Συγγραφέας:Μελέαγρος
←Συγγραφείς: | Μελέαγρος (1ος αιώνας π.Χ.) |
- IV 1 Μελεάγρου Στέφανος
- V 144 Ήδη λευκόϊον θάλλει, θάλλει δε φίλομβρος
- V 156 Α φίλερως χαροποίς Ασκληπιάς οία γαλήνης
- V 165 Έν τόδε, παμμήτειρα θεών, λίτομαί σε, φίλη Νύξ
- V 171 Το σκύφος αδύ γέγηθε, λέγει δ’ ότι τάς φιλέρωτος
- V 172 ῎Ορθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης
- V 174 Εὕδεις, Ζηνοφίλα, τρυφερὸν θάλος
- V 176 Δεινός Έρως,δεινος. τί δέ τό πλέον, ήν πάλιν είπω
- V 179 Ναὶ τὰν Κύπριν, ῎Ερως, φλέξω τὰ σὰ πάντα πυρώσας
- VII 417 Νάσος εμά θρέπτειρα Τύρος / μετάφραση
- VII 461 Παμμήτορ γη, χαίρε.σύ τόν πάρος ου βαρύν εις σέ
- ΧII 48 Κεῖμαι· λὰξ ἐπίβαινε κατ᾿ αὐχένος, ἄγριε δαῖμον
- XII 60 Ἢν ἐσίδω Θήρωνα, τὰ πάνθ’ ὁρῶ · ἢν δὲ τὰ πάντα
- XII 74 Ἤν τι πάθω, Κλεόβουλε, (τὸ γὰρ πλέον ἐν πυρὶ παίδων
- XII 154 Ἡδὺς ὁ παῖς, καὶ τοὔνομ’ ἐμοὶ γλυκύς ἐστι Μυΐσκος
- XII 156 Λευκανθὴς Κλεόβουλος, ὁ δ’ ἀντία τοῦδε μελίχρους
- XII 167 Χειμέριον μὲν πνεῦμα · φέρει δ’ ἐπὶ σοὶ με, Μυΐσκε
- Εις το εαρ ειδυλλιον
- Για τον Μελέαγρο
V 144 Μελεάγρου
Επεξεργασία- Ἤδη λευκόϊον θάλλει, θάλλει δὲ φίλομβρος νάρκισσος, θάλλει δ' οὐρεσίφοιτα κρίνα•
- ἤδη δ' ἁ φιλέραστος, ἐν ἄνθεσιν ὥριμον ἄνθος, Ζηνοφίλα Πειθοῦς ἁδὺ τέθηλε ῥόδον.
- Λειμῶνες, τί μάταια κόμαις ἐπὶ φαιδρὰ γελᾶτε; Ἁ γὰρ παῖς κρέσσων ἁδυπνόων στεφάνων.
V 156 Μελεάγρου
Επεξεργασία- Ἁ φίλερως χαροποῖς Ἀσκληπιὰς οἷα γαλήνης ὄμμασι συμπείθει πάντας ἐρωτοπλοεῖν.
V 165 Μελεάγρου
Επεξεργασία- Ἐν τόδε, παμμήτειρα θεῶν, λίτομαί σε, φίλη Νύξ, ναὶ λίτομαι, κώμων σύμπλανε, πότνια Νύξ.
- εἴ τις ὑπὸ χλαίνῃ βεβλημένος Ἡλιοδώρας θάλπεται, ὑπναπάτῃ χρωτὶ χλιαινόμενος,
- κοιμάσθω μὲν λύχνος, ὁ δ’ ἐν κόλποισιν ἐκείνης ῥιπτασθεὶς κείσθω δεύτερος Ἐνδυμίων.
V 171 Μελεάγρου
Επεξεργασία- Τὸ σκύφος ἁδὺ γέγηθε, λέγει δ’ ὅτι τᾶς φιλέρωτος Ζηνοφίλας ψαύει τοῦ λαλιοῦ στόματος
- ὄλβιον. εἴθ’ ὑπ’ ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσα ἀπνευστί ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι
V 172 Μελεάγρου
Επεξεργασία- ῎Ορθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης, ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ;
- εἴθε πάλιν στρέψας ταχινὸν δρόμον ῞Εσπερος εἴης, ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον.
- Ἤδη γὰρ καὶ πρόσθεν ἐπ᾿ ᾿Ακλμήνην Διὸς ἦλθες ἀντίος· οὐκ ἀδαὴς ἐσσὶ παλινδρομίης.
V 174 Μελεάγρου
Επεξεργασία- Εὕδεις, Ζηνοφίλα, τρυφερὸν θάλος· εἲθ’ ἐπὶ σοί νῦν ἄπτερος εἰσῄειν Ὕπνος ἐπί βλεφάροις,
- ὡς ἐπὶ σοὶ μήδ’ οὗτος, ὁ καὶ Διὸς ὄμματα θέλγων, φοιτήσαι, κάτεχον δ’ αὐτὸς ἐγὼ σε μόνος.
V 176 Μελεάγρου
Επεξεργασία- Δεινὸς Ἔρως, δεινός. τί δὲ τὸ πλέον, ἢν πάλιν εἴπω, καὶ πάλιν, οἰμώζων πολλάκι, «δεινὸς Ἔρως» ;
- ἦ γὰρ ὁ παῖς τούτοισι γελᾷ, καὶ πυκνὰ κακισθεὶς ἥδεται. ἢν δʼ εἴπω λοίδορα, καὶ τρέφεται.
- θαῦμα δέ μοι, πῶς ἆρα διὰ γλαυκοῖο φανεῖσα κύματος, ἐξ ὑγροῦ, Κύπρι, σὺ πῦρ τέτοκας.
V 179 Μελεάγρου
Επεξεργασία- Ναὶ τὰν Κύπριν, ῎Ερως, φλέξω τὰ σὰ πάντα πυρώσας, τόξα τε καὶ Σκυθικὴν ἰοδόκον φαρέτρην.
- φλέξω, ναί. Τί μάταια γελᾷς καὶ σιμὰ6 σεσηρὼς μυχθίζεις; Τάχα που σαρδάνιον γελάσεις.
- ἦ γάρ σευ τὰ ποδηγὰ Πόθων ὠκύπτερα κόψας χαλκόδετον σφίγξω σοῖς περὶ ποσσὶ πέδην.
- καίτοι Καδμεῖον κράτος οἴσομεν, εἴ σε πάροικον ψυχῇ συζεύξω, λύγκα παρ᾿ αἰπολίοις.
- ἀλλ᾿ ἴθι, δυσνίκητε, λαβὼν δ᾿ ἔπι κοῦφα πέδιλα ἐκπέτασον ταχινὰς εἰς ἑτέρους πτέρυγὰς.
VII 417 Μελεάγρου
Επεξεργασία- Νάσος εμά θρέπτειρα Τύρος, πάτρα δε με τεκνοί Ατθίς εν Ασσυρίοις ναιομένα Γαδάροις
- Ευκράτεω δ' έβλαστον ο συν Μούσαις Μελέαγρος πρώτα Μενιππείαις συντροχάσας Χάρισιν.
- εί δέ Σύρος, τί τό θαϋμα; μίαν, ξένε, πατρίδα κόσμον ναίομεν, εν θνατούς πάντας έτικτε Χάος
- πουλυετής δ' εχάραξα τάδ' εν δέλτοισι προ τύμβου, γήρως γαρ γείτων εγγύθεν Αΐδεω
- αλλά συ τον λάλιον και πρεσβύτην προσειπών χαίρειν, εις γήρας καύτός ίκοιο λάλον
VII 461 Μελεάγρου
Επεξεργασία- Παμμῆτορ γῆ, χαῖρε· σὺ τὸν πάρος οὐ βαρὺν εἰς σὲ Αἰσιγένην καὐτὴ νῦν ἐπέχοις ἀβαρής.
ΧII 48 Μελεάγρου
Επεξεργασία- Κεῖμαι· λὰξ ἐπίβαινε κατ᾿ αὐχένος, ἄγριε δαῖμον· οἶδά σε, ναὶ μὰ θεούς, καὶ βαρὺν ὄντα φέρειν·
- οἶδα καὶ ἔμπυρα τόξα· βαλὼν δ᾿ ἐπ᾿ ἐμὴν φρένα πύρσους οὐ φλέξεις· ἤδη πᾶσα γάρ ἐστι τέφρη.
- Εδώ κείμαι, με το πόδι σου ανέβα στον αυχένα μου, άγριε δαίμονα, σε γνώρισα, ναι μα τους θεούς, σε φέρνω, αν και είσαι βαρύς
- γνώρισα και τα φλογισμένα βέλη σου, αν τα ρίξεις πάνω μου, δε θα ανάψεις πυρσούς στα φρένα μου, γιατί ήδη όλα μου είναι στάχτη
ΧII 60 Μελεάγρου
Επεξεργασία- Ἢν ἐσίδω Θήρωνα, τὰ πάνθ’ ὁρῶ · ἢν δὲ τὰ πάντα βλέψω, τόνδε δὲ μή, τἄμπαλιν οὐδὲν ὁρῶ.
- Τόν Θήρωνα σάν δώ. τά πάντα βλέπω• κι όλα άν δώ, μά όχι αυτόν, σά νά μή βλέπω είναι.
ΧII 154 Μελεάγρου
Επεξεργασία- Ἡδὺς ὁ παῖς, καὶ τοὔνομ’ ἐμοὶ γλυκύς ἐστι Μυΐσκος καὶ χαρίεις· τίν’ ἔχω μὴ οὐχὶ φιλεῖν πρόφασιν;
- καλὸς γάρ, ναὶ Κύπριν, ὅλος καλός · εἰ δ’ ἀνιηρός, οἶδε τὸ πικρὸν Ἔρως συγκεράσαι μέλιτι.
ΧII 156 Μελεάγρου
Επεξεργασία- Λευκανθὴς Κλεόβουλος, ὁ δ’ ἀντία τοῦδε μελίχρους Σώπολις, οἱ δισσοὶ Κύπριδος ἀνθοφόροι.
- τοὔνεκά μοι παίδων ἕπεται πόθος · οἱ γὰρ Ἔρωτες πλέξειν ἐκ λευκοῦ φασί με καὶ μέλανος.
ΧII 167 Μελεάγρου
Επεξεργασία- Χειμέριον μὲν πνεῦμα · φέρει δ’ ἐπὶ σοὶ με, Μυΐσκε, ἁρπαστὸν κώμοις ὁ γλυκύδακρυς Ἔρως.
- χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, ἀλλὰ μ’ ἐς ὅρμον δέξαι, τὸν ναύτην Κύπριδος ἐν πελάγει.
- Για τον Μελέαγρο
VII 416 άλλο
Επεξεργασία- Εὐκράτεω Μελέαγρον ἔχω, ξένε, τὸν σὺν Ἔρωτι καὶ Μούσαις κεράσανθ᾽ ἡδυλόγους Χάριτας.
|