Σελίδα:The Greek bucolic poets (1912).djvu/246

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

κάλλει ἀριστεύουσα θεάων, πότν᾽ Ἀφροδίτα,
σοὶ τήνα μεμέλητο· σέθεν δ᾽ ἕνεκεν Βερενίκα
εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,
ἀλλά μιν ἁρπάξασα, πάροιθ᾽ ἐπὶ νῆα κατελθεῖν
κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
ἐς ναὸν κατέθηκας, ἑὰς δ᾽ ἀπεδάσσαο τιμάς· 50
πᾶσιν δ᾽ ἤπιος ἅδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.
Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
μισγομένα Τυδῆϊ τέκες, Καλυδώνιον ἄνδρα·
ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα
Αἰακίδᾳ Πηλῆϊ, σὲ δ᾽, αἰχμητὰ Πτολεμαῖε
αἰχμητᾷ Πτολεμαίῳ ἀρίζαλος Βερενίκα.
καί σε Κόως ἀτίταλλε βρέφος νεογιλὸν ἐόντα,
δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον 60
Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν.
ἃ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δ᾽ ἄρα πάντων
νωδυνίαν κατέχευε μελῶν· ὃ δὲ πατρὶ ἐοικὼς
παῖς ἀγαπητὸς ἔγεντο. Κόως δ᾽ ὀλόλυξεν ἰδοῖσα,
φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλαισιν·
«ὅλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ
Δᾶλον ἐτίμασεν κυανάμπυκα Φοῖβος Ἀπόλλων·
ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν

214