Σελίδα:The Greek bucolic poets (1912).djvu/166

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες,
ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον,
καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος,
ἀλλ᾽ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.
ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει, 30
ἁ γέρανος τὤροτρον, ἐγὼ δ᾽ ἐπὶ τὶν μεμάνημαι.
Αἴθε μοι ἦς ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι,
χρύσεοι ἀμφότεροι κ᾽ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ,
τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ τύγα μᾶλον,
σχῆμα δ᾽ ἐγὼ καὶ καινὰς ἐπ᾽ ἀμφοτέροισιν ἀμύκλας.
Βομβύκα χαρίεσσ᾽, οἱ μὲν πόδες ἀστράγαλοί τευ,
ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.

ΜΙΛΩΝ

ἧ καλὰς ἄμμε ποῶν ἐλελάθει Βοῦκος ἀοιδάς·
ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.
ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα. 40
θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.
 
Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον

134