Σελίδα:The Greek bucolic poets (1912).djvu/380

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
XXVIII.—ΗΛΑΚΑΤΗ

Γλαύκας ὦ φιλέριθ’ ἀλακάτα δῶρον Ἀθανάας
γύναιξιν, νόος οἰκωφελίας αἶσιν ἐπάβολος,
θάρσεισ’ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν,
ὄππυι Κύπριδος ἶρον καλάμῳ χλῶρον ὑπ’ ἀπάλῳ.
τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Διός,
ὅππως ξέννον ἔμον τέρψομ’ ἴδων κἀντιφιλήσομαι
Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον,
καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν
δῶρον Νικιάας εἰς ἀλόχω χέρρας ὀπάσσομεν,
σὺν τᾷ πόλλα μὲν ἔρρ’ ἐκτελέσεις, ἀνδρεΐοις πέπλοις, 10
πόλλ δ’ οἶα γύναικες φορέοισ’ ὑδάτινα βράκη.
δὶς γὰρ ματέρες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις
πέξαιντ’ αὐτοένει, Θευγενίδος γ’ ἔννεκ᾽ ἐϋσφύρω·
οὔτως ἀνυσίεργος, φιλέει δ’ ὄσσα σαόφρονες.
οὐ γὰρ εἰς ἀκίρας οὐδ’ ἐς ἀέργῳ κεν ἐβολλόμαν
ὄπασσαί σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθονός.