Σελίδα:Xenophon V. Opuscula (1920).pdf/182

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
x
ΞΕΝΟΦΩΝΤΟΣ

γνάθοις, ὥσπερ καὶ ὀβελίσκον, ὁπόθεν ἄν τις λάβῃ, ὅλον αἴρει. 9 ὁ δὲ ἕτερος ὥσπερ ἡ ἅλυσις ποιεῖ· ὃ γὰρ ἂν ἔχῃ τις αὐτοῦ, τοῦτο μόνον ἄκαμπτον μένει, τὸ δὲ ἄλλο ἀπήρτηται. τὸ δὲ φεῦγον ἐν τῷ στόματι ἀεὶ θηρεύων ἀφίησιν ἀπὸ τῶν γνάθων τὸ στόμιον· τούτου ἕνεκα καὶ οἱ κατὰ μέσον ἐκ τῶν ἀξόνων δακτύλιοι κρεμάννυνται, ὅπως τούτους διώκων τῇ τε γλώττῃ καὶ τοῖς ὀδοῦσιν ἀμελῇ τοῦ ἀναλαμβάνειν πρὸς τὰς γνάθους τὸν χαλινόν. 10 εἰ δέ τις ἀγνοεῖ, τί τὸ ὑγρὸν τοῦ χαλινοῦ καὶ τί τὸ σκληρόν, γράψομεν καὶ τοῦτο. ὑγρὸν μὲν γάρ ἐστιν ὅταν οἱ ἄξονες εὐρείας καὶ λείας ἔχωσι τὰς συμβολάς, ὥστε ῥᾳδίως κάμπτεσθαι· καὶ πάντα δὲ ὁπόσα περιτίθεται περὶ τοὺς ἄξονας ἢν εὐρύστομα ᾖ καὶ μὴ σύμπυκνα, ὑγρότερά ἐστιν. 11 ἢν δὲ χαλεπῶς ἕκαστα τοῦ χαλινοῦ διατρέχῃ καὶ συνθέῃ, τοῦτ’ ἐστὶ τὸ σκληρὸν εἶναι. ὁποῖος δ’ ἄν τις ᾖ, τούτῳ τάδε γε πάντα ταὐτὰ ποιητέον, ἤνπερ γε βούληται ἀποδείξασθαι τὸν ἵππον οἷονπερ εἴρηται· 12 ἀνακρουστέον μὲν τὸ στόμα τοῦ ἵππου οὔτε ἄγαν χαλεπῶς ὥστ’ ἐκνεύειν, οὔτε ἄγαν ἡσύχως ὡς μὴ αἰσθάνεσθαι· ἐπειδὰν δὲ ἀνακρουόμενος αἴρῃ τὸν αὐχένα, δοτέον εὐθὺς τὸν χαλινόν. καὶ τἆλλα δὲ δεῖ, ὥσπερ οὐ παυόμεθα λέγοντες, ἐν ᾧ ἂν καλῶς ὑπηρετῇ, χαρίζεσθαι τῷ ἵππῳ. 13 καὶ ὅταν δ’ αἴσθηται ἡδόμενον τὸν ἵππον τῇ τε ὑψαυχενίᾳ καὶ τῇ χαλαρότητι, ἐν τούτῳ οὐδὲν δεῖ χαλεπὸν προσφέρειν ὡς πονεῖν ἀναγκάζοντα, ἀλλὰ θωπεύειν ὡς ἱππάσασθαι βουλόμενον· οὕτω γὰρ μάλιστα θαρρῶν πρόεισιν εἰς τὴν ταχεῖαν ἱππασίαν. 14 ὡς δὲ καὶ τῷ ταχὺ θεῖν ἵππος ἥδεται τεκμήριον· ἐκφυγὼν γὰρ οὐδεὶς βάδην πορεύεται, ἀλλὰ θεῖ. τούτῳ γὰρ πέφυκεν ἥδεσθαι, ἢν μή τις πλείω τοῦ καιροῦ θεῖν ἀναγκάζῃ· ὑπερβάλλον δὲ τὸν καιρὸν οὐδὲν τῶν πάντων ἡδὺ οὔτε ἵππῳ οὔτε