Σελίδα:Xenophon IV. Institutio Cyri (1910).pdf/250

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
VI. i
ΞΕΝΟΦΩΝΤΟΣ

ἔλεγον τῷ Γαδάτᾳ τῷδε τοσοῦτον μόνον ὡς οὐχ οἷόν τέ σοι εἴη στρατεύεσθαι, λέγων ὅτι ὁ πατήρ σε μεταπέμποιτο. καὶ ὁ Κῦρος, Τί λέγεις; 5 ἔφη· καὶ σὺ τοῦτο ἐτόλμησας ἐξενεγκεῖν, εἴτ’ ἐγὼ ἐβουλόμην εἴτε μή; Ναὶ μὰ Δί’, ἔφη· ὁρῶ γάρ σε ὑπερεπιθυμοῦντα ἐν Πέρσαις περίβλεπτον περιελθεῖν καὶ τῷ πατρὶ ἐπιδείξασθαι ᾗ ἕκαστα διεπράξω. ὁ δὲ Κῦρος ἔφη· Σὺ δ’ οὐκ ἐπιθυμεῖς οἴκαδε ἀπελθεῖν; Οὐ μὰ Δί’, ἔφη, ὁ Ὑστάσπας, οὐδ’ ἄπειμί γε, ἀλλὰ μένων στρατηγήσω, ἔστ’ ἂν ποιήσω Γαδάταν τουτονὶ τοῦ Ἀσσυρίου δεσπότην.

6 Οἱ μὲν δὴ τοιαῦτ’ ἔπαιζον σπουδῇ πρὸς ἀλλήλους. ἐν δὲ τούτῳ Κυαξάρης σεμνῶς κεκοσμημένος ἐξῆλθε καὶ ἐπὶ θρόνου Μηδικοῦ ἐκαθέζετο. ὡς δὲ πάντες συνῆλθον οὓς ἔδει καὶ σιωπὴ ἐγένετο, ὁ Κυαξάρης ἔλεξεν ὧδε. Ἄνδρες σύμμαχοι, ἴσως, ἐπειδὴ παρὼν τυγχάνω καὶ πρεσβύτερός εἰμι Κύρου, εἰκὸς ἄρχειν με λόγου. νῦν οὖν δοκεῖ μοι εἶναι καιρὸς περὶ τούτου πρῶτον διαλέγεσθαι πότερον στρατεύεσθαι ἔτι [καιρὸς] δοκεῖ [εἶναι] ἢ διαλύειν ἤδη τὴν στρατιάν· 7 λεγέτω οὖν τις, ἔφη, περὶ αὐτοῦ τούτου ᾗ γιγνώσκει. ἐκ τούτου πρῶτος μὲν εἶπεν ὁ Ὑρκάνιος· Ἄνδρες σύμμαχοι, οὐκ οἶδα μὲν ἔγωγε εἴ τι δεῖ λόγων ὅπου αὐτὰ τὰ ἔργα δεικνύει τὸ κράτιστον. πάντες γὰρ ἐπιστάμεθα ὅτι ὁμοῦ μὲν ὄντες πλείω κακὰ τοὺς πολεμίους ποιοῦμεν ἢ πάσχομεν· ὅτε δὲ χωρὶς ἦμεν ἀλλήλων, ἐκεῖνοι ἡμῖν ἐχρῶντο ὡς ἐκείνοις ἦν ἥδιστον, ἡμῖν γε μὴν ὡς χαλεπώτατον. 8 ἐπὶ τούτῳ ὁ Καδούσιος εἶπεν· Ἡμεῖς δὲ τί ἂν λέγοιμεν, ἔφη,