Σελίδα:Xenophon V. Opuscula (1920).pdf/210

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
v
ΞΕΝΟΦΩΝΤΟΣ

βραχύ, κοῦφον. 31 ἔστιν οὖν ἀδύνατον μὴ οὐκ εἶναι ἐκ τοιούτων συνηρμοσμένον ἰσχυρόν, ὑγρόν, ὑπερέλαφρον. τεκμήριον δὲ ὡς ἐλαφρόν ἐστιν· ὅταν ἀτρέμα διαπορεύηται, πηδᾷ — βαδίζοντα δὲ οὐδεὶς ἑώρακεν οὐδ’ ὄψεται — τιθεὶς εἰς τὸ ἐπέκεινα τῶν ἔμπροσθεν ποδῶν τοὺς ὄπισθεν καὶ ἔξω· καὶ θεῖ οὕτως. 32 δῆλον δὲ τοῦτο ἐν χιόνι. οὐρὰν δὲ οὐκ ἐπιτηδείαν ἔχει πρὸς δρόμον· ἐπευθύνειν γὰρ οὐχ ἱκανὴ τὸ σῶμα διὰ τὴν βραχύτητα· ἀλλὰ τῷ ὠτὶ ἑκατέρῳ τοῦτο ποιεῖ· καὶ ὅταν ἀνιστῆται ὑπὸ τῶν κυνῶν, καταβάλλων [γὰρ] καὶ παραβάλλων τὸ ἕτερον οὖς πλάγιον, ὁποτέρᾳ ἂν λυπῆται, ἀπερειδόμενος [διὸ] δὴ εἰς τοῦτο ὑποστρέφεται ταχύ, ἐν μικρῷ πολὺ καταλιπὼν τὸ ἐπιφερόμενον. 33 οὕτω δὲ ἐπίχαρί ἐστι τὸ θέαμα, ὥστε οὐδεὶς ὅστις οὐκ ἂν ἰδὼν ἰχνευόμενον, εὑρισκόμενον, μεταθεόμενον, ἁλισκόμενον, ἐπιλάθοιτ’ ἂν εἴ του ἐρῴη.

34 Ἐν δὲ τοῖς ἔργοις κυνηγετοῦντα ἀπέχεσθαι ὧν ὧραι φέρουσι καὶ τὰ νάματα καὶ τὰ ῥεῖθρα ἐᾶν· τὸ γὰρ ἅπτεσθαι τούτων αἰσχρὸν καὶ κακόν, καὶ ἵνα μὴ τῷ νόμῳ ἐναντίοι ὦσιν οἱ ἰδόντες· καὶ ὅταν ἀναγρία ἐμπίπτῃ, ἀναλύειν χρὴ τὰ περὶ τὸ κυνηγέσιον πάντα.

VI.  Κυνῶν δὲ κόσμος δέραια, ἱμάντες, στελμονίαι· ἔστω δὲ τὰ μὲν δέραια μαλακά, πλατέα, ἵνα μὴ θραύῃ τὰς τρίχας τῶν κυνῶν, οἱ δὲ ἱμάντες ἔχοντες ἀγκύλας τῇ χειρί, ἄλλο δὲ μηδέν· οὐ γὰρ καλῶς τηροῦσι τὰς κύνας οἱ ἐξ αὐτῶν εἰργασμένοι τὰ δέραια· αἱ δὲ στελμονίαι πλατεῖς τοὺς