Συγγραφέας:Στατύλλιος Φλάκκος

(Ανακατεύθυνση από Στατύλλιος Φλάκκος)
Συγγραφείς: Στατύλλιος Φλάκκος
(1ος αιώνας π.Χ)
Δείτε επίσης βιογραφία.



V5 Στατυλλίου Φλάκκου Επεξεργασία

ἀργύρεον νυχίων με συνίστορα πιστὸν ἐρώτων οὐ πιστῇ λύχνον Φλάκκος ἔδωκε Νάπῃ,
ἧς παρὰ νῦν λεχέεσσι μαραίνομαι, εἰς ἐπιόρκου παντοπαθῆ κούρης αἴσχεα δερκόμενος.
Φλάκκε, σὲ δ᾽ ἄγρυπνον χαλεπαὶ τείρουσι μέριμναι: ἄμφω δ᾽ ἀλλήλων ἄνδιχα καιόμεθα.

VI 193 Στατυλλίου Φλάκκου Επεξεργασία

Πρίηπ' αἰγιαλῖτα, φυκόγειτον, Δαμοίτας ἁλιεύς, ὁ βυσσομέτρης,
τὸ πέτρης ἁλιπλῆγος ἐκμαγεῖον, ἡ βδέλλα σπιλάδων, ὁ ποντοθήρης,
σοὶ τὰ δίκτυα τἀμφίβληστρα ταῦτα, δαῖμον, εἵσατο· τοῦ σὺ θάλπε γῆρας.

IX 44 / L.1 T.84 E.2 Στατυλλίου Φλάκκου Επεξεργασία

χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπεν βρόχον· αὐτὰρ ὁ χρυσὸν ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν εὗρε βρόχον.