Σελίδα:Xenophon V. Opuscula (1920).pdf/183

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
x
ΠΕΡΙ ΙΠΠΙΚΗΣ

ἀνθρώπῳ. 15 ὅταν γε μὴν εἰς τὸ ἱππάζεσθαι μετὰ τοῦ κυδροῦ ἀφιγμένος ᾖ, εἰθισμένος μὲν δήπου ἡμῖν ἦν ἐν τῇ πρώτῃ ἱππασίᾳ ἐκ τῶν στροφῶν εἰς τὸ θᾶττον ὁρμᾶσθαι. ἢν δέ τις τοῦτο [μὲν] μεμαθηκότος αὐτοῦ ἅμα ἀντιλαμβάνηταί τε τῷ χαλινῷ καὶ σημήνῃ τῶν ὁρμητηρίων τι, οὕτως ὑπὸ μὲν τοῦ χαλινοῦ πιεσθείς, ὑπὸ δὲ τοῦ ὁρμᾶν σημανθῆναι ἐγερθείς, [καὶ] προβάλλεται μὲν τὰ στέρνα, αἴρει δὲ ἄνω τὰ σκέλη ὀργιζόμενος, οὐ μέντοι ὑγρά γε· οὐ γὰρ μάλα ὅταν λυπῶνται ὑγροῖς τοῖς σκέλεσιν ἵπποι χρῶνται. 16 ἢν δέ τις οὕτως ἀνεζωπυρημένῳ αὐτῷ δῷ τὸν χαλινόν, ἐνταῦθ’ ὑφ’ ἡδονῆς τῷ διὰ τὴν χαλαρότητα τοῦ στομίου λελύσθαι νομίζειν, κυδρῷ μὲν τῷ σχήματι, ὑγροῖν δὲ τοῖν σκελοῖν γαυριώμενος φέρεται, παντάπασιν ἐκμιμούμενος τὸν πρὸς ἵππους καλλωπισμόν. 17 καὶ οἱ θεώμενοι τὸν ἵππον τοιοῦτον ἐπικαλοῦσιν ἐλευθέριόν τε καὶ ἐθελουργὸν καὶ ἱππαστὴν καὶ θυμοειδῆ καὶ σοβαρὸν καὶ ἅμα ἡδύν τε καὶ γοργὸν ἰδεῖν. καὶ ταῦτα μὲν δή, ἢν τούτων τις ἐπιθυμήσῃ, μέχρι τούτων ἡμῖν γεγράφθω.

XI.  Ἢν δέ τις ἄρα βουληθῇ καὶ πομπικῷ καὶ μετεώρῳ καὶ λαμπρῷ ἵππῳ χρήσασθαι, οὐ μάλα μὲν τὰ τοιαῦτα ἐκ παντὸς ἵππου γίγνεται, ἀλλὰ δεῖ ὑπάρξαι αὐτῷ καὶ τὴν ψυχὴν μεγαλόφρονα καὶ τὸ σῶμα εὔρωστον. 2 οὐ μέντοι ὅ γε οἴονταί τινες τὸν τὰ σκέλη ὑγρὰ ἔχοντα καὶ τὸ σῶμα αἴρειν δυνήσεσθαι, οὕτως ἔχει· ἀλλὰ μᾶλλον ὃς ἂν τὴν ὀσφῦν ὑγράν τε καὶ βραχεῖαν καὶ ἰσχυρὰν ἔχῃ (καὶ οὐ τὴν κατ’ οὐρὰν λέγομεν, ἀλλ’ ἣ πέφυκε μεταξὺ τῶν πλευρῶν καὶ τῶν ἰσχίων κατὰ τὸν κενεῶνα), οὗτος δυνήσεται πόρρω ὑποτιθέναι τὰ ὀπίσθια σκέλη ὑπὸ τὰ ἐμπρόσθια. 3 ἢν οὖν τις ὑποτιθέντος αὐτοῦ