Σελίδα:The Greek bucolic poets (1912).djvu/136

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

κοκκύσδων νάρκαισιν ἀνιαραῖσι διδοίη,
εἷς δ᾽ ἀπὸ τᾶσδε φέριστε μολὼν ἄγχοιτο παλαίστρας.
ἄμμιν δ᾽ ἁσυχία τε μέλοι γραία τε παρείη,
ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.»

τόσσ᾽ ἐφάμαν· ὃ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας
ὡς πάρος, ἐκ Μοισᾶν ξεινήϊον ὤπασεν ἦμεν.
χὣ μὲν ἀποκλίνας ἐπ᾽ ἀριστερὰ τὰν ἐπὶ Πύξας 130
εἶρφ᾽ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάμω
στραφθέντες χὠ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις
ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες
ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέαισι.
πολλαὶ δ᾽ ἄμμιν ὕπερθε κατὰ κρατὸς δονέοντο
αἴγειροι πτελέαι τε· τὸ δ᾽ ἐγγύθεν ἱερὸν ὕδωρ
Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.
τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες
τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δ᾽ ὀλολυγὼν
τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις· 140
ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,
πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.
πάντ᾽ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δ᾽ ὀπώρας.
ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα
δαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δ᾽ ἐκέχυντο
ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε.
τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ·
Νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,

104