Συγγραφείς: Ριανός
(275 π.Χ. - 195 π.Χ.)
Δείτε επίσης βιογραφία.



VII 315 Ριανού ή Ζηνοδότου

Επεξεργασία
Τρηχεῖαν κατ᾿ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις πάντοθεν, ἢ σκολιῆς ἄγρια κῶλα βάτου,
ὡς ἐπ᾿ ἐμοὶ μηδ᾿ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι ἴχνος, ἐρημάζω δ᾿ ἥσυχα κεκλιμένος.
ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδ᾿ ἀστοῖσι φιλἠεὶς Τίμων οὐδ᾿ Ἀΐδῃ γνήσιος εἰμι νέκυς.

XII 34 Ριανού

Επεξεργασία
Ὧραί σοι Χάριτές τε κατὰ γλυκὺ χεῦαν ἔλαιον,
ὦ πυγά· κνώσσειν δ᾿ οὐδὲ γέροντας ἐᾷς.
λέξον μοι τίνος ἐσσὶ μάκαιρα τύ, καὶ τίνα παίδων
κοσμεῖς; ἁ πυγὰ δ᾿ εἶπε· “Μενεκράτεος.”