κάτεισι. τοῦτο δὲ πάντως ἐγένετο ἄν, ὡς ἐκεῖνός τε ἐβουλεύετο καὶ οἱ μητροπολῖται ὑπέσχοντο, εἰ ἅμα τῇ ἀποστασίᾳ ᾤχετο λιπὼν τὰ βασίλεια· ἐγκαρτερήσας δ' ἄχρι πολέμου καὶ ἀνασχόμενος τοσαύτην πτῶσιν ἰδεῖν ἀνδρῶν ὁμοφύλων, εἶτα θραυσθεὶς καὶ κατασεισθεὶς ὑπὸ τῶν πολιτῶν καὶ ἄκων τῆς βασιλείας ὑπεξερχόμενος, οὐκ οἶδα, εἰ ἀντιμισθίαν κομιεῖται τῆς ἐπιγείου βασιλείας τὴν ἐπουράνιον. ἀλλὰ τοῦτο μέν, ὥς πῃ τῷ θεῷ φίλον, γενήσεται. τοῦ δὲ κατὰ τὴν ἐν ἀκροπόλει οἰκίαν αὐτοῦ γενομένου ἡμέρᾳ τετράδι, τρια- κοστὴν πρώτην ἄγοντος τοῦ Αὐγούστου μηνός, τῆς δεκάτης ἰνδικτιῶνος, στέλλεται ὁ Κεκαυμένος κουροπαλάτης ὑπὸ τοῦ Κομνηνοῦ τιμηθεὶς μετά τινων οὐκ ὀλίγων εὐπατριδῶν τῇ πέμπτῃ πρωΐας διὰ δρόμωνος, καὶ εἰσελθὼν κρατεῖ τὰ ἀνάκτορα. ἔρχεται δὲ περὶ δείλην ὀψίαν καὶ ὁ Κομνηνός, καὶ εἴσεισιν ἐν αὐτοῖς, καὶ τῇ ἐπαύριον, πρώτην ἄγοντος τοῦ Σεπτεμβρίου μηνός, δημοσίαν ποιησάμενος πρόοδον ἄπεισιν εἰς τὴν μεγάλην ἐκκλησίαν, κἀκεῖσε ἄνωθεν τοῦ ἄμβωνος διὰ τῶν χειρῶν τοῦ πατριάρχου τῷ βασιλικῷ ταινιοῦται διαδήματι καὶ βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ἀναγορεύεται.