Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΚΑΤΑ ΙΩΑΝΗΝ
1 | ΕΝ ΑΡΧΗ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, | |
2 | καὶ θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ | |
3 | πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ | |
4 | ἐγένετο οὐδὲ ⸢ἓν. ὃ γέγονεν ἐν⸣ αὐτῷ ζωὴ ⸢ἦν⸣, καὶ ἡ ζωὴ | ἓν ὃ γέγονεν. ἐν |ἓστιν| |
5 | ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, | |
6 | καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος | |
7 | ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν | |
εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες | ||
8 | πιστεύσωσιν δι’ αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα | |
9 | μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ | |
10 | φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν | |
τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος | ||
11 | αὐτὸν οὐκ ἔγνω. ⸢Εἰς⸣ τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ | εἰς |
12 | παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν | |
τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, | ||
13 | οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελή- | Ap. |
14 | ματος ἀνδρὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. Καὶ | |
ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασά- | ||
μεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, | ||
15 | πλήρης χάριτος καὶ ἀληθείας. (Ἰωάννης μαρτυρεῖ περὶ | |
αὐτοῦ καὶ κέκραγεν ⸢λέγων— οὗτος ἦν ὃν εἶπον— Ὀ⸣ ὀπί- | * | |
σω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου | ||
* λέγων· Οὗτος ἦν ὃν εἶπον· ὁ v. λέγων· Οὗτος ἦν ὃν εἶπον. Ὀ |