Σελίδα:Xenophon V. Opuscula (1920).pdf/180

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ix
ΞΕΝΟΦΩΝΤΟΣ

κότατοι τῶν ἵππων γίγνονται. 9 καὶ χαλινοὶ δὲ οἱ λεῖοι ἐπιτηδειότεροι τῶν τραχέων. ἐὰν δὲ καὶ τραχὺς ἐμβληθῇ, τῇ χαλαρότητι λείῳ δεῖ αὐτὸν ἀφομοιοῦν. ἀγαθὸν δὲ ἐθίζειν αὑτὸν καὶ τὸ ἠρεμεῖν, μάλιστα ἐπὶ θυμοειδοῦς ἵππου, καὶ τὸ ὡς ἥκιστα ἄλλῳ τινὶ ἅπτεσθαι ἢ οἷς τοῦ καθῆσθαι ἀσφαλῶς ἕνεκα ἁπτόμεθα. 10 εἰδέναι δὲ χρὴ ὅτι δίδαγμά τί ἐστι καὶ τὸ ποππυσμῷ μὲν πραύ̈νεσθαι, κλωσμῷ δὲ ἐγείρεσθαι, καὶ εἴ τις ἐξ ἀρχῆς ἐπὶ μὲν κλωσμῷ τὰ πραέα, ἐπὶ δὲ ποππυσμῷ τὰ χαλεπὰ προσφέροι, μάθοι ἂν ὁ ἵππος ποππυσμῷ μὲν ἐγείρεσθαι, κλωσμῷ δὲ πραύ̈νεσθαι. 11 οὕτως οὖν δεῖ καὶ παρὰ κραυγὴν καὶ παρὰ σάλπιγγα μήτ’ αὐτὸν φαίνεσθαι τεθορυβημένον τῷ ἵππῳ μήτε μὴν ἐκείνῳ θορυβῶδες μηδὲν προσφέρειν, ἀλλ’ εἰς τὸ δυνατὸν καὶ ἀναπαύειν ἐν τῷ τοιούτῳ καὶ ἄριστα καὶ δεῖπνα, εἰ ἐγχωροίη, προσφέρειν. 12 κάλλιστον δὲ συμβούλευμα τὸ ἄγαν θυμοειδῆ ἵππον μὴ κτᾶσθαι εἰς πόλεμον. βλᾶκα γε μὴν ἵππον ἀρκεῖν μοι δοκεῖ γράψαι πάντα τἀναντία ποιεῖν ὅσων τῷ θυμοειδεῖ χρῆσθαι συμβουλεύομεν.

X.  Ἢν δέ τίς ποτε βουληθῇ χρῆσθαι τῷ χρησίμῳ εἰς πόλεμον ἵππῳ ὡς μεγαλοπρεπεστέρῳ τε καὶ περιβλεπτοτέρῳ ἱππάζεσθαι, τοῦ μὲν ἕλκειν τε τὸ στόμα τῷ χαλινῷ καὶ μυωπίζειν τε καὶ μαστιγοῦν τὸν ἵππον, ἃ οἱ πολλοὶ ποιοῦντες λαμπρύνειν οἴονται, ἀπέχεσθαι δεῖ· πάντα γὰρ τἀναντία οὗτοί γε ποιοῦσιν ὧν βούλονται. 2 τά τε γὰρ στόματα ἕλκοντες ἄνω ἀντὶ τοῦ προορᾶν ἐκτυφλοῦσι τοὺς ἵππους καὶ μυωπίζοντες καὶ παίοντες ἐκπλήττουσιν, ὡς τεταράχθαι καὶ κινδυνεύειν.