Σελίδα:The Greek bucolic poets (1912).djvu/256

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
XVIII.—ΕΛΕΝΗΣ ΕΠΙΘΑΛΑΜΙΟΣ

Ἔν ποκ᾽ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ
παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι
πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο,
δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν,
ἁνίκα Τυνδαρίδα κατεκλάξατο, τὰν ἀγαπατὰν
μναστεύσας Ἑλέναν, ὁ νεώτερος Ἀτρέως υἱῶν.
ἄειδον δ᾽ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι
ποσσὶ περιπλέκτοις, περὶ δ᾽ ἴαχε δῶμ᾽ ὑμεναίῳ.

Οὕτω δὴ πρώϊζα κατέδραθες ὦ φίλε γαμβρέ;
ἧρά τις ἐσσὶ λίαν βαρυγούνατος, ἧρα φίλυπνος, 10
ἧρα πολύν τιν᾽ ἔπινες, ὅτ᾽ εἰς εὐνὰν κατεβάλλευ;
εὕδειν μὰν σπεύδοντα καθ᾽ ὥραν αὐτὸν ἐχρῆν τυ,
παῖδα δ᾽ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ
παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ
κεἰς ἔτος ἐξ ἔτεος, Μενέλαε, τεὰ νυὸς ἅδε.