Σελίδα:Xenophon V. Opuscula (1920).pdf/231

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
xii
ΚΥΝΗΓΕΤΙΚΟΣ

μὴ θέλοντες διὰ τὸ ἐπίπονον διδάσκεσθαι, ἀλλὰ ἐν ἡδοναῖς ἀκαίροις διάγειν, φύσει οὗτοι κάκιστοι. 16 οὔτε γὰρ νόμοις οὔτε λόγοις ἀγαθοῖς πείθονται· οὐ γὰρ εὑρίσκουσι διὰ τὸ μὴ πονεῖν οἷον χρὴ τὸν ἀγαθὸν εἶναι· ὥστε οὔτε θεοσεβεῖς δύνανται εἶναι οὔτε σοφοί· τῷ δὲ ἀπαιδεύτῳ χρώμενοι πολλὰ ἐπιτιμῶσι τοῖς πεπαιδευμένοις. 17 διὰ μὲν οὖν τούτων οὐδὲν ἂν καλῶς ἔχοι· διὰ δὲ τῶν πονούντων ἅπασαι αἱ ὠφέλειαι τοῖς ἀνθρώποις ηὕρηνται· ἀμείνους οὖν οἱ θέλοντες πονεῖν. 18 καὶ τοῦτο ἐπιδέδεικται μεγάλῳ παραδείγματι· τῶν γὰρ παλαιοτέρων οἱ παρὰ Χείρωνι ὧν ἐπεμνήσθην νέοι ὄντες ἀρξάμενοι ἀπὸ τῶν κυνηγεσίων πολλὰ καὶ καλὰ ἔμαθον· ἐξ ὧν ἐγένετο αὐτοῖς μεγάλη ἀρετή, δι’ ἣν καὶ νῦν θαυμάζονται· ἧς ὅτι μὲν ἐρῶσιν ἅπαντες εὔδηλον, ὅτι δὲ διὰ πόνων ἔστι τυχεῖν αὐτῆς, οἱ πολλοὶ ἀφίστανται. 19 τὸ μὲν γὰρ κατεργάσασθαι αὐτὴν ἄδηλον, οἱ δὲ πόνοι οἱ ἐν αὐτῇ ἐνόντες φανεροί. ἴσως μὲν οὖν, εἰ ἦν τὸ σῶμα αὐτῆς δῆλον, ἧττον ἂν ἠμέλουν οἱ ἄνθρωποι ἀρετῆς, εἰδότες ὅτι ὥσπερ αὐτοῖς ἐκείνη ἐμφανής ἐστιν, οὕτω καὶ αὐτοὶ ὑπ’ ἐκείνης ὁρῶνται. 20 ὅταν μὲν γάρ τις ὁρᾶται ὑπὸ τοῦ ἐρωμένου, ἅπας ἑαυτοῦ ἐστι βελτίων καὶ οὔτε λέγει οὔτε ποιεῖ αἰσχρὰ οὐδὲ κακά, ἵνα μὴ ὀφθῇ ὑπ’ ἐκείνου. 21 ὑπὸ δὲ τῆς ἀρετῆς οὐκ οἰόμενοι ἐπισκοπεῖσθαι πολλὰ κακὰ καὶ αἰσχρὰ ἐναντίον ποιοῦσιν, ὅτι αὐτοὶ ἐκείνην οὐχ ὁρῶσιν· ἡ δὲ πανταχοῦ πάρεστι διὰ τὸ εἶναι ἀθάνατος καὶ τιμᾷ τοὺς περὶ αὐτὴν ἀγαθούς, τοὺς δὲ κακοὺς ἀτιμάζει. εἰ οὖν εἰδεῖεν τοῦτο, ὅτι θεᾶται αὐτούς, ἵεντο ἂν ἐπὶ τοὺς πόνους καὶ τὰς παιδεύσεις αἷς ἁλίσκεται μόλις, καὶ κατεργάζοιντο ἂν αὐτήν.