Σελίδα:Xenophon V. Opuscula (1920).pdf/208

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
v
ΞΕΝΟΦΩΝΤΟΣ

αὐτῶν, ἐπαλλάττοντες ἅλματα, ἐμποιοῦντες ἴχνεσιν ἴχνη, ἀποχωροῦσι. 21 καί εἰσι μακροδρομώτατοι μὲν οἱ ἐκ τῶν ψιλῶν εὑρισκόμενοι διὰ τὸ καταφανές, βραχυδρομώτατοι δὲ οἱ ἐκ τῶν δασέων· ἐμποδὼν γὰρ τὸ σκοτεινόν.

22 Δύο δὲ τὰ γένη ἐστὶν αὐτῶν· οἱ μὲν γὰρ μεγάλοι τὸ χρῶμα ἐπίπερκνοι καὶ τὸ λευκὸν τὸ ἐν τῷ μετώπῳ μέγα ἔχουσιν, οἱ δ’ ἐλάττους ἐπίξανθοι, μικρὸν τὸ λευκὸν ἔχοντες. 23 τὴν δὲ οὐρὰν οἱ μὲν κύκλῳ περιποίκιλον, οἱ δὲ παράσειρον, καὶ τὰ ὄμματα οἱ μὲν χαροποί, οἱ δ’ ὑπόγλαυκοι· καὶ τὰ μέλανα τὰ περὶ τὰ ὦτα ἄκρα οἱ μὲν ἐπὶ πολύ, οἱ δ’ ἐπὶ μικρόν. 24 ἔχουσι δὲ αὐτῶν αἱ πολλαὶ τῶν νήσων τοὺς ἐλάττους, αἵ τ’ ἔρημοι καὶ οἰκούμεναι· τὸ δὲ πλῆθος πλείους ἐν αὐταῖς ἢ ἐν ταῖς ἠπείροις· οὐ γάρ εἰσιν οὔτ’ ἀλώπεκες ἐν ταῖς πολλαῖς αὐτῶν, αἵτινες καὶ αὐτοὺς καὶ τὰ τέκνα ἐπιοῦσαι ἀναιροῦνται, οὔτε ἀετοί· τὰ μεγάλα γὰρ ὄρη ἔχουσι μᾶλλον ἢ τὰ μικρά· ἐλάττω δὲ ἐπὶ τὸ πολὺ τὰ ἐν ταῖς νήσοις. 25 κυνηγέται δὲ εἰς μὲν τὰς ἐρήμους ὀλιγάκις ἀφικνοῦνται, ἐν δὲ ταῖς οἰκουμέναις ὀλίγοι γίγνονται καὶ οὐ φιλόθηροι οἱ πολλοί· εἰς δὲ τὰς ἱερὰς τῶν νήσων οὐδὲ διαβιβάζειν οἷόν τε κύνας. ὅταν οὖν τῶν τε ὑπαρχόντων ὀλίγους ἐκθηρῶνται καὶ τῶν ἐπιγιγνομένων, ἀνάγκη ἀφθόνους εἶναι.

26 Βλέπει δὲ οὐκ ὀξὺ διὰ πολλά· τά τε γὰρ ὄμματα ἔχει ἔξω καὶ τὰ βλέφαρα ἐλλείποντα καὶ οὐκ ἔχοντα προβολὴν ταῖς αὐγαῖς· ἡ ὄψις οὖν διὰ ταῦτα ἀμαυρά, ἐσκεδασμένη. 27 ἅμα δὲ τούτοις καὶ ἐν ὕπνῳ ὂν τὰ πολλὰ τὸ θηρίον οὐκ ὠφελεῖται πρὸς τὸ ὁρᾶν· καὶ ἡ ποδώκεια πρὸς τὸ ἀμβλυώττειν