Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/227

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
xviii
ΟΙΚΟΝΟΜΙΚΟΣ

ἁλοατός, τίνι τοῦτο .., ὦ Σώκρατες; ἔφη. Δῆλον ὅτι, ἔφην ἐγώ, τοῖς ἐπαλωσταῖς. στρέφοντες γὰρ καὶ ὑπὸ τοὺς πόδας ὑποβάλλοντες τὰ ἄτριπτα ἀεὶ δῆλον ὅτι μάλιστα ὁμαλίζοιεν ἂν τὸν δῖνον καὶ τάχιστα ἁνύτοιεν. Ταῦτα μὲν τοίνυν, ἔφη, οὐδὲν ἐμοῦ λείπει γιγνώσκων. 6 Οὐκοῦν, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἐκ τούτου δὴ καθαροῦμεν τὸν σῖτον λικμῶντες. Καὶ λέξον γέ μοι, ὦ Σώκρατες, ἔφη ὁ Ἰσχόμαχος, ἦ οἶσθα ὅτι ἂν ἐκ τοῦ προσηνέμου μέρους τῆς ἅλω ἄρχῃ, δι’ ὅλης τῆς ἅλω οἴσεταί σοι τὰ ἄχυρα; Ἀνάγκη γάρ, ἔφην ἐγώ. 7 Οὐκοῦν εἰκὸς καὶ ἐπιπίπτειν, ἔφη, αὐτὰ ἐπὶ τὸν σῖτον. Πολὺ γάρ ἐστιν, ἔφην ἐγώ, τὸ ὑπερενεχθῆναι τὰ ἄχυρα ὑπὲρ τὸν σῖτον εἰς τὸ κενὸν τῆς ἅλω. Ἂν δέ τις, ἔφη, λικμᾷ ἐκ τοῦ ὑπηνέμου ἀρχόμενος; Δῆλον, ἔφην ἐγώ, ὅτι εὐθὺς ἐν τῇ ἀχυροδόκῃ ἔσται τὰ ἄχυρα. 8 Ἐπειδὰν δὲ καθάρῃς, ἔφη, τὸν σῖτον μέχρι τοῦ ἡμίσεος τῆς ἅλω, πότερον εὐθὺς οὕτω κεχυμένου τοῦ σίτου λικμήσεις τὰ ἄχυρα τὰ λοιπὰ ἢ συνώσας τὸν καθαρὸν πρὸς τὸν πόλον ὡς εἰς στενότατον; Συνώσας νὴ Δί’, ἔφην ἐγώ, τὸν καθαρὸν σῖτον, ἵν’ ὑπερφέρηταί μοι τὰ ἄχυρα εἰς τὸ κενὸν τῆς ἅλω, καὶ μὴ δὶς ταὐτὰ ἄχυρα δέῃ λικμᾶν. 9 Σὺ μὲν δὴ ἄρα, ἔφη, ὦ Σώκρατες, σῖτόν γε ὡς ἂν τάχιστα καθαρὸς γένοιτο κἂν ἄλλον δύναιο διδάσκειν. Ταῦτα τοίνυν, ἔφην ἐγώ, ἐλελήθη ἐμαυτὸν ἐπιστάμενος. καὶ πάλαι ἐννοῶ ἄρα εἰ λέληθα καὶ χρυσοχοεῖν καὶ αὐλεῖν καὶ ζωγραφεῖν ἐπιστάμενος. ἐδίδαξε γὰρ οὔτε ταῦτά με οὐδεὶς οὔτε γεωργεῖν· ὁρῶ δ’ ὥσπερ γεωργοῦντας καὶ τὰς ἄλλας τέχνας ἐργαζομένους ἀνθρώπους. 10 Οὐκοῦν, ἔφη ὁ Ἰσχόμαχος, ἔλεγον ἐγώ σοι πάλαι ὅτι καὶ ταύτῃ εἴη γενναιοτάτη ἡ γεωργικὴ τέχνη, ὅτι καὶ ῥᾴστη ἐστὶ μαθεῖν. Ἄγε δή, ἔφην ἐγώ, οἶδα,