Σελίδα:The Greek bucolic poets (1912).djvu/504

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,
ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαι
δυσμενέων, μηθέν σε χερειότερον φρεσὶν ᾗσι
στέργειν ἢ εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθες
καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.
οὐδ’ αὐτήν γέ νυ πάμπαν ἔολπά σε τοῦτό γε λήθειν. 80
τῷ μή μ’ ἐξείπῃς ποτ’, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
μηδ’ εἴ κ’ ἠϋκόμου Νιόβης πυκινώτερα κλαίω.
οὐδὲν ὣς γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
μητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνον
πρὶν καί πέρ τ’ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατ’ ἔχουσα,
καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·
ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
νῦν δέ μοι οἴχεται υἱὸς ἐπ’ ἀλλοτρίης νέον ἆθλον
ἐκτελέων· οὐδ’ οἶδα δυσάμμορος, εἴτε μιν αὖτις
ἐνθάδε νοστήσανθ’ ὑποδέξομαι εἴτε καὶ οὐκί. 90
πρὸς δ’ ἔτι μ’ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
ὕπνον· δειμαίνω δὲ παλίγκοτον ὄψιν ἰδοῦσα
ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἕρδοι.
εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·
τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ,
τάφρον τηλεθάοντος ἐπ’ ἐσχατιῇ τινος ἀγροῦ,
γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.
αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς, 100
ἤτοι ὃ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
ἀνδήρου καταδῦναι, ἃ καὶ πάρος εἵματα ἕστο·
ἐξαπίνης δ’ ἀνέλαμψεν ὑπὲρ καπέτοιο βαθείης

472