Σελίδα:Xenophon IV. Institutio Cyri (1910).pdf/233

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
V. iv
ΚΥΡΟΥ ΠΑΙΔΕΙΑΣ Ε

χαίρεις, ἔχων σὺν σαυτῷ πορεύου. καὶ σύ τ’ ἂν ἐμοί, ὥς γ’ ἐμοὶ δοκεῖ, πάνυ χρήσιμος εἴης, ἐγώ τε σοὶ ὅσα ἂν δύνωμαι πειράσομαι. 38 ἀκούσας ταῦτα ὁ Γαδάτας ἀνέπνευσέ τε καὶ εἶπεν· Ἆρ’ οὖν, ἔφη, δυναίμην ἂν συσκευασάμενος φθάσαι πρίν σε ἐξιέναι; βούλομαι γάρ τοι, ἔφη, καὶ τὴν μητέρα ἄγειν μετ’ ἐμαυτοῦ. Ναὶ μὰ Δί’, ἔφη, φθάσεις μέντοι. 39 ἐγὼ γὰρ ἐπισχήσω ἔστ’ ἂν φῇς καλῶς ἔχειν. οὕτω δὴ ὁ Γαδάτας ἀπελθὼν φύλαξι μὲν τὰ τείχη σὺν Κύρῳ ὠχυρώσατο, συνεσκευάσατο δὲ πάντα ὁπόσοις ἂν οἶκος μέγας καλῶς οἰκοῖτο. ἤγετο δὲ καὶ τῶν ἑαυτοῦ τῶν τε πιστῶν οἷς ἥδετο καὶ ὧν ἠπίστει πολλούς, ἀναγκάσας τοὺς μὲν καὶ γυναῖκας ἄγειν, τοὺς δὲ καὶ ἀδελφούς, ὡς δεδεμένους τούτοις κατέχοι αὐτούς. 40 καὶ τὸν μὲν Γαδάταν εὐθὺς ὁ Κῦρος ἐν τοῖς περὶ αὑτὸν ᾔει ἔχων καὶ ὁδῶν φραστῆρα καὶ ὑδάτων καὶ χιλοῦ καὶ σίτου, ὡς εἴη ἐν [τοῖς] ἀφθονωτάτοις στρατοπεδεύεσθαι.

41 Ἐπεὶ δὲ πορευόμενος καθεώρα τὴν τῶν Βαβυλωνίων πόλιν καὶ ἔδοξεν αὐτῷ ἡ ὁδὸς ἣν ᾔει παρ’ αὐτὸ τὸ τεῖχος φέρειν, καλέσας τὸν Γωβρύαν καὶ τὸν Γαδάταν ἠρώτα εἰ εἴη ἄλλη ὁδός, ὥστε μὴ πάνυ ἐγγὺς τοῦ τείχους ἄγειν. 42 καὶ ὁ Γωβρύας εἶπεν· Εἰσὶ μέν, ὦ δέσποτα, καὶ πολλαὶ ὁδοί· ἀλλ’ ἔγωγ’, ἔφη, ᾠόμην καὶ βούλεσθαι ἄν σε νῦν ὅτι ἐγγυτάτω τῆς πόλεως ἄγειν, ἵνα καὶ ἐπιδείξαις αὐτῷ ὅτι τὸ στράτευμά σου ἤδη πολύ τέ ἐστι καὶ καλόν· ἐπειδὴ καὶ ὅτε