Συρακούσιαι ή Αδωνιάζουσαι

Συρακούσιαι ἢ Αδωνιάζουσαι
Συγγραφέας:


ΓΟΡΓΩ

Ἐνδοῖ Πραξινόα;

ΠΡΑΞΙΝΟΑ

Γοργοῖ φίλα, ὡς χρόνῳ· ἔνδοι.
θαῦμ᾽ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτᾷ·
ἔμβαλε καὶ ποτίκρανον.

ΓΟΡΓΩ

ἔχει κάλλιστα.

ΠΡΑΞΙΝΟΑ

καθίζευ.

ΓΟΡΓΩ

ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην,
Πραξινόα, πολλοῦ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων·
Παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες·
ἁ δ᾽ ὁδὸς ἄτρυτος· τὺ δ᾽ ἑκαστάρω ὡς ἐναποικεῖς.

ΠΡΑΞΙΝΟΑ

ταῦθ᾽ ὁ πάραρος τῆνος· ἐπ᾽ ἔσχατα γᾶς ἔλαβ᾽ ἐνθὼν
ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες
ἀλλάλαις, ποτ᾽ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος. 10

ΓΟΡΓΩ

μὴ λέγε τὸν τεὸν ἄνδρα, φίλα, Δίνωνα τοιαῦτα
τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῇ τυ.
θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν.

ΠΡΑΞΙΝΟΑ

αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.

ΓΟΡΓΩ

καλὸς ἀπφύς.

ΠΡΑΞΙΝΟΑ

ἀπφὺς μὰν τῆνος τὰ πρόαν—λέγομες δὲ πρώαν θην
«πάππα, νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδειν»—
ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς.

ΓΟΡΓΩ

χὠμὸς ταυτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας·
ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,
πέντε πόκως ἔλαβ᾽ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπ᾽ ἔργῳ. 20
ἄλλ᾽ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λαζευ.
βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω
θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι
κοσμεῖν τὰν βασίλισσαν.

ΠΡΑΞΙΝΟΑ

ἐν ὀλβίω ὄλβια πάντα.

ΓΟΡΓΩ

ὧν εἶδες ὧν εἶπας ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι.
ἕρπειν ὥρα κ᾽ εἴη.

ΠΡΑΞΙΝΟΑ

ἀεργοῖς αἰὲν ἑορτά.
Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον, αἰνόθρυπτε
θὲς πάλιν· αἱ γαλέαι μαλακῶς χρῄσδοντι καθεύδειν.
kινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ,
ἃ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ, λᾳστρί· 30
ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;
παῦε· ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.
ἁ κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος; ὦδε φέρ᾽ αὐτάν.

ΓΟΡΓΩ

Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα
τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφ᾽ ἱστῶ;

ΠΡΑΞΙΝΟΑ

μὴ μνάσῃς Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν
ἢ δύο· τοῖς δ᾽ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.

ΓΟΡΓΩ

ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.

ΠΡΑΞΙΝΟΑ

τοῦτο κάλ᾽ εἶπες.
τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον
ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον· μορμὼ δάκνει ἵππος. 40
δάκρυ᾽, ὅσσα θέλεις, χωλὸν δ᾽ οὐ δεῖ τυ γενέσθαι.
ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,
τὰν κύν᾽ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.

ὦ θεοί, ὅσσος ὄχλος· πῶς καὶ πόκα τοῦτο περᾶσαι
χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα,
ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκών· οὐδεὶς κακοεργὸς
δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,
οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον
ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί. 50
ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ
ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.
ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδ᾽ ὡς ἄγριος. κυνοθαρσὴς
Εὐνόα, οὐ φευξῇ; Διαχρησεῖται τὸν ἄγοντα.
ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδοι.

ΓΟΡΓΩ

θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθ᾽ ὄπισθεν,
τοὶ δ᾽ ἔβαν ἐς χώραν.

ΠΡΑΞΙΝΟΑ

καὐτὰ συναγείρομαι ἤδη. 60
ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
ἐκ παιδός. Σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.

ΓΟΡΓΩ

ἐξ αὐλᾶς ὦ μᾶτερ;

ΓΡΑΥΣ

ἐγών, τέκνα.

ΓΟΡΓΩ

εἶτε παρενθεῖν
εὐμαρές;

ΓΡΑΥΣ

ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,
καλλίστα παίδων· πείρᾳ θην πάντα τελεῖται.

ΓΟΡΓΩ

χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα.

ΠΡΑΞΙΝΟΑ

πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἀγάγεθ᾽ Ἥραν.

ΓΟΡΓΩ

θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.

ΠΡΑΞΙΝΟΑ

θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λαβὲ καὶ τὺ
Εὐνόα Εὐτυχίδος· πότεχ᾽ αὐτᾷ, μή τι πλανηθῇς.
πᾶσαι ἅμ᾽ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.
οἶμοι δειλαία· δίχα μευ τὸ θερίστριον ἤδη
ἔσχισται, Γοργοῖ. ποττῶ Διός, εἴτι γένοιο 70
εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.

ΞΕΝΟΣ

οὐκ ἐπ᾽ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι.

ΠΡΑΞΙΝΟΑ

ὄχλος ἅθρως·
ὠθεῦνθ᾽ ὥσπερ ὕες.

ΞΕΝΟΣ

θάρσει γύναι· ἐν καλῷ εἰμές.

ΠΡΑΞΙΝΟΑ

κεἰς ὥρας κἤπειτα, φίλ᾽ ἀνδρῶν, ἐν καλῷ εἴης
ἄμμε περιστέλλων. χρηστῶ κοἰκτίρμονος ἀνδρός.
φλίβεται Εὐνόα ἄμμιν· ἄγ᾽ ὦ δειλὰ τὺ βιάζευ.

κάλλιστ᾽· «ἐνδοῖ πᾶσαι» ὁ τὰν νυὸν εἶπ᾽ ἀποκλάξας.

ΓΟΡΓΩ

Πραξινόα, πόταγ᾽ ὧδε. Τὰ ποικίλα πρᾶτον ἄθρησον,
λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.

ΠΡΑΞΙΝΟΑ

πότνι᾽ Ἀθαναία· ποῖαί σφ᾽ ἐπόνασαν ἔριθοι, 80
ποῖοι ζωογράφοι τἀκριβέα γράμματ᾽ ἔγραψαν.
ὡς ἔτυμ᾽ ἑστάκαντι, καὶ ὡς ἔτυμ᾽ ἐνδινεῦντι·
ἔμψυχ᾽, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμ᾽ ἄνθρωπος.
αὐτὸς δ᾽ ὡς θαητὸς ἐπ᾽ ἀργυρέω κατάκειται
ἁρμοῖ πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων—
ὁ τριφίλητος Ἄδωνις, ὃ κεἰν Ἀχέροντι φιλεῖται.

ΕΤΕΡΟΣ ΞΕΝΟΣ

παύσασθ᾽ ὦ δύστανοι ἀνάνυτα κωτίλλοισαι
τρυγόνες· ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.

ΠΡΑΞΙΝΟΑ

μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;
πασάμενος ἐπίτασσε· Συρακοσίαις ἐπιτάσσεις. 90
ὡς εἰδῇς καὶ τοῦτο, Κορίνθιαι εἰμὲς ἄνωθεν,
ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες·
Δωρίσδεν δ᾽ ἐξεστι δοκῶ τοῖς Δωριέεσσι.
μὴ φύη, Μελιτῶδες, ὃς ἁμῶν καρτερὸς εἴη,
πλὰν ἑνός, οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς.

ΓΟΡΓΩ

σίγα Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν
ἁ τᾶς Ἀργείας θυγάτηρ, πολύϊδρις ἀοιδός,
ἅτις καὶ πέρυσιν, τὸν ἰάλεμον, ἀρίστευσε.

φθεγξεῖται τι, σάφ᾽ οἶδα, καλόν· διαθρύπτεται ἤδη.

ΓΥΝΗ ΑΟΙΔΟΣ

Δέσποιν᾽, ἃ Γολγώς τε καὶ Ἰδάλιον ἐφίλασας, 100
αἰπεινόν τ᾽ Ἔρυκα, χρυσῷ παίζοισ᾽ Ἀφροδίτα,
οἷόν τοι τὸν Ἄδωνιν ἀπ᾽ ἀενάω Ἀχέροντος
μηνὶ δυωδεκάτῳ μαλακαίποδες ἄγαγον Ὧραι,
βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναὶ
ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φέρεῦσαι.
Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,
ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν
ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός·
τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,
ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα 110
Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.
πὰρ οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται,
πὰρ δ᾽ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
ἀργυρέοις, Συρίω δὲ μύρω χρύσει᾽ ἀλάβαστρα·
εἴδατά θ᾽ ὅσσα γυναῖκες ἐπὶ πλαθάνῳ πονέονται
ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,
ὅσσα τ᾽ ἀπὸ γλυκερῶ μέλιτος τά τ᾽ ἐν ὑγρῷ ἐλαίῳ,
πάντ᾽ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.

χλωρὰ δὲ σκιάδε μαλακῷ βρίθοντες ἀννήθῳ,
δέδμανθ᾽· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες, 120
οἷοι ἀηδονιδῆες ἀεξομανᾶν ἐπὶ δένδρῳ
πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπ᾽ ὄζω.
ὢ ἔβενος, ὢ χρυσός, ὤ ἐκ λευκῶ ἐλέφαντος
αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες
πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω·
ἁ Μίλατος ἐρεῖ χὠ τὰν Σαμίαν καταβόσκων
«ἔστρωται κλίνα τΩδώνιδι τῷ καλῷ ἁμά·
τὸν μὲν Κύπρις ἔχει, τὸν δ᾽ ὁ ῥοδόπαχυς Ἄδωνις.»
ὀκτωκαιδεκέτης ἢ έννεακαίδεχ᾽ ὁ γαμβρός· 130
οὐ κεντεῖ τὸ φίλημ᾽, ἔτι οἱ περὶ χείλεα πυρρά.
νῦν μὰν Κύπρις ἔχοισα τὸν αὑτᾶς χαιρέτω ἄνδρα·
ἀῶθεν δ᾽ ἄμμες νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω
οἰσεῦμες ποτὶ κύματ᾽ ἐπ᾽ ἀϊόνι πτύοντα,
λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι
στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθ᾽ ἀοιδᾶς·
«ἕρπεις, ὦ φίλ᾽ Ἄδωνι, καὶ ἐνθάδε, κεἰς Ἀχέροντα

ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτ᾽ Ἀγαμέμνων
τοῦτ᾽ ἔπαθ᾽, οὔτ᾽ Αἴας ὁ μέγας, βαρυμάνιος ἥρως,
οὔθ᾽ Ἔκτωρ, Ἑκάβας ὁ γεραίτατος εἴκατι παίδων,
οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας πάλιν ἐνθών, 140
οὔθ᾽ οἱ ἔτι πρότεροι, Λαπίθαι καὶ Δευκαλίωνες,
οὐ Πελοπηϊαδᾶν τε καὶ Ἄργεος ἄκρα Πελασγοὶ.
ἴλαθι νῦν, φίλ᾽ Ἄδωνι, καὶ ἐς νέον. εὐθυμήσαις
καὶ νῦν ἦνθες Ἄδωνι, καί ὅκκ᾽ ἀφίκῃ, φίλος ἡξεῖς.»

ΓΟΡΓΩ

Πραξινόα, τὸ χρῆμα σοφώτατον ἁ θήλεια·
ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.
ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας.
χὠνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς.
χαῖρε Ἄδων ἀγαπατέ καὶ ἐς χαίροντας ἀφικνεῦ.