Σελίδα:The Greek bucolic poets (1912).djvu/534

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΘΕΟΚΡΙΤΟΥ.—ΣΥΡΙΓΞ

Οὐδενὸς εὐνάτειρα Μακροπτολέμοιο δὲ μάτηρ
μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,
οὐχὶ κεράσταν, ὅν ποτε θρέψατο ταυροπάτωρ,
ἀλλ᾽ οὗ πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους,
οὔνομ᾽ ὅλον δίζων, ὃς τᾶς μέροπος πόθον
κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώκεος,
ὃς μοίσᾳ λυγὺ πᾶξεν ἰοστεφάνῳ
ἕλκος ἄγαλμα πόθοιο πυρισμαράγου,
ὃς σβέσεν ἀνορέαν ἰσαυδέα 10
παπποφόνου Τυρίας τ᾽ ἐξήλασεν·
ᾧ τόδε τυφλοφόρων ἐρατὸν
πῆμα Πάρις θέτο Σιμιχίδας·
ψυχὰν ᾇ βροτοβάμων
στήτας οἶστρε Σαέττας
κλωποπάτωρ ἀπάτωρ
λαρνακόγυιε χαρεὶς
ἁδὺ μελίσδοις
ἔλλοπι κούρᾳ,
Καλλιόπᾳ 20
νηλεύστῳ.