Σελίδα:Xenophon V. Opuscula (1920).pdf/230

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
xii
ΞΕΝΟΦΩΝΤΟΣ

οὗτοι ἄριστοι· οὐ γὰρ ἂν περιίδοιεν οὔτε τὴν πόλιν τὴν ἑαυτῶν ἀδικουμένην οὔτε τὴν χώραν πάσχουσαν κακῶς.

10 Λέγουσι δέ τινες ὡς οὐ χρὴ ἐρᾶν κυνηγεσίων, ἵνα μὴ τῶν οἰκείων ἀμελῶσιν, οὐκ εἰδότες ὅτι οἱ τὰς πόλεις καὶ τοὺς φίλους εὖ ποιοῦντες πάντες τῶν οἰκείων ἐπιμελέστεροί εἰσιν. 11 εἰ οὖν οἱ φιλοκυνηγέται παρασκευάζουσιν αὑτοὺς τῇ πατρίδι χρησίμους εἶναι εἰς τὰ μέγιστα, οὐδ’ ἂν τὰ ἴδια ἀργοῖτο· σὺν γὰρ τῇ πόλει καὶ σῴζεται καὶ ἀπόλλυται τὰ οἰκεῖα ἑκάστου. ὥστε πρὸς τοῖς αὑτῶν καὶ τὰ τῶν ἄλλων ἰδιωτῶν οἱ τοιοῦτοι σῴζουσι. 12 πολλοὶ δὲ ὑπὸ φθόνου ἀλόγιστοι τῶν ταῦτα λεγόντων αἱροῦνται διὰ τὴν αὑτῶν κακίαν ἀπολέσθαι μᾶλλον ἢ ἑτέρων ἀρετῇ σῴζεσθαι· αἱ γὰρ ἡδοναὶ αἱ πολλαὶ καὶ κακαί· ὧν ἡττώμενοι ἢ λέγειν ἢ πράττειν ἐπαίρονται τὰ χείρω. 13 εἶτα ἐκ μὲν τῶν ματαίων λόγων ἔχθρας ἀναιροῦνται, ἐκ δὲ τῶν κακῶν ἔργων νόσους καὶ ζημίας καὶ θανάτους καὶ αὐτῶν καὶ παίδων καὶ φίλων, ἀναισθήτως μὲν τῶν κακῶν ἔχοντες, τῶν δὲ ἡδονῶν πλέον τῶν ἄλλων αἰσθανόμενοι, οἷς τίς ἂν χρήσαιτο εἰς πόλεως σωτηρίαν; 14 τούτων μέντοι τῶν κακῶν οὐδεὶς ὅστις οὐκ ἀφέξεται ἐρασθεὶς ὧν ἐγὼ παραινῶ· παίδευσις γὰρ καλὴ διδάσκει χρῆσθαι νόμοις καὶ λέγειν περὶ τῶν δικαίων καὶ ἀκούειν. 15 οἱ μὲν οὖν παρασχόντες αὑτοὺς ἐπὶ τὸ ἀεί τι μοχθεῖν τε καὶ διδάσκεσθαι ἑαυτοῖς μὲν μαθήσεις καὶ μελέτας ἐπιπόνους ἔχουσι, σωτηρίαν δὲ ταῖς ἑαυτῶν πόλεσιν· οἱ δὲ