Σελίδα:The Greek bucolic poets (1912).djvu/260

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

οὔτε τις ἐν ταλάρῳ πανίσδεται ἔργα τοιαῦτα,
οὔτ᾽ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
κερκίδι συμπλέξασα μακρῶν ἔταμ᾽ ἐκ κελεόντων·
οὐ μὰν οὐ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι
Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν,
ὡς Ἑλένα, τᾶς πάντες ἐπ᾽ ὄμμασιν ἵμεροι ἐντί.
ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
ἄμμες δ᾽ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα
ἑρψοῦμες, στεφάνως δρεψεύμεναι ἁδὺ πνέοντας,40
πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ
πράτᾳ τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,
πράτᾳ δ᾽ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ
λαζόμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·
γράμματα δ᾽ ἐν φλοιῷ γεγράψεται, ὡς παριών τις
ἀννείμῃ, Δωριστί· «σέβευ μ, Ἑλένας φυτὸν ἐμμί.»

χαίροις ὦ νύμφα χαίροις, εὐπένθερε γαμβρέ.
Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος, ὔμμιν 50