καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ
ναίουσ’, οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα 50
οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,
νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἣ δὲ καὶ αὐτὴ
ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα
γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.»
ὣς ἄρ’ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων
κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,
μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
ὣς δ’ αὔτως δακρύοισι παρήϊα λεύκ’ ἐδίαινεν
Ἀλκμήνη· βαρὺ δ’ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα 60
μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
«δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
πευκαλίμαις; πῶς ἄμμ’ ἐθέλεις ὀροθυνέμεν ἄμφω
κήδε’ ἄλαστα λέγουσα τά τ’ οὐ νῦν πρῶτα κέκλαυται.
ἦ οὐκ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰὲν ἐπ’ ἦμαρ
γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
ὅστις ἀριθμήσειεν ἐφ’ ἡμετέροις ἀχέεσσι.
θάρσει· οὐ τοιῆσδ’ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
καὶ δ’ αὐτὴν ὁρόω σε φίλον τέκος ἀτρύτοισιν
ἄλγεσι μοχθίζουσαν· ἐπιγνώμων δέ τοί εἰμι 70
ἀγχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί.
καί σε μάλ’ ἐκπάγλως ὀλοφύρομαι ἠδ’ ἐλεαίρω,
οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
ὅσθ’ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
Σελίδα:The Greek bucolic poets (1912).djvu/502
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS
470