Σελίδα:The Greek bucolic poets (1912).djvu/412

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΘΕΟΚΡΙΤΟΥ ΑΠΟΣΠΑΣΜΑΤΑ
Ι
Eustath. ad Iliad. 5. 905, p. 620, 29 Ἀδελφὴ δέ ἐστιν Ἄρεως ἡ Ἥβη, ὡς καὶ Θεόκριτος μυθολογεῖ.
II
Etym. Magn., p. 290, 53 δυσὶν ἀντιφέρεσθαι, ὡς παρὰ Θεοκρίτῳ.
III
Athen. 7, 284 a Θεόκριτος δ’ ὁ Συρακόσιος ἐν τῇ ἐπιγραφομένῃ Βερενίκῃ τὸν λευκὸν ἐπονομαζόμενον ἰχθὺν ἱερὸν καλεῖ διὰ τούτων·

…καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,
ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,
ὃν λεῦκον καλέουσιν, ὃ γάρ θ’ ἱερώτατος ἄλλων,
καί κε λίνα στησαίτο καὶ ἐξερύσαιτο θαλάσσης
ἔμπλεα…

380