Σελίδα:The Greek bucolic poets (1912).djvu/124

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
VII.—ΘΑΛΥΣΙΑ

Ἦς χρόνος ἁνίκ᾽ ἐγώ τε καὶ Εὔκριτος εἰς τὸν Ἄλεντα
εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἄμμιν Ἀμύντας.
τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος
κ᾽ Ἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν
χαῶν τῶν ἐπάνωθεν ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυε κράναν
εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ, ταὶ δὲ παρ᾽ αὐτὰν
αἴγειροι πτελέαι τε ἐΰσκιον ἄλσος ὕφαινον
χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.
κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα 10
ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καί τιν᾽ ὁδίταν
ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,
οὔνομα μὲν Λυκίδαν, ἦς δ᾽ αἰπόλος, οὐδέ κέ τίς νιν
ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχ᾽ ἐῴκει.
ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
κνακὸν δέρμ᾽ ὤμοισι νέας ταμίσοιο ποτόσδον,
ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
ζωστῆρι πλακερῷ, ῥοικὰν δ᾽ ἔχεν ἀγριελαίω
δεξιτερᾷ κορύναν. Καί μ᾽ ἀτρέμας εἶπε σεσαρὼς
ὄμματι μειδιόωντι, γέλως δὲ οἱ εἴχετο χείλευς· 20
«Σιμιχίδα, πᾷ δὴ τὺ μεσαμέριον πόδας ἕλκεις,