Σελίδα:Xenophon V. Opuscula (1920).pdf/111

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
iii
ΠΟΡΟΙ

6 Εἰς μὲν οὖν τὰς τοιαύτας αὐξήσεις τῶν προσόδων οὐδὲ προδαπανῆσαι δεῖ οὐδὲν ἀλλ’ ἢ ψηφίσματά τε φιλάνθρωπα καὶ ἐπιμελείας. ὅσαι δ’ ἂν ἄλλαι δοκοῦσί μοι πρόσοδοι γίγνεσθαι, γιγνώσκω ὅτι ἀφορμῆς δεήσει εἰς αὐτάς. 7 οὐ μέντοι δύσελπίς εἰμι τὸ μὴ οὐχὶ προθύμως ἂν τοὺς πολίτας εἰς τὰ τοιαῦτα εἰσφέρειν, ἐνθυμούμενος ὡς πολλὰ μὲν εἰσήνεγκεν ἡ πόλις, ὅτε Ἀρκάσιν ἐβοήθει ἐπὶ Λυσιστράτου ἡγουμένου, πολλὰ δὲ ἐπὶ Ἡγησίλεω. 8 ἐπίσταμαι δὲ καὶ τριήρεις πολλάκις ἐκπεμπομένας σὺν πολλῇ δαπάνῃ, καὶ ταύτας γενομένας, τούτου μὲν ἀδήλου ὄντος εἴτε βέλτιον εἴτε κάκιον ἔσται, ἐκείνου δὲ δήλου ὅτι οὐδέποτε ἀπολήψονται ἃ ἂν εἰσενέγκωσιν οὐδὲ μεθέξουσιν ὧν ἂν εἰσενέγκωσι. 9 κτῆσιν δὲ ἀπ’ οὐδενὸς ἂν οὕτω καλὴν κτήσαιντο ὥσπερ ἀφ’ οὗ ἂν προτελέσωσιν εἰς τὴν ἀφορμήν·ᾧ μὲν γὰρ ἂν δέκα μναῖ εἰσφορὰ γένηται, ὥσπερ ναυτικόν, σχεδὸν ἐπίπεμπτον αὐτῷ γίγνεται, τριώβολον τῆς ἡμέρας λαμβάνοντι· ᾧ δέ γ’ ἂν πέντε μναῖ, πλέον ἢ ἐπίτριτον. 10 οἱ δέ γε πλεῖστοι Ἀθηναίων πλείονα λήψονται κατ’ ἐνιαυτὸν ἢ ὅσα ἂν εἰσενέγκωσιν. οἱ γὰρ μνᾶν προτελέσαντες ἐγγὺς δυοῖν μναῖν πρόσοδον ἕξουσι, καὶ ταῦτα ἐν πόλει, ὃ δοκεῖ τῶν ἀνθρωπίνων ἀσφαλέστατόν τε καὶ πολυχρονιώτατον εἶναι. 11 οἶμαι δὲ ἔγωγε, εἰ μέλλοιεν ἀναγραφήσεσθαι εὐεργέται εἰς τὸν ἅπαντα χρόνον, καὶ ξένους ἂν πολλοὺς εἰσενεγκεῖν, ἔστι δ’ ἃς ἂν καὶ πόλεις τῆς ἀναγραφῆς ὀρεγομένας. ἐλπίζω δὲ καὶ βασιλέας ἄν τινας καὶ τυράννους καὶ σατράπας ἐπιθυμῆσαι μετασχεῖν ταύτης τῆς χάριτος.

12 Ὁπότε γε μὴν ἀφορμὴ ὑπάρχοι, καλὸν μὲν καὶ ἀγαθὸν ναυκλήροις οἰκοδομεῖν καταγώγια περὶ λιμένας πρὸς τοῖς