Σελίδα:The New Testament in the original Greek - 1881.djvu/108

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10IV V
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

ΑΠΟ ΤΟΤΕ ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν 17

⸢Μετανοεῖτε, ἢγγικεν γὰρ⸣ ἡ βασιλεία τῶν οὐρανῶν.

Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν 18

δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν

τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θά-

λασσαν, ἦσαν γὰρ ἁλεεῖς· καὶ λέγει αὐτοῖς Δεῦτε ὀπίσω 19

μου, καὶ ποιήσω ὑμᾶς ἁλεεῖς ἀνθρώπων. οἱ δὲ εὐθέως 20

ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν 21

εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου

καὶ Ἰωάνην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβε-

δαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν,

καὶ ἐκάλεσεν αὐτούς. οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ 22

τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

Καὶ 23

περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συνα-

γωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασι-

λείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν

ἐν τῷ λαῷ. καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν 24

Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας

ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζο-

μένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθερά-

πευσεν αὐτούς. καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ 25

τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἰεροσολύμων καὶ

Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

Ἰδὼν δὲ τοὺς 1

ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσ-

ῆλθαν [αὐτῷ] οἱ μαθηταὶ αὐτοῦ· καὶ ἀνοίξας τὸ στόμα 2

αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων