Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
II.—[ΜΥΡΣΩΝ ΚΑΙ ΛΥΚΙΔΑΣ]
ΜΥΡΣΩΝ
Λῇς νύ τί μοι, Λυκίδα, Σικελὸν μέλος ἁδὺ λιγαίνειν,
ἱμερόεν γλυκύθυμον ἐρωτικόν, οἷον ὁ Κύκλωψ
ἄεισεν Πολύφαμος ἐπᾳονίᾳ Γαλατείᾳ;
ΛΥΚΙΔΑΣ
κἠμοὶ συρίσδεν, Μύρσων, φίλον· ἀλλὰ τί μέλψω;
ΜΥΡΣΩΝ
Σκύριον ὦ Λυκίδα ζαλώμενον ἁδὺν ἔρωτα,
λάθρια Πηλεΐδαο φιλάματα, λάθριον εὐνάν,
πῶς παῖς ἕσσατο φᾶρος, ὅπως δ’ ἐψεύσατο μορφὰν
κἠν κώραισιν ὅπως Λυκομηδίσιν ἅπαλέγοισα
ἠείδη κατὰ παστὸν Ἀχιλλέα Δηϊδάμεια.
ΛΥΚΙΔΑΣ
Ἅρπασε τὰν Ἑλέναν πόθ’ ὁ βουκόλος, ἆγε δ’ ἐς Ἴδαν, 10
Οἰνώνᾳ κακὸν ἄλγος. ἐχώσατο δ’ ἁ Λακεδαίμων,
398