Σελίδα:Xenophon I. Historia Graeca (1901).pdf/212

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
VI. ii
ΞΕΝΟΦΩΝΤΟΣ

φειν ἐπειρῶντο. ὡς δ’ ἤρξαντο ἐπαναχωρεῖν, οἱ μὲν πολέμιοι ὡς φεύγουσιν ἐπέθεντο, οἱ δ’ οὐκέτι ἐπανέστρεψαν· καὶ οἱ ἐχόμενοι δ’ αὐτῶν εἰς φυγὴν ὥρμων. 22 ὁ δὲ Μνάσιππος τοῖς μὲν πιεζομένοις οὐκ ἐδύνατο βοηθεῖν διὰ τοὺς ἐκ τοῦ καταντικρὺ προσκειμένους, ἀεὶ δ’ ἐλείπετο σὺν ἐλάττοσι. τέλος δὲ οἱ πολέμιοι ἁθρόοι γενόμενοι πάντες ἐπετίθεντο τοῖς περὶ τὸν Μνάσιππον, ἤδη μάλα ὀλίγοις οὖσι. καὶ οἱ πολῖται ὁρῶντες τὸ γιγνόμενον ἐπεξῇσαν. 23 ἐπεὶ δ’ ἐκεῖνον ἀπέκτειναν, ἐδίωκον ἤδη ἅπαντες. ἐκινδύνευσαν δ’ ἂν καὶ τὸ στρατόπεδον ἑλεῖν σὺν τῷ χαρακώματι, εἰ μὴ οἱ διώκοντες τὸν ἀγοραῖόν τε ὄχλον ἰδόντες καὶ τὸν τῶν θεραπόντων καὶ τὸν τῶν ἀνδραπόδων, οἰηθέντες ὄφελός τι αὐτῶν εἶναι, ἀπεστρέφοντο. 24 καὶ τότε μὲν τροπαῖόν τε ἵστασαν οἱ Κερκυραῖοι τούς τε νεκροὺς ὑποσπόνδους ἀπεδίδοσαν. ἐκ δὲ τούτου οἱ μὲν ἐν τῇ πόλει ἐρρωμενέστεροι ἐγεγένηντο, οἱ δ’ ἔξω ἐν πάσῃ δὴ ἀθυμίᾳ ἦσαν. καὶ γὰρ ἐλέγετο ὅτι Ἰφικράτης τε ὅσον οὐκ ἤδη παρείη, καὶ οἱ Κερκυραῖοι δὲ τῷ ὄντι ναῦς ἐπλήρουν. 25 Ὑπερμένης δέ, ὃς ἐτύγχανεν ἐπιστολιαφόρος τῷ Μνασίππῳ ὤν, τό τε ναυτικὸν πᾶν ὅσον ἦν ἐκεῖ συνεπλήρωσε, καὶ περιπλεύσας πρὸς τὸ χαράκωμα τὰ πλοῖα πάντα γεμίσας τῶν τε ἀνδραπόδων καὶ τῶν χρημάτων ἀπέστελλεν· αὐτὸς δὲ σύν τε τοῖς ἐπιβάταις καὶ τοῖς περισωθεῖσι τῶν στρατιωτῶν διεφύλαττε τὸ χαράκωμα· 26 τέλος δὲ καὶ οὗτοι μάλα τεταραγμένοι ἀναβάντες ἐπὶ τὰς τριήρεις ἀπέπλεον, πολὺν μὲν σῖτον, πολὺν δὲ οἶνον, πολλὰ δὲ ἀνδράποδα καὶ ἀσθενοῦντας στρατιώτας καταλιπόντες· δεινῶς γὰρ ἐπεφόβηντο μὴ καταληφθεῖεν ὑπὸ τῶν Ἀθηναίων ἐν τῇ νήσῳ. καὶ ἐκεῖνοι μὲν εἰς Λευκάδα ἀπεσώθησαν.

27 Ὁ δὲ Ἰφικράτης ἐπεὶ ἤρξατο τοῦ περίπλου, ἅμα μὲν ἔπλει, ἅμα δὲ πάντα ὅσα εἰς ναυμαχίαν παρεσκευάζετο·