σιλείᾳ τῶν οὐρανῶν. λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισ- 20
σεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ
Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐ-
ρανῶν.
Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐ 21
φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.
Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ
ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ
Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ Μωρέ,
ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. ἐὰν οὖν προσ- 23
φέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς
ὅτι ὁ ἀδελφός σον ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν 24
σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλ-
λάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ
δῶρόν σου. ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου 25
εἶ μετ᾽ αὐτοῦ ἐν τῇ ὁδῷ, μή ποτέ σε παραδῷ ὁ ἀντίδικος
τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βλη-
θήσῃ· ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν 26
ἀποδῷς τὸν ἔσχατον κοδράντην.
Ἠκούσατε ὅτι 27
ἐρρέθη Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέ- 28
πων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι [αὐτὴν] ἤδη ἐμοίχευσεν
αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς 29
σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει
γάρ σοι ἵνα ἀπόληται ἕν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ
σῶμά σου βληθῇ εἰς γέενναν· καὶ εἰ ἡ δεξιά σου χεὶρ 30
σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ, συμ-
φέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σον καὶ μὴ ὅλον
τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ.
Ἐρρέθη δέ 31
Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αύτοῦ, δότω αὐτῇ ἀπο-
στάσιον. Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν 32
γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοι-
χευθῆναι[, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶ-
ται].
Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις 33
Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ κγρίῳ τοὺς ὅρ-