Συζήτηση:Περί αέρων, υδάτων, τόπων
Ἰητρικὴν ὅστις βούλεται ὀρθῶς ζητεῖν, τάδε χρὴ ποιεῖν· πρῶτον μὲν ἐνθυμεῖσθαι τὰς ὥρας τοῦ ἔτεος, ὅ τι δύναται ἀπεργάζεσθαι ἑκάστη· οὐ γὰρ ἐοίκασιν ἀλλήλοισιν οὐδέν, ἀλλὰ πολὺ διαφέρουσιν αὐταί τε ἐφ᾽ ἑωυτέων καὶ ἐν τῇσι μεταβολῇσιν· ἔπειτα δὲ τὰ πνεύματα τὰ θερμά τε καὶ τὰ ψυχρά, μάλιστα μὲν τὰ κοινὰ πᾶσιν ἀνθρώποισιν, ἔπειτα δὲ καὶ τὰ ἐν ἑκάστῃ χώρῃ ἐπιχώρια ἐόντα. δεῖ δὲ καὶ τῶν ὑδάτων ἐνθυ μεῖσθαι τὰς δυνάμιας· ὥσπερ γὰρ ἐν τῷ στόματι διαφέρουσι καὶ ἐν τῷ σταθμῷ, οὕτω καὶ ἡ δύναμις διαφέρει πολὺ ἑκάστου. ὥστε ἐς πόλιν ἐπειδὰν ἀφίκηταί τις, ἧς ἄπειρός ἐστι, διαφροντίσαι χρὴ τὴν θέσιν αὐτῆς, ὅκως κεῖται καὶ πρὸς τὰ πνεύματα καὶ πρὸς τὰς ἀνατολὰς τοῦ ἡλίου. οὐ γὰρ τωὐτὸ δύναται ἥτις πρὸς βορέην κεῖται καὶ ἥτις πρὸς νότον οὐδ᾽ ἥτις πρὸς ἥλιον ἀνίσχοντα οὐδ᾽ ἥτις πρὸς δύνοντα. ταῦτα δὲ χρὴ ἐνθυμεῖσθαι ὡς κάλλιστα καὶ τῶν ὑδάτων πέρι ὡς ἔχουσι, καὶ πότερον ἑλώδεσι χρέονται καὶ μαλθακοῖσιν ἢ σκληροῖσί τε καὶ ἐκ μετεώρων καὶ πετρωδέων εἴτε ἁλυκοῖσι καὶ ἀτεράμνοισιν· καὶ τὴν γῆν, πότερον ψιλή τε καὶ ἄνυδρος ἢ δασεῖα καὶ ἔφυδρος καὶ εἴτε ἔγκοιλός ἐστι καὶ πνιγηρὴ εἴτε μετέωρος καὶ ψυχρή· καὶ τὴν δίαιταν τῶν ἀνθρώπων, ὁκοίῃ ἥδονται, πότερον φιλοπόται καὶ ἀριστηταὶ καὶ ἀταλαίπωροι ἢ φιλογυμνασταί τε καὶ φιλόπονοι καὶ ἐδωδοὶ καὶ ἄποτοι.
Ξεκινήστε μια συζήτηση για Περί αέρων, υδάτων, τόπων
Σελίδες συζήτησης είναι όπου οι άνθρωποι συζητούν πώς να κάνουν το περιεχόμενο στον Βικιθήκη όσο το δυνατόν καλύτερο. Εσείς μπορείτε να χρησιμοποιήσετε αυτήν τη σελίδα για να ξεκινήσετε μια συζήτηση με άλλους σχετικά με το πώς να βελτιώσετε το Περί αέρων, υδάτων, τόπων.