Σελίδα:Xenophon V. Opuscula (1920).pdf/178

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
viii
ΞΕΝΟΦΩΝΤΟΣ

δὲ μέχρι τῆς φιλίας, ἀγαθὸν καὶ ἐνταῦθα ἐπίστασθαι ὅτι ἕως μὲν ἂν παρὰ τοὺς φίλους τις ᾖ, καλὸν καὶ ἀσφαλὲς τὸ ἐν πρώτοις ἀναστρέψαντα ἀνὰ κράτος ἐπικεῖσθαι, ὅταν δ’ ἐγγὺς τῶν ἐναντίων γίγνηται, ὑποχείριον τὸν ἵππον ἔχειν. οὕτω γὰρ ἂν ὡς τὸ εἰκὸς μάλιστα δύναιτο βλάπτων τοὺς ἐναντίους μὴ βλάπτεσθαι ὑπ’ αὐτῶν. 13 ἀνθρώποις μὲν οὖν ἄνθρωπον ἔδοσαν οἱ θεοὶ λόγῳ διδάσκειν ἃ δεῖ ποιεῖν, ἵππον δὲ δῆλον ὅτι λόγῳ μὲν οὐδὲν ἂν διδάξαις· ἢν δὲ ὅταν μὲν ποιήσῃ ὡς ἂν βούλοιο, ἀντιχαρίσῃ τι αὐτῷ, ὅταν δὲ ἀπειθῇ, κολάζῃς, οὕτω μάλιστ’ ἂν μάθοι τὸ δέον ὑπηρετεῖν. 14 καὶ ἔστι μὲν τοῦτο ἐν βραχεῖ εἰπεῖν, δι’ ὅλης δὲ τῆς ἱππικῆς παρακολουθεῖ. καὶ γὰρ χαλινὸν μᾶλλον ἂν λαμβάνοι, εἰ ὁπότε δέξαιτο ἀγαθόν τι αὐτῷ ἀποβαίνοι· καὶ διαπηδῴη δ’ ἂν καὶ ἐξάλλοιτο καὶ τἆλλα πάντα ὑπηρετοίη ἄν, εἰ προσδοκῴη, ὁπότε τὰ σημαινόμενα πράξειε, ῥᾳστώνην τινά.

IX.  Καὶ τὰ μὲν δὴ εἰρημένα ταῦτ’ ἐστίν, ὡς ἂν ἥκιστα μὲν ἐξαπατῷτο καὶ πῶλον καὶ ἵππον ὠνούμενος, ἥκιστα δ’ ἂν διαφθείροι χρώμενος, μάλιστα δ’ ἂν ἵππον ἀποδεικνύοι, εἰ δέοι, ἔχοντα ὧν ἱππεὺς δεῖται εἰς πόλεμον. καιρὸς δ’ ἴσως γράψαι καί, εἴ ποτε συμβαίη θυμοειδεστέρῳ ἵππῳ τοῦ καιρίου χρῆσθαι ἢ βλακωδεστέρῳ, ὡς ἂν ὀρθότατα ἑκατέρῳ χρῷτο. 2 πρῶτον μὲν τοίνυν χρὴ τοῦτο γνῶναι, ὅτι ἐστὶ θυμὸς ἵππῳ ὅπερ ὀργὴ ἀνθρώπῳ. ὥσπερ οὖν ἄνθρωπον ἥκιστ’ ἂν ὀργίζοι τις [ὁ] μήτε λέγων χαλεπὸν μηδὲν μήτε ποιῶν, οὕτω καὶ