Σελίδα:Plotini Enneades, I (1883).djvu/266

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
228
Enn. III.

οὐδ’ ἂν ἦν ἐκ τῆς αὐτοῦ οὐσίας, ἀλλ’ ἦν οἷον τεχνίτης ἀφ’ αὑτοῦ τὸ ποιεῖν οὐκ ἔχων, ἆλλ’ ἐπακτόν, ἐκ τοῦ μαθεῖν λαβὼν τοῦτο. νοῦς τοίνυν δούς τι ἑαυτοῦ εἰς ὕλην ἀτρεμὴς καὶ ἤσυχος τὰ πάντα εὐργάξετο· τοῦτο δὲ λόγος ἐκ νοῦ ῥυείς. τὸ γὰρ ἀπορρέον ἐκ νοῦ λόγος, καὶ ἀεὶ ἀπορρεῖ, ἕως ὃν ᾗ παρὼν ἐν τοῖς οὖσι νοῦς. ὥσπερ δὲ ἐν λόγῳ τῷ ἐν τῷ σπέρµατι ὁμοῦ πάντων καὶ ἐν τῷ αὐτῷ ὄντων καὶ οὐδενὸς οὐδενὶ µαχομένου οὐδὲ διαφεροµένου οὐδὲ ἐμποδίου ὄντος, γίνεταί τι ἤδη ἔν ὄγκῳ καὶ ἄλλο µέρος ἀλλαχοῦ καὶ δὴ καὶ ἐμποδίσειεν ἂν ἕτερον ἑτέρῳ καὶ ἀπαναλώσειεν ἄλλο ἄλλο, οὕτω δὴ καὶ ἐξ ἑνὸς νοῦ καὶ τοῦ ἀπ’ αὐτοῦ λόγου ἀνέστη τόδε τὸ πᾶν καὶ διέστη καὶ ἐξ ἀνάγκης τὰ μὲν ἐγένετο φίλα καὶ προσηνῆ, τὰ δὲ ἐχθρὰ καὶ πολέμια, καὶ τὰ μὲν ἑκόντα, τὰ δὲ καὶ ἄκοντα ἀλλήλοις ἐλυµήνατο καὶ φθειρόµενα θάτερα γένεσιν ἀλλήλοις εἰργάσατο καὶ µίαν ἐφ’ αὑτοῖς τοιαῦτα ποιοῦσι καὶ πάσχουσιν ὅμως ἁρμονίαν ἐνεστήσατο φθεγγοµένων μὲν ἑκάστων τὰ αὐτῶν, τοῦ δὲ λόγου ἐπ’ αὐτοῖς τὴν ἁρμονίαν καὶ µίαν τὴν σύνταξιν εἰς τὰ ὅλα ποιουµένου. ἔστι γὰρ τὸ πᾶν τόδε οὐχ ὥσπερ ἐκεῖ νοῦς καὶ λόγος, ἀλλὰ µετέχον νοῦ καὶ λόγου. διὸ καὶ ἐδεήθη ἁρμονίας συνελθόντος νοῦ καὶ ἀνάγκης, τῆς μὲν πρὸς τὸ χεῖρον ἑλκούσης καὶ εἰς ἀλογίαν φερούσης ἅτε οὔσης ἀλόγου, ἄρχοντος δὲ νοῦ ὅμως ἀνάγκης. ὁ μὲν γὰρ νοητὸς µόνον Λόγος, καὶ οὐκ ἂν γένοιτο ἄλλος µόνον λόγος, εἰ δέ τι ἐγένετο ἄλλο, ἔδει ἔλαττον ἐκείνουυ καὶ μὴ λόγον, μηδ’ αὖ ὕλην εἶναι· ἄκοσμον γάρ' μικτὸν ἄρα. καὶ εἰς ἃ μὲν λήγει ὕλη καὶ λόγος, ὅθεν δὲ ἄρχεται ψυχἠ ἐφεστῶσα τῷ μεμιγμένω, ἣν οὐ κακοπαθεῖν δεῖ