Συμποσιακά Δ΄
Συγγραφέας:
Ηθικά


ΣΥΜΠΟΣΙΑΚΩΝ ΒΙΒΛΙΑ - ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ

Ὦ Σόσσιε Σενεκίων, τοῦ Πολυβίου Σκηπίωνι παραινοῦντος Ἀφρικανῷ μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ φίλον τινὰ ποιήσασθαι τῶν πολιτῶν· φίλον δὲ δεῖ μὴ πικρῶς μηδὲ σοφιστικῶς ἀκούειν ἐκεῖνον τὸν ἀμετάπτωτον καὶ βέβαιον, ἀλλὰ κοινῶς τὸν εὔνουν· ὥσπερ ᾤετο χρῆναι Δικαίαρχος εὔνους μὲν αὑτῷ παρασκευάζειν ἅπαντας, φίλους δὲ ποιεῖσθαι τοὺς ἀγαθούς. Φιλία γὰρ ἐν χρόνῳ πολλῷ καὶ δι´ ἀρετῆς ἁλώσιμον· εὔνοιαν δὲ καὶ χρεία καὶ ὁμιλία καὶ παιδιὰ πολιτικῶν ἀνδρῶν ἐπάγεται, καιρὸν λαβοῦσα πειθοῦς φιλανθρώπου καὶ χάριτος συνεργόν.

Ἀλλ´ ὅρα τὸ τῆς παραινέσεως, εἰ μὴ μόνον ἔχει δεξιῶς πρὸς ἀγορὰν ἀλλὰ καὶ πρὸς συμπόσιον· ὥστε δεῖν μὴ πρότερον ἀναλύειν ἢ κτήσασθαί τινα τῶν συγκατακειμένων καὶ παρόντων εὔνουν ἑαυτῷ καὶ φίλον. Εἰς ἀγορὰν μὲν γὰρ ἐμβάλλουσι πραγμάτων εἵνεκεν καὶ χρειῶν ἑτέρων, εἰς δὲ συμπόσιον οἵ γε νοῦν ἔχοντες ἀφικνοῦνται κτησόμενοι φίλους οὐχ ἧττον ἢ τοὺς ὄντας εὐφρανοῦντες. Διότι τῶν μὲν ἄλλων ζητεῖν ἐκφορὰν ἀνελεύθερον ἂν εἴη καὶ φορτικόν, τὸ δὲ φίλων πλέον ἔχοντας ἀπιέναι καὶ ἡδὺ καὶ σεμνόν ἐστιν. Καὶ τοὐναντίον ὁ τούτου παραμελῶν ἄχαριν αὑτῷ καὶ ἀτελῆ τὴν συνουσίαν ποιεῖ καὶ ἄπεισι τῇ γαστρὶ σύνδειπνος οὐ τῇ ψυχῇ γεγονώς· ὁ γὰρ σύνδειπνος οὐκ ὄψου καὶ οἴνου καὶ τραγημάτων μόνον, ἀλλὰ καὶ λόγων κοινωνὸς ἥκει καὶ παιδιᾶς καὶ φιλοφροσύνης εἰς εὔνοιαν τελευτώσης. Αἱ μὲν γὰρ παλαιόντων ἐπιβολαὶ καὶ ἕλξεις κονιορτοῦ δέονται, ταῖς δὲ φιλικαῖς λαβαῖς ὁ οἶνος ἁφὴν ἐνδίδωσι μιγνύμενος λόγῳ· λόγος γὰρ αὐτῷ τὸ φιλάνθρωπον καὶ ἠθοποιὸν ἐπὶ τὴν ψυχὴν ἐκ τοῦ σώματος ἐποχετεύει καὶ συνδιαδίδωσιν· εἰ δὲ μή, πλανώμενος ἐν τῷ σώματι πλησμονῆς οὐδὲν σπουδαιότερον παρέσχεν. Ὅθεν ὥσπερ ὁ μάρμαρος, τοῦ διαπύρου σιδήρου τῷ καταψύχειν τὴν ἄγαν ὑγρότητα καὶ ῥύσιν ἀφαιρῶν, εὔτονον ποιεῖ τὸ μαλασσόμενον αὐτοῦ καὶ τυπούμενον, οὕτως ὁ συμποτικὸς λόγος οὐκ ἐᾷ διαφορεῖσθαι παντάπασιν ὑπὸ τοῦ οἴνου τοὺς πίνοντας, ἀλλ´ ἐφίστησι καὶ ποιεῖ τῇ ἀνέσει τὸ ἱλαρὸν καὶ φιλάνθρωπον ἐγκέραστον καὶ τὸ κεχαρισμένον, ἄν τις ἐμμελῶς ἅπτηται, καθάπερ σφραγῖδι φιλίας εὐτυπώτων καὶ ἁπαλῶν διὰ τὸν οἶνον ὄντων.


ΠΡΟΒΛΗΜΑ Α.

Εἰ ἡ ποικίλη τροφὴ τῆς ἁπλῆς εὐπεπτοτέρα.

Τῆς οὖν τετάρτης τῶν συμποτικῶν ζητημάτων δεκάδος ἡμῖν πρῶτον ἔσται τὸ περὶ τῆς ποικίλης τροφῆς ζητηθέν. Ἐλαφηβολίων γὰρ ὄντων εἰς Ὑάμπολιν ἐπὶ τὴν ἑορτὴν ἀφικνουμένους ἡμᾶς εἱστία Φίλων ὁ ἰατρὸς ἐκ παρασκευῆς τινος, ὡς ἐφαίνετο, νεανικῆς. Ἰδὼν δὲ τῶν παιδίων τῶν ἅμα τῷ Φιλίνῳ τὸ νέον ἄρτῳ χρώμενον ἄλλου δὲ μηδενὸς δεόμενον,

« ὦ Ἡράκλεις« » ἔφη » τοῦτ´ ἄρ´ ἦν τὸ λεγόμενον

« ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ´ οὐκ ἦν ἀνελέσθαι· »

« καὶ ἀνεπήδησεν οἰσόμενός τι τῶν χρησίμων ἐκείνοις, εἶθ´ ἧκε μετὰ χρόνον συχνὸν ἰσχάδας αὐτοῖς τινας καὶ τυρὸν κομίζων. Ἐμοῦ δ´ εἰπόντος, ὅτι τοῦτο συμβαίνει τοῖς τὰ περιττὰ καὶ πολυτελῆ παρασκευαζομένοις, ἀμελεῖν καὶ σπανίζειν τῶν ἀναγκαίων καὶ χρησίμων,

« οὐ γὰρ ἐμεμνήμην » εἶπεν ὁ Φίλων « ὅτι Σώσαστρον ἡμῖν ὑποτρέφει {ὁ} Φιλῖνος, ὅν φασι μήτε ποτῷ χρησάμενον ἄλλῳ μήτ´ ἐδέσματι πλὴν {ἢ} γάλακτος διαβιῶσαι πάντα τὸν βίον· ἀλλ´ ἐκείνῳ μὲν ἐκ μεταβολῆς ἀρχὴν γενέσθαι τῆς τοιαύτης διαίτης εἰκός· τὸν δ´ ἡμέτερον ἀντιστρόφως τῷ Ἀχιλλεῖ τρέφων ὁ Χείρων οὗτος εὐθὺς ἀπὸ τῆς γενέσεως ἀναιμάκτοις καὶ ἀψύχοις τροφαῖς οὐκ ἄκραναποδειξιν ἔχει ἐναέρι καὶ δρόσῳ λέγουσι καθάπερ οἱ τέττιγες σιτούμενον. »

« Ἡμεῖς μὲν οὖν » ὁ Φιλῖνος εἶπεν « ἠγνοοῦμεν Ἑκατομφόνια δειπνήσοντες ὥσπερ ἐπ´ Ἀριστομένους· ἐπεὶ παρῆμεν ἂν ὄψα τῶν λιτῶν καὶ ὑγιαινόντων, ὥσπερ ἀλεξιφάρμακα, πρὸς οὕτω πολυτελεῖς καὶ φλεγμαινούσας τραπέζας περιαψάμενοι· καὶ ταῦτα, σοῦ πολλάκις ἀκηκοότες ὅτι τῶν ποικίλων τὰ ἁπλᾶ μᾶλλον εὔπεπτ´ ἐστὶν καὶ εὐπόριστα.- « καὶ ὁ Μαρκίων πρὸς τὸν Φίλωνα  » διαφθείρει σου Φιλῖνος » ἔφη « τὴν παρασκευήν, ἀποτρέπων καὶ δεδιττόμενος τοὺς δαιτυμόνας· ἀλλ´ ἂν ἐμοῦ δεηθῇς, ἐγγυήσομαι πρὸς αὐτοὺς ὑπὲρ σοῦ τὴν ποικίλην τροφὴν εὐπεπτοτέραν εἶναι τῆς ἁπλῆς, ὥστε θαρροῦντας ἀπολαύειν τῶν παρακειμένων. » ὁ μὲν οὖν Φίλων ἐδεῖτο τοῦ Μαρκίωνος οὕτω ποιεῖν.

Ἐπεὶ δ´ ἡμεῖς παυσάμενοι τοῦ δειπνεῖν προσεκαλούμεθα τὸν Φιλῖνον ἐπιθέσθαι τῇ κατηγορίᾳ τῆς ποικίλης τροφῆς, « οὐκ ἐμός » εἶπεν « ὁ μῦθος » ἀλλ´ οὑτοσὶ Φίλων ἑκάστοτε λέγει πρὸς ἡμᾶς, ὅτι πρῶτον μὲν τὰ θηρία τροφαῖς μονοειδέσι καὶ ἁπλαῖς χρώμενα μᾶλλον ὑγιαίνει τῶν ἀνθρώπων· ὅσα δὲ σιτεύουσι καθείρξαντες, ἐπισφαλῆ πρὸς τὰς νόσους ἐστὶν καὶ ῥᾳδίως ταῖς ὠμότησιν ἁλίσκεται διὰ τὸ μικτήν τινα καὶ συνηδυσμένην τροφὴν προσφέρεσθαι. Δεύτερον οὐδεὶς γέγονεν οὕτω τῶν ἰατρῶν παράτολμος ἐν καινοτομίᾳ καὶ ἀνδρεῖος, ὥστε ποικίλην τροφὴν πυρέττοντι προσενεγκεῖν· ἀλλὰ τὴν ἁπλῆν καὶ ἄκνισον ὡς ὑπήκοον μάλιστα τῇ πέψει προσφέρουσιν. Δεῖ γὰρ παθεῖν τὴν τροφὴν καὶ μεταβαλεῖν κρατηθεῖσαν ὑπὸ τῶν ἐν ἡμῖν δυνάμεων· κρατεῖ δὲ καὶ βαφὴ τῶν ἁπλῶν χρωμάτων μᾶλλον, καὶ μυρεψικοῖς φαρμάκοις τρέπεται τάχιστα τὸ ἀωδέστατον ἔλαιον, καὶ τροφῆς εὐπαθέστατον ὑπὸ πέψεως μεταβάλλειν τὸ ἀφελὲς καὶ μονοειδές. Αἱ δὲ πολλαὶ καὶ ποικίλαι ποιότητες ὑπεναντιώσεις ἔχουσαι καὶ δυσμαχοῦσαι φθείρονται πρότερον προσπίπτουσαι, καθάπερ ἐν πόλει μιγάδων καὶ συγκλύδων ἀνθρώπων πλῆθος οὐ ῥᾳδίως μίαν οὐδ´ ὁμοπαθοῦσαν ἴσχουσαι κατάστασιν, ἀλλ´ ἑκάστη πρὸς τὸ οἰκεῖον ἀντιτείνουσα καὶ δυσσύμβατος οὖσα πρὸς τὸ ἀλλόφυλον.

Ἐμφανὲς δὲ τεκμήριον τὸ περὶ τὸν οἶνον· αἱ γὰρ ἀλλοινίαι λεγόμεναι τάχιστα μεθύσκουσιν, ἀπεψίᾳ δ´ οἴνου προσέοικεν ἡ μέθη· διὸ φεύγουσι τὸν μεμιγμένον οἶνον οἱ πίνοντες, οἱ δὲ μιγνύοντες πειρῶνται λανθάνειν ὡς ἐπιβουλεύοντες, ἐκστατικὸν γὰρ ἡ μεταβολὴ καὶ τὸ ἀνώμαλον. Ὅθεν που καὶ τὰς πολυχορδίας μετὰ πολλῆς οἱ μουσικοὶ κινοῦσιν εὐλαβείας, αἷς οὐδὲν ἄλλο κακὸν ἢ τὸ μικτόν ἐστι καὶ ποικίλον. Ἐγὼ δ´ ἐκεῖν´ ἔχω εἰπεῖν, ὅτι μᾶλλον ἂν - - - ἐκ λόγων ὑπεναντίων γένοιτ´ ἂν πίστις καὶ συγκατάθεσις ἢ πέψις ἐκ διαφόρων ποιοτήτων. Εἰ δὲ δὴ δοκῶ παίζειν, ταῦτ´ ἐάσας ἐπὶ τὰ Φίλωνος ἄνειμι. Πολλάκις γὰρ ἀκούομεν αὐτοῦ λέγοντος, ὡς ἐπὶ ποιότητι τροφῆς γίνεται τὸ δύσπεπτον καὶ εὔπεπτον, ἡ δὲ πολυμιγία βλαβερὸν καὶ γόνιμον ἀλλοκότων ποιοτήτων, καὶ δεῖ τὸ σύμφυλον ἐκ πείρας λαβόντα χρῆσθαι καὶ στέργειν. Εἰ δὲ φύσει δύσπεπτον οὐδέν, ἀλλὰ πλῆθός ἐστι τὸ ταράσσον καὶ φθεῖρον, ἔτι μᾶλλον οἶμαι τὰ παντοδαπὰ ταῦτα καὶ ποικίλα φευκτέον, οἷς ἀρτίως ἡμᾶς ὁ Φίλωνος ὀψοποιὸς ὥσπερ ἀντίτεχνος αὐτοῦ κατεφάρματτεν, ἐξαλλάττων τῇ καινότητι καὶ μεταβολῇ τὴν ὄρεξιν οὐκ ἀπαγορεύουσαν, ἀλλ´ ἀγομένην ἐπ´ ἄλλα καὶ παρεκβαίνουσαν ἐν τῷ ποικίλῳ τὸ μέτριον καὶ αὔταρκες, ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος - - -νος

« ἕτερον ἐφ´ ἕτερον αἰρόμενος ἄγρευμ´ ἀνθέων ἡδομένᾳ ψυχᾷ, τὸ νήπιον ἄπληστος ἐών »

ἐπὶ πλεῖστον ἐξανθίζεται τοῦ λειμῶνος. Ἐνταῦθα δὲ καὶ τοῦ Σωκράτους ἅμα μνημονευτέον, παρακελευομένου φυλάττεσθαι τῶν βρωμάτων οἷα τοὺς μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, ὡς οὐδὲν ἀλλ´ ἢ τὸ παντοδαπὸν καὶ ποικίλον εὐλαβεῖσθαι καὶ δεδιέναι τῶν σιτίων παραινοῦντος. Τοῦτο γὰρ πορρωτέρω ἐξάγει τῆς χρείας τὴν ἀπόλαυσιν ἐν θεάμασιν ἐν ἀκροάμασιν ἐν ἀφροδισίοις ἐν παιδιαῖς ἁπάσαις καὶ διατριβαῖς, ἀναλαμβανομένην ὑπὸ τοῦ περιττοῦ πολλὰς ἀρχὰς ἔχοντος· ἐν δὲ ταῖς ἁπλαῖς καὶ μονοτρόποις ἡδοναῖς οὐ παρεκβαίνει τὴν φύσιν ἡ θέλξις. Ὅλως δέ μοι δοκεῖ μᾶλλον ἄν τις ὑπομεῖναι πολυχορδίαν μουσικὸν ἐπαινοῦντα καὶ μυραλοιφίαν ἀλείπτην ἢ πολυοψίαν ἰατρόν· αἱ γὰρ ἐκτροπαὶ καὶ μεταβολαὶ τῆς εἰς ὑγίειαν εὐθείας ἐκβιβάζουσιν. »

Τοῦ δὲ Φιλίνου ταῦτ´ εἰπόντος, ὁ Μαρκίων ἔφη δοκεῖν αὐτῷ τῇ Σωκράτους ἐνέχεσθαι κατάρᾳ μὴ μόνον τοὺς τὸ λυσιτελὲς ἀπὸ τοῦ καλοῦ χωρίζοντας, ἀλλὰ καὶ τοὺς ἡδονὴν διιστάντας ἀπὸ τῆς ὑγιείας, ὡς ἀντιταττομένην αὐτῇ καὶ πολεμοῦσαν οὐχὶ μᾶλλον συνεργοῦσαν· « Σμικρὰ γάρ« » ἔφη « καὶ ἄκοντες ὡς βιαιοτάτῳ τῶν ὀργάνων ἀλγηδόνι προσχρώμεθα· τῶν δ´ ἄλλων οὐδεὶς ἂν οὐδὲ βουλόμενος ἀπώσαιτο τὴν ἡδονήν, ἀλλὰ καὶ τροφαῖς καὶ ὕπνοις καὶ περὶ λουτρὰ καὶ ἀλείμματα καὶ κατακλίσεις ἀεὶ πάρεστιν καὶ συνεκδέχεται καὶ συνεκτιθηνεῖται τὸν κάμνοντα, πολλῷ τῷ οἰκείῳ καὶ κατὰ φύσιν ἐξαμαυροῦσα τὸ ἀλλότριον. Ποία γὰρ ἀλγηδών, τίς ἔνδεια, ποῖον δηλητήριον οὕτω ῥᾳδίως καὶ ἀφελῶς νόσον ἔλυσεν, ὡς λουτρὸν ἐν καιρῷ γενόμενον καὶ οἶνος δοθεὶς δεομένοις; καὶ τροφὴ παρελθοῦσα μεθ´ ἡδονῆς εὐθὺς ἔλυσε τὰ δυσχερῆ πάντα καὶ κατέστησεν εἰς τὸ οἰκεῖον τὴν φύσιν, ὥσπερ εὐδίας καὶ γαλήνης γενομένης. Αἱ δὲ διὰ τῶν ἐπιπόνων βοήθειαι μόγις καὶ κατὰ μικρὸν ἀνύουσι, χαλεπῶς ἐκμοχλεύουσαι καὶ προσβιαζόμεναι τὴν φύσιν. Οὐκ ἂν οὖν ἡμᾶς διαβάλοι Φιλῖνος, εἰ μὴ τὰ ἱστία ἑκάτερ´ ἐπαράμενοι τὴν ἡδονὴν φεύγοιμεν, ἀλλὰ πειρῴμεθα τὸ ἡδέως καὶ ὑγιεινῶς ἐμμελέστερον ἢ ὡς ἔνιοι φιλόσοφοι τὸ ἡδέως καὶ καλῶς συνοικειοῦν.

Εὐθὺς οὖν περὶ τὸ πρῶτον, ὦ Φιλῖνε, τῶν ἐπιχειρημάτων δοκεῖς μοι διεψεῦσθαι, τὰ θηρία τῶν ἀνθρώπων ἁπλουστέραις τροφαῖς χρῆσθαι καὶ μᾶλλον ὑγιαίνειν ὑποτιθέμενος. Οὐδέτερον γὰρ ἀληθές ἐστιν· ἀλλὰ τῷ μὲν αἱ παρ´ Εὐπόλιδος αἶγες ἀντιμαρτυροῦσιν, ὑμνοῦσαι τὴν τροφὴν ὡς παμμιγῆ καὶ ποικίλην οὖσαν, οὕτως πως λέγουσαι

« Ωοσκόμεθ´ ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης πρίνου κο{μάρου τε πτόρθους ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισιν {ἔτ´ ἄλλα, κύτισόν τ´ ἠδὲ σφάκον εὐώδη καὶ σμίλακα τὴν πο{λύφυλλον, κότινον, σχῖνον, μελίαν, λεύκην, ἀρίαν, δρῦν, κιττόν, {ἐρίκην, πρόμαλον, ῥάμνον, φλόμον, ἀνθέρικον, κισθόν, φηγόν, {θύμα, θύμβραν· »

τὰ γὰρ κατηριθμημένα μυρίας δήπου διαφορὰς ἔχει χυμῶν καὶ ὀδμῶν καὶ δυνάμεων· πλείονα δὲ τῶν εἰρημένων παραλέλειπται. Τὸ δὲ δεύτερον Ὅμηρος ἀθετεῖ μᾶλλον ἐμπείρως, τὰ λοιμικὰ πάθη πρῶτον ἅπτεσθαι τῶν ἀλόγων ἀποφαινόμενος. Κατηγορεῖ δ´ αὐτῶν καὶ ἡ βραχύτης τοῦ βίου τὸ ἐπίκηρον καὶ νοσῶδες· οὐδὲν γὰρ ὡς εἰπεῖν πολυχρόνιόν ἐστιν, πλὴν εἰ φαίη τις κόρακα καὶ κορώνην, ἃ δὴ παμφάγα τ´ ὄντα καὶ πάσης ἁπτόμενα τροφῆς ὁρῶμεν.

Καὶ μὴν καὶ τῇ τῶν νοσούντων διαίτῃ καλῶς ἐποίεις τὰ εὔπεπτα καὶ δύσπεπτα τεκμαιρόμενος· καὶ γὰρ πόνος καὶ γυμνάσια καὶ τὸ διαιρεῖν τὴν τροφὴν εὔπεπτα μέν ἐστιν, οὐχ ἁρμόζει δὲ τοῖς πυρέττουσι. Τὴν δὲ μάχην καὶ τὴν διαφορὰν τῆς ποικίλης τροφῆς ἀλόγως ἐδεδίεις. Εἴτε γὰρ ἐξ ὁμοίων ἀναλαμβάνει τὸ οἰκεῖον ἡ φύσις καὶ εἰς τὸν ὄγκον αὐτόθεν ἡ ποικίλη τροφὴ πολλὰς μεθιεῖσα ποιότητας ἐξ ἑαυτῆς ἑκάστῳ μέρει τὸ πρόσφορον ἀναδίδωσιν, ὥστε γίνεσθαι τὸ τοῦ Ἐμπεδοκλέους

« Ὡς γλυκὺ μὲν {ἐπὶ} γλυκὺ μάρπτε, πικρὸν δ´ ἐπὶ πικρὸν {ὄρουσεν, ὀξὺ δ´ ἐπ´ ὀξύ, δαλερὸν δαλεροῦ λαβετως δὲ καὶ ἄλλου - - -

ἐπὶ πρόσφορον μένοντος τῇ θερμότητι ἐν τῷ πνεύματι τοῦ μίγματος σκεδασθέντος τὰ οἰκεῖα τοῖς συγγενέσιν ἕπεται· τὸ γὰρ οὕτως παμμιγὲς σῶμα καὶ πανηγυρικόν, ὡς τὸ ἡμέτερον, ἐκ ποικίλης ὕλης λόγον ἔχει μᾶλλον ἢ ἁπλῆς συνερανίζεσθαι καὶ ἀναπληροῦν τὴν κρᾶσιν. Εἴτε μὴ τοῦτ´ ἐστίν, ἀλλ´ ἡ καλουμένη πέψις ἀλλοιοῦν πέφυκεν καὶ μεταβάλλειν τὴν τροφήν, ἐν τῷ ποικίλῳ τοῦτο συμβήσεται θᾶττον καὶ κάλλιον· ἀπαθὲς γὰρ ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον, ἡ δ´ ἀντίταξις καὶ διαφορὰ μᾶλλον ἐξίστησι τῇ πρὸς τὸ ἐναντίον μίξει τὰς ποιότητας ἀπομαραινομένας.

Εἰ δ´ ὅλως τὸ μικτὸν ἀθετεῖς καὶ ποικίλον, ὦ Φιλῖνε, μὴ δειπνίζοντα μηδ´ ὀψοποιοῦντα μόνον λοιδόρει Φίλωνα τοῦτον, ἀλλὰ πολὺ μᾶλλον, ὅταν μιγνύῃ τὰς βασιλικὰς καὶ ἀλεξιφαρμάκους ἐκείνας δυνάμεις, ἃς « »θεῶν χεῖρας« » ὠνόμαζεν Ἐρασίστρατος, διέλεγχε τὴν ἀτοπίαν καὶ περιεργίαν, ὁμοῦ μεταλλικὰ καὶ βοτανικὰ καὶ θηριακὰ καὶ τὰ ἀπὸ γῆς καὶ θαλάττης εἰς τὸ αὐτὸ συγκεραννύντος· καλὸν γὰρ ταῦτ´ ἐάσαντας ἐν πτισάνῃ καὶ σικύᾳ καὶ ἐν ὑδρελαίῳ τὴν ἰατρικὴν ἀπολιπεῖν.

« Ἀλλὰ νὴ Δία τὸ ποικίλον ἐξάγει καὶ γοητεύει τὴν ὄρεξιν οὐ κρατοῦσαν ἑαυτῆς »· καὶ γὰρ τὸ καθάριον, ὦ δαιμόνιε, καὶ τὸ εὐστόμαχον καὶ τὸ εὐῶδες καὶ ὅλως τὸ ἥδιον ἐφέλκεται καὶ ποιεῖ βρωτικωτέρους ἡμᾶς καὶ ποτικωτέρους. Τί οὖν οὐχὶ κρίμνον μὲν ἡμεῖς ἀντὶ πόλτου μάττομεν ἀντὶ δ´ ἀσπαράγου γήτεια καὶ σκολύμους παρασκευάζομεν, τὸν δ´ ἀνθοσμίαν ἀπωσάμενοι τουτονὶ καὶ ἡμερίδην ἀγριώτερον πίνομεν ἐκ πίθου, κωνώπων χορῷ περιᾳδόμενον; ὅτι φαίης ἂν οὐ φυγὴν οὐδ´ ἀπόδρασιν ἡδονῆς εἶναι τὴν ὑγιεινὴν δίαιταν, ἀλλὰ περὶ ἡδονὰς μετριότητα καὶ τάξιν ὑπηκόῳ χρωμένην ὀρέξει τοῦ συμφέροντος. Ὡς δὲ λάβρον πνεῦμα κυβερνῆται πολλαῖς μηχαναῖς ὑποφεύγουσιν, παυσάμενον δὲ καὶ μαρανθὲν οὐδεὶς πάλιν ἐκριπίσαι καὶ διασεῖσαι δυνατός ἐστιν, οὕτως πρὸς ὄρεξιν ἐνστῆναι μὲν καὶ κολοῦσαι τὸ πλεονάζον αὐτῆς οὐ μέγ´ ἔργον, ἤδη δὲ κάμνουσαν πρὸ καιροῦ καὶ μαλθακιζομένην καὶ ἀπολείπουσαν τὸ οἰκεῖον ἐντεῖναι καὶ ἀναζωπυρῆσαι παγχάλεπον, ὦ ἑταῖρε, καὶ δύσεργον. Ὅθεν ἡ ποικίλη τροφὴ βελτίων τῆς ἁπλῆς καὶ τὸ μονοειδὲς ἐχούσης πλήσμιον, ὅσῳ ῥᾷον ἱστάναι φερομένην τὴν φύσιν ἢ κινεῖν ἀπειποῦσαν.

Καὶ μήν, ὅ γε λέγουσί τινες ὡς πλησμονὴ φευκτότερον ἐνδείας, οὐκ ἀληθές ἐστιν ἀλλὰ τοὐναντίον· εἴ γε πλησμονὴ μέν, ὅταν εἰς φθοράν τινα τελευτήσῃ καὶ νόσον, ἔβλαψεν, ἔνδεια δέ, κἂν ἄλλο μηδὲν ἐξεργάσηται κακόν, αὐτὴ καθ´ αὑτὴν παρὰ φύσιν ἐστίν. Καὶ ταῦτα μὲν ὡς ἀντίχορδα κείσθω τοῖς ὑπὸ σοῦ πεφιλοσοφημένοις. Ἐκεῖνο δέ πως ὑμᾶς λέληθεν « τοὺς περὶ ἅλα καὶ κύαμον », ὅτι τὸ μὲν ποικίλον ἥδιόν ἐστι, τὸ δ´ ἥδιον εὐορεκτότερον, τὸ δ´ εὐόρεκτον ὑγιεινότερον, ἂν τὴν ὑπερβολὴν καὶ τἄγαν ἀφέλῃς· προσφύεται γὰρ ὀργῶντι καὶ δεχομένῳ τῷ σώματι, τῆς ὄψεως προοδοποιούσης· τὸ δ´ ἀνόρεκτον πλανώμενον καὶ ῥεμβόμενον ἢ παντάπασιν ἐξέβαλεν ἡ φύσις ἢ μόλις ὑπ´ ἐνδείας ἔστερξεν. Ἐκεῖνό μοι μόνον φύλαττε καὶ μέμνησο, τὸ ποικίλον ὡς οὐκ ἐν ἀβυρτάκαις καὶ κανδύλοις καὶ καρύκαις ἐστίν· ἀλλὰ ταῦτα μὲν περίεργα καὶ σπερμολογικά, ποικιλίαν δὲ καὶ Πλάτων (Rep. 372c) παρέχει τοῖς καλοῖς καὶ γενναίοις ἐκείνοις πολίταις, παρατιθεὶς βολβούς, ἐλαίας, λάχανα, τυρόν, ἑψήματα παντοδαπά, πρὸς δὲ τούτοις οὐδὲ τραγημάτων ἀμοίρους περιορᾷ δειπνοῦντας. »


ΠΡΟΒΛΗΜΑ Β.

Διὰ τί τὰ ὕδνα δοκεῖ τῇ βροντῇ γίνεσθαι, καὶ διὰ τί τοὺς καθεύδοντας οἴονται μὴ κεραυνοῦσθαι.

Ὕδνα παμμεγέθη δειπνοῦσιν ἡμῖν Ἀγέμαχος παρέθηκεν ἐν Ἤλιδι. Θαυμαζόντων δὲ τῶν παρόντων, ἔφη τις ὑπομειδιάσας « Ἄξιά γε τῶν βροντῶν τῶν ἔναγχος γενομένων, » ὡς δὴ καταγελῶν τῶν λεγόντων τὰ ὕδνα τὴν γένεσιν ἐκ βροντῆς λαμβάνειν. Ἦσαν οὖν οἱ φάσκοντες ὑπὸ βροντῆς τὴν γῆν διίστασθαι καθάπερ ἥλῳ τῷ ἀέρι χρωμένης, εἶτα ταῖς ῥωγμαῖς τεκμαίρεσθαι τοὺς τὰ ὕδνα μετιόντας· ἐκ δὲ τούτου δόξαν ἐγγενέσθαι τοῖς πολλοῖς, ὅτι τὸ ὕδνον αἱ βρονταὶ γεννῶσιν οὐ δεικνύουσιν, ὥσπερ εἴ τις οἴοιτο τοὺς κοχλίας ποιεῖν τὸν ὄμβρον ἀλλὰ μὴ προάγειν μηδ´ ἀναφαίνειν. Ὁ δ´ Ἀγέμαχος ἰσχυρίζετο τῇ ἱστορίᾳ καὶ τὸ θαυμαστὸν ἠξίου μὴ ἄπιστον ἡγεῖσθαι. Καὶ γὰρ ἄλλα πολλὰ θαυμάσια βροντῆς ἔργα καὶ κεραυνοῦ καὶ τῶν περὶ ταῦτα διοσημιῶν εἶναι, χαλεπὰς καταμαθεῖν ἢ παντελῶς ἀδυνάτους τὰς αἰτίας ἔχοντα. « καὶ γὰρ ὁ γελώμενος οὑτοσὶ καὶ παροιμιώδης » ἔφη « βολβὸς οὐ μικρότητι διαφεύγει τὸν κεραυνόν, ἀλλ´ ἔχων δύναμιν ἀντιπαθῆ, καθάπερ ἡ συκῆ καὶ τὸ δέρμα τῆς φώκης ὥς φασι καὶ τὸ τῆς ὑαίνης, οἷς τὰ ἄκρα τῶν ἱστίων οἱ ναύκληροι καταδιφθεροῦσιν· τὰ δ´ ἀστραπαῖα τῶν ὑδάτων εὐαλδῆ καλοῦσιν οἱ γεωργοὶ καὶ νομίζουσιν. Καὶ ὅλως εὔηθές ἐστιν ταῦτα θαυμάζειν τὸ πάντων ἀπιστότατον ἐν τοῖς πάθεσι τούτοις καθορῶντας, ἐκ μὲν ὑγρῶν φλόγας ἐκ δὲ μαλακῶν νεφῶν ψόφους σκληροὺς ἀναδιδομένους. Ταῦτα δ´ » εἶπεν « ἀδολεσχῶ παρακαλῶν ὑμᾶς ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας, ἵνα μὴ πικρὸς γένωμαι συμβολὰς τῶν ὕδνων πρασσόμενος. »

Αὐτὸν οὖν ἔφην ἐγὼ τρόπον τινὰ τῷ λόγῳ δεξιὰν ὀρέγειν τὸν Ἀγέμαχον· οὐδὲν γὰρ ἔν γε τῷ παρόντι φαίνεσθαι πιθανώτερον, ἢ ὅτι ταῖς βρονταῖς πολλάκις ὕδωρ συνεκπίπτει γόνιμον. « »αἰτία δ´ ἡ τῆς θερμότητος ἀνάμιξις· τὸ μὲν γὰρ ὀξὺ καὶ καθαρὸν τοῦ πυρὸς ἄπεισιν ἀστραπὴ γενόμενον, τὸ δ´ ἐμβριθὲς καὶ πνευματῶδες ἐνειλούμενον τῷ νέφει καὶ συμμεταβάλλον ἐξαιρεῖ τὴν ψυχρότητα καὶ συνεκπονεῖ τὸ ὑγρόν· ὥστε μάλιστα {τὸ} προσηνὲς ἐνδύεσθαι τοῖς βλαστάνουσι καὶ ταχὺ παχύνειν. Ἐπεὶ δὲ καὶ κράσεων ἰδιότητα καὶ χυμοῦ διαφορὰν ἐμποιεῖ τὰ τοιαῦτα τοῖς ἀρδομένοις, ὥσπερ αἵ τε δρόσοι γλυκυτέραν ποιοῦσι τοῖς θρέμμασι τὴν πόαν καὶ τὰ τὴν ἶριν ἐξανθοῦντα νέφη, καθ´ ὧν ἂν ἐπερείσῃ ξύλων, εὐωδίας ἀναπίμπλησι (καὶ ταύτῃ γνωρίζοντες οἱ παρ´ ἡμῖν ἰρίσκηπτα καλοῦσι, τὴν ἶριν ὑπολαμβάνοντες ἐπισκήπτειν), πολλῷ γε μᾶλλον εἰκός ἐστι τοῖς ἀστραπαίοις καὶ κεραυνίοις ὕδασι καὶ πνεύμασι καὶ θερμότησιν εἰς βάθος ἐλαυνομέναις τὴν γῆν στρέφεσθαι καὶ συστροφὰς ἴσχειν τοιαύτας καὶ χαυνότητας, ὥσπερ ἐν τοῖς σώμασι τὰ χοιραδώδη καὶ ἀδενώδη φύματα θερμότητές τινες καὶ ὑγρότητες αἱματώδεις ἐνδημιουργοῦσιν· οὐ γὰρ ἔοικε φυτῷ τὸ ὕδνον οὐδ´ ἄνευ ὕδατος ἔχει τὴν γένεσιν, ἀλλ´ ἄρριζον καὶ <ἀβλας>τές ἐστι καὶ ἀπολελυμένον, τῷ καθ´ ἑαυτὸ τὴν σύστασιν ἐκ τῆς γῆς ἔχειν παθούσης τι καὶ μεταβαλούσης. Εἰ δέ γε γλίσχρος » ἔφην « ὁ λόγος ὑμῖν δοκεῖ, τοιαῦτά τοι τὰ πλεῖστα τῶν βρονταῖς καὶ κεραυνοῖς συνεπομένων· διὸ καὶ μάλιστα τοῖς πάθεσι τούτοις δόξα θειότητος πρόσεστι. »

Παρὼν δ´ ὁ ῥήτωρ Δωρόθεος « ὀρθῶς » ἔφη « λέγεις· οὐ γὰρ μόνον οἱ πολλοὶ καὶ ἰδιῶται τοῦτο πεπόνθασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων τινές. Ἐγὼ γοῦν οἶδα, κεραυνοῦ παρ´ ἡμῖν εἰς οἰκίαν ἐμπεσόντος καὶ πολλὰ θαυμαστὰ δράσαντος (οἶνόν τε γὰρ ἐκ πίθων διεφόρησε τοῦ κεράμου μηδὲν παθόντος, ἀνθρώπου τε καθεύδοντος διαπτάμενος οὔτ´ αὐτὸν ἠδίκησεν οὔτε τῆς ἐσθῆτος ἔθιγεν, ζώνην δὲ χαλκοῦς ἔχουσαν ὑπεζωσμένου διέτηξεν τὸ νό<μις>μα πᾶν καὶ συνέχεεν) φιλοσόφῳ {δὲ} παρεπιδημοῦντι Πυθαγορικῷ προσελθόντα * καὶ διαπυνθανόμενον· τὸν δ´ ἀφοσιωσάμενον καὶ κελεύσαντα τὰ καθ´ ἑαυτὸν ὁρᾶν καὶ προσεύχεσθαι τοῖς θεοῖς. Ἀκούω δὲ καὶ στρατιώτου φυλάττοντος ἱερὸν ἐν Ῥώμῃ κεραυνὸν ἐγγὺς πεσόντα διακαῦσαι τῶν ὑποδημάτων τοὺς ἱμάντας, ἄλλο δὲ μηδὲν κακὸν ἐργάσασθαι· καὶ κυλιχνίων ἀργυρῶν ξυλίνοις ἐγκειμένων ἐλύτροις τὸν μὲν ἄργυρον συνιζῆσαι τακέντα, τὸ δὲ ξύλον ἄθικτον καὶ ἀπαθὲς εὑρεθῆναι.

Καὶ ταῦτα μὲν ἔξεστι πιστεύειν καὶ μή· πάντων δὲ θαυμασιώτατον, ὃ πάντες ὡς ἔπος εἰπεῖν ἴσμεν, ὅτι τῶν ὑπὸ κεραυνοῦ διαφθαρέντων ἄσηπτα τὰ σώματα διαμένει· πολλοὶ γὰρ οὔτε καίουσιν οὔτε κατορύττουσιν, ἀλλ´ ἐῶσι περιφράξαντες, ὥσθ´ ὁρᾶσθαι τοὺς νεκροὺς ἀσήπτους ἀεί, τὴν Εὐριπίδου Κλυμένην ἐλέγχοντας ἐπὶ τοῦ Φαέθοντος εἰποῦσαν

« Φίλος δέ μοι ἄλουτος ἐν φάραγξι σήπεται νέκυς. »

Ὅθεν οἶμαι καὶ τὸ θεῖον ὠνομάσθαι τῇ ὁμοιότητι τῆς ὀσμῆς, ἣν τὰ παιόμενα τοῖς κεραυνοῖς ἀφίησιν ἐκτριβομένην πυρώδη καὶ δριμεῖαν· ὑφ´ ἧς ἐμοὶ δοκοῦσι καὶ κύνες καὶ ὄρνιθες ἀπέχεσθαι τῶν διοβλήτων σωμάτων.

Ἀλλ´ ἐμοὶ γὰρ ἄχρι τούτου τῆς αἰτίας ὥσπερ δάφνης παρατετρώχθω· τὰ δὲ λοιπὰ τοῦτον« » ἔφη « »παρακαλῶμεν, ἐπεὶ καὶ τοῖς ὕδνοις ἐνευημέρηκεν, ἵνα μὴ πάθωμεν τὸ τοῦ Ἀνδροκύδους· ἐκεῖνος γὰρ ὧν ἐποίησε πάντων ἐναργέστατα καὶ κάλλιστα τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς ζωγραφήσας ἔδοξε τῷ πάθει μᾶλλον ἢ τέχνῃ κεχρῆσθαι, φύσει γὰρ ἦν φίλοψος· οὕτω φήσει τις καὶ ἡμᾶς ὑφ´ ἡδονῆς φιλοσοφήσαντας περὶ τῶν ὕδνων ἀμφισβητήσιμον ἐχόντων τὴν γένεσιν ὡς ὁρᾶς - - - ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπειθείας καὶ τὴν αἰτίαν - - - προδήλῳ τῷ εἶναι πειθούσης. »

Ἐμοῦ δὲ παρακελευομένου καὶ λέγοντος καιρὸν εἶναι καθάπερ ἐν κωμῳδίᾳ μηχανὰς αἴροντα καὶ βροντὰς ἐμβάλλοντα παρὰ πότον διαλέγεσθαι περὶ κεραυνῶν, τὰ μὲν ἄλλα παρίεσαν συνομολογοῦντες, περὶ δὲ τῶν ἐν ᾧ καθεύδουσιν μὴ κεραυνουμένων ἀκοῦσαί τι βουλόμενοι λιπαρεῖς ἦσαν. Ἐμοὶ δὲ πλέον οὐδὲν ἐγίνετο τῆς αἰτίας ἁψαμένῳ κοινὸν ἐχούσης τὸν λόγον· ὅμως δ´ οὖν ἔφην ὡς τὸ κεραύνιον πῦρ ἀκριβείᾳ καὶ λεπτότητι θαυμαστόν ἐστιν, αὐτόθεν τε τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας, καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῷ τῆς περὶ τὴν κίνησιν ὀξύτητος ἀποσειομένης καὶ διακαθαιρούσης. « διόβλητον μὲν οὐδέν » ὥς φησι Δημόκριτος « - - - παρ´ αἰθρίης στέγειν εὐαγὲς σέλας. » Τὰ μὲν οὖν πυκνὰ τῶν σωμάτων, σίδηρος, χαλκός, ἄργυρος, χρυσός, ἀποστέγει καὶ φθείρεται καὶ τήκεται, πάσχοντα τῷ προσμάχεσθαι καὶ ἀντερείδειν· τῶν δ´ ἀραιῶν καὶ πολυπόρων καὶ χαλώντων ὑπὸ μανότητος ἀψαυστὶ διεκθεῖ, καθάπερ ἱματίων καὶ ξύλων αὔων· τὰ δὲ χλωρὰ καίει, τῆς ὑγρότητος ἀντιλαμβανομένης καὶ συνεξαπτομένης. Εἴπερ οὖν τὸ τοὺς καθεύδοντας μὴ ἀποθνήσκειν ὑπὸ κεραυνῶν ἀληθές ἐστιν, ἐνταῦθα δεῖ ζητεῖν οὐκ ἀλλαχόθι τὴν αἰτίαν. Μᾶλλον γὰρ ἔρρωται καὶ συνέστηκεν καὶ ἀντερείδει τὰ σώματα τῶν ἐγρηγορότων, ἅτε δὴ πᾶσι τοῖς μέρεσι πεπληρωμένα πνεύματος· ὑφ´ οὗ καὶ τὰς αἰσθήσεις ἐπιστρέφοντος ὥσπερ ἐν ὀργάνῳ καὶ σφίγγοντος εὔτονον γέγονε καὶ συνεχὲς αὑτῷ καὶ πυκνὸν τὸ ζῷον. Ἐν δὲ τοῖς ὕπνοις ἐξανεῖται καὶ μανὸν καὶ ἀνώμαλον καὶ ἄτονον καὶ διακεχυμένον, καὶ πόρους ἔσχηκε πολλούς, τοῦ πνεύματος ἐνδιδόντος καὶ ἀπολείποντος, δι´ ὧν φωναί τε καὶ ὀσμαὶ διεκθέουσιν μηδεμίαν αἴσθησιν ἑαυτῶν παρέχουσαι. Τὸ γὰρ ἀντερεῖδον καὶ τῷ ἀντερείδειν πάσχον οὐκ ἀπαντᾷ τοῖς προσφερομένοις, ἥκιστα δὲ τοῖς ὑπὸ λεπτότητος καὶ ὠκύτητος τοιαύτης ὥσπερ ὁ κεραυνὸς διιπταμένοις. Τὰ μὲν γὰρ ἧττον ἰσχυρὰ δυσπαθείαις ἡ φύσις ἀμύνεται, σκληρότητας προβαλλομένη καὶ πυκνότητας· ὧν δ´ ἄμαχος ἡ δύναμίς ἐστιν, ὑπὸ τούτων ἧττον ἀδικεῖται τὰ εἴκοντα τῶν ἀνθισταμένων.

« Πρόσλαβε δὲ τούτοις » ἔφην « οὔτι μικρὰν ἔκπληξιν πρὸς τὰ τοιαῦτα καὶ φόβον καὶ τάρβος, ὑφ´ ὧν πολλοὶ μηδὲν ἄλλο παθόντες αὐτῷ τῷ δεῖσαι τὸ ἀποθανεῖν ἀπέθανον. Καὶ γὰρ τὰ θρέμματα διδάσκουσι βροντῆς γενομένης οἱ ποιμένες εἰς ταὐτὸ συνθεῖν καὶ συννεύειν· τὰ γὰρ σποράδην ἀπολειφθέντα διὰ τὸν φόβον ἐκτιτρώσκει. Καὶ μυρίους ἤδη τεθνηκότας ἰδεῖν ἔστιν ὑπὸ βροντῆς, οὐδὲν οὔτε πληγῆς ἴχνος οὔτε καύσεως ἔχοντας, ἀλλ´ ὑπὸ φόβου τῆς ψυχῆς ὡς ἔοικεν ὄρνιθος δίκην ἀποπταμένης τοῦ σώματος·

« Πολλοὺς γάρ », ὡς ὁ Εὐριπίδης φησί, « βροντῆς {πνεῦμ´ ἄναιμον ὤλεσε ».

Καὶ γὰρ ἄλλως τῶν αἰσθητηρίων ἡ ἀκοὴ παθητικώτατόν ἐστιν, καὶ μεγίστας οἱ διὰ ψόφου θόρυβοι καὶ φόβοι ταραχὰς ἐπιφέρουσιν· ὧν τῷ καθεύδοντι πρόβλημα τὸ ἀναίσθητόν ἐστιν. Οἱ δ´ ἐγρηγορότες καὶ ταῖς προπαθείαις ἀναλίσκονται καί, τοῦ δέους τὸ σῶμα συνδέοντος ὡς ἀληθῶς καὶ συνάγοντος καὶ πυκνοῦντος, ἰσχυρὰν ποιοῦσι τὴν πληγὴν τῷ ἀντερείδειν. »


ΠΡΟΒΛΗΜΑ Γ.

Διὰ τί πλείστους ἐν γάμοις ἐπὶ δεῖπνον καλοῦσιν.

Ἐν τοῖς Αὐτοβούλου τοῦ υἱοῦ γάμοις συνεώρταζεν ἡμῖν παρὼν ἐκ Χαιρωνείας ὁ Σόσσιος Σενεκίων, καὶ πολλῶν λόγων ἄλλων τε τῇ τόθ´ ἑορτῇ μάλα πρεπόντων παρέσχεν ἀφορμὰς καὶ περὶ τῆς αἰτίας, δι´ ἣν πλεῖστοι τῶν ἄλλων ἐπὶ τὰ γαμικὰ δεῖπνα παραλαμβάνονται, διηπόρησε· καὶ γὰρ τῶν νομοθετῶν τοὺς τῇ πολυτελείᾳ κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους καλουμένων τὸ πλῆθος. « »ὁ γὰρ εἰπών« » ἔφη « »περὶ τῆς αἰτίας αὐτῆς τῶν παλαιῶν φιλοσόφων οὐδέν, ἐμοὶ γοῦν κριτῇ, πιθανὸν εἴρηκεν, Ἑκαταῖος ὁ Ἀβδηρίτης· λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρ´ ἐλευθέρων γαμοῦσι. Τοὐναντίον γὰρ οἱ κωμικοὶ τοὺς πολυτελῶς καὶ σοβαρῶς λαμπρότητι δείπνων καὶ παρασκευῆς γαμοῦντας ὡς οὐ βεβαίως οὐδὲ θαρραλέως ἐπισυνάπτουσιν· ὡς Μένανδρος πρὸς τὸν κελεύοντα ταῖς λοπάσι περιφράττειν - - -ωπον δεινῶς - - - οὐ πρᾶγμα νύμφης λέγεις. »

«Ἀλλ´ ὅπως μή, τὸ ῥᾷστον, ἐγκαλεῖν ἑτέροις δοκῶμεν αὐτοὶ μηδὲν λέγοντες, ἀποφαίνομαι πρῶτος« » εἶπεν « »ἐγώ, οὐδεμίαν ἑστιάσεως πρόφασιν οὕτως ἔκδηλον εἶναι καὶ περιβόητον ὡς τὴν τῶν γαμούντων· καὶ γὰρ θύοντας θεοῖς καὶ προπέμποντας φίλον καὶ ξενίζοντας ἔστι πολλοὺς διαλαθεῖν τῶν ἐπιτηδείων, ἡ δὲ γαμήλιος τράπεζα κατήγορον ἔχει τὸν ὑμέναιον μέγα βοῶντα καὶ τὴν δᾷδα καὶ τὸν αὐλόν, ἅ φησιν Ὅμηρος καὶ τὰς γυναῖκας ἱσταμένας ἐπὶ ταῖς θύραις θαυμάζειν καὶ θεᾶσθαι. Διὸ μηδενὸς ἀγνοοῦντος τὴν ὑποδοχὴν καὶ τὴν κλῆσιν, αἰσχυνόμενοι παραλιπεῖν πάντας τοὺς συνήθεις καὶ οἰκείους καὶ ἁμωσγέπως προσήκοντας αὑτοῖς παραλαμβάνουσιν. »

Ἀποδεξαμένων δ´ ἡμῶν ὑπολαβὼν ὁ Θέων « καὶ τοῦτ´ » ἔφη « κείσθω, οὐκ ἀπίθανον γάρ ἐστι, κἀκεῖνο πρόσθες, εἰ βούλει, τὰς τοιαύτας ἑστιάσεις μὴ μόνον φιλικὰς ἀλλὰ καὶ συγγενικὰς εἶναι, καταμιγνυμένης εἰς τὸ γένος ἑτέρας οἰκειότητος. Ὃ δὲ τούτου μεῖζόν ἐστιν, οἴκων εἰς τὸ αὐτὸ συνιόντων δυοῖν ὅ τε λαμβάνων τοὺς τοῦ διδόντος οἰκείους καὶ φίλους ὅ τε διδοὺς τοὺς τοῦ λαμβάνοντος οἰόμενοι δεῖν φιλοφρονεῖσθαι διπλασιάζουσιν τὴν ὑποδοχήν. Ἔτι πολλὰ τῶν γαμικῶν ἢ τὰ πλεῖστα δρᾶται διὰ γυναικῶν· ὅπου δὲ γυναῖκες πάρεισι, καὶ τοὺς ἄνδρας ἀναγκαῖόν ἐστι παραλαμβάνεσθαι. »


ΠΡΟΒΛΗΜΑ Δ.

Εἰ ἡ θάλασσα τῆς γῆς εὐοψοτέρα.

Τῆς Εὐβοίας ὁ Αἰδηψός, οὗ τὰ Θερμὰ χωρίον ἐστὶν αὐτοφυῆ πολλὰ πρὸς ἡδονὰς ἔχον ἐλευθερίους καὶ κατεσκευασμένον οἰκήσεσι καὶ διαίταις, κοινὸν οἰκητήριον ἀποδέδεικται τῆς Ἑλλάδος· πολλῶν δὲ καὶ πτηνῶν καὶ χερσαίων ἁλισκομένων, οὐχ ἧττον ἡ θάλαττα παρέχει τὴν ἀγορὰν εὐτράπεζον, ἐν τόποις καθαροῖς καὶ ἀγχιβαθέσι γενναῖον ἰχθὺν καὶ πολὺν ἐκτρέφουσα. Μάλιστα δ´ ἀνθεῖ τὸ χωρίον ἀκμάζοντος ἔαρος· πολλοὶ γὰρ ἀφικνοῦνται τὴν ὥραν αὐτόθι καὶ συνουσίας ποιοῦνται μετ´ ἀλλήλων ἐν ἀφθόνοις πᾶσι καὶ πλείστας περὶ λόγους ὑπὸ σχολῆς διατριβὰς ἔχουσι. Καλλιστράτου δὲ τοῦ σοφιστοῦ παρόντος ἔργον ἦν ἀλλαχόθι δειπνεῖν· ἄμαχος γὰρ ἡ φιλοφροσύνη, καὶ τὸ πάντας εἰς τὸ αὐτὸ συνάγειν ἐπιεικῶς τοὺς χαρίεντας ἥδιστον παρεῖχε· πολλάκις μὲν γὰρ ἐμιμεῖτο τῶν παλαιῶν τὸν Κίμωνα πολλοὺς καὶ παντοδαποὺς ἑστιῶν ἡδέως, ἀεὶ δ´ ὡς ἔπος εἰπεῖν τὸν Κελεόν, ὃν πρῶτον ἱστοροῦσιν εὐδοκίμων καὶ ἀγαθῶν ἀνδρῶν κατασκευάσαντα σύνοδον καθημερινὴν ὀνομάσαι πρυτανεῖον.

Ἐγίνοντο δὴ λόγοι τοιαύτῃ συνουσίᾳ πρέποντες ἑκάστοτε· καί ποτε παρέσχον αἱ τράπεζαι ποικιλώταται γινόμεναι ζήτησιν ὑπὲρ ὄψων, πότερον τὰ ἐκ γῆς ἢ τὰ ἐκ θαλάττης ἐπιτηδειότερα· καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ὑμνούντων τὰ ἐκ γῆς πολλὰ καὶ παντοδαπὰ καὶ δυσεξαρίθμητα τοῖς γένεσι καὶ ταῖς διαφοραῖς, τὸν Σύμμαχον ὁ Πολυκράτης προσαγορεύσας « σὺ δ´ » εἶπεν « ἀμφίαλον ὢν ζῷον καὶ τοσαύταις ἐντεθραμμένος θαλάτταις, αἳ τὴν ἱερὰν πέριξ ὑμῶν ἑλίττουσι Νικόπολιν, οὐκ ἀμύνεις τῷ Ποσειδῶνι; » - « Βούλομαί γε νὴ Δί´ » ὁ Σύμμαχος εἶπεν « καὶ σὲ παραλαμβάνω καὶ παρακαλῶ, τὰ ἥδιστα τῆς Ἀχαϊκῆς καρπούμενον θαλάττης.»

- « Οὐκοῦν » ἔφη « πρῶτον » ὁ Πολυκράτης « ἴωμεν ἐπὶ τὴν συνήθειαν. Ὡς γὰρ πολλῶν ὄντων ποιητῶν ἕνα τὸν κράτιστον ἐξαιρέτως ποιητὴν καλοῦμεν, οὕτως πολλῶν ὄντων ὄψων ἐκνενίκηκεν ὁ ἰχθὺς μόνος ἢ μάλιστά γ´ ὄψον καλεῖσθαι διὰ τὸ πολὺ πάντων ἀρετῇ κρατεῖν. Καὶ γὰρ ὀψοφάγους καὶ φιλόψους λέγομεν οὐχὶ τοὺς βοείοις χαίροντας ὥσπερ Ἡρακλῆς ὃς

« Τοῖς κρέασι χλωρὰ σῦκ´ ἐπήσθιεν » ,

οὐδὲ τὸν φιλόσυκον οἷος ἦν Πλάτων, οὐ φιλόβοτρυν οἷος Ἀρκεσίλαος, ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναδιδόντας ἑκάστοτε καὶ τοῦ κώδωνος ὀξέως ἀκούοντας. Καὶ ὁ Δημοσθένης τὸν Φιλοκράτην φησὶν ἐκ τοῦ προδοτικοῦ χρυσίου « πόρνας καὶ ἰχθῦς ἀγοράζειν », ἐπ´ ὀψοφαγίᾳ καὶ ἀσελγείᾳ τὸν ἄνδρα λοιδορῶν. Ὁ δὲ Κτησιφῶν οὐ κακῶς, ὀψοφάγου τινὸς ἐν τῇ βουλῇ βοῶντος ῥαγήσεσθαι,

« μηδαμῶς » εἶπεν « ὦ ἄνθρωπε ποιήσῃς ἡμᾶς ἰχθυοβρώτους. »

Ὁ δὲ τὸ στιχίδιον τοῦτο ποιήσας

« Πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν »

τί ποτε βούλεται; τί δ´ οἱ πολλοὶ βούλονται, πρὸς θεῶν, ὅταν ἡδέως γενέσθαι παρακαλοῦντες ἀλλήλους λέγωσι « σήμερον ἀκτάσωμεν »; οὐχὶ τὸ παρ´ ἀκτῇ δεῖπνον ἥδιστον ἀποφαίνουσιν ὥσπερ ἔστιν; οὐ διὰ τὰ κύματα καὶ τὰς ψηφῖδας (τί γάρ; ἐπ´ ἀκτῆς τις λέκιθον ὀψᾶται καὶ κάππαριν;), ἀλλ´ ὡς ἰχθύος ἀφθόνου καὶ νεαροῦ τὴν παράλιον τράπεζαν εὐποροῦσαν.

Καὶ μέντοι καὶ πιπράσκεται παρὰ λόγον ἁπάντων τιμιώτατον τὸ θαλάττιον ὄψον· ὁ γοῦν Κάτων οὐχ ὑπερβολικῶς ἀλλ´ ἀληθῶς πρὸς τὴν τρυφὴν καὶ πολυτέλειαν τῆς πόλεως δημηγορῶν εἶπεν, ὅτι πλείονος πιπράσκεται ἐν Ῥώμῃ ἰχθὺς ἢ βοῦς κεράμιόν τε ταρίχους πωλοῦσι τιμῆς, ὅσην οὐκ ἂν ἑκατόμβη βούπρῳρος ἄλφοι κατακοπεῖσα. Καίτοι φαρμάκων δυνάμεως ὁ ἰατρικώτατος ἄριστος κριτὴς καὶ μελῶν ἀρετῆς ὁ φιλομουσότατος, οὐκοῦν καὶ ἀρετῆς ὄψων ὁ φιλοψότατος. Οὐ γὰρ Πυθαγόρᾳ γε τούτων οὐδὲ Ξενοκράτει διαιτητῇ χρηστέον, Ἀνταγόρᾳ δὲ τῷ ποιητῇ καὶ Φιλοξένῳ τῷ Ἐρύξιδος καὶ τῷ ζωγράφῳ Ἀνδροκύδῃ, ὅν φασι τὴν Σκύλλαν ζωγραφοῦντα τοὺς περὶ αὐτὴν ἰχθῦς ἐμπαθέστατα καὶ ζωτικώτατα δι´ ὀψοφαγίαν ἐξεργάσασθαι. Ἀνταγόρᾳ δ´ ὁ βασιλεὺς Ἀντίγονος ἐν τῷ στρατοπέδῳ λοπάδα γόγγρων ἕψοντι περιεζωσμένῳ παραστάς « ἆρά γ´« » εἶπε « τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράφειν γόγγρους ἕψοντα; » Κἀκεῖνος οὐ φαύλως « Σὺ δ´ οἴει » ἔφησε « τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα, τίς ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει; » ταῦτ´« » εἶπεν ὁ Πολυκράτης « »ἔγωγε συμβάλλομαι καὶ ὑμῖν καὶ νὴ Δία τοῖς ἰχθυοπώλαις ἀπὸ τῶν μαρτύρων καὶ τῆς συνηθείας. »

« Ἐγὼ δ´ » ὁ Σύμμαχος ἔφη « τῷ πράγματι μετὰ σπουδῆς πρόσειμι καὶ διαλεκτικώτερον. Εἰ γὰρ ὄψον ἐστὶ τὸ τὴν τροφὴν ἐφηδῦνον, ἄριστον ἂν ὄψον εἴη τὸ μάλιστα {τὸ} τὴν ὄρεξιν ἐπὶ τῷ σίτῳ κατασχεῖν δυνάμενον. Ὥσπερ οὖν οἱ προσαγορευθέντες Ἐλπιστικοὶ φιλόσοφοι συνεκτικώτατον εἶναι τοῦ βίου τὸ ἐλπίζειν ἀποφαίνονται τῷ ἀπούσης ἐλπίδος οὐδ´ ἡδυνούσης οὐκ ἀνεκτὸν εἶναι τὸν βίον, οὕτω καὶ τῆς ἐπὶ τὴν τροφὴν ὀρέξεως συνεκτικὸν θετέον οὗ μὴ παρόντος ἄχαρις γίνεται τροφὴ πᾶσα καὶ δυσπρόσφορος. Τῶν μὲν οὖν ἐκ γῆς τοιοῦτον οὐδὲν εὑρήσεις, τῶν δὲ θαλαττίων τὸν ἅλα πρῶτον, οὗ χωρὶς οὐδὲν ὡς ἔπος εἰπεῖν ἐστιν ἐδώδιμον· ἀλλὰ καὶ τὸν ἄρτον οὗτος ἐμμιγνύμενος συνηδύνει (διὸ καὶ Δήμητρος σύνναος ὁ Ποσειδῶν) καὶ τῶν ἄλλων ὄψων οἱ ἅλες ἥδιστον ὄψον εἰσίν. Οἱ γοῦν ἥρωες εὐτελοῦς καὶ λιτῆς ἐθάδες ὥσπερ ἀσκηταὶ διαίτης ὄντες καὶ τῆς τροφῆς πᾶσαν ἡδονὴν ἐπίθετον καὶ περίεργον ἀφελόντες, ὡς μηδ´ ἰχθύσι χρῆσθαι παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντες, οὐχ ὑπέμενον τὰ κρέα χωρὶς ἁλῶν προσφέρεσθαι, μαρτυροῦντες ὅτι τοῦτο τῶν ὄψων μόνον ἀπαραίτητόν ἐστιν.

Ὡς γὰρ τὰ χρώματα τοῦ φωτός, οὕτως οἱ χυμοὶ τοῦ ἁλὸς δέονται πρὸς τὸ κινῆσαι τὴν αἴσθησιν· εἰ δὲ μή, βαρεῖς τῇ γεύσει προσπίπτουσι καὶ ναυτιώδεις. « νέκυες γὰρ κοπρίων ἐκβλητότεροι » καθ´ Ἡράκλειτον (fr. 96), κρέας δὲ πᾶν νεκρόν ἐστιν καὶ νεκροῦ μέρος· ἡ δὲ τῶν ἁλῶν δύναμις, ὥσπερ ψυχὴ παραγενομένη, χάριν αὐτῷ καὶ ἡδονὴν προστίθησι. Διὸ καὶ προλαμβάνουσι τῆς ἄλλης τροφῆς τὰ δριμέα καὶ τὰ ἁλμυρά, καὶ ὅλως ὅσα μάλιστα τῶν ἁλῶν μετέσχηκε· γίνεται γὰρ φίλτρα ταῦτα τῇ ὀρέξει πρὸς τὰ ἄλλ´ ὄψα, καὶ δελεασθεῖσα διὰ τούτων ἐπ´ ἐκεῖνα πρόσεισιν νεαλὴς καὶ πρόθυμος· ἐὰν δ´ ἀπ´ ἐκείνων ἄρξηται, ταχέως ἀπαγορεύει. Οὐ μόνον τοίνυν πρὸς τὴν τροφὴν ἀλλὰ καὶ πρὸς τὸ ποτὸν ὄψον εἰσὶν οἱ ἅλες. Τὸ μὲν γὰρ Ὁμηρικὸν ἐκεῖνο « »κρόμυον ποτῷ ὄψον« » ναύταις καὶ κωπηλάταις μᾶλλον ἢ βασιλεῦσιν ἐπιτήδειον ἦν· τὰ δ´ ὑφαλμυρίζοντα μετρίως τῶν σιτίων δι´ εὐστομίαν πᾶν μὲν οἴνου γένος ἡδὺ τῇ γεύσει καὶ λεῖον ἐπάγει, πᾶν δ´ ὕδωρ προσφιλὲς παρέχει καὶ ἄλκιμον· ἀηδίας δὲ καὶ δυσχερείας, ἣν ἐμποιεῖ τὸ κρόμμυον, οὐδ´ ὀλίγον μετέσχηκεν· ἀλλὰ καὶ διαφορεῖ τὴν ἄλλην τροφὴν καὶ παραδίδωσιν εὐπειθῆ καὶ μαλακωτέραν τῇ πέψει, εὔχαριν μὲν {γὰρ} ὄψου δύναμιν δὲ φαρμάκου τῷ σώματι τῶν ἁλῶν προσφερομένων.

Καὶ μὴν τά γ´ ἄλλα θαλάττης ὄψα πρὸς τῷ ἡδίστῳ καὶ τὸ ἀβλαβέστατον ἔχει· κρεώδη μὲν γάρ ἐστιν, οὐ βαρύνει δ´ ὁμοίως ἀλλὰ καταπέττεται καὶ διαφορεῖται ῥᾳδίως. Μαρτυρήσει δ´ οὑτοσὶ Ζήνων καὶ νὴ Δία Κράτων, οἳ τοὺς ἀσθενοῦντας πρὸ τῶν ἄλλων ἁπάντων ἐπὶ τὸν ἰχθὺν ἄγουσιν ὡς κουφότατον ὄψων. Καὶ λόγον ἔχει τὴν θάλατταν ὑγιεινὰ καὶ διαπεπονημένα τοῖς σώμασιν ἐκτρέφειν, εἴ γε καὶ ἡμῖν ἀέρα λεπτότητι καὶ καθαρότητι πρόσφορον ἀναδίδωσιν. »

« Ὀρθῶς » ἔφη « λέγεις » ὁ Λαμπρίας, « ἀλλ´ ἔτι τῷ λόγῳ προσφιλοσοφήσωμεν. Ὁ γὰρ ἐμὸς πάππος εἰώθει λέγειν ἑκάστοτε τοὺς Ἰουδαίους ἐπισκώπτων, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν· ἡμεῖς δὲ φήσομεν δικαιότατον ὄψον εἶναι τὸ ἐκ θαλάττης. Πρὸς μὲν γὰρ ταυτὶ τὰ χερσαῖα κἂν ἄλλο μηδὲν ἡμῖν ᾖ δίκαιον, ἀλλὰ τρέφεταί γε τοῖς αὐτοῖς καὶ λαμβάνει τὸν αὐτὸν ἀέρα, καὶ λουτρὰ καὶ ποτὸν αὐτοῖς ἅπερ ἡμῖν ἔστιν· ᾗ καὶ σφάττοντες ἐδυσωποῦντο φωνὴν ἀφιέντα γοερὰν καὶ τὰ πλεῖστα πεποιημένοι συνήθη καὶ σύντροφα ταῖς διαίταις.

Τὸ δὲ τῶν ἐναλίων γένος ἔκφυλον ὅλως καὶ ἄποικον ἡμῶν, ὥσπερ ἐν ἄλλῳ τινὶ κόσμῳ γεγονότων καὶ ζώντων, οὔτ´ ὄψις οὔτε φωνή τις οὔθ´ ὑπουργία παραιτεῖται τῆς προς<φορ>ᾶς (οὐδὲν γὰρ αὐτοῖς ἔχει χρήσασθαι ζῷον, ὃ μηδ´ ὅλως ζῇ παρ´ ἡμῖν), οὐδὲ δεῖ τινος ἐπ´ αὐτὰ στοργῆς, ἀλλ´ ὥσπερ Ἅιδης αὐτοῖς ἐστιν οὗτος ὁ παρ´ ἡμῖν τόπος· ἐλθόντα γὰρ εἰς αὐτὸν εὐθέως τέθνηκεν. »


ΠΡΟΒΛΗΜΑ Ε.

Πότερον οἱ Ἰουδαῖοι σεβόμενοι τὴν ὗν ἢ δυσχεραίνοντες ἀπέχονται τῶν κρεῶν.

Ἐπεὶ δὲ ταῦτ´ ἐρρήθη, βουλομένων τινῶν ἀντικατατείνειν τὸν ἕτερον λόγον ἐκκρούων ὁ Καλλίστρατος ἔφη « πῶς ὑμῖν δοκεῖ λελέχθαι τὸ πρὸς τοὺς Ἰουδαίους, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν; » « ὑπερφυῶς » ἔφη ὁ Πολυκράτης, « ἐγὼ δὲ καὶ προσδιαπορῶ, πότερον οἱ ἄνδρες τιμῇ τινι τῶν ὑῶν ἢ μυσαττόμενοι τὸ ζῷον ἀπέχονται τῆς βρώσεως αὐτοῦ· τὰ γὰρ παρ´ ἐκείνοις λεγόμενα μύθοις ἔοικεν, εἰ μή τινας ἄρα λόγους σπουδαίους ἔχοντες οὐκ ἐκφέρουσιν. » «Ἐγὼ μὲν τοίνυν« » εἶπεν ὁ Καλλίστρατος « οἶμαί τινα τιμὴν τὸ ζῷον ἔχειν παρὰ τοῖς ἀνδράσιν· εἰ δὲ δύσμορφον ἡ ὗς καὶ θολερόν, ἀλλ´ οὐ κανθάρου καὶ γρυ... Καὶ κροκοδείλου καὶ αἰλούρου τὴν ὄψιν ἀτοπώτερον ἢ τὴν φύσιν ἀμουσότερον· οἷς ὡς ἁγιωτάτοις ἱερεῖς Αἰγυπτίων ἄλλοις ἄλλοι προσφέρονται. Τὴν δ´ ὗν ἀπὸ χρηστῆς αἰτίας τιμᾶσθαι λέγουσι· πρώτη γὰρ σχίσασα τῷ προύχοντι τοῦ ῥύγχους, ὥς φασι, τὴν γῆν ἴχνος ἀρόσεως ἔθηκεν καὶ τὸ τῆς ὕνεως ὑφηγήσατ´ ἔργον· ὅθεν καὶ τοὔνομα γενέσθαι τῷ ἐργαλείῳ λέγουσιν ἀπὸ τῆς ὑός. Οἱ δὲ τὰ μαλθακὰ καὶ κοῖλα τῆς χώρας Αἰγύπτιοι γεωργοῦντες οὐδ´ ἀρότου δέονται τὸ παράπαν· ἀλλ´ ὅταν ὁ Νεῖλος ἀπορρέῃ καταβρέξας τὰς ἀρούρας, ἐπακολουθοῦντες τὰς ὗς κατέβαλον, αἱ δὲ χρησάμεναι πάτῳ καὶ ὀρυχῇ ταχὺ τὴν γῆν ἔτρεψαν ἐκ βάθους καὶ τὸν σπόρον ἀπέκρυψαν.

Οὐ δεῖ δὲ θαυμάζειν, εἰ διὰ τοῦτό τινες ὗς οὐκ ἐσθίουσιν, ἑτέρων ζῴων μείζονας ἐπ´ αἰτίαις γλίσχραις, ἐνίων δὲ καὶ πάνυ γελοίαις, τιμὰς ἐχόντων παρὰ τοῖς βαρβάροις. Τὴν μὲν γὰρ μυγαλῆν ἐκτεθειάσθαι λέγουσιν ὑπ´ Αἰγυπτίων τυφλὴν οὖσαν, ὅτι τὸ σκότος τοῦ φωτὸς ἡγοῦντο πρεσβύτερον· τίκτεσθαι δ´ αὐτὴν ἐκ μυῶν πέμπτῃ γενεᾷ νουμηνίας οὔσης· ἔτι δὲ μειοῦσθαι τὸ ἧπαρ ἐν τοῖς ἀφανισμοῖς τῆς σελήνης. Τὸν δὲ λέοντα τῷ ἡλίῳ συνοικειοῦσιν, ὅτι τῶν γαμψωνύχων τετραπόδων βλέποντα τίκτει μόνος, κοιμᾶται δ´ ἀκαρὲς χρόνου καὶ ὑπολάμπει τὰ ὄμματα καθεύδοντος· κρῆναι δὲ {καὶ} κατὰ χασμάτων λεοντείων ἐξιᾶσι κρουνούς, ὅτι Νεῖλος ἐπάγει νέον ὕδωρ ταῖς Αἰγυπτίων ἀρούραις ἡλίου τὸν λέοντα παροδεύοντος. Τὴν δ´ ἶβίν φασιν ἐκκολαφθεῖσαν εὐθὺς ἕλκειν δύο δραχμάς, ὅσον ἄρτι παιδίου γεγονότος καρδίαν· ποιεῖν δὲ τῇ τῶν ποδῶν ἀποστάσει πρὸς ἀλλήλους καὶ πρὸς τὸ ῥύγχος ἰσόπλευρον τρίγωνον. Καὶ τί ἄν τις Αἰγυπτίους αἰτιῷτο τῆς τοσαύτης ἀλογίας, ὅπου καὶ τοὺς Πυθαγορικοὺς ἱστοροῦσιν καὶ ἀλεκτρυόνα λευκὸν σέβεσθαι καὶ τῶν θαλαττίων μάλιστα τρίγλης καὶ ἀκαλήφης ἀπέχεσθαι, τοὺς δ´ ἀπὸ Ζωροάστρου μάγους τιμᾶν μὲν ἐν τοῖς μάλιστα τὸν χερσαῖον ἐχῖνον, ἐχθαίρειν δὲ τοὺς ἐνύδρους μῦς καὶ τὸν ἀποκτείνοντα πλείστους θεοφιλῆ καὶ μακάριον νομίζειν; οἶμαι δὲ καὶ τοὺς Ἰουδαίους, εἴπερ ἐβδελύττοντο τὴν ὗν, ἀποκτείνειν ἄν, ὥσπερ οἱ μάγοι τοὺς μῦς ἀποκτείνουσι· νῦν δ´ ὁμοίως τῷ φαγεῖν τὸ ἀνελεῖν ἀπόρρητόν ἐστιν αὐτοῖς. Καὶ ἴσως ἔχει λόγον, ὡς τὸν ὄνον {δὲ} ἀναφήναντα πηγὴν αὐτοῖς ὕδατος τιμῶσιν, οὕτως καὶ τὴν ὗν σέβεσθαι σπόρου καὶ ἀρότου διδάσκαλον γενομένην· εἰ μή, νὴ Δία, καὶ τοῦ λαγωοῦ φήσει τις ἀπέχεσθαι τοὺς ἄνδρας ὡς μυσερὸν καὶ ἀκάθαρτον δυσχεραίνοντας τὸ ζῷον. »

« Οὐ δῆτ´ » εἶπεν ὁ Λαμπρίας ὑπολαβών « ἀλλὰ τοῦ μὲν λαγωοῦ φείδονται διὰ τὴν πρὸς τὸν μένον ὑπ´ αὐτῶν μυ...στα θηρίον ἐμφερέστατον . Ὁ γὰρ λαγὼς μεγέθους ἔοικε καὶ πάχους ἐνδεὴς ὄνος εἶναι· καὶ γὰρ ἡ χρόα καὶ τὰ ὦτα καὶ τῶν ὀμμάτων ἡ λιπαρότης καὶ τὸ λαμυρὸν ἔοικε θαυμασίως· ὥστε μηδὲν οὕτω μηδὲ μικρὸν μεγάλῳ τὴν μορφὴν ὅμοιον γεγονέναι. Εἰ μὴ νὴ Δία καὶ πρὸς τὰς ποιότητας αἰγυπτιάζοντες τὴν ὠκύτητα τοῦ ζῴου θεῖον ἡγοῦνται καὶ τὴν ἀκρίβειαν τῶν αἰσθητηρίων· ὅ τε γὰρ ὀφθαλμὸς ἄτρυτός ἐστιν αὐτῶν, ὥστε καὶ καθεύδειν ἀναπεπταμένοις τοῖς ὄμμασιν, ὀξυηκοΐᾳ τε δοκεῖ διαφέρειν, ἣν Αἰγύπτιοι θαυμάσαντες ἐν τοῖς ἱεροῖς γράμμασιν ἀκοὴν σημαίνουσιν οὖς λαγωοῦ γράφοντες.

Τὸ δ´ ὕειον κρέας οἱ ἄνδρες ἀφοσιοῦσθαι δοκοῦσιν, ὅτι μάλιστα ... Οἱ βάρβαροι τὰς ἐπὶ χρωτὸς λεύκας καὶ λέπρας δυσχεραίνουσι καὶ τῇ προσβολῇ τὰ τοιαῦτα καταβόσκεσθαι πάθη τοὺς ἀνθρώπους οἴονται, πᾶσαν δ´ ὗν ὑπὸ τὴν γαστέρα λέπρας ἀνάπλεων καὶ ψωρικῶν ἐξανθημάτων ὁρῶμεν, ἃ δή, καχεξίας τινὸς ἐγγενομένης τῷ σώματι καὶ φθορᾶς, ἐπιτρέχειν δοκεῖ τοῖς σώμασιν. Οὐ μὴν ἀλλὰ καὶ τὸ θολερὸν περὶ τὴν δίαιταν τοῦ θρέμματος ἔχει τινὰ πονηρίαν· οὐδὲν γὰρ ἄλλο βορβόρῳ χαῖρον οὕτω καὶ τόποις ῥυπαροῖς καὶ ἀκαθάρτοις ὁρῶμεν, ἔξω λόγου τιθέμενοι τὰ τὴν γένεσιν καὶ τὴν φύσιν ἐν αὐτοῖς ἔχοντα τούτοις. Λέγουσι δὲ καὶ τὰ ὄμματα τῶν ὑῶν οὕτως ἐγκεκλάσθαι καὶ κατεσπάσθαι ταῖς ὄψεσιν, ὥστε μηδενὸς ἀντιλαμβάνεσθαι μηδέποτε τῶν ἄνω μηδὲ προσορᾶν τὸν οὐρανόν, ἂν μὴ φερομένων ὑπτίων ἀναστροφήν τινα παρὰ φύσιν αἱ κόραι λάβωσιν· διὸ καὶ μάλιστα κραυγῇ χρώμενον τὸ ζῷον ἡσυχάζειν, ὅταν οὕτω φέρηται, καὶ σιωπᾶν κατατεθαμβημένον ἀηθείᾳ τὰ οὐράνια καὶ κρείττονι φόβῳ τοῦ βοᾶν συνεχόμενον. Εἰ δὲ δεῖ καὶ τὰ μυθικὰ προσλαβεῖν, λέγεται μὲν ὁ Ἄδωνις ὑπὸ τοῦ συὸς διαφθαρῆναι, τὸν δ´ Ἄδωνιν οὐχ ἕτερον ἀλλὰ Διόνυσον εἶναι νομίζουσιν, καὶ πολλὰ τῶν τελουμένων ἑκατέρῳ περὶ τὰς ἑορτὰς βεβαιοῖ τὸν λόγον· οἱ δὲ παιδικὰ τοῦ Διονύσου γεγονέναι· καὶ Φανοκλῆς, ἐρωτικὸς ἀνήρ, ου- - - δήπου πεποίηκεν

« ἠδ´ ὡς θεῖον Ἄδωνιν ὀρειφοίτης Διόνυσος ἥρπασεν, ἠγαθέην Κύπρον ἐποιχόμενος. »

« Θαυμάσας οὖν τὸ ἐπὶ πᾶσι ῥηθὲν ὁ Σύμμαχος « Ἆρ´ » ἔφη « σὺ τὸν πατριώτην θεόν, ὦ Λαμπρία,  » εὔιον ὀρσιγύναικα μαινομέναις ἀνθέοντα τιμαῖσι Διόνυσον« » ἐγγράφεις καὶ ὑποποιεῖς τοῖς Ἑβραίων ἀπορρήτοις; ἢ τῷ ὄντι λόγος ἔστι τις ὁ τοῦτον ἐκείνῳ τὸν αὐτὸν ἀποφαίνων; »

Ὁ δὲ Μοιραγένης ὑπολαβών « Ἔα τοῦτον » εἶπεν· « ἐγὼ γὰρ Ἀθηναῖος ὢν ἀποκρίνομαί σοι καὶ λέγω μηδέν´ ἄλλον εἶναι· καὶ τὰ μὲν πολλὰ τῶν εἰς τοῦτο τεκμηρίων μόνοις ἐστὶ ῥητὰ καὶ διδακτὰ τοῖς μυουμένοις παρ´ ἡμῖν εἰς τὴν τριετηρικὴν παντέλειαν· ἃ δὲ λόγῳ διελθεῖν οὐ κεκώλυται πρὸς φίλους ἄνδρας, ἄλλως τε καὶ παρ´ οἶνον ἐπὶ τοῖς τοῦ θεοῦ δώροις, ἂν οὗτοι κελεύωσι, λέγειν ἕτοιμος. » Πάντων οὖν κελευόντων καὶ δεομένων « πρῶτον μέν » ἔφη « τῆς μεγίστης καὶ τελειοτάτης ἑορτῆς παρ´ αὐτοῖς ὁ καιρός ἐστιν καὶ ὁ τρόπος Διονύσῳ προσήκων. Τὴν γὰρ λεγομένην νηστείαν ἄγοντες ἀκμάζοντι τρυγητῷ τραπέζας τε προτίθενται παντοδαπῆς ὀπώρας ὑπὸ σκηναῖς καὶ καλιάσιν ἐκ κλημάτων μάλιστα καὶ κιττοῦ διαπεπλεγμέναις· καὶ τὴν προτέραν τῆς ἑορτῆς σκηνὴν ὀνομάζουσιν. Ὀλίγαις δ´ ὕστερον ἡμέραις ἄλλην ἑορτήν, οὐκ ἂν δι´ αἰνιγμάτων ἀλλ´ ἄντικρυς Βάκχου καλουμένην, τελοῦσιν. Ἔστι δὲ καὶ κραδηφορία τις ἑορτὴ καὶ θυρσοφορία παρ´ αὐτοῖς, ἐν ᾗ θύρσους ἔχοντες εἰς τὸ ἱερὸν εἰσίασιν· εἰσελθόντες δ´ ὅ τι δρῶσιν, οὐκ ἴσμεν, εἰκὸς δὲ βακχείαν εἶναι τὰ ποιούμενα· καὶ γὰρ σάλπιγξι μικραῖς, ὥσπερ Ἀργεῖοι τοῖς Διονυσίοις, ἀνακαλούμενοι τὸν θεὸν χρῶνται, καὶ κιθαρίζοντες ἕτεροι προΐασιν, οὓς αὐτοὶ Λευίτας προσονομάζουσιν, εἴτε παρὰ τὸν Λύσιον εἴτε μᾶλλον παρὰ τὸν Εὔιον τῆς ἐπικλήσεως γεγενημένης.

Οἶμαι δὲ καὶ τὴν τῶν σαββάτων ἑορτὴν μὴ παντάπασιν ἀπροσδιόνυσον εἶναι· Σάβους γὰρ καὶ νῦν ἔτι πολλοὶ τοὺς Βάκχους καλοῦσιν καὶ ταύτην ἀφιᾶσι τὴν φωνὴν ὅταν ὀργιάζωσι τῷ θεῷ, οὗ πίστωσιν ἔστι δήπου καὶ παρὰ Δημοσθένους λαβεῖν καὶ παρὰ Μενάνδρου, καὶ οὐκ ἀπὸ τρόπου τις ἂν φαίη τοὔνομα πεποιῆσθαι πρός τινα σόβησιν, ἣ κατέχει τοὺς βακχεύοντας· | αὐτοὶ δὲ τῷ λόγῳ μαρτυροῦσιν, ὅταν σάββατα τελῶσι, μάλιστα μὲν πίνειν καὶ οἰνοῦσθαι παρακαλοῦντες ἀλλήλους, ὅταν δὲ κωλύῃ τι μεῖζον, ἀπογεύεσθαί γε πάντως ἀκράτου νομίζοντες.

Καὶ ταῦτα μὲν εἰκότα φαίη τις ἂν εἶναι· κατὰ κράτος δὲ τοὺς ἐναντίους πρῶτον μὲν ὁ ἀρχιερεὺς ἐλέγχει, μιτρηφόρος τε προϊὼν ἐν ταῖς ἑορταῖς καὶ νεβρίδα χρυσόπαστον ἐνημμένος, χιτῶνα δὲ ποδήρη φορῶν καὶ κοθόρνους, κώδωνες δὲ πολλοὶ κατακρέμανται τῆς ἐσθῆτος, ὑποκομποῦντες ἐν τῷ βαδίζειν, ὡς καὶ παρ´ ἡμῖν· ψόφοις δὲ χρῶνται περὶ τὰ νυκτέλια, καὶ χαλκοκρότους τὰς τοῦ θεοῦ τιθήνας προσαγορεύουσιν· καὶ ὁ δεικνύμενος ἐν τοῖς ἐναντίοις τοῦ νεὼ θύρσος ἐντετυπωμένος καὶ τύμπανα· ταῦτα γὰρ οὐδενὶ δήπουθεν ἄλλῳ θεῶν ἢ Διονύσῳ προσῆκεν.

Ἔτι τοίνυν μέλι μὲν οὐ προσφέρουσι ταῖς ἱερουργίαις, ὅτι δοκεῖ φθείρειν τὸν οἶνον κεραννύμενον καὶ τοῦτ´ ἦν σπονδὴ καὶ μέθυ, πρὶν ἄμπελον φανῆναι· καὶ μέχρι νῦν τῶν τε βαρβάρων οἱ μὴ ποιοῦντες οἶνον μελίτειον πίνουσιν, ὑποφαρμάσσοντες τὴν γλυκύτητα οἰνώδεσι ῥίζαις καὶ αὐστηραῖς, Ἕλληνές τε νηφάλια ταὐτὰ καὶ μελίσπονδα θύουσιν, ὡς ἀντίθετον φύσιν μάλιστα τοῦ μέλιτος πρὸς τὸν οἶνον ἔχοντος. Ὅτι δὲ τοῦτο νομίζουσι, κἀκεῖνο σημεῖον οὐ μικρόν ἐστι, τὸ πολλῶν τιμωριῶν οὐσῶν παρ´ αὐτοῖς μίαν εἶναι μάλιστα διαβεβλημένην, τὴν οἴνου τοὺς κολαζομένους ἀπείργουσαν, ὅσον ἂν τάξῃ χρόνον ὁ κύριος τῆς κολάσεως· τοὺς δ´ οὕτω κολα...



Το υπόλοιπο του βιβλίου έχει χαθεί. Είναι γνωστό ότι περιείχε επιπλέον τα παρακάτω προβλήματα:


ΠΡΟΒΛΗΜΑ Ζ.

Διὰ τί τὰς ὁμωνύμους τοῖς πλάνησιν ἡμέρας οὐ κατὰ τὴν ἐκείνων τάξιν ἀλλ´ ἐνηλλαγμένως ἀριθμοῦσιν· ἐν ᾧ καὶ περὶ ἡλίου τάξεως.


ΠΡΟΒΛΗΜΑ Η.

Διὰ τί τῶν δακτύλων μάλιστα τῷ παραμέσῳ σφραγῖδας φοροῦσιν.


ΠΡΟΒΛΗΜΑ Θ.

Εἰ δεῖ θεῶν εἰκόνας ἐν ταῖς σφραγῖσιν ἢ σοφῶν ἀνδρῶν φορεῖν.


ΠΡΟΒΛΗΜΑ Ι.

Διὰ τί τὸ μέσον τῆς θρίδακος αἱ γυναῖκες οὐ τρώγουσιν.