Σελίδα:Xenophon IV. Institutio Cyri (1910).pdf/87

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
II. ii
ΚΥΡΟΥ ΠΑΙΔΕΙΑΣ B

δή σοι ἕνα, ὦ Κῦρε, τῶν ἑταίρων ἐπιδεικνύω. ἐπὶ μὲν δὴ τούτῳ ὥσπερ εἰκὸς ἐγέλασαν. 6 ἄλλος δέ τις ἔλεξε τῶν ταξιάρχων· Οὗτος μὲν δή, ὦ Κῦρε, ὡς ἔοικεν, οὕτω δυσκόλῳ ἐπέτυχεν. ἐγὼ δέ, ὡς σὺ διδάξας ἡμᾶς τὰς τάξεις ἀπέπεμψας καὶ ἐκέλευσας διδάσκειν τὴν ἑαυτοῦ ἕκαστον τάξιν ἃ παρὰ σοῦ ἐμάθομεν, οὕτω δὴ καὶ ἐγώ, ὥσπερ καὶ οἱ ἄλλοι ἐποίουν, ἐλθὼν ἐδίδασκον ἕνα λόχον. καὶ στήσας τὸν λοχαγὸν πρῶτον καὶ τάξας δὴ ἐπ’ αὐτῷ ἄνδρα νεανίαν καὶ τοὺς ἄλλους ᾗ ᾤμην δεῖν, ἔπειτα στὰς ἐκ τοῦ ἔμπροσθεν βλέπων εἰς τὸν λόχον, ἡνίκα μοι ἐδόκει καιρὸς εἶναι, προϊέναι ἐκέλευσα. 7 καὶ ἁνήρ σοι ὁ νεανίας ἐκεῖνος προελθὼν τοῦ λοχαγοῦ πρότερος ἐπορεύετο. κἀγὼ ἰδὼν εἶπον· ἄνθρωπε, τί ποιεῖς; καὶ ὃς ἔφη· Προέρχομαι ὥσπερ σὺ κελεύεις. κἀγὼ εἶπον· Ἀλλ’ οὐκ ἐγὼ σὲ μόνον ἐκέλευον ἀλλὰ πάντας προϊέναι. καὶ ὃς ἀκούσας τοῦτο μεταστραφεὶς πρὸς τοὺς λοχίτας εἶπεν· Οὐκ ἀκούετε, ἔφη, λοιδορουμένου; προϊέναι πάντας κελεύει. καὶ ἅνδρες πάντες παρελθόντες τὸν λοχαγὸν ᾖσαν πρὸς ἐμέ. 8 ἐπεὶ δὲ ὁ λοχαγὸς αὐτοὺς ἀνεχώριζεν, ἐδυσφόρουν καὶ ἔλεγον· Ποτέρῳ δὴ πείθεσθαι χρή; νῦν γὰρ ὁ μὲν κελεύει προϊέναι, ὁ δ’ οὐκ ἐᾷ. ἐγὼ μέντοι ἐνεγκὼν ταῦτα πρᾴως ἐξ ἀρχῆς αὖ καταχωρίσας εἶπον μηδένα τῶν ὄπισθεν κινεῖσθαι πρὶν ἂν ὁ πρόσθεν ἡγῆται, ἀλλὰ τοῦτο μόνον ὁρᾶν πάντας, τῷ πρόσθεν ἕπεσθαι. 9 ὡς δ’ εἰς Πέρσας