Σελίδα:The Greek bucolic poets (1912).djvu/258

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

ὄλβιε γάμβρ᾽, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι
ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο.
Μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἕξεις.
Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,
οἵα Ἀχαϊάδα γαῖαν πατεῖ οὐδεμί᾽ ἄλλα. 20
Ἦ μέγα κέν τι τέκοιτ᾽, εἰ ματέρι τίκτοι ὁμοῖον.
Ἄμμες δ᾽ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτὸς
χρισαμέναις ἀνδριστὶ παρ᾽ Εὐρώταο λοετροῖς,
τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία—
τᾶν οὐδ᾽ ἧν τις ἄμωμος, ἐπεί χ᾽ Ἑλένᾳ παρισωθῆ.
ἀὼς ἀντέλλοισα καλὸν διέφαινε πρόσωπον,
πότνι᾽ ἄνυξέ τε λευκὸν ἔαρ χειμῶνας ἀνέντος·
ὧδε καὶ ἁ χρυσέα Ἑλένα διεφαίνετ᾽ ἐν ἁμῖν.
Πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ
ἢ κάπῳ κυπάρισσος, ἢ ἅρματι Θεσσαλὸς ἵππος· 30
ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.