Σελίδα:Xenophon V. Opuscula (1920).pdf/234

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
xiii
ΞΕΝΟΦΩΝΤΟΣ ΚΥΝΗΓΕΤΙΚΟΣ

ἂν ἕλοιεν ἄγρας. 14 τὰ γὰρ ἀντίπαλα αὐτῶν ὑπὲρ τῆς ψυχῆς ἀγωνιζόμενα καὶ ἐν τῇ αὑτῶν οἰκήσει ἐν ἰσχύι πολλῇ ἐστιν· ὥστε τῷ κυνηγέτῃ μάτην οἱ πόνοι γίγνονται, ἐὰν μὴ μείζονι φιλοπονίᾳ καὶ πολλῇ συνέσει κρατήσῃ αὐτῶν. 15 οἱ μὲν οὖν κατὰ πόλιν βουλόμενοι πλεονεκτεῖν μελετῶσι νικᾶν φίλους, οἱ δὲ κυνηγέται κοινοὺς ἐχθρούς· καὶ τοὺς μὲν ἡ μελέτη αὕτη ποιεῖ πρὸς τοὺς ἄλλους πολεμίους ἀμείνους, τοὺς δὲ πολὺ χείρους· καὶ τοῖς μὲν ἡ ἄγρα μετὰ σωφροσύνης, τοῖς δὲ μετὰ αἰσχροῦ θράσους. 16 κακοηθείας δὲ καὶ αἰσχροκερδείας οἱ μὲν δύνανται καταφρονεῖν, οἱ δ’ οὐ δύνανται· φωνὴν δὲ οἱ μὲν εὐεπῆ ἱᾶσιν, οἱ δ’ αἰσχράν· πρὸς δὲ τὰ θεῖα τοῖς μὲν οὐδὲν ἐμποδὼν ἀσεβεῖν, οἱ δ’ εὐσεβέστατοι. 17 λόγοι γὰρ παλαιοὶ κατέχουσιν ὡς καὶ θεοὶ τούτῳ τῷ ἔργῳ χαίρουσι καὶ πράττοντες καὶ ὁρῶντες· ὥστε ὑπάρχειν ἐνθυμουμένους τούτων θεοφιλεῖς τ’ εἶναι καὶ εὐσεβεῖς τοὺς νέους τοὺς ποιοῦντας ἃ ἐγὼ παραινῶ, οἰομένους ὑπὸ θεῶν του ὁρᾶσθαι ταῦτα. οὗτοι δ’ ἂν εἶεν καὶ τοκεῦσιν ἀγαθοὶ καὶ πάσῃ τῇ ἑαυτῶν πόλει καὶ ἑνὶ ἑκάστῳ τῶν φίλων καὶ πολιτῶν. 18 οὐ μόνον δὲ ὅσοι ἄνδρες κυνηγεσίων ἠράσθησαν ἐγένοντο ἀγαθοί, ἀλλὰ καὶ αἱ γυναῖκες αἷς ἔδωκεν ἡ θεὸς ταῦτα [Ἄρτεμις], Ἀταλάντη καὶ Πρόκρις καὶ ἥτις ἄλλη.