Συγγραφέας:Πλάτων ο κωμικός
←Συγγραφείς: | Πλάτων ο κωμικός (τέλη του 5ου - αρχές του 4ου π.Χ. αιώνα) |
IX 359 Ποσειδίππου οι δε Πλάτωνος του κωμικού
Επεξεργασία- Ποίην τις βιότοιο τάμοι τρίβον; Eἰν ἀγορῇ μὲν νείκεα καὶ χαλεπαὶ πρήξιες, ἐν δὲ δόμοις
- φροντίδες· ἐν δ᾿ ἀγροῖς καμάτων ἅλις, ἐν δὲ θαλάσσῃ τάρβος· ἐπὶ ξείνης δ᾿, ἢν μὲν ἔχῃς τι, δέος·
- ἢν δ᾿ ἀπορῇς, ἀνιηρόν. Ἔχεις γάμον; Οὐκ ἀμέριμνος ἔσσεαι. Οὐ γαμέεις; ζῇς ἔτ᾿ ἐρημότερος.
- Τέκνα πόνοι, πήρωσις ἄπαις βίος. Αἱ νεότητες ἄφρονες, αἱ πολιαὶ δ᾿ ἔμπαλιν ἀδρανέες.
- Ἦν ἄρα τοῖν δοιοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι μηδέποτ᾿ ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.