Σελίδα:Xenophon IV. Institutio Cyri (1910).pdf/214

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
V. iii
ΞΕΝΟΦΩΝΤΟΣ

αὐτόν, καὶ δέοιτό γ’ ἂν αὐτοῦ μένειν ἔστε σὺ ἀπέλθοις. Οὐκοῦν, ἔφη ὁ Κῦρος, εἴ γε ἅπαξ εἰσέλθοι, δύναιτ’ ἂν ἡμῖν ὑποχείριον ποιῆσαι τὸ χωρίον; 14 Εἰκὸς γοῦν, ἔφη ὁ Γωβρύας, τὰ μὲν ἔνδον ἐκείνου συμπαρασκευάζοντος, τὰ δ’ ἔξωθεν σοῦ ἰσχυρότερα προσάγοντος. Ἴθι οὖν, ἔφη, καὶ πειρῶ ταῦτα διδάξας καὶ διαπραξάμενος παρεῖναι· πιστὰ δὲ αὐτῷ οὐκ ἂν μείζω οὔτ’ εἴποις οὔτε δείξαις ὧν αὐτὸς σὺ τυγχάνεις παρ’ ἡμῶν εἰληφώς.

15 Ἐκ τούτου ᾤχετο μὲν ὁ Γωβρύας· ἄσμενος δὲ ἰδὼν αὐτὸν ὁ εὐνοῦχος συνωμολόγει τε πάντα καὶ συνέθετο ἃ ἔδει. ἐπεὶ δὲ ἀπήγγειλεν ὁ Γωβρύας ὅτι πάντα δοκοίη ἰσχυρῶς τῷ εὐνούχῳ τὰ ἐπισταλέντα, ἐκ τούτου τῇ ὑστεραίᾳ προσέβαλε μὲν ὁ Κῦρος, ἀπεμάχετο δὲ ὁ Γαδάτας. ἦν δὲ καὶ ὃ ἔλαβε χωρίον ὁ Κῦρος, ὁποῖον ἔφη ὁ Γαδάτας. 16 τῶν δὲ ἀγγέλων οὓς ἔπεμψεν ὁ Κῦρος προειπὼν ᾗ πορεύσοιντο, ὅπως ἄγοιεν τὰ στρατεύματα καὶ τὰς κλίμακας κομίζοιεν, τοὺς μὲν εἴασεν ὁ Γαδάτας διαφεύγειν· οὓς δ’ ἔλαβε, βασανίζων ἐναντίον πολλῶν, ὡς ἤκουσεν ἐφ’ ἃ ἔφασαν πορεύεσθαι, εὐθέως συσκευασάμενος ὡς ἐξαγγελῶν τῆς νυκτὸς ἐπορεύετο. 17 τέλος δὲ πιστευθεὶς ὡς βοηθὸς εἰσέρχεται εἰς τὸ φρούριον· καὶ τέως μὲν συμπαρεσκεύαζεν ὅ τι δύναιτο τῷ φρουράρχῳ· ἐπεὶ