Σελίδα:Xenophon IV. Institutio Cyri (1910).pdf/234

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
V. iv
ΞΕΝΟΦΩΝΤΟΣ

ἔλαττον εἶχες προσῆλθές τε πρὸς αὐτὸ τὸ τεῖχος καὶ ἐθεᾶτο ἡμᾶς οὐ πολλοὺς ὄντας· νῦν δὲ εἰ καὶ παρεσκευασμένος τί ἐστιν, ὥσπερ πρὸς σὲ εἶπεν ὅτι παρασκευάζοιτο ὡς μαχούμενός σοι, οἶδ’ ὅτι ἰδόντι αὐτῷ τὴν σὴν δύναμιν πάλιν ἀπαρασκευαστότατα τὰ αὑτοῦ φανεῖται.

43 Καὶ ὁ Κῦρος πρὸς ταῦτα εἶπε· Δοκεῖς μοι, ὦ Γωβρύα, θαυμάζειν ὅτι ἐν ᾧ μὲν χρόνῳ πολὺ μείονα ἔχων στρατιὰν ἦλθον, πρὸς αὐτὸ τὸ τεῖχος προσῆγον· νῦν δ’ ἐπεὶ πλείονα δύναμιν ἔχω, οὐκ ἐθέλω ὑπ’ αὐτὰ τὰ τείχη ἄγειν. 44 ἀλλὰ μὴ θαύμαζε· οὐ γὰρ τὸ αὐτό ἐστι προσάγειν τε καὶ παράγειν. προσάγουσι μὲν γὰρ πάντες οὕτω ταξάμενοι ὡς ἂν ἄριστοι εἶεν μάχεσθαι [καὶ ἀπάγουσι δὲ οἱ σώφρονες ᾗ ἂν ἀσφαλέστατα, 45 οὐχ ᾗ ἂν τάχιστα ἀπέλθοιεν], παριέναι δὲ ἀνάγκη ἐστὶν ἐκτεταμέναις μὲν ταῖς ἁμάξαις, ἀνειρμένοις δὲ καὶ τοῖς ἄλλοις σκευοφόροις ἐπὶ πολύ· ταῦτα δὲ πάντα δεῖ προκεκαλύφθαι τοῖς ὁπλοφόροις καὶ μηδαμῇ τοῖς πολεμίοις γυμνὰ ὅπλων τὰ σκευοφόρα φαίνεσθαι. 46 ἀνάγκη οὖν οὕτω πορευομένων ἐπὶ λεπτὸν καὶ ἀσθενὲς τὸ μάχιμον τετάχθαι· εἰ οὖν βούλοιντο ἁθρόοι ἐκ τοῦ τείχους προσπεσεῖν πῃ, ὅπῃ προσμείξειαν, πολὺ ἂν ἐρρωμενέστεροι συμμιγνύοιεν τῶν παριόν-