Σελίδα:The New Testament in the original Greek - 1881.djvu/101

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

1  ΒΙΒΛΟΣ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβρααμ.

2  Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ,
Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ,
Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὶς ἀδελφοὺς αὐτοῦ,
3  Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ,
Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ,
Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ,
4  Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ,
Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών,
Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών,
5  Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὲς ἐκ τῆς Ῥαχάβ,
Βοὲς δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ,
Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί,
6  Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυεὶδ τὸν βασιλέα.

Δαυεὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,
7  Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ,
Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά,
Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ,
Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ,
8  Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ,
Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζείαν,