Σελίδα:Xenophon V. Opuscula (1920).pdf/62

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ii
ΞΕΝΟΦΩΝΤΟΣ

τόποις ὑπομένων τῷ παντὶ κρατεῖν ἄν. 25 ἐπεί γε μὴν ἀπεχώρησε τὸ στράτευμα, πῶς οὐκ ἂν φαίη τις αὐτὸν εὐγνωμόνως χρῆσθαι ἑαυτῷ; ὡς γὰρ τοῦ στρατεύεσθαι αὐτὸν καὶ πεζῇ καὶ ἐφ’ ἵππων ἀπεῖργεν ἤδη τὸ γῆρας, χρημάτων δὲ ἑώρα τὴν πόλιν δεομένην, εἰ μέλλοι σύμμαχόν τινα ἕξειν, ἐπὶ τὸ πορίζειν ταῦτα ἑαυτὸν ἔταξε. καὶ ὅσα μὲν ἐδύνατο οἴκοι μένων ἐμηχανᾶτο, ἃ δὲ καιρὸς ἦν οὐκ ὤκνει μετιέναι, οὐδ’ ᾐσχύνετο, εἰ μέλλοι τὴν πόλιν ὠφελήσειν, πρεσβευτὴς ἐκπορευόμενος ἀντὶ στρατηγοῦ. 26 ὅμως δὲ καὶ ἐν τῇ πρεσβείᾳ μεγάλου στρατηγοῦ ἔργα διεπράξατο. Αὐτοφραδάτης τε γὰρ πολιορκῶν ἐν Ἀσσῷ Ἀριοβαρζάνην σύμμαχον ὄντα δείσας Ἀγησίλαον φεύγων ᾤχετο· Κότυς δ’ αὖ Σηστὸν πολιορκῶν Ἀριοβαρζάνου ἔτι οὖσαν λύσας καὶ οὗτος τὴν πολιορκίαν ἀπηλλάγη· ὥστ’ οὐκ ἀλόγως καὶ ἀπὸ τῆς πρεσβείας τρόπαιον τῶν πολεμίων εἱστήκει αὐτῷ. Μαύσωλός γε μὴν κατὰ θάλατταν ἑκατὸν ναυσὶ πολιορκῶν ἀμφότερα τὰ χωρία ταῦτα οὐκέτι δείσας ἀλλὰ πεισθεὶς ἀπέπλευσεν οἴκαδε. 27 […] ἄξια θαύματος διεπράξατο· οἵ τε γὰρ εὖ πεπονθέναι νομίζοντες ὑπ’ αὐτοῦ καὶ οἱ φεύγοντες αὐτὸν χρήματα ἀμφότεροι ἔδοσαν. Ταχώς γε μὴν καὶ Μαύσωλος, διὰ τὴν πρόσθεν Ἀγησιλάου ξενίαν συμβαλόμενος καὶ οὗτος χρήματα τῇ Λακεδαίμονι, ἀπέπεμψαν αὐτὸν οἴκαδε προπομπὴν δόντες μεγαλοπρεπῆ. 28 ἐκ δὲ τούτου ἤδη μὲν ἔτη ἐγεγόνει ἀμφὶ τὰ ὀγδοήκοντα· κατανενοηκὼς δὲ τὸν Αἰγυπτίων βασιλέα ἐπιθυμοῦντα τῷ Πέρσῃ πολεμεῖν, καὶ πολλοὺς μὲν πεζούς, πολλοὺς δὲ ἱππέας, πολλὰ δὲ χρήματα ἔχοντα, ἅσμενος ἤκουσεν ὅτι μετεπέμπετο αὐτόν, καὶ ταῦτα ἡγεμονίαν ὑπισχνούμενος. 29 ἐνόμιζε γὰρ