καὶ τὸ Α ἢ ἁπλοῦν εἶναι ἢ σύνθετον.〉 ἔστω δὴ πρότερον
ἁπλοῦν. ἐπεὶ οὖν παντὸς ἁπλοῦ σώματος καὶ ἡ κίνησις ἁπλῆ,
καὶ τοῦ Α ἄρα ἡ κίνησις ἁπλῆ ἐστι. καὶ ἐπεὶ ἁπλαῖ κινήσεις
δύο μόναι εἰσίν, ἥ τ’ εὐθεῖα καὶ ἡ κύκλῳ, καὶ τὸ Α ἄρα ἢ
κύκλῳ κινεῖται ἢ ἐπ’ εὐθείας. ἀλλ’ εἰ μὲν κύκλῳ κινεῖται, οὐκ
ἄπειρόν ἐστιν, ὡς δέδεικται· εἰ δὲ ἐπ’ εὐθείας, εἰ μὲν ἐπὶ τὸ
κάτω, βαρύτητα ἄπειρον ἕξει, εἰ δὲ ἐπὶ τὸ ἄνω, κουφότητα
ἄπειρον. καὶ γὰρ καὶ τοῦτο δέδεικται, ὅτι τῶν ἀπείρων σωμάτων
αἱ κινητικαὶ δυνάμεις ἄπειροι. ἀλλὰ μὴν ἀδύνατον βαρύτητα
ἢ κουφότητα ἄπειρον εἶναι, ὡς καὶ τοῦτο δέδεικται.
οὐκ ἄρα ἐπ’ εὐθείας κινεῖται τὸ Α σῶμα ἄπειρον. δέδεικται
δ’ ὅτι οὐδὲ κύκλῳ. οὐκ ἄρα τῶν ἁπλῆν ἐστιν κίνησιν κινουμένων·
οὐδ’ ἄρα ἁπλοῦν ἐστι· πᾶν γὰρ τὸ ἁπλοῦν ἁπλῆν ἐκινεῖτο
κίνησιν κατὰ φύσιν. ἔστω δὴ οὖν τὸ Α σύνθετον. ἀλλ’ εἰ
σύνθετον, ἢ ἐκ πεπερασμένων ἐστὶν ἢ ἀπείρων. εἰ μὲν οὖν ἐκ
πεπερασμένων καὶ πλήθει καὶ μεγέθει, καὶ αὐτὸ πεπέρανται·
εἰ δ’ ἐξ ἀπείρων, ἢ πλήθει ἀπείρων ἢ μεγέθει ἢ ἀμφοτέροις.
ἀλλὰ μὴν πλήθει οὐκ ἔστιν ἄπειρα τὰ εἴδη τῶν ἁπλῶν σωμάτων,
ὡς δέδεικται· λείπεται ἄρα μεγέθει εἶναι ἄπειρα.
ἀλλ’ εἰ μὲν τῶν κύκλῳ κινουμένων εἴη τὸ ἁπλοῦν, δέδεικται
ὅτι πεπέρανται· εἰ δὲ τῶν ἐπ’ εὐθείας, καὶ αὐτὰ δέδεικται ὅτι
πεπέρανται. τὸ Α ἄρα σῶμα οὐδαμῶς ἐστιν ἄπειρον οὔτε
ἁπλοῦν [ἄρα] οὔτε σύνθετον.
Ἄλλως. Ἔστω σῶμα ἄπειρον τὸ Α αἰσθητὸν ὄν. εἰ οὖν ἐστιν ἄπειρον, δύναμιν ἄπειρον ἔχει· δέδεικται γάρ. ἀλλ’ εἰ ἄπειρον ἔχει δύναμιν, ἢ ποιητικὴν ἕξει δύναμιν ἢ παθητικήν. ἀλλ’ εἰ ποιητικήν, ἢ εἰς πεπερασμένον ποιήσει ἢ εἰς ἄπειρον· καὶ εἰ παθητικήν, ἢ ὑπὸ πεπερασμένου πάσχει ἢ ὑπ’ ἀπείρου.