Σελίδα:The Greek bucolic poets (1912).djvu/334

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
XXV.—[ΗΡΑΚΛΗΣ ΛΕΟΝΤΟΦΟΝΟΣ]

Τὸν δ’ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς
παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο·
«ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσ’ ἐρεείνεις,
Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο·
τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι,
εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.
ποῖμναι μὲν βασιλῆος ἐΰτριχες Αὐγείαο
οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδ’ ἕνα χῶρον·
ἀλλ’ αἳ μέν ῥα νάοντος ἐπ’ ὄχθαις Εἰλίσσοντος,[1]
αἳ δ’ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο, 10
αἳ δ’ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε.
χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.
αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης
πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι
Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην
λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε
εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.
αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς
φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος
κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι 20
χλωρή τ’ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο
ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις

  1. Εἱλίσσοντος Meineke: mss ἀμφ’ ἑλισοῦντος
302