Σελίδα:Xenophon V. Opuscula (1920).pdf/165

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
iii
ΠΕΡΙ ΙΠΠΙΚΗΣ

τούτους. εἰσὶ δὲ οἳ διὰ κακὴν ἀγωγὴν καὶ πρὸς τὰς οἴκαδε ἀφόδους φεύγουσιν ἐκ τῶν ἱππασιῶν. 5 τούς γε μὴν ἑτερογνάθους μηνύει μὲν καὶ ἡ πέδη καλουμένη ἱππασία, πολὺ δὲ μᾶλλον καὶ τὸ μεταβάλλεσθαι τὴν ἱππασίαν. πολλοὶ γὰρ οὐκ ἐγχειροῦσιν ἐκφέρειν, ἢν μὴ ἅμα συμβῇ ἥ τε ἄδικος γνάθος καὶ ἡ πρὸς οἶκον ἐκφορά. δεῖ γε μὴν εἰδέναι καὶ εἰ ἀφεθεὶς εἰς τάχος ἀναλαμβάνεται ἐν βραχεῖ καὶ εἰ ἀποστρέφεσθαι ἐθέλει. 6 ἀγαθὸν δὲ μὴ ἄπειρον εἶναι εἰ καὶ πληγῇ ἐγερθεὶς ἐθέλει ὁμοίως πείθεσθαι. ἄχρηστον μὲν γὰρ δήπου καὶ οἰκέτης καὶ στράτευμα ἀπειθές· ἵππος δὲ ἀπειθὴς οὐ μόνον ἄχρηστος, ἀλλὰ πολλάκις καὶ ὅσαπερ προδότης διαπράττεται. 7 ἐπεὶ δὲ πολεμιστήριον ἵππον ὑπεθέμεθα ὠνεῖσθαι, ληπτέον πεῖραν ἁπάντων ὅσωνπερ καὶ ὁ πόλεμος πεῖραν λαμβάνει. ἔστι δὲ ταῦτα, τάφρους διαπηδᾶν, τειχία ὑπερβαίνειν, ἐπ’ ὄχθους ἀνορούειν, ἀπ’ ὄχθων καθάλλεσθαι· καὶ πρὸς ἄναντες δὲ καὶ κατὰ πρανοῦς καὶ πλάγια ἐλαύνοντα πεῖραν λαμβάνειν· πάντα γὰρ ταῦτα καὶ τὴν ψυχὴν εἰ καρτερὰ καὶ τὸ σῶμα εἰ ὑγιὲς δοκιμάζει. 8 οὐ μέντοι τὸν μὴ καλῶς πάνυ ταῦτα ποιοῦντα ἀποδοκιμαστέον. πολλοὶ γὰρ οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ ἄπειροι εἶναι τούτων ἐλλείπονται. μαθόντες δὲ καὶ ἐθισθέντες καὶ μελετήσαντες καλῶς ἂν ταῦτα πάντα ποιοῖεν, εἴ γ’ ἄλλως ὑγιεῖς καὶ μὴ κακοὶ εἶεν. 9 τούς γε μέντοι ὑπόπτας φύσει φυλακτέον. οἱ γὰρ ὑπέρφοβοι βλάπτειν μὲν τοὺς πολεμίους ἀφ’ ἑαυτῶν οὐκ ἐῶσι, τὸν δὲ ἀναβάτην ἔσφηλάν τε πολλάκις καὶ εἰς τὰ χαλεπώτατα ἐνέβαλον. 10 δεῖ δὲ καὶ εἴ τινα χαλεπότητα ἔχοι ὁ ἵππος καταμανθάνειν, εἴτε πρὸς ἵππους εἴτε πρὸς ἀνθρώπους, καὶ εἰ δυσγάργαλίς γε εἴη· πάντα γὰρ ταῦτα χαλεπὰ τοῖς κεκτημένοις γίγνεται. 11 τὰς δέ γε τῶν χαλι-