Σελίδα:Xenophon IV. Institutio Cyri (1910).pdf/246

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
V. v
ΞΕΝΟΦΩΝΤΟΣ

μακρὰν ἥκων δείπνει ἤδη· καὶ εἴ τινές σε τιμῶσιν, ἀντασπάζου καὶ εὐώχει αὐτούς, ἵνα σε καὶ θαρρήσωσιν· ἐγὼ δ’ ἀπιὼν ἐφ’ ἅπερ λέγω τρέψομαι. 43 αὔριον δ’, ἔφη, πρῲ δεῦρ’ ἐπὶ τὰς σὰς θύρας παρέσονται οἱ ἐπικαίριοι, ὅπως βουλευσώμεθα πάντες σὺν σοὶ ὅ τι χρὴ ποιεῖν τὸ ἐκ τοῦδε. σὺ δ’ ἡμῖν ἔμβαλε ⟨βουλὴν⟩ παρὼν περὶ τούτου, πότερον ἔτι δοκεῖ στρατεύεσθαι ἢ καιρὸς ἤδη διαλύειν τὴν στρατιάν. 44 ἐκ τούτου ὁ μὲν Κυαξάρης ἀμφὶ δεῖπνον εἶχεν, ὁ δὲ Κῦρος συλλέξας τοὺς ἱκανωτάτους τῶν φίλων καὶ φρονεῖν καὶ συμπράττειν, εἴ τι δέοι, ἔλεξε τοιάδε.

Ἄνδρες φίλοι, ἃ μὲν δὴ πρῶτα ηὐξάμεθα, πάρεστι σὺν θεοῖς. ὅπῃ γὰρ ἂν πορευώμεθα, κρατοῦμεν τῆς χώρας· καὶ μὲν δὴ τοὺς πολεμίους ὁρῶμεν μειουμένους, ἡμᾶς δὲ αὐτοὺς πλείονάς τε καὶ ἰσχυροτέρους γιγνομένους. 45 εἰ δὲ ἡμῖν ἔτι ἐθελήσειαν οἱ νῦν προσγεγενημένοι σύμμαχοι παραμεῖναι, πολλῷ ἂν μᾶλλον ἁνύσαι δυναίμεθα καὶ εἴ τι βιάσασθαι καιρὸς καὶ εἴ τι πεῖσαι δέοι. ὅπως οὖν τὸ μένειν ὡς πλείστοις συνδοκῇ τῶν συμμάχων, οὐδὲν μᾶλλον τοῦτο ἐμὸν ἔργον ἢ καὶ ὑμέτερον μηχανᾶσθαι, 46 ἀλλ’ ὥσπερ ὅταν μάχεσθαι δέῃ, ὁ πλείστους χειρωσάμενος ἀλκιμώτατος δοξάζεται εἶναι, οὕτω καὶ ὅταν πεῖσαι δέῃ, ὁ πλείστους ὁμογνώμονας ἡμῖν ποιήσας οὗτος δικαίως ἂν λεκτικώτατός τε καὶ πρακτικώτατος κρίνοιτο ἂν εἶναι. 47 μὴ μέντοι ὡς λόγον ἡμῖν ἐπιδειξόμενοι οἷον ἂν εἴποιτε πρὸς ἕκαστον αὐτῶν τοῦτο μελετᾶτε, ἀλλ’ ὡς τοὺς πεπεισμένους ὑφ’ ἑκάστου δήλους