Σελίδα:Xenophon IV. Institutio Cyri (1910).pdf/203

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
V. ii
ΚΥΡΟΥ ΠΑΙΔΕΙΑΣ Ε

δ’ αὐτὰ τῇ παιδὶ ταύτῃ κἀκείνῳ ὃς ἂν γήμῃ αὐτήν. ἓν δὲ δῶρον ἄπειμι ἔχων παρὰ σοῦ ἀνθ’ οὗ οὐδ’ ἂν τὰ ἐν Βαβυλῶνι, [εἰ ἐκεῖ πλεῖστά ἐστιν,] οὐδὲ τὰ πανταχοῦ [ἀντὶ τούτου οὗ σύ μοι δεδώρησαι] ἥδιον ἂν ἔχων ἀπέλθοιμι. 9 καὶ ὁ Γωβρύας θαυμάσας τε τί τοῦτ’ εἴη καὶ ὑποπτεύσας μὴ τὴν θυγατέρα λέγοι, οὕτως ἤρετο· Καὶ τί τοῦτ’ ἔστιν, ἔφη, ὦ Κῦρε; καὶ ὁ Κῦρος ἀπεκρίνατο· Ὅτι, ἔφη, ἐγώ, ὦ Γωβρύα, πολλοὺς μὲν οἶμαι εἶναι ἀνθρώπους οἳ οὔτε ἀσεβεῖν ἂν θέλοιεν οὔτε ἀδικεῖν οὔτε ἂν ψεύδοιντο ἑκόντες εἶναι· διὰ δὲ τὸ μηδένα αὐτοῖς ἠθεληκέναι προέσθαι μήτε χρήματα πολλὰ μήτε τυραννίδα μήτε τείχη ἐρυμνὰ μήτε τέκνα ἀξιέραστα, ἀποθνῄσκουσι πρότερον πρὶν δῆλοι γενέσθαι οἷοι ἦσαν· 10 ἐμοὶ δὲ σὺ νυνὶ καὶ τείχη ἐρυμνὰ καὶ πλοῦτον παντοδαπὸν καὶ δύναμιν τὴν σὴν καὶ θυγατέρα ἀξιόκτητον ἐγχειρίσας πεποίηκάς με δῆλον γενέσθαι πᾶσιν ἀνθρώποις ὅτι οὔτ’ ἂν ἀσεβεῖν περὶ ξένους θέλοιμι οὔτ’ ἂν ἀδικεῖν χρημάτων ἕνεκα οὔτε συνθήκας ἂν ψευδοίμην ἑκὼν εἶναι. 11 τούτων ἐγώ, εὖ ἴσθι, ἕως ἂν ἀνὴρ δίκαιος ὦ καὶ δοκῶν εἶναι τοιοῦτος ἐπαινῶμαι ὑπ’ ἀνθρώπων, οὔποτ’ ἐπιλήσομαι, ἀλλὰ πειράσομαί σε ἀντιτιμῆσαι πᾶσι τοῖς καλοῖς. 12 καὶ ἀνδρὸς δ’, ἔφη, τῇ θυγατρὶ μὴ φοβοῦ ὡς ἀπορήσεις ἀξίου ταύτης· πολλοὶ γὰρ καὶ ἀγαθοὶ φίλοι εἰσὶν ἐμοί· ὧν τις γαμεῖ ταύτην· εἰ μέντοι χρήμαθ’ ἕξει τοσαῦτα ὅσα σὺ δίδως ἢ καὶ ἄλλα πολλαπλάσια τούτων, οὐκ ἂν ἔχοιμι εἰπεῖν· σὺ μέντοι εὖ ἴσθι ὅτι εἰσί τινες αὐτῶν οἳ ὧν μὲν σὺ δίδως